0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θείᾳ [74]


000-00-00 Serial Number=0206964254
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00605]  ἀλλὰ καὶ βλέπων τοσούτους τετρωμένους τῇ θείᾳ ἀγάπῃ ὁμοίως τῇ ὁμολογούσῃ τοῦτο πεπονθέναι ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων διὰ τοῦ «Ὅτι τετρωμένη ἀγάπης ἐγώ» τὸ τρῶσαν βέλος τὰς τῶν τοσούτων εἰς ἀγάπην θεοῦ ψυχὰς οὐκ ἄλλο τι εὑρήσει ἢ τὸν εἰπόντα·
 [01301]  [2.30.183] Τὸ δὲ ζητηθὲν ὅρα εἰ οὕτως λῦσαι δυνησόμεθα, ὅτι ὥσπερ ἁπλούστερον πᾶς ἄνθρωπος τῷ ὑπὸ θεοῦ ἐκτίσθαι ἄνθρωπός ἐστι θεοῦ, ἀλλ' οὐ χρηματίζει πᾶς ἄνθρωπος «θεοῦ», ἢ μόνος ὁ θεῷ ἀνακείμενος ὃν τρόπον Ἠλίας καὶ οἱ ἐν ταῖς γραφαῖς ἀναγεγραμμένοι «ἄνθρωποι θεοῦ» , οὕτως δύναται κατὰ μὲν τὸ κοινότερον πᾶς ἄνθρωπος ἀπε στάλθαι ἀπὸ θεοῦ, κυρίως δὲ λέγεσθαι ἀπεστάλθαι ὑπὸ θεοῦ οὐκ ἄλλος ἢ ὁ ἐπὶ διακονίᾳ θείᾳ καὶ λειτουργίᾳ σωτηρίας γένους ἀνθρώπων ἐπιδημῶν τῷ βίῳ.
 [02963]  [10.25.148] Μία δὲ καταφυγὴ τῆς πρὸς ταῦτα ἀπολογίας καταλείπεται τῷ καὶ τὴν ἱστορίαν σῶσαι θέλοντι, ἡ θειοτέρα τοῦ Ἰησοῦ δύναμις, οἵου τε ὄντος, ὅτε ἐβούλετο, καὶ θυμὸν ἐχθρῶν ἀναπτόμενον σβέσαι καὶ μυριάδων θείᾳ χάριτι περιγε νέσθαι καὶ λογισμοὺς θορυβοῦντας διασκεδάσαι·
 [06161]  ᾔτησεν γὰρ τὸν μετὰ τὴν πρὸς αὐτὸν φιλίαν ἡμαρτηκότα καὶ νεκρὸν γενόμενον τῷ θεῷ δυνάμει θείᾳ παλινδρομῆσαι ἐπὶ τὴν ζωήν, καὶ ἔτυχεν, καὶ εἶδεν ἐν τῷ τοιούτῳ ζωτικὰ κινήματα, ἐφ' [28.6.50] οἷς εὐχαριστεῖ τῷ πατρί.
 [07453]  ὅσον μὲν κατὰ τὸ σωματικὸν θειοτέρα τις γέγονεν ἐπιφάνεια ἐν τῇ σκηνῇ καὶ ἐν τῷ ναῷ συντελεσθεῖσιν καὶ ἐν τῷ προσώπῳ Μωϋσέως, τῇ θείᾳ φύσει ὁμιλήσαντος·
000-00-00 Serial Number=0148863733
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00853]  Ἡμεῖς δὲ μηδαμῶς τοῦτο εὑρίσκοντες ἐν τῇ θείᾳ γραφῇ, φαμὲν ὅτι κατάστασις λογικωτέρα μεταβάλλει εἰς ἀλογωτέραν, ἐκ πολλῆς ῥᾳθυμίας καὶ ἀμελείας τὸ τοιοῦτον πάσχουσα·
 [02085]  οἱονεὶ γὰρ πάντων τῶν λελαλημένων καὶ <τῶν> πεπραγμένων καὶ τῶν νενοημένων ἀναγραφή τις γίνεται, καὶ θείᾳ δυνάμει πᾶν κρυπτὸν ἡμῶν φανε ρωθήσεται καὶ πᾶν κεκαλυμμένον ἀποκαλυφθήσεται, ἵν' ἐπὰν <μὲν> μὴ εὑρεθῇ τις δεδωκὼς «ἐργασίαν ἀπηλ λάχθαι» τοῦ ἀντιδίκου, ὁδεύσῃ διὰ τοῦ ἄρχοντος, τοῦ κριτοῦ καὶ τοῦ ὑπηρέτου ἐπὶ τὴν φυλακήν, ἕως τὸν ἔσχατον λεπτὸν ἀποδῷ, ἐπὰν δὲ ᾖ δοὺς «ἐργασίαν ἀπηλλάχθαι» ἐκεί νου καὶ «μηδενὶ μηδὲν» ὀφείλων, καὶ ἤδη τὴν μνᾶν δεκαπλασιάσας ἢ πενταπλασιάσας ἢ τὰ «πέντε τά λαντα» διπλασιάσας ἢ τὰ «δύο» τέσσαρα ποιήσας τύχῃ τῆς δεούσης ἀμοιβῆς, εἰσερχόμενος «εἰς τὴν χα ρὰν τοῦ κυρίου» αὐτοῦ ἢ «ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ» καθι στάμενος ἢ ἀκούων «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων» ἢ «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων».
