0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λαβεῖν [205]


000-00-00 Serial Number=0241901398
Commentarii in Genesim Ante [Go Back]  
 [00021]  Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας οὐκ ἄλλους ἡλίου καὶ σελήνης, καὶ τῶν ἄστρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἐστὶ δια λαβεῖν, οὐ μόνον πολλῶν ἐθνῶν τῶν τῆς Χριστοῦ πί στεως ἀλλοτρίων, σφαλλομένων εἰς τὸν περὶ τῆς εἱ [12.52] μαρμένης τόπον τῇ τῶν πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τοῦ περὶ ἕκαστον ἀνθρώπων, τάχα δὲ καὶ ἀλόγων ζώων·
 [00191]  Ἀπὸ τῶν πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου·
 [00212]  Πῶς τοίνυν, τῆς ὥρας πλατεῖ λόγῳ ἥμισυ δω δεκατημορίου περιεχούσης, δύναταί τις λαβεῖν τὸ ἑξηκοστὸν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε, φέρε εἰπεῖν, εἰδέναι, ὅτι γεγέννη ται ὁ δεῖνα ὥρᾳ τετάρτῃ, καὶ ἡμίσει ὥρας, καὶ τε τάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ;
 [00315]  Καὶ περὶ τὴν ἀμφιβολίαν δὲ μοχθηρῶν ἐκδοχῶν καὶ παρὰ τὴν διαστολὴν τῶν στιγμῶν, καὶ ἄλλων δὲ μυρίων παραδείγματά ἐστι φιλοτιμησάμενον οὐκ ὀλίγα λαβεῖν.
000-00-00 Serial Number=0307968318
Commentarii in Romanos Ante [Go Back]  
 [00240]  ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ | ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφ[ρ]αγὶς καὶ τὸ σημεῖον ἐκεῖνο λυθήσεται, ἐνστάντος τοῦ πληρώματος τοῦ χρόνου μέχρις ὅτου τὴν σφραγῖδα τηρεῖσθαι ἐχρῆν, ὥστ' ἂν λεχθῆναι τῷ νῦν βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν ὅτι «Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει».
 [00288]  «Πρόσθες ἡμῖν πίστιν» *** εἰ καὶ ἐκ πίστεως οὖν οἱ κληρονόμοι καὶ ἡ ἐπαγγελία ἵνα κατὰ χάριν, οὐδ' αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος, καθ' ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται *** διὸ πάντα τὰ περὶ τὸν | σῳζόμενον τὴν κυρίαν ἔχει ἐν χάριτι ἥντινα τρόπον θησαυροῦ εὑρίσκεσθαι νομίζω ὑπὸ τῶν, ἵν' οὕτως ὀνομάσω, εὐτυχησάντων περιπεσεῖν αὐτῷ *** ἕτερον τοῦ εὑρεῖν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ καὶ τοῦ εὑρεῖν χάριν ἐνώπιον ἀνθρώπων τὸ λαβεῖν ἐνώπιόν τινος ἀπὸ Θεοῦ χάριν καθὸ λέγεται·
000-00-00 Serial Number=0917567849
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00365]  ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφραγὶς καὶ τὸ σημεῖον ἐκεῖνο ἐλύθη, ὥστ' ἂν λεχθῆναι τῷ βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν ὅτι ἐὰν περιτέμνηθε, Χριτὸ ὑμᾶ οὐδὲν ὠφελήει.
 [00405]  τὸ γὰρ παράδοξον τοῦτό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως τούτους ἀπὸ τῆς τοῦ θεοῦ δωρεᾶς λαβεῖν.] ὁποῖα, φησί, τὰ πολλὰ ἔθνη ἦν ὧν τέθεικεν αὐτὸν πατέρα ὁ τὰς ἐπαγγελίας αὐτῷ διδοὺς θεός.
 [00584]  σημαίνεται καὶ ἡ παρὰ Μωσεῖ ἀναγεγραμμένη ἱστορία ἀπὸ τῆς νόμος φωνῆς, ὡς ἀπὸ τῆς αὐτῆς ἐπιστολῆς ἔστι λαβεῖν ἐκ τοῦ λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντε εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
000-00-00 Serial Number=0852868378
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00080]  [1.4.23] Τολμητέον τοίνυν εἰπεῖν ἀπαρχὴν μὲν πασῶν γραφῶν εἶναι τὰ εὐαγγέλια, τῶν δὲ εὐαγγελίων ἀπαρχὴν τὸ κατὰ Ἰωάννην, οὗ τὸν νοῦν οὐδεὶς δύναται λαβεῖν μὴ ἀναπεσὼν ἐπὶ τὸ στῆθος Ἰησοῦ μηδὲ λαβὼν ἀπὸ Ἰησοῦ τὴν Μαρίαν γινομένην καὶ αὐτοῦ μητέρα.
