0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ζῴων [101]


000-00-00 Serial Number=0147467136
Commentarii in Romanos Ante [Go Back]  
 [00138]  ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ» *** καὶ ἁρμόζει γε τὸ | «Ὃν προέθετο» τῇ τοῦ Ἰησοῦ μᾶλλον ψυχῇ ἢ τῷ Μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως·
000-00-00 Serial Number=0210900009
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00013]  Καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων·
 [00555]  [1.31.210] Ἡγοῦμαι τοίνυν τῶν λογικῶν ζῴων ἐν πολλοῖς εἴδεσι χαρακτηριζομένων, εἶναί τι πρῶτον αὐτῶν καὶ δεύτερον καὶ τρίτον καὶ τὰ καθεξῆς ἕως ἐσχάτου.
 [00766]  «Τάδε γὰρ λέγει κύριος τῶν δυνάμεων» πολλαχοῦ κεῖται, λογικῶν τινων θείων ζῴων δυνάμεων ὀνομαζομένων, ὧν ἡ ἀνωτέρω καὶ κρείττων Χριστὸς ἦν, οὐ μόνον σοφία θεοῦ ἀλλὰ καὶ δύναμις προσαγο ρευόμενος.
 [01183]  [2.23.146] Καὶ ἔτι μᾶλλον παραμυ θήσεται, ὅτι ἐπὶ τῶν κρειττόνων δυνάμεων τὰ ὀνόματα οὐχὶ φύσεων ζῴων ἐστὶν ὀνόματα ἀλλὰ τάξεων, ὧν ἥδε τις καὶ ἥδε λογικὴ φύσις τέτευχεν ἀπὸ θεοῦ.
 [02339]  [6.51.264] Πέντε ζῴων προσφερομένων ἐπὶ τὸ θυσιαστήριον, τριῶν μὲν χερσαίων πτηνῶν δὲ δύο, ἄξιόν μοι ζητεῖν φαίνεται τί δήποτε ὑπὸ τοῦ Ἰωάννου ὁ σωτὴρ «ἀμνὸς» λέγεται καὶ οὐδὲν τῶν λοιπῶν, ἀλλὰ καὶ ἐπὶ τῶν χερσαίων καθ' ἕκαστον τριῶν ἡλικιῶν προσαγομένων, ἀπὸ τοῦ γένους τῶν προβάτων τὸν ἀμνὸν ὠνόμασεν·
 [02347]  Ζητητέον οὖν τῷ βουλομένῳ ἀκριβῶς τὸν περὶ τῶν θυσιῶν πνευματικὸν καταλαβεῖν λόγον τίνων ἐπουρανίων ὑπο δείγματι καὶ σκιᾷ ταῦτ' ἐγίνετο, καὶ ἕκαστον τῶν ζῴων ἐπὶ τίνι νομοθετεῖ ὁ λόγος θύεσθαι·
 [02787]  [10.18.103] Οὐκ ὠμὴν οὖν βρωτέον τὴν σάρκα τοῦ ἀμνοῦ, ὥσπερ ποιοῦσιν οἱ τῆς λέξεως δοῦλοι τρόπον ἀλόγων ζῴων καὶ ἀποτεθηριωμένων, πρὸς τοὺς ἀληθῶς λογικοὺς διὰ τοῦ συνιέναι βούλεσθαι τὰ πνευματικὰ λόγου, μεταλαμβάνοντες θηρίων ἀπηγριωμένων.
 [02957]  ἐν τῷ ναῷ γὰρ τοῦ θεοῦ οὐχ οἷόν τε ἦν ἀπαγγέλλεσθαι γεγονέναι ἑτέρων παρὰ τὰ καθαρὰ ζῴων ἀγέλης εἴσοδον, καὶ εἰς ἐμπορίαν ἄλλων παρὰ τὰ θυόμενα.
 [06020]  ἀλλ' [ἐπεὶ] ὥσπερ ἡ σωματικὴ εὐωδία τινὰ τῶν ζῴων λέγεται ἀναιρεῖν, οὕτως διὰ τὴν προγενομένην κακίαν καὶ ἡ Χριστοῦ εὐωδία γένοιτο ἄν τισιν τοῖς ἐκ θανάτου εἰς θάνατον αὐτῶν, τοῖς [20.44.417] <δὲ> ἐκ ζωῆς ἀποβαίνει εἰς ζωήν.
 [06475]  ὑπὲρ τοῦ λαοῦ δὲ ἀπέθανεν οὗτος ὁ ἄνθρωπος, τὸ πάντων ζῴων καθαρώτερον, ὅστις τὰς ἁμαρτίας ἡμῶν ἦρεν καὶ τὰς ἀσθε νείας, ἅτε δυνάμενος πᾶσαν τὴν ὅλου τοῦ κόσμου ἁμαρτίαν εἰς ἑαυτὸν ἀναλαβὼν λῦσαι καὶ ἐξαναλῶσαι καὶ ἐξαφανίσαι, ἐπεὶ μὴ ἁμαρτίαν ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, οὐδὲ [28.18.161] ἔγνω ἁμαρτίαν.
000-00-00 Serial Number=0849886060
Contra Celsum Ante [Go Back]  
 [00240]  Κἂν μὲν Αἰγύπτιοι περὶ τῶν ζῴων σεμνύ νοντες ἑαυτῶν τὸν λόγον θεολογίας φέρωσι, σοφοί εἰσιν·
 [00241]  ἐὰν δὲ ὁ τῷ Ἰουδαίων συγκαταθέμενος νόμῳ καὶ νομοθέτῃ πάντα ἀναφέρῃ ἐπὶ τὸν τῶν ὅλων δημιουργὸν μόνον θεόν, ἥττων εἶναι παρὰ Κέλσῳ καὶ τοῖς ὁμοίοις αὐτῷ λογίζεται τοῦ μὴ εἰς λογικὰ μόνον καὶ θνητὰ ζῷα ἀλλὰ καὶ εἰς ἄλογα κατάγοντος τὴν θεότητα ὑπὲρ τὴν μυθικὴν μετενσωμάτωσιν, τὴν περὶ τῆς πιπτούσης ἀπὸ τῶν ἁψίδων τοῦ οὐρανοῦ ψυχῆς καὶ ἕως τῶν ἀλόγων ζῴων, οὐ μόνον ἡμέρων ἀλλὰ καὶ ἀγριωτάτων, καταβαινούσης.