 [02278]  φήσει δὲ καὶ ταῦτα ὁ θέλων τροπολογεῖν ὅτι, ὥσπερ τῷ Παύλῳ θαρροῦντι ἐφ' ᾗ εἶχε θείᾳ χάριτι λέλεκται τὸ «γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς·
 [03285]  ὁ γὰρ μένων ἐν τῇ τῆς πίστεως ἀλη θείᾳ καὶ διὰ τῶν ἔργων τοῦ λόγου ἐμμένων «τῷ λόγῳ» κατὰ τὴν Ἰησοῦ ἐπαγγελίαν γινώσκει «τὴν ἀλήθειαν» καὶ ὑπ' αὐτῆς ἐλευθεροῦται.
 [03601]  ὡς εἴθε τούτων ἤκουον μετὰ τοῦ πρέποντος νοῦ τῇ θείᾳ γρα φῇ οἱ «ἐπὶ τῆς καθέδρας Μωσέως» αὐχοῦντες καθέζεσθαι καὶ πωλοῦν τες ὅλας ἐκκλησίας περιστερῶν καὶ παραδιδόντες αὐτὰς τοιούτοις προ εστηκόσι, περὶ ὧν λέγοιτ' ἂν τὸ ἐν τῷ Ἱερεμίᾳ ὑπὸ τοῦ κυρίου λεγόμε νον·
 [04192]  καὶ ἔστι γε ἰδεῖν τοὺς προσπεπονθότας τῇ ἀσκήσει τῶν θείων λόγων καὶ μετὰ τῆς θείας σο φίας βουλομένους αὐτοὺς πρεσβεύειν, ὑβριζομένους ὑπὸ τῶν διορατικῶν μὲν οὐ βουλομένων δὲ πιστεύειν τῇ ἀλη θείᾳ·
000-00-00 Serial Number=0936629653
Contra Celsum Ante [Go Back]  
 [00086]  ἐπὶ δὲ Χριστιανοῖς ἡ Ῥωμαίων σύγκλητος βουλὴ καὶ οἱ κατὰ καιρὸν βασιλεῖς καὶ τὰ στρατιωτικὰ καὶ οἱ δῆμοι καὶ οἱ τῶν πιστευόντων συγγενεῖς προσπολεμήσαντες τῷ λόγῳ ἐκώλυσαν ἂν αὐτὸν νικηθέντα ὑπὸ τῆς τῶν τοσούτων ἐπιβουλῆς, εἰ μὴ θείᾳ δυνάμει ὑπερέκυψε καὶ ὑπερανέβη, ὡς νικῆσαι ὅλον κόσμον αὐτῷ ἐπιβουλεύοντα.
 [00090]  ἵν' ἀναπολόγητος ἐν τῇ θείᾳ κρίσει πᾶς ἄνθρωπος ᾖ, ἔχων τὸ βούλημα τοῦ νόμου γραπτὸν ἐν τῇ ἑαυτοῦ καρδίᾳ·
 [00414]  ἀνέπλασε δέ τι ἕτερον, συγκατατιθέμενος μέν πως ταῖς παραδόξοις δυνάμεσιν, ἃς Ἰησοῦς ἐποίησεν, ἐν αἷς τοὺς πολλοὺς ἔπεισεν ἀκολουθεῖν αὐτῷ ὡς Χριστῷ, διαβάλλειν δ' αὐτὰς βουλόμενος ὡς ἀπὸ μαγείας καὶ οὐ θείᾳ δυνάμει γεγενημένας·
 [00716]  Φημὶ οὖν καὶ πρὸς ταῦτα ὅτι τοῖς δυναμένοις φρονίμως καὶ εὐγνωμόνως ἐξετάζειν τὰ περὶ τοὺς ἀποστόλους τοῦ Ἰησοῦ φαίνεται ὅτι δυνάμει θείᾳ ἐδίδασκον οὗτοι τὸν χριστιανισμὸν καὶ ἐπετύγχανον ὑπάγοντες ἀνθρώπους τῷ λόγῳ τοῦ θεοῦ.