 [00379]  [1.22.133] Ἔστι δὲ οὐκ ὀλίγα τὸν μετὰ παρατηρήσεως ἐντυγχά νοντα ταῖς ἁγίαις βίβλοις καὶ ἀπὸ τῶν προφητῶν παραπλήσια λαβεῖν, οἷον ὅτι «βέλος ἐκλεκτὸν» ἑαυτὸν καλεῖ καὶ «δοῦ λον τοῦ θεοῦ» καὶ «φῶς τῶν ἐθνῶν».
 [01531]  [6.1.3] Ταῦτα δή μοι δοκοῦσιν ἀκριβῶς κατανενοηκότες οἱ τοῦ προφητικοῦ πνεύματος ὑπηρέται καὶ οἱ τοῦ εὐαγγελικοῦ κηρύγ ματος διάκονοι ἀξίους ἑαυτοὺς παρειληφέναι τοῦ λαβεῖν τὴν ἐν κρυπτῷ εἰρήνην ἀπὸ τοῦ αἰεὶ τοῖς ἀξίοις διδόντος αὐτήν, τοῦ εἰρηκότος·
 [01543]  [6.2.9] Ἔπειτα τοῦ ἐχθροῦ πικρότατα ἡμῶν καταστρατευσαμένου διὰ τῶν καινῶν αὐτοῦ γραμμάτων τῶν ἀληθῶς ἐχθρῶν τῷ εὐαγγελίῳ καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἀνέμους τῆς πονηρίας καθ' ἡμῶν ἐγείραντος, στῆναι μᾶλλόν με πρὸς τὸν ἀγῶνα παρεκάλει ὁ λόγος καὶ τηρῆσαι τὸ ἡγεμονικόν, μήποτε μοχθηροὶ λογισμοὶ ἐξισχύσωσι τὸν χειμῶνα καὶ τῇ ψυχῇ μου ἐπεισαγαγεῖν, ἤπερ ἀκαίρως, πρὶν γαλήνην τὴν διάνοιαν λαβεῖν, συνάπτειν τὰ ἑξῆς τῆς γραφῆς·
 [01557]  [6.3.15] Οὐ γὰρ νῦν πρῶτον ἐξηγήσατο «<ὁ ὢν> εἰς τὸν κόλπον τοῦ πατρὸς» ὡς οὐδενὸς ἐπιτηδείου πρότερον γεγενημένου λαβεῖν, ἃ τοῖς ἀποστόλοις διηγήσατο·
 [02077]  [6.33.167] Μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ ἐν ταῖς τῶν ἀποστόλων Πράξεσιν ἀναγεγραμμένη ἱστορία περὶ τοῦ οὕτως ἐναργῶς τότε τὸ πνεῦμα τοῖς βαπτιζο μένοις ἐπιδεδημηκέναι, προευτρεπίσαντος αὐτῷ τοῦ ὕδατος τοῖς γνησίως προσιοῦσιν ὁδόν, ὡς καὶ τὸν μάγον Σίμωνα καταπλαγέντα θέλειν μὲν τὴν χάριν ταύτην ἀπὸ τοῦ Πέτρου λαβεῖν, ἐθέλειν δὲ τὸ δικαιότατον διὰ τοῦ μαμωνᾶ τῆς ἀδικίας.
 [02228]  [6.44.228] Οἷς ἀκολούθως καὶ ἡμεῖς αἰτήσωμεν λαβεῖν ἀπὸ τοῦ θεοῦ τὸ νοῆσαι πνευματικῶς τὴν διὰ Ἰησοῦ δίοδον τοῦ Ἰορδάνου, λέγοντες ὅτι εἶπεν ἂν καὶ περὶ ταύτης ὁ Παῦλος·
 [02378]  Ἐξουσίαν ἔχω θεῖναι, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.».
 [02521]  [10.3.12] Ἔοικεν δὲ ἐν τοῖς Ἱεροσολύμοις ὁ τῶν φαρισαίων ἄρχων Νικόδημος νυκτὸς πρὸς αὐτὸν ἐληλυθέναι, καὶ ἀκη κοέναι ταῦτα ἃ ἔξεστιν ἐκ τοῦ εὐαγγελίου λαβεῖν.
 [02526]  ἀκηκόασιν ἀπὸ τοῦ βαπτιστοῦ λόγους, οὓς ἔστιν ἀπ' αὐτῆς τῆς γραφῆς ἀκριβέστερον λαβεῖν.
 [02529]  [10.4.15] Ὑπὲρ δὲ τοῦ ποσὴν ἐπίνοιαν τοῦ βουλήματος τῶν εὐαγγελίων περὶ τῶν τοιούτων λαβεῖν, καὶ τοῦτο ἡμῖν λεκτέον.
 [03303]  [10.43.303] Ἀγαπητὸν δὲ καὶ τὸν ὑποδεέστερον λαβεῖν μακαρισμὸν λέγοντα·
 [03531]  δῆλον ὅτι τοιοῦτό τι λέγων, «εἰ θέλεις λαβεῖν τοῦτο τὸ ὕδωρ, ὕπαγε φώνησον τὸν ἄνδρα σου»·
 [03771]  τῷ δὲ βουλομένῳ ἐξέ σται ἀπ' αὐτῆς τῆς γραφῆς λαβεῖν τὰ ῥητά.