 [00402]  Ἔτι δὲ πρὸς Ἕλληνας λεκτέον, ἀπειθοῦντας τῇ ἐκ παρθένου γενέσει τοῦ Ἰησοῦ, ὅτι ὁ δημιουργὸς ἐν τῇ τῶν ποικίλων ζῴων γενέσει ἔδειξεν ὅτι ἦν αὐτῷ βουληθέντι δυνατὸν ποιῆσαι ὅπερ ἐφ' ἑνὸς ζῴου καὶ ἐπ' ἄλλων καὶ ἐπ' αὐτῶν τῶν ἀνθρώπων.
 [00403]  Εὑρίσκεται δέ τινα τῶν ζῴων θήλεα, μὴ ἔχοντα ἄρρενος κοινωνίαν, ὡς οἱ περὶ ζῴων ἀναγράψαντες λέγουσι περὶ γυπός·
 [02023]  [3.18] Εἶτα τὰ μὲν τῶν Αἰγυπτίων, σεμνολογούντων καὶ τὰ περὶ τῶν ἀλόγων ζῴων καὶ φασκόντων εἶναί τινα αὐτὰ θεοῦ σύμβολα ἢ ὅπως φίλον ὀνομάζειν τοῖς χρηματίζουσιν αὐτῶν προφήταις, φησὶ φαντασίαν ἐξαποστέλλειν τοῖς ταῦτα μεμαθηκόσιν, ὅτι μὴ μάτην μεμύηνται·
 [02025]  [3.19] Καί φησι γὲ ἡμᾶς τῶν μὲν Αἰγυπτίων καταγελᾶν, καίτοι πολλὰ καὶ οὐ φαῦλα παρεχόντων αἰνίγματα, ἐπὰν ἰδεῶν ἀϊδίων καὶ οὐχ, ὡς δοκοῦσιν οἱ πολλοί, ζῴων ἐφημε ρίων τιμὰς εἶναι τὰ τοιαῦτα διδάσκωσιν·
 [02028]  ἆρ' ὦ γενναῖε, τὸ μὲν Αἰγυπτίους πολλὰ καὶ οὐ φαῦλα παρέχεσθαι αἰνίγματα καὶ ἀσαφεῖς διηγήσεις περὶ τῶν παρ' αὐτοῖς ζῴων εὐλόγως ἐπαίρεις τῷ λόγῳ, οὐ δεόντως δὲ ποιεῖς ἡμῶν κατηγορῶν ὡς πειθόμενος μηδὲν ἡμᾶς λέγειν ἀλλὰ πάντα οὐδενὸς λόγου καὶ φαῦλα, ἐπὰν τὰ περὶ τοῦ Ἰησοῦ κατὰ τὴν τοῦ λόγου σοφίαν διεξο δεύωμεν τοῖς ὡς ἐν χριστιανισμῷ τελείοις·
 [02970]  [4.31] Μετὰ ταῦτα βουλόμενος κατασκευάζειν ὅτι μηδὲν τῶν προειρημένων παρ' αὐτῷ ζῴων διαφέρουσιν Ἰουδαῖοι καὶ Χριστιανοί φησιν Ἰουδαίους ἀπ' Αἰγύπτου δραπέτας γεγονέναι, μηδὲν πώποτε ἀξιόλογον πράξαντας, οὔτ' ἐν λόγῳ οὔτ' ἐν ἀριθμῷ αὐτούς ποτε γεγενημένους.
 [03111]  Πῶς δ' οὐ θαυμαστὸν τὸ ζώπυρα παντὸς γένους εἰσάγεσθαι ἔνδον προνοίᾳ θεοῦ, ἵν' ἔχῃ πάντων σπέρματα ζῴων πάλιν ἡ γῆ, τοῦ θεοῦ δικαιοτάτῳ ἀνδρὶ χρησαμένου, πατρὶ ἐσομένῳ τῶν μετὰ τὸν κατακλυσμόν;
 [03261]  Τοιαῦτα γὰρ ἐχρῆν αὐτὸν ἀποφαινόμενον καὶ ἐναντία λέγειν οὐ μόνον ἡμῖν προθέμενον ἀλλὰ καὶ οὐκ ἀγεννεῖ φιλοσόφων αἱρέσει τῶν ἀπὸ τοῦ Κιτιέως Ζήνωνος κατασκευάσαι ὅτι τὰ τῶν ζῴων σώματα οὐκ ἔστιν ἔργα τοῦ θεοῦ, καὶ ὅτι ἡ τοσαύτη περὶ αὐτὰ τέχνη οὐκ ἀπὸ τοῦ πρώτου ἐλήλυθε νοῦ.
 [03262]  Ἔδει δ' αὐτὸν καὶ περὶ τῶν τοσούτων καὶ ὑπὸ ἐνυπαρχούσης ἀφαντάστου φύσεως διοικουμένων παντοδαπῶν φυτῶν καὶ πρὸς χρείαν γεγονότων οὐκ εὐκα ταφρόνητον ἐν τῷ παντὶ ἀνθρώπων καὶ τῶν ἀνθρώποις διακονουμένων ζῴων <ἢ> ὅπως ποτὲ ἄλλως ὄντων, μὴ ἀποφήνασθαι μόνον ἀλλὰ καὶ διδάξαι ὅτι μὴ τέλειός τις νοῦς τὰς τοσαύτας ἐνεποίησε ποιότητας τῇ ὕλῃ τῶν φυτῶν.