 [00723]  Καὶ τίς οὐκ ἂν λέγοι ὅτι τὸ ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων δυνάμει τινὶ θείᾳ ἐν τοῖς ἀποστόλοις αὐτοῦ ἐπλήρωσεν ὁ Ἰησοῦς;
 [01361]  Ἢ γὰρ ἐκ τῶν ἐμῶν γραφῶν πιστευέτω ὅτι καὶ Πέτρος δεδεμένος ἐν φυλακῇ ἀγγέλου λύσαντος τοὺς δεσμοὺς ἐξῆλθε, καὶ Παῦλος μετὰ τοῦ Σίλα ἐν Φιλίπ ποις τῆς Μακεδονίας ὑπὸ ξύλον δεδεμένος ἐλύθη θείᾳ δυνάμει, ὅτε καὶ θύραι τῆς φυλακῆς ἠνοίχθησαν.
 [01532]  πῶς οὐχὶ προφανὲς μὲν ἔσται ἐκ τῶν συμβάντων ἐπὶ Μωϋσέως καὶ ἐπὶ Ἰησοῦ, ἐθνῶν ὅλων συστάντων μετὰ τὰ σημεῖα αὐτῶν, ὅτι θείᾳ δυνάμει πεποιή κασιν οὗτοι ἅπερ ἀναγέγραπται αὐτοὺς πεποιηκέναι;
 [01611]  Τί γὰρ τηλικοῦτον τῷ κόσμῳ ἀπὸ τῶν ἀναστάντων παιδαρίων δι' Ἠλίου καὶ Ἐλισσαίου γεγένηται, ὁποῖον διὰ τῆς κηρυσσομένης ἀναστά σεως Ἰησοῦ, δυνάμει θείᾳ πεπιστευμένης;
 [01706]  Οὕτω τοίνυν πάντα κρίσει θείᾳ ποιῶν ὁ λόγος ἀνέγραψε περὶ τοῦ Ἰησοῦ, πρὸ μὲν τοῦ πάθους ἁπαξαπλῶς φανέντος τοῖς πλείοσι καὶ τοῦτο οὐκ ἀεί, μετὰ δὲ τὸ πάθος οὐκέτι ὁμοίως ἐπιφαινομένου ἀλλὰ μετά τινος κρίσεως ἑκάστῳ μετρούσης τὰ δέοντα.
 [01928]  Ἅτε οὖν φίλαυτοι καὶ τοὺς ὁποιωσδήποτε ὁμογενεῖς προτιμῶντες καὶ τῶν δικαιοτέρων ξένων, οὐκ ἔστιν ἥντινα κατηγορίαν καταλελοίπασιν, ἣν μὴ περὶ Μωϋσέως καὶ τῶν Ἑβραίων εἰρήκασι, τὰς μὲν διὰ Μωϋσέως τεραστίους δυνάμεις οὐ παντελῶς ἀρνούμενοι φάσκοντες δ' αὐτὰς γοητείᾳ καὶ μὴ θείᾳ δυνάμει γεγονέναι.