 [03830]  [13.29.178] Ἐπεὶ γὰρ παῖς ἦν τοῦ Ἀβραάμ, ἠγάπα κἂν μικροῦ ὕδατος ἀπὸ τῆς ὑδρίας Ῥεβέκκας λαβεῖν·
 [03854]  [13.31.187] Ὁ δὲ Ἡρακλέων τὴν ὑδρίαν τὴν δεκτικὴν ζωῆς ὑπολαμβάνει εἶναι διάθεσιν καὶ ἔννοιαν τῆς δυνά μεως τῆς παρὰ τοῦ σωτῆρος, ἥντινα καταλιποῦσα, φησί, παρ' αὐτῷ, τουτέστιν ἔχουσα παρὰ τῷ σωτῆρι τὸ τοιοῦτο σκεῦος, ἐν ᾧ ἐληλύθει λαβεῖν τὸ ζῶν ὕδωρ, ὑπέστρεψεν εἰς τὸν κόσμον εὐαγγελιζομένη τῇ κλήσει τὴν Χριστοῦ παρου σίαν·
 [03859]  [13.31.189] Πῶς δὲ καὶ οὐκ ἀπίθανον καταλιποῦσαν αὐτὴν τὴν δεκτικὴν τῆς ζωῆς διάθεσιν καὶ τὴν ἔννοιαν τῆς δυνάμεως τῆς παρὰ τοῦ σωτῆρος καὶ τὸ σκεῦος, ἐν ᾧ ἐλη λύθει λαβεῖν τὸ ζῶν ὕδωρ, ἀπεληλυθέναι εἰς τὸν κόσμον χωρὶς τούτων εὐαγγελίσασθαι τῇ κλήσει τὴν Χριστοῦ παρουσίαν;
 [04368]  ἢ οὐδὲ αὐτὸς μὴ προευτρεπισθεῖσιν πρὸς τὸ λαβεῖν αὐτὸν οὕτως ἂν σπουδαίως ἐπεδήμησεν καταλιπὼν τοὺς ἐρωτήσαντας αὐτὸν «μεῖναι παρ' αὐτοῖς».
 [04393]  Μέγαν δὴ βασιλέα, οὗ πόλις ἐστὶν τὰ ἀληθινὰ Ἱεροσόλυμα, καὶ βασι λέα τῶν βασιλευόντων, τὸν πορευθέντα εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι, καὶ ἐπανελθόντα βασιλέα οὐδένα ἄλλον ἴσμεν ἢ τὸν εἰπόντα·
 [04882]  ἐξουσίαν [19.16.100] «ἔχω θεῖναι αὐτὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν».
 [05061]  [20.1.1] Εἰκοστὸν ὑπαγορεύοντες εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον τόμον, φιλοθεώτατε καὶ φιλομαθέστατε ἐν κυρίῳ Ἀμβρόσιε, εὐχό μεθα ἐκ τοῦ πληρώματος τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ὃν εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι, λαβεῖν νοήματα πλήρη καί, ἵν' οὕτως εἴπω, ναστὰ καὶ μηδὲν ἔχοντα διάκενον, <ἵνα> τὸ εὐαγγέλιον κατὰ <τὰ> ἐξεταζόμενα ἡμῖν ἀποκαλυφθῇ, [καὶ] μήτε παραλειπόντων τι ἡμῶν τῶν δεόντων ἐξετάζεσθαι καὶ ὑπομνηματικοῖς γράμμασιν πιστεύεσθαι, μήτε ὡς οὐ χρὴ πλεοναζόντων, μήτε παρεκδεχομένων τὸν τοῦ σω τῆρος ἡμῶν Ἰησοῦ νοῦν.
 [05217]  εἰ δὲ ἴσον ἐστὶν τῷ [7πάντα7] «τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε» καὶ μήτε σωματικῶς παιδίσκῃ δεῖ προσελθεῖν τὸν ἔχοντα γαμετὴν μήτε μετὰ τὴν τελευτὴν τῆς γεγαμημένης ἐν γήρᾳ ἄλλην γυναῖκα λαβεῖν τὸν κατὰ τὴν τοῦ σωτῆ ρος ὑφήγησιν θέλοντα τέκνον ἀποδειχθῆναι τοῦ Ἀβραὰμ ἐκ τοῦ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ, σαφῶς καὶ ἐντεῦθεν μανθάνομεν ὅτι δεῖ πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἀλληγοροῦντα ἱστορίαν ἕκαστον πνευματι κῶς ποιῆσαι τῶν πεπραγμένων ὑπ' αὐτοῦ, ἀρξάμενον ἀπὸ τοῦ «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου «τοῦ πατρός σου, εἰς τὴν γῆν ἣν ἄν σοι δείξω», εἰρημένου οὐ μόνῳ [20.10.68] τῷ Ἀβραὰμ ἀλλὰ καὶ παντὶ τῷ ἐσομένῳ τέκνῳ αὐτοῦ.
 [05733]  «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα «θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ»), δῆλον ὅτι οἱ μὴ ὄντες ἐκ τοῦ θεοῦ, πρὶν μὲν