 [03268]  [4.55] Οὔπω δὲ λέγω ὅτι, εἴπερ ὑπέμεινε καὶ ἠνέσχετο ἐπακοῦσαι τῶν, ὥς φησι, συγγραμμάτων Μωϋσέως καὶ τῶν προφητῶν, ἐπέστησεν ἄν, τί δήποτε τὸ μὲν ἐποίησεν ὁ θεὸς ἐπ' οὐρανοῦ καὶ γῆς τέτακται καὶ τοῦ καλουμένου στερεώματος ἔτι δὲ καὶ φωστήρων καὶ ἀστέρων καὶ μετὰ ταῦτα ἐπὶ κητῶν μεγάλων καὶ πάσης ψυχῆς ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ παντὸς πετεινοῦ πτερωτοῦ κατὰ γένος καὶ ἑξῆς τούτοις ἐπὶ τῶν θηρίων τῆς γῆς κατὰ γένος καὶ τῶν κτηνῶν κατὰ γένος καὶ πάντων τῶν ἑρπετῶν τῆς γῆς κατὰ γένος αὐτῶν καὶ τελευταῖον ἐπὶ τοῦ ἀνθρώπου, μὴ εἰρημένου δὲ τοῦ ἐποίησε περὶ ἑτέρων, ἀρκεῖται ὁ λόγος περὶ φωτὸς μὲν τῷ Ἐγένετο φῶς ἐπὶ δὲ συναγωγῆς μιᾶς παντὸς ὕδατος τοῦ ὑποκάτω παντὸς τοῦ οὐρανοῦ τῷ Ἐγένετο οὕτως, ὁμοίως δὲ καὶ ἐπὶ τῶν βλαστησάντων ἀπὸ γῆς, ὅτ' ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς.
 [03298]  Ἔοικε μέντοι ἐν τοῖς ἑξῆς, ἐν οἷς καὶ θεοφιλέστερα τὰ ἄλογα ζῷά φησιν ἡμῶν καὶ τοῦ θείου τὴν ἔννοιαν ἔχειν καθαρωτέραν, παριστάνειν ὅτι οὐ μόνον ἡ τῶν ἀνθρώπων ἀλλὰ πολὺ μᾶλλον καὶ ἡ τῶν ἀλόγων ζῴων ψυχὴ ἔργον ἐστὶ τοῦ θεοῦ·
 [03447]  Καὶ βούλεται ἐκ τῆς περὶ τῶν ζῴων ἱστορίας καὶ τῆς ἐμφαινομένης αὐτοῖς ἀγχινοίας δεικνύναι ὅτι οὐδὲν μᾶλλον ἀνθρώπων ἢ τῶν ἀλόγων ζῴων ἕνεκεν γέγονε τὰ πάντα.
 [03465]  Εἰ δὲ καὶ τοῖς ἀγριωτάτοις τῶν ζῴων τροφὰς κατεσκεύασεν, οὐδὲν θαυμαστόν·
 [03473]  [4.76] Ἑξῆς τούτοις ὁ Κέλσος, θέλων μὴ μᾶλλον ἡμῖν τὴν πρόνοιαν πεποιηκέναι τὰ φυόμενα ἐπὶ γῆς ἢ τοῖς τῶν ζῴων ἀγριωτάτοις, φησίν·
 [03502]  Ἡμεῖς γοῦν οἱ πολλῶν τῷ σώματι τῶν ζῴων ἀσθενέστεροι τινῶν δὲ καὶ εἰς ὑπερβολὴν βραχύτεροι κρατοῦμεν διὰ τὴν σύνεσιν τῶν θηρίων καὶ τοὺς τηλικούτους ἐλέφαντας θηρεύομεν, τὰ μὲν πεφυκότα τιθασσεύεσθαι ὑποτάσσοντες τῇ ἡμετέρᾳ ἡμερότητι, κατὰ δὲ τῶν μὴ πεφυκότων ἢ μὴ δοκούντων ἡμῖν χρείαν παρέχειν ἐκ τῆς τιθασσείας οὕτω μετὰ τῆς ἡμετέρας ἱστάμεθα ἀσφαλείας, ὥστε, ὅτε μὲν βουλόμεθα, ἔχομεν τὰ τηλικαῦτα θηρία κατα κεκλεισμένα, ὅτε δὲ χρῄζομεν τροφῆς τῆς ἀπὸ τῶν σωμάτων αὐτῶν, οὕτως αὐτὰ ἀναιροῦμεν ὡς καὶ τὰ μὴ ἄγρια τῶν ζῴων.
 [03506]  [4.79] Εἶτα λέγει πρὸς τὸ τῶν αἰσθανομένων τῆς ἑαυτῶν ὑπεροχῆς ἀνθρώπων γένος, ἣν ὑπερέχει τῶν ἀλόγων ζῴων, ὅτι πρὸς ὃ ὑμεῖς φατε, ὡς ὁ θεὸς ἡμῖν δέδωκεν αἱρεῖν τὰ θηρία δύνασθαι καὶ καταχρήσασθαι, ἐροῦμεν ὅτι ὡς εἰκός, πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας καὶ ὅπλα καὶ δίκτυα, ἄνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δ' ὑπ' ἀνθρώπων ἥκιστα ἡλίσκετο.
 [03549]  [4.84] Ἐπεὶ δὲ καὶ τοῖς ἀποθνῄσκουσιν μύρμηξί φησι τοὺς ζῶντας ἴδιόν τι ἀποκρίνειν χωρίον, κἀκεῖνο αὐτοῖς εἶναι πάτρια μνήματα, λεκτέον ὅτι ὅσῳ πλείονα λέγει τῶν ἀλόγων ζῴων ἐγκώμια, τοσούτῳ πλεῖον, κἂν μὴ θέλῃ, αὔξει τὸ τοῦ πάντα κοσμήσαντος λόγου ἔργον καὶ δείκνυσι τὴν ἐν ἀνθρώ ποις ἐντρέχειαν, δυναμένην κοσμεῖν τῷ λόγῳ καὶ τὰ πλεο νεκτήματα τῆς φύσεως τῶν ἀλόγων.