 [02676]  Εἶτα ὡς ἀποκρινουμένων ὅτι οἶδε, πάλιν ἐπαπορεῖ λέγων ὅτι ἆρα οἶδε μέν, οὐκ ἐπανορθοῖ δέ, οὐδ' οἷόν τε αὐτῷ θείᾳ δυνάμει ἐπανορθοῦν;
 [02681]  Ἆρ' οὐχ οἷόν τε αὐτῷ δυνάμει θείᾳ ἐπανορθοῦν, ἐὰν μὴ φύσει τινὰ ἐπὶ τοῦτο πέμψῃ;
 [02686]  Ἀλλὰ καὶ εἰ ἅπαξ δοθείη καὶ δυνατὸν τοῦτο καὶ πρεπόντως γινόμενον, διὰ τί οὐχὶ μᾶλλον ζητήσει τις τὴν ἀρχήν, ἀνάλογόν τι φάσκων τῷ Κέλσῳ, ὅτι οὐχ οἷόν τε ἦν τῷ θεῷ θείᾳ δυνάμει μηδ' ἐπανορθώσεως δεομένους ποιῆσαι τοὺς ἀνθρώπους ἀλλ' αὐτόθεν σπουδαίους καὶ τελείους, οὐδὲ τὴν ἀρχὴν ὑποστάσης τῆς κακίας;
 [02691]  Οἶδε μέν, οὐκ ἐπανορθοῖ δέ, οὐδ' οἷόν τε αὐτῷ δυνάμει θείᾳ ἐπανορθοῦν.
 [02698]  σοὶ δέ, μὴ πάνυ ἐμφαίνοντι διὰ τοῦ συγγράμματος τὸν Ἐπικούρειον ἀλλὰ προσποιουμένῳ πρόνοιαν εἰδέναι, οὐκ ἐπ' ἴσης λελέξεται, διὰ τί εἰδὼς τὰ ἐν ἀνθρώποις πάντα ὁ θεὸς οὐκ ἐπανορθοῖ οὐδὲ θείᾳ δυνάμει ἀπαλλάσσει πάντας τῆς κακίας;
 [02720]  Ἀλλ' οὐδὲ διαπειράσαι θέλων τοὺς πιστεύοντας ἢ τοὺς ἀπιστοῦντας ἤτοι αὐτὸς ἀρρήτῳ καὶ θείᾳ δυνάμει ἔν τισιν ἐπιδημεῖ ἢ πέμπει τὸν Χριστὸν αὐτοῦ, ἀλλ' ὑπὲρ τοῦ πιστεύοντας μὲν καὶ καταλαμβάνοντας αὐτοῦ τὴν θεότητα ἀπαλλάσσεσθαι πάσης κακοδαιμονίας, ἀπιστοῦντας δὲ μηδ' ἀπολογίας ἔτι χώραν ἔχειν, ὡς παρὰ τὸ μὴ ἀκηκοέναι καὶ δεδιδάχθαι οὐ πιστεύσαντας.
 [02987]  ὅστις οὐ μόνον συνέσει ἀλλὰ καὶ θείᾳ μοίρᾳ κοσμηθεὶς καὶ καταβαλὼν τὸν περὶ τῶν ἐπὶ γῆς δαιμόνων λόγον, λιβανωτῷ καὶ αἵματι καὶ ταῖς ἀπὸ τῆς κνίσσης ἀναθυμιάσεσι χαιρόντων καὶ τοὺς ἀνθρώπους κατασπώντων δίκην τῶν μυθευομένων Τιτάνων ἢ Γιγάντων ἀπὸ τῆς περὶ θεοῦ ἐννοίας, αὐτὸς οὐ φροντίσας τῆς ἐπιβουλῆς αὐτῶν, ἐπιβουλευόντων μάλιστα τοῖς βελτίοσιν, ἔθετο νόμους, καθ' οὓς οἱ βιοῦντες μακάριοι ἔσονται, μηδαμῶς τοὺς δαίμονας διὰ τῶν θυσιῶν κολακεύοντες καὶ πάντῃ καταφρονοῦντες αὐτῶν διὰ τὸν βοηθοῦντα τοῦ θεοῦ λόγον τοῖς ἄνω καὶ πρὸς θεὸν βλέπουσι.
 [03118]  Ὁ δ' Ἰησοῦς τὸ Ἀρθήσεται ἀφ' ὑμῶνἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς Ἰουδαίοις λέγων τί ἄλλο ᾠκονόμει ἢ εἰς φῶς αὐτὸς θείᾳ δυνάμει προαγαγεῖν πᾶσαν τὴν ἰουδαϊκὴν γραφήν, περιέχουσαν μυστήρια τῆς τοῦ θεοῦ βασιλείας;
 [04082]  [5.30] Νοείσθωσαν τοίνυν πάντες οἱ ἐπὶ γῆς μιᾷ τινι διαλέκτῳ θείᾳ χρώμενοι, καὶ ὅσον γε συμφωνοῦσι πρὸς ἀλλήλους τηρείσθωσαν ἐν τῇ θείᾳ διαλέκτῳ·
 [04914]  Εἶτα πάλιν φύρων τὰ ἀπὸ τῆς μαγικῆς γοητείας καὶ προσάπτων τάχα μὲν οὐδενὶ τῷ μὴ εἶναι τοὺς μαγγανεύοντας προφάσει τῆς κατὰ τὸν χαρακτῆρα τοῦτον θεοσεβείας, τάχα δέ τισι καὶ πρὸς τοὺς εὐεξαπατήτους χρωμένοις τοιούτοις, ἵνα δοκοῖεν θείᾳ δυνάμει τι ποιεῖν, ἐκτίθεταί τινα λέγων·
 [05956]  Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ θείᾳ τινὶ χάριτι, οὐκ ἀθεεὶ ἐγγινομένῃ τῇ ψυχῇ ἀλλὰ μετά τινος ἐνθουσιασμοῦ, ἀποφαίνεται γινώσκεσθαι τὸν θεόν.
 [06059]  Καὶ ἐπὶ Ἐπίκτητον δὲ ἡμᾶς ἀναπέμπει, θαυμάσας τὸ εὐγενῶς μὲν αὐτῷ λελεγμένον, οὐ μὴν ὥστε παραβληθῆναι αὐτοῦ τὸν ἐπὶ τῇ κατάξει τοῦ σκέλους λόγον τοῖς παραδόξοις τοῦ Ἰησοῦ ἔργοις ἀπιστου μένοις ὑπὸ Κέλσου καὶ λόγοις, διὰ τὸ καὶ δυνάμει λελέχθαι θείᾳ μέχρι δεῦρο ἐπιστρέφουσιν οὐ τῶν ἁπλουστέρων τινὰς μόνον ἀλλὰ καὶ πολλοὺς τῶν συνετωτέρων.
 [06533]  Πάντα ταῦτα δαίμονες αὐτουργοῦσι <ὡς> δήμιοι, κρίσει τινὶ θείᾳ λαβόντες ἐξουσίαν ἐν καιροῖς τισι ταῦτ' ἐνεργεῖν εἴτε εἰς ἐπιστροφὴν ἀνθρώπων, ἐπὶ τὴν χύσιν τῆς κακίας ἐξοκει λάντων, εἴτε καὶ εἰς γυμνάσιον τοῦ λογικοῦ γένους·
 [06535]  [8.32] Μαρτυρεῖ δὲ ὁ ὑμνῳδὸς τῷ, ὅτι θείᾳ κρίσει αὐτουργεῖ ται τὰ σκυθρωπότερα ὑπό τινων πονηρῶν ἀγγέλων, ἐν τῷ Ἀπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν ἀποστολὴν δι' ἀγγέλων πονηρῶν.
 [06589]  Ἰδοὺ παραστὰς τῷ ἀγάλματι τοῦ ∆ιὸς ἢ Ἀπόλλωνος ἢ ὅτου δὴ θεοῦ βλασφημῶ καὶ ῥαπίζω, καὶ οὐδέν με ἀμύνεται, οὐχ ὁρῶν ὅτι ἐν τῇ θείᾳ νομοθεσίᾳ προστέτακται καὶ τὸ θεοὺς οὐ κακολογήσεις, ἵνα μὴ ἐθίζηται ἡμῶν τὸ στόμα ὁντινοῦν κακολογεῖν, ἀκουόντων·
 [06641]  [8.43] Καινὸν οὖν γέγονεν, ἐξ οὗ πέπονθε χρόνου ὁ Ἰησοῦς, κἀκεῖνο, λέγω δὲ τὸ κατὰ τὴν πόλιν καὶ πᾶν τὸ κατὰ τὸ ἔθνος καὶ τὸ κατὰ τὴν ἀθρόαν γένεσιν ἔθνους Χριστιανῶν ὡσπερεὶ τεχθέντος εἰσάπαξ καινὸν δὲ καὶ τὸ τοὺς ξένους τῶν διαθηκῶν τοῦ θεοῦ καὶ ἀλλοτρίους τῶν ἐπαγγελιῶν τοὺς μακρὰν τῆς ἀληθείας δυνάμει τινὶ θείᾳ παραδέχεσθαι αὐτήν.