 [03570]  Καὶ πρῶτόν γε οὐκ οἶδ' ὅπως τὴν τῶν ζῴων περὶ τὰ φυσικὰ ἀλεξιφάρμακα εἴτε ἐμπειρίαν εἴτε φυσικήν τινα κατάληψιν γοητείαν ὠνόμασεν·
 [03578]  [4.87] Ἔστω δὲ καὶ ἄλλα ὑπὸ τῶν ζῴων γινώσκεσθαι ἀλεξι φάρμακα, τί οὖν τοῦτο πρὸς τὸ μὴ φύσιν ἀλλὰ λόγον εἶναι τὸν εὑρίσκοντα ταῦτα ἐν τοῖς ζῴοις;
 [03580]  νυνὶ δὲ φανερὸν ἐκ τοῦ ἀποτεταγ μένως πρός τινα ἑκάστου φύσιν ζῴου νενευκέναι βοηθήματα ὅτι οὐ σοφία οὐδὲ λόγος ἐστὶν ἐν αὐτοῖς ἀλλά τις φυσικὴ πρὸς τὰ τοιάδε σωτηρίας ἕνεκεν τῶν ζῴων κατασκευή, ὑπὸ τοῦ λόγου γεγενημένη.
 [03593]  Οὕτω δὲ λεκτέον καὶ περὶ τῶν λοιπῶν ζῴων·
 [03597]  [4.88] Θέλων δ' ἔτι διὰ πλειόνων μηδὲ τὰς περὶ τοῦ θείου ἐννοίας ἐξαιρέτους εἶναι παρὰ τὰ θνητὰ πάντα ἐν τῷ γένει τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων ζῴων τινὰ ἀποφῆναι ἐννοοῦντα περὶ τοῦ θεοῦ, περὶ οὗ τοσαῦται διαφωνίαι γεγόνασι καὶ τοῖς ὀξυτέροις τῶν πανταχοῦ ἀνθρώπων, Ἑλλήνων καὶ βαρβάρων, φησὶν ὅτι εἰ δ' ὅτι θείας ἐννοίας ἄνθρωπος ἐπείληπται, νομίζεται ὑπερέχειν τῶν λοιπῶν ζῴων·
 [03598]  ἴστωσαν οἱ τοῦτο φάσκοντες ὅτι καὶ τούτου πολλὰ τῶν ἄλλων ζῴων ἀντιποιηθήσεται·
 [03601]  Τοῦτο τοίνυν ἄνθρωποι παρὰ τῶν ἄλλων ζῴων καὶ μάλιστα παρ' ὀρνίθων μανθάνουσιν·
 [03606]  Ὅρα δὲ ἐν τούτοις, ὅσα ζητού μενα παρὰ τοῖς φιλοσοφοῦσιν οὐ μόνον Ἑλλήνων ἀλλὰ καὶ τῶν ἐν βαρβάροις, εἴθ' εὑρόντων εἴτε παρά τινων δαιμόνων μαθόντων τὰ περὶ οἰωνῶν καὶ τῶν ἄλλων ζῴων, ἀφ' ὧν μαντεῖαί τινες ἀνθρώποις γίνεσθαι λέγονται, συναρπάζει καὶ ὡς ὁμολογούμενα ἐκτίθεται.
 [03607]  Πρῶτον μὲν γὰρ ἐζήτηται, πότερον ἔστι τις τέχνη οἰωνιστικὴ καὶ ἀπαξαπλῶς ἡ διὰ ζῴων μαντικὴ ἢ οὐκ ἔστι·
 [03610]  [4.89] Ἐχρῆν οὖν τὸν Κέλσον, διὰ τῶν προκειμένων βουλό μενον θειότερα καὶ σοφώτερα ἀποδεῖξαι τὰ ἄλογα ζῷα τῶν ἀνθρώπων, κατασκευάσαι διὰ πλειόνων ὡς ὑπάρχουσαν τὴν τοιάνδε μαντικὴν καὶ τὴν ἀπολογίαν μετὰ τοῦτ' ἐναργεστέρως ἀποδεῖξαι καὶ ἀποδεικτικῶς ἀποδοκιμάσαι μὲν τοὺς λόγους τῶν ἀναιρούντων τὰς τοιασδὶ μαντείας ἀποδεικτικῶς δ' ἀνατρέψαι καὶ τοὺς λόγους τῶν εἰπόντων ἀπὸ δαιμόνων ἢ θεῶν γίνεσθαι τὰς κινήσεις τοῖς ζῴοις πρὸς τὸ μαντεύσασθαι καὶ μετὰ ταῦτα κατασκευάσαι περὶ τῆς τῶν ἀλόγων ζῴων ψυχῆς ὡς θειοτέρας.
 [03624]  Προηγουμένως μὲν οὖν ζητείσθω, πότερον ὑπάρχει ἡ δι' ὀρνίθων καὶ τῶν λοιπῶν ζῴων, πεπιστευμένων εἶναι μαντικῶν, μαντικὴ ἢ μὴ ὑπάρχει.
 [03631]  καὶ ἁπαξαπλῶς οὐκ ἄν ποτε τῶν ζῴων τι τούτων ἁλωτὸν ἀνθρώποις ἦν ὡς ἀνθρώπων θειό τερον καὶ σοφώτερον.