000-00-00 Serial Number=0920438826
De principiis Ante [Go Back]  
 [00137]  [3.1.13] Οὐκοῦν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπόμενος καὶ μακροθυμεῖ ἐπί τινας τῶν ἁμαρτανόντων ὁ θεὸς οὐκ ἀλόγως, ἀλλ' ὡς αὐτοῖς συνοίσοντος ὡς πρὸς τὴν ἀθανασίαν τῆς ψυχῆς καὶ τὸν ἄπειρον αἰῶνα τοῦ μὴ ταχὺ συνεργηθῆναι εἰς σωτηρίαν, ἀλλὰ βράδιον ἐπὶ ταύτην ἀχθῆναι μετὰ τὸ πειραθῆναι πολλῶν κακῶν.
 [00448]  Τίς ὁ τῆς ἐν τῇ θείᾳ γραφῇ ἀσαφείας λόγος καὶ τοῦ κατὰ τὸ ῥητὸν ἔν τισιν ἀδυνάτου ἢ ἀλόγου
 [00484]  [4.3.4] Ταῦτα δὲ ἡμῖν πάντα εἴρηται ὑπὲρ τοῦ δεῖξαι ὅτι σκοπὸς τῇ δωρουμένῃ ἡμῖν θείᾳ δυνάμει τὰς ἱερὰς γραφάς ἐστιν οὐχὶ τὰ ὑπὸ τῆς λέξεως παριστάμενα μόνα ἐκλαμβάνειν, ἐνίοτε τούτων ὅσον ἐπὶ τῷ ῥητῷ οὐκ ἀληθῶν ἀλλὰ καὶ ἀλόγων καὶ ἀδυνάτων τυγχανόντων, καὶ ὅτι προσύφανταί τινα τῇ γενομένῃ ἱστορίᾳ καὶ τῇ κατὰ τὸ ῥητὸν χρησίμῳ νομοθεσίᾳ.
000-00-00 Serial Number=0365190506
Dialogus cum Heraclide Ante [Go Back]  
 [00273]  καὶ ἐπεὶ θείᾳ αὐτοῦ ἁφῇ ἥψατο, διὰ τοῦτο δύναμις [20] τοῦ Ἰησοῦ ἐξῆλθεν ἐπὶ τὴν θείαν αὐτῆς ἁφήν.
000-00-00 Serial Number=0529897869
Enarrationes in Job Ante [Go Back]  
 [00154]  Ὡς γὰρ ἔφην, ἡ Γραφὴ κοινῇ συνη θείᾳ χρῆται.
000-00-00 Serial Number=0476388574
Epistula ad Gregorium Ante [Go Back]  
 [00037]  καὶ προσέχων τῇ θείᾳ ἀναγνώσει ὀρθῶς ζήτει καὶ μετὰ πίστεως τῆς εἰς θεὸν ἀκλινοῦς τὸν κεκρυμμένον τοῖς πολλοῖς νοῦν τῶν θείων γραμμάτων.
000-00-00 Serial Number=0502578080
Expositio in Proverbia Ante [Go Back]  
 [01219]  οὐ τελεσθήσεται δὲ, ἀλλὰ συμπτωθήσε ται ὃ ἐπιχειρεῖ, ὅτι οὐ περιετείχισεν ἑαυτὸν τῇ βοη θείᾳ τοῦ Θεοῦ εἰς βουλήν.
000-00-00 Serial Number=0264524698
Fragmenta de principiis Ante [Go Back]  
 [00037]  (Ἐξ ἰδίας αἰτίας τῶν μὴ προσεχόντων ἑαυτοῖς ἀγρύπνως γίνονται τάχιον ἢ βράδιον μεταπτώσεις, καὶ ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον, ὡς ἀπὸ ταύτης τῆς αἰτίας, κρίσει θείᾳ συμπαραμετρούσῃ τοῖς ἑκάστου βελτίοσιν ἢ χείροσι κινήμασι καὶ τὸ κατ' ἀξίαν, ὁ μέν τις ἕξει ἐν τῇ ἐσομένῃ διακοσμήσει τάξιν ἀγγελικὴν ἢ δύναμιν ἀρχικὴν ἢ ἐξουσίαν τὴν ἐπί τινων ἢ θρόνον τὸν ἐπὶ βασι λευομένων ἢ κυρείαν τὴν κατὰ δούλων·
000-00-00 Serial Number=0144639432
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00230]  Εὐθέως γὰρ ἐγένετο τὸ πλοῖον ἐπὶ τὴν γῆν, εἰς ἣν ὑπῆγον, θείᾳ δυνάμει.
000-00-00 Serial Number=0943931460
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00398]  οὐκ ἀπογνωστέον μέντοιγε καὶ τὸ διδαχθῆναι θείᾳ δυνάμει ὑποβαλλούσῃ τῷ νῷ ἡμῶν κεκαθαρμέν<ῳ> λόγον τὸν περὶ Χριστοῦ τέλειον καὶ ἀληθινόν, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ.
000-00-00 Serial Number=0414646685
Fragmenta in Psalmos Ante [Go Back]  
 [04605]  ∆ός μοι βουλὴν εὐ θέων, ἑκάστου τῶν ἐν τῇ βουλῇ οντος εὐ θείᾳ, ὁμοίως καὶ συναγωγὴν, καὶ ἐξομολογή σομαι ἐν ολῃ καρδίᾳ αὐτοῖς.
 [06013]  α γὰρ εχοντες οὐκ ῃσθάνοντο, νῦν ἀπολαύοντες εὐφραίνονται, οικοι μὲν ἀπολαύοντες, θείᾳ δὲ φιλανθρω πίᾳ κομισάμενοι.
 [06364]  Καὶ τοῦτο κα θόλου σημειωτέον ἐν πάσῃ τῇ θείᾳ γραφῇ.
 [06520]  οἱ γὰρ τοῖς αλλοις τὰς παγίδας πηγνύντες, καθά περ τινὶ δικτύῳ τῇ θείᾳ συλληφθήσονται τι μωρίᾳ, καὶ απερ δρῶσιν ὑπομενοῦσιν, καὶ πείσονται, α τοῖς αλλοις ἐπάγουσιν.
 [06543]  Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶ νος, ην καὶ βασιλείαν οὐρανῶν εθος ὀνομά ζειν τῇ θείᾳ γραφῇ·
000-00-00 Serial Number=0834227085
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00470]  〛 εἶτ' ἐπεὶ μὴ μόνη ἡ ψυχὴ ἐπὶ σωτηρίαν καλεῖται, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα, ᾧ ὀργάνῳ χρᾶται πρὸς τὰς ἑαυτῆς ἐνεργείας, εἰκότως καὶ τοῦτο ἁγιασθῆναι δεῖ διὰ τοῦ λεγομένου ἐν τῇ θείᾳ διδασκαλίᾳ «Λου «τροῦ παλιγγενεσίας», ὃ καὶ βάπτισμα θεῖον ὀνομάζεται, οὐκέτι μὲν ψιλὸν ὕδωρ·
 [00552]  καὶ τὸν τῇ ἀλη θείᾳ χαίρειν ἐπαγγελλόμενον νεῦσαί ποτε πρὸς τὸ χεῖρον.
 [00900]  εὑρήσεις δὲ ἐν τῇ θείᾳ γραφῇ μίγμα τοῦ ὡσ ὰν ἱστορικοῦ πρὸς τὸ γυμναστικόν, καὶ μάλιστα παρὰ τῷ Ἰωάννῃ.
000-00-00 Serial Number=0767807662
Philocalia Ante [Go Back]  
 [00087]  Περὶ τῶν ἐν τῇ θείᾳ γραφῇ δοκούντων ἔχειν τι λίθου προσ κόμματος καὶ πέτρας σκανδάλου.
 [00424]  [1.20] Ταῦτα δὲ ἡμῖν πάντα εἴρηται ὑπὲρ τοῦ δεῖξαι, ὅτι σκοπὸς τῇ δωρουμένῃ ἡμῖν θείᾳ δυνάμει τὰς ἱερὰς γραφάς ἐστιν οὐχὶ τὰ ὑπὸ τῆς λέξεως παριστάμενα μόνα ἐκλαμβά νειν, ἐνίοτε τούτων ὅσον ἐπὶ τῷ ῥητῷ οὐκ ἀληθῶν ἀλλὰ καὶ ἀλόγων καὶ ἀδυνάτων τυγχανόντων·
 [00891]  [10.1n] Περὶ τῶν ἐν τῇ θείᾳ γραφῇ δοκούντων ἔχειν τι λίθου προκόμματο, ἢ πέτρα κανδάλου.
 [00996]  καὶ προσέχων τῇ θείᾳ ἀναγνώ σει ὀρθῶς ζήτει καὶ μετὰ πίστεως τῆς εἰς θεὸν ἀκλινοῦς τὸν κεκρυμμένον τοῖς πολλοῖς νοῦν τῶν θείων γραμμάτων.