 [03657]  [4.92] Κατὰ δὲ ἡμᾶς δαίμονές τινες φαῦλοι καί, ἵν' οὕτως ὀνομάσω, τιτανικοὶ ἢ γιγάντιοι, ἀσεβεῖς πρὸς τὸ ἀληθῶς θεῖον καὶ τοὺς ἐν οὐρανῷ ἀγγέλους γεγενημένοι καὶ πεσόντες ἐξ οὐρανοῦ καὶ περὶ τὰ παχύτερα τῶν σωμάτων καὶ ἀκάθαρτα ἐπὶ γῆς καλινδούμενοι, ἔχοντές τι περὶ τῶν μελλόντων διορατικόν, ἅτε γυμνοὶ τῶν γηΐνων σωμάτων τυγχάνοντες, καὶ περὶ τὸ τοιοῦτον ἔργον καταγινόμενοι, βουλόμενοι ἀπάγειν τοῦ ἀληθινοῦ θεοῦ τὸ τῶν ἀνθρώπων γένος, ὑποδύ νονται τῶν ζῴων τὰ ἁρπακτικώτερα καὶ ἀγριώτερα καὶ ἄλλα πανουργότερα καὶ κινοῦσιν αὐτὰ πρὸς ὃ βούλονται, ὅτε βούλονται, ἢ τὰς φαντασίας τῶν τοιωνδὶ ζῴων τρέπουσιν ἐπὶ πτήσεις καὶ κινήσεις τοιάσδε·
 [03659]  Καὶ γὰρ παρατετήρηται τοῖς περὶ ταῦτα δεινοῖς ὅτι αἱ ἐναργέστεραι προγνώσεις διὰ τῶν τοιούτων ζῴων γίνονται, ἅτε μὴ δυναμένων τῶν δαιμόνων ἐν τοῖς ἡμερωτέροις τῶν ζῴων τοσοῦτον, ὅσον δύνανται διὰ τὸ παραπλήσιον τῆς κακίας καὶ οὐ κακίαν μὲν οἱονεὶ δὲ κακίαν οὖσαν ἐν τοῖς τοιοισδὶ τῶν ζῴων ἐνεργῆσαι τάδε τὰ ζῷα.
 [03660]  [4.93] Ὅθεν εἴπερ ἄλλο τι Μωϋσέως τεθαύμακα, καὶ τὸ τοιοῦτον θαύματος ἀποφανοῦμαι ἄξιον εἶναι, ὅτι φύσεις κατανοήσας ζῴων διαφόρους καὶ εἴτ' ἀπὸ τοῦ θείου μαθὼν τὰ περὶ αὐτῶν καὶ τῶν ἑκάστῳ ζῴῳ συγγενῶν δαιμόνων εἴτε καὶ αὐτὸς ἀναβαίνων τῇ σοφίᾳ εὑρών, ἐν τῇ περὶ ζῴων διατάξει πάντα μὲν ἀκάθαρτα ἔφησεν εἶναι τὰ νομιζόμενα παρ' Αἰγυπτίοις καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων εἶναι μαντικά, ὡς ἐπίπαν δὲ εἶναι καθαρὰ τὰ μὴ τοιαῦτα.
 [03663]  Ἔοικεν οὖν τις εἶναι ἑκάστῳ δαιμόνων εἴδει κοινωνία πρὸς ἕκαστον εἶδος ζῴων.
 [03667]  Καὶ σὺ δὲ παρὰ σαυτῷ κρῖνον ὁπότερόν ἐστι βέλτιον παραδέξασθαι, ὅτι ὁ ἐπὶ πᾶσι θεὸς καὶ ὁ τούτου υἱὸς κινοῦσι τοὺς ὄρνιθας καὶ τὰ λοιπὰ ζῷα εἰς μαντικήν, ἢ οἱ κινοῦντες τὰ τοιαδὶ τῶν ζῴων καὶ οὐκ ἀνθρώπους παρόντων ἀνθρώπων δαίμονές εἰσι φαῦλοι καί, ὡς ὠνόμασε τὰ ἱερὰ ἡμῶν γράμματα, ἀκάθαρτοι.
 [03701]  Ψεῦδος δὲ καὶ τὸ πολλὰ τῶν ζῴων ἀντιποιεῖσθαι θείας ἐννοίας·
 [03708]  [4.97] Πῶς δ' ἀσεβῶς ὑπὸ τοῦ ἀσέβειαν ἡμῖν ἐγκαλοῦντος εἴρηται τὸ οὐ μόνον σοφώτερα εἶναι τὰ ἄλογα τῶν ζῴων τῆς τῶν ἀνθρώπων φύσεως ἀλλὰ καὶ θεοφιλέστερα;
 [03715]  Θέλων δὲ τὰς ὁμιλίας τῶν ἀλόγων ζῴων εἶναι τῶν ἡμετέρων ἱερωτέρας ὁ Κέλσος οὐ τοῖς τυχοῦσιν ἀνατίθησι τὴν ἱστορίαν ταύτην ἀλλὰ τοῖς συνετοῖς.
 [03718]  Κατὰ μὲν οὖν τὸ ἀληθὲς οὐδεὶς συνετὸς τοιαῦτα ἱστόρησε, καὶ οὐδεὶς σοφὸς ἱερωτέρας εἶπεν εἶναι τὰς τῶν ἀλόγων ζῴων ὁμιλίας τῆς τῶν ἀνθρώπων.
 [03719]  Εἰ δ' ὑπὲρ τοῦ ἐξετάσαι τὰ Κέλσου τἀκόλουθον σκοποῦμεν, δῆλον ὅτι κατ' αὐτὸν ἱερώτεραι τῶν σεμνῶν Φερεκύδου καὶ Πυθαγόρου καὶ Σωκράτους καὶ Πλάτωνος καὶ τῶν φιλοσόφων ὁμιλιῶν εἰσιν αἱ τῶν ἀλόγων ζῴων·
 [03729]  Ἔτι δὲ ὡς ὑπὲρ εὐσεβείας τῶν ἀλόγων ζῴων ἱστάμενος ὁ Κέλσος παραλαμβάνει τὸ ἀράβιον ζῷον, τὸν φοίνικα, διὰ πολλῶν ἐτῶν ἐπιδημοῦν Αἰγύπτῳ καὶ φέρον ἀποθανόντα τὸν πατέρα καὶ ταφέντα ἐν σφαίρᾳ σμύρνης καὶ ἐπιτιθὲν ὅπου τὸ τοῦ ἡλίου τέμενος.
 [03730]  Καὶ τοῦτο δὲ ἱστόρηται μὲν δύναται δέ, ἐάνπερ ᾖ ἀληθές, καὶ αὐτὸ φυσικὸν τυγχάνειν, ἐπιδαψιλευ σαμένης τῆς θείας προνοίας καὶ ἐν ταῖς διαφοραῖς τῶν ζῴων παραστῆσαι τοῖς ἀνθρώποις τὸ ποικίλον τῆς τῶν ἐν τῷ κόσμῳ κατασκευῆς φθάνον καὶ ἐπὶ τὰ ὄρνεα·
 [03788]  οὐχ ὁρῶν ὅτι τὸ τῶν δαιμόνων ὄνομα οὐδὲ μέσον ἐστὶν ὡς τὸ τῶν ἀνθρώπων, ἐν οἷς τινὲς μὲν ἀστεῖοι τινὲς δὲ φαῦλοί εἰσιν, οὔτ' ἀστεῖον, ὁποῖόν ἐστι τὸ τῶν θεῶν, τασσόμενον οὐκ ἐπὶ φαύλων δαιμονίων ἢ ἐπὶ ἀγαλμάτων ἢ ἐπὶ ζῴων, ἀλλ' ὑπὸ τῶν τὰ θεοῦ ἐγνωκότων ἐπὶ τῶν ἀληθῶς θειοτέρων καὶ μακαρίων.
 [04165]  Ἑωράκει γὰρ ἂν ὅτι οὐ τῶν βοῶν μέλει τῷ θεῷ, ἔνθα καὶ δοκεῖ περὶ βοῶν ἢ ἀλόγων ζῴων νομοθετεῖν, ἀλλὰ τὰ δι' ἀνθρώπους γραφέντα ἐν προσχήματι τῷ περὶ ἀλόγων ζῴων φυσιολογίαν τινὰ περιέχει.
 [04195]  Ἀνέγνωμεν δὲ παρὰ Νουμηνίῳ τῷ Πυθαγορείῳ περὶ τῆς κατασκευῆς αὐτοῦ, ὡς ἄρα πάντων τῶν ὑπὸ φύσεως διοικουμένων μετέχει οὐσίας ζῴων καὶ φυτῶν·
 [04198]  Καὶ τούτων μὲν ἀπέχεσθαι μέτριον, πολὺ γὰρ χρήσιμον ἀπὸ τούτων τῶν ζῴων ἀνθρώποις γίνεται·
 [04200]  Σφόδρα γὰρ ἐμβροντήτων ἐστὶ τὸ φείδεσθαι ζῴων οὐ φειδομένων καὶ περιέπειν ζῷα ἀνθρώπους καταθοι νώμενα.
 [04305]  [5.49] Ἀλλ' οὐδὲ ἐπὶ τῷ συῶν ἀπέχεσθαι ὡς μεγάλῳ τινὶ Ἰουδαῖοι σεμνύνονται, ἐπὶ δὲ τῷ τὴν καθαρῶν καὶ ἀκαθάρτων ζῴων φύσιν μεμαθηκέναι καὶ τὴν τούτου αἰτίαν ἐγνωκέναι καὶ τὸν σῦν ἐν ἀκαθάρτοις τετάχθαι.
 [04663]  Εἰ δὲ μὴ μετὰ τοῦ μισεῖν καὶ ἀπεχθάνεσθαι ἐντυχὼν τοῖς εὐαγγελίοις φιλαλήθης ἦν ὁ Κέλσος, ἐπέστησεν ἄν, τί δή ποτε παρελήφθη κάμηλος, τὸ τῶν ζῴων ὅσον ἐπὶ τῇ κατα σκευῇ σκολιόν, παραβαλλόμενον τῷ πλουσίῳ, καὶ τί αὐτῷ ἐβούλετο ἡ στενὴ τῆς ῥαφίδος τρυμαλιά, στενὴν φάσκοντι εἶναι καὶ τεθλιμμένην <τὴν ὁδὸν> τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, καὶ τὸ κατὰ τὸν νόμον δὲ ἀκάθαρτον τὸ ζῷον ἀναγεγράφθαι τοῦτο, ἔχον μέν τι ἀποδεκτὸν τὸ μαρυκᾶσθαι, ἔχον δὲ καὶ ψεκτὸν τὸ μὴ διχηλεῖν·
 [05445]  Καὶ Αἰγύπτιοι μὲν ἐν μὲν τοῖς ἀνωτέρω καὶ παρὰ τῷ Κέλσῳ ἐπλανῶντο, ὡς σεμνοὺς μὲν ἔχοντες περιβόλους τῶν νομιζομένων ἱερῶν ἔνδον δὲ οὐδὲν ἀλλ' ἢ πιθήκους ἢ κροκο δείλους ἢ αἶγας ἢ ἀσπίδας ἤ τι τῶν ζῴων·
 [06124]  [7.60] Εἰ νενόηται δὴ τὸ παράδειγμα, μεταβιβαστέον αὐτὸ ἐπὶ τὴν ποιότητα τῆς τῶν λογικῶν ζῴων λογικῆς τροφῆς.
 [06188]  Καὶ τοσοῦτόν γε ἀποδέομεν τοῦ θεραπεύειν δαί μονας, ὥστε καὶ ἀπελαύνειν αὐτοὺς εὐχαῖς καὶ τοῖς ἀπὸ τῶν ἱερῶν γραμμάτων μαθήμασιν ἀπὸ τῶν ἀνθρωπίνων ψυχῶν καὶ ἀπὸ τῶν τόπων, ἐν οἷς αὑτοὺς ἱδρύκασιν, ἔσθ' ὅτε δὲ καὶ ἀπὸ τῶν ζῴων.
 [06375]  κατ' ἄλλο δὲ σημαινόμενον τοῦ κρατεῖν καὶ αὐτῶν κρατεῖ ὡς τῶν ἀλόγων ζῴων φαμὲν τὸν ἄνθρωπον κρατεῖν, οὐχ ὑποτάξαντα αὐτῶν τὸ ἡγεμονικόν, ὡς τιθασσεύσας κρατεῖ τινων λεόντων καὶ κτηνῶν δεδαμασμένων , πλὴν πάντα ποιεῖ, ἵνα καὶ τοὺς νυνὶ μὴ πειθομένους αὐτῷ πείσας κρατήσῃ καὶ αὐτῶν.