 [01474]  Ὅτι τοῖς δυναμένοις φρονίμως καὶ εὐγνωμόνως ἐξετάζειν τὰ περὶ τοὺς ἀποστόλους τοῦ Ἰησοῦ φαίνεται, ὅτι δυνάμει θείᾳ ἐδίδασκον οὗτοι τὸν χριστιανισμὸν καὶ ἐπετύγχανον ὑπάγοντες ἀνθρώπους τῷ λόγῳ τοῦ θεοῦ.
 [01484]  δυνάμει τινὶ θείᾳ ἐν τοῖς ἀποστόλοις αὐτοῦ ἐπλήρω σεν ὁ Ἰησοῦς;
 [02315]  [21.12] Οὐκοῦν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπό μενος, καὶ μακροθυμεῖ ἐπί τινας τῶν ἁμαρτανόντων ὁ θεὸς οὐκ ἀλόγως, ἀλλ' ὡς αὐτοῖς συνοίσοντος ὡς πρὸς τὴν ἀθανασίαν τῆς ψυχῆς καὶ τὸν ἄπειρον αἰῶνα τοῦ μὴ ταχὺ συνεργηθῆναι εἰς σωτηρίαν, ἀλλὰ βράδιον ἐπὶ ταύτην ἀχ θῆναι μετὰ τὸ πειραθῆναι πολλῶν κακῶν.
 [02586]  [22.9] Νοείσθωσαν τοίνυν πάντες οἱ ἐπὶ γῆς μιᾷ τινὶ δια λέκτῳ θείᾳ χρώμενοι, καὶ ὅσον γε συμφωνοῦσι πρὸς ἀλλή λους τηρείσθωσαν ἐν τῇ θείᾳ διαλέκτῳ·
000-00-00 Serial Number=0327600598
Selecta in Exodum Ante [Go Back]  
 [00016]  ἡ δὲ οὐ παραχωρεῖ ὡς κρείτ τονι τῇ θείᾳ φύσει·
000-00-00 Serial Number=0754117787
Selecta in Ezechielem Ante [Go Back]  
 [00582]  Ἔθος τῇ θείᾳ Γραφῇ πολλά κις ὀνομάζειν τὸ οἴκημα ἤτοι τὴν κατάστασιν εἰς πρόσωπον τῶν οἰκούντων·
000-00-00 Serial Number=0594378233
Selecta in Psalmos Ante [Go Back]  
 [00303]  οἷον, ὡς ἐπὶ παραδείγματος, τετιμῆσθαι μὲν τὴν ἑβδομάδα ἐν τῇ θείᾳ Γραφῇ διά τινας λόγους·
 [01596]  Καὶ ἐπεὶ οὐκ ἄλλως ἢ ἐλέῳ τῷ σῷ εἰσελεύ σομαι εἰς τὸν οἶκόν σου, σὺν εὐλαβείᾳ πολλῇ ὀνομα ζομένῃ φόβῳ σου προσκυνήσω σοι πνεύματι καὶ ἀλη θείᾳ, ἐλθὼν πρὸς τὸν ἅγιόν σου ναόν.
 [02502]  Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀντὶ τοῦ νοῦ τὴν καρδίαν λαμβάνειν, κατὰ τὸ, «Καρδίᾳ πιστεύ εται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σω τηρίαν.».
 [02579]  Ὁρῶν δέ τις τὸ πλῆθος τῶν ἀνθεστηκότων τῷ τῆς ψυχῆς ὀφθαλμῷ, προστρεχέτω τῷ Θεῷ, ἐκ τῶν πεμπομένων οἱονεὶ βελῶν καθάπερ ὅπλῳ τῇ θείᾳ σκέπῃ ῥυσθῆναι δεόμενος, ἵνα μὴ ταλαί πωρον αὐτὸν ἀπεργάσωνται.
 [05847]  Κἂν κατ' ἀρετήν τις προκόπτῃ, οὐκ ἀφανιζομένου τοῦ παθητικοῦ, συμβαίνει ἐν τῇ λεγομένῃ συμπα θείᾳ γενέσθαι.
 [06394]  ∆ιόπερ ὁ μὲν Θεὸς ἐκραταίωσε θείᾳ δυνάμει τὸν ἑαυτοῦ λόγον·
 [09999]  Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶνος, ἣν καὶ βασιλείαν οὐρανῶν ἔθος ὀνομάζειν τῇ θείᾳ Γραφῇ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»