 [06495]  Εἰ μὲν δὴ κατά τι πάτριον ἱερείων τινῶν ἀπέχονται τῶν τοιῶνδε, πάντως ἀφεκτέον καὶ ζῴων ἁπάντων βρώσεως·
 [06500]  Οὐκ οἶδ' ὅπως ἐν τούτοις ἔδοξεν αὐτῷ ἀκολουθεῖν δεῖν ἀπέχεσθαι πάντων ζῴων βρώσεως τούς, οὓς ὠνόμασε κατά τι πάτριον ἔθος ἱερείων τινῶν ἀπεχομένους.
 [06517]  Ἀλλὰ καὶ οὐχ, ὥσπερ ἀφεκτέον πάσης κακίας καὶ τῶν ἀπὸ κακίας, καὶ ζῴων ἁπάντων βρώσεως.
 [06518]  Ἀφεκτέον δὲ οὐ μόνον ζῴων βρώσεως ἀλλὰ καὶ παντὸς οὑτινοσοῦν, εἰ ἀπὸ κακίας καὶ τῶν ἀπὸ κακίας χρη σαίμεθα τοῖς βρώμασιν·
 [06520]  Οὐδαμῶς μέντοι γε λέγοντες μετενσωμάτωσιν εἶναι ψυχῆς καὶ κατάπτωσιν αὐτῆς μέχρι τῶν ἀλόγων ζῴων δηλονότι οὐδ' ὁμοίως Πυθαγόρᾳ, κἂν ἀπεχώμεθά ποτε ζῴων, οὐ χρησόμεθα αὐτῶν ταῖς σαρξί.
 [06532]  ἀλλ' εἰ χρὴ ἀποτολμήσαντα λέγειν τίνα, εἰ μὴ ταῦτα, δαιμόνων ἐστὶν ἔργα, φήσομεν ὅτι λιμοὶ καὶ ἀφορίαι σταφυλῆς καὶ ἀκροδρύων καὶ αὐχμοὶ ἀλλὰ καὶ ἡ τοῦ ἀέρος διαφθορὰ ἐπὶ λύμῃ τῶν καρπῶν ἔσθ' ὅτε δὲ καὶ τῷ τῶν ζῴων θανάτῳ καὶ τῷ κατὰ τῶν ἀνθρώπων λοιμῷ.
 [06732]  Οὐδὲ γὰρ τὸ κοινωνικὸν περιγέγραπται ὥσπερ ἀπὸ τῶν ἀλόγων ζῴων οὕτω καὶ ἀπὸ τῶν ἀγροικοτέρων ἀνθρώ πων, ἀλλ' ἐπ' ἴσης ὁ ποιήσας ἡμᾶς πρὸς πάντας ἀνθρώπους πεποίηκε κοινωνικούς.
 [06756]  οὐδὲ μόνους παρὰ πάντα τὰ ἐπὶ γῆς ἔθνη Ἰουδαίους ἀπεδοκίμαζον, λέγοντες αὐτοὺς εἶναι καὶ Αἰγυπτίων χείρονας, τῶν μέχρι ἀλόγων ζῴων εἴτε κατὰ δεισιδαιμονίαν εἴτε κατὰ οἱανδήποτ' αἰτίαν ἢ πλάνην καταγαγόντων τὸ ὅσον ἐπ' αὐτοῖς τὴν πρὸς τὸ θεῖον τιμήν.
 [06811]  Κἂν ἴδωμεν δὲ μὴ δαίμονάς τινας ἀγγέλους δὲ τεταγμένους ἐπὶ τῶν τῆς γῆς καρπῶν καὶ ἐπὶ τῆς τῶν ζῴων γενέσεως, εὐφημοῦμεν αὐτοὺς καὶ μακαρίζομεν, ἐγχειρισθέντας ὑπὸ τοῦ θεοῦ τὰ χρήσιμα τῷ γένει ἡμῶν·
 [06919]  χαίρει γὰρ συμφωνίᾳ τῶν λογικῶν ζῴων ὁ θεὸς καὶ ἐκτρέπεται τὴν διαφωνίαν·
000-00-00 Serial Number=0632573903
De oratione Ante [Go Back]  
 [00177]  λίθοι γὰρ καὶ ξύλα, τὰ ἐκκοπέντα τοῦ μετάλλου ἢ τὸ φύειν ἀπολωλεκότα, ὑπὸ ἕξεως μόνης συνεχόμενα τὸ κινοῦν ἔξωθεν ἔχει, ἀλλὰ καὶ τὰ τῶν ζῴων σώματα καὶ τὰ φορητὰ τῶν πεφυτευμένων, ὑπό τινος μετατιθέμενα, οὐχ ᾗ ζῷα καὶ φυτὰ μετατίθεται ἀλλ' ὁμοίως λίθοις καὶ ξύλοις τοῖς τὸ φύειν ἀπολωλεκόσι·
 [00399]  ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ.».
 [00892]  οὐκοῦν τὸ καθαρὸν βρῶμα καὶ τὸ ἀκάθαρτον κατὰ τὸν Μωϋσέως νόμον ἐν ὀνομασίαις διακρινόμενον πλειόνων ζῴων, τὴν ἀναφορὰν ἔχον ἐπὶ τὰ διάφορα ἤθη τῶν λογικῶν, διδάσκει τούσδε μὲν τροφί μους ἡμῖν τυγχάνειν τούσδε δὲ ἐναντίως ἔχειν, ἕως καθαρίσας πάν τας ποιήσῃ τροφίμους ὁ θεὸς ἢ τοὺς ἀπὸ «παντὸς γένους.».
000-00-00 Serial Number=0623072386
De principiis Ante [Go Back]  
 [00012]  καὶ πάλιν ἔν τισι τῶν ζῴων φαντασίαι γίνονται ὁρμὴν προκαλούμεναι φύσεως φανταστικῆς τεταγμένως κινούσης τὴν ὁρμήν, ὡς ἐν τῷ ἀράχνῃ φαντασία τοῦ ὑφαίνειν γίνεται καὶ ὁρμὴ ἀκολουθεῖ ἐπὶ τὸ ὑφαίνειν, τῆς φανταστικῆς αὐτοῦ φύσεως τεταγμένως ἐπὶ τοῦτο αὐτὸν προκαλουμένης καὶ οὐδενὸς ἄλλου μετὰ τὴν φανταστικὴν αὐ τοῦ φύσιν πεπιστευμένου τοῦ ζῴου, καὶ ἐν τῇ μελίσσῃ ἐπὶ τὸ κηρο πλαστεῖν.
000-00-00 Serial Number=0323390901
Exhortatio ad martyrium Ante [Go Back]  
 [00029]  καὶ γὰρ ἄτοπον ἐναργῶς ἐφεστῶτος θεοῦ τῇ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ κινήσει καὶ τοῖς ἐν γῇ καὶ θαλάσσῃ ὑπὸ τῆς θείας τέχνης αὐτοῦ ἐπιτελουμένοις ἐν παντοδαπῶν ζῴων καὶ φυτῶν γενέσεσι καὶ συστάσεσι καὶ τροφαῖς καὶ αὐξήσεσι καμμύσαι μὲν καὶ μὴ ἐνορᾶν θεῷ, τρέψαι δὲ τοὺς ὀφθαλμοὺς ἐπὶ φόβον τῶν μετ' ὀλίγον τεθνηξομένων καὶ παραδοθησομένων τῇ κατ' ἀξίαν αὐτῶν δίκῃ.
000-00-00 Serial Number=0144493461
Fragmenta de principiis Ante [Go Back]  
 [00028]  «ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ» περὶ Χριστοῦ καὶ ἁγίου πνεύματος εἴρηται.) [9] Just.
 [00101]  εἰ γὰρ πρόβλημά ἐστιν ὁ υἱὸς τοῦ πατρὸς καὶ γέννημα ἐξ αὐτοῦ, ὁποῖα τὰ τῶν ζῴων γεννήματα, ἀνάγκη σῶμα εἶναι τὸν προβαλόντα καὶ τὸν προβεβλημένον.) [32] Just.
000-00-00 Serial Number=0102511466
Homiliae in Exodum Ante [Go Back]  
 [00006]  [221] τὰ μὲν οὖν ὁμοιώματα τῶν ὄντων εἰσὶν εἰκόνες ζῴων τε καὶ σωμάτων, τὰ δὲ εἴδωλα ἀνυπάρκτων ἐστὶν ἀναπλάσματα.
000-00-00 Serial Number=0401980400
Homiliae in Genesim Ante [Go Back]  
 [00025]  ἡ δὲ ταύτης ἀνωτέρω εἰς τὴν συναγωγὴν τῆς τροφῆς τῶν ζῴων, <ὥστε εὐπορεῖν τὰ μὲν σαρκοβόρα σαρκῶν, τὰ δὲ ἕτερα ζῷα παρὰ τὰ εἰς διατήρησιν εἰσαχθέντα τροφῆς ἕνεκεν εἰσαχθῆναι εἰς τὴν κιβωτόν·
 [00030]  Ἐχρῆν δὲ τὸν ἄνθρωπον ὥσπερ τῇ φύσει ἄρχοντα τῶν ἀλόγων, <ὧν ἐπιβέβηκεν αὐτός>, οὕτω καὶ χώρᾳ τῇ ἀνωτάτω τυγχάνειν περὶ τὴν τρίτην στέ [26] γην <ὑποχείρια ἔχοντα τὰ λοιπὰ τῶν ζῴων>.
 [00039]  Ἡ δὲ τῶν σκυβάλων τῶν ζῴων πάροδος καλῶς παρασεσιώπηται καὶ τοῦ Νῶε δυναμένου τὸ ἀκόλουθον περὶ τούτων σκοπῆσαι καὶ ἡμῶν τὸ παραλελειμμένον στοχάσασθαι.
 [00040]  Ἐπηπόρουν τινές, εἰ δύναται ἡ τηλικαύτη κιβωτὸς χωρῆσαι κἂν τὸ πολλοστὸν μόριον τῶν ἐπὶ γῆς πάντων ζῴων.
 [00047]  Καὶ γὰρ πάνυ ἂν εἴη ἀτοπώτατον τὸν «παιδευθέντα πάσῃ σοφίᾳ Αἰγυπτίων» τῶν γεωμετρικωτάτων μάλιστα, καὶ ἐν οἴκῳ βασιλέως ἀνατραφέντα μὴ συνεωρακέναι, ὅτι οἱ κοινότερον νοηθέντες τʹ τοῦ μήκους καὶ νʹ τοῦ πλάτους καὶ λʹ τοῦ ὕψους οὐδὲ ἐλέφαντας ἂν ἐχώρησαν τάχα που δʹ καὶ τὰς τούτων ἐπ' ἐνιαυτὸν τροφὰς <προστά [29] ξαντος τοῦ θεοῦ «δύο δύο» ἀπὸ τῶν ἀκαθάρτων εἰσέρχεσθαι ζῴων εἰς τὴν κιβωτόν>.
000-00-00 Serial Number=0670504749
Philocalia sive Ecloga Ante [Go Back]  
 [00008]  οὐ μόνον πολλῶν ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλο μένων εἰς τὸν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν καλουμένων πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς, καὶ τῶν περὶ ἕκαστον ἄνθρωπον, τάχα δὲ καὶ ἀλόγων ζῴων·
 [00017]  Πυθοίμεθα δ' ἂν αὐτῶν, τί ὁ θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν' οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι, ἕτεροι δὲ ἀγρίων ζῴων κατάστασιν ἀνειληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐτοὺς πεποιηκέναι, διὰ τὸ τὸν θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν καὶ ἀνδρο φονίαις καὶ πειρατείαις;
000-00-00 Serial Number=0301638246
Scholia in Apocalypsem Ante [Go Back]  
 [00005]  [00005] [28] (Μετὰ τὸ ἐγνωκέναι μέ, φησιν, ὅτι ἡ ῥίζα ∆αυείδ, ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, εἴληφεν τὸ βιβλίον ἐπὶ τῷ λῦσαι τὰς σφραγῖδας αὐτοῦ) Εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς <ὡς> ἐσφαγμένον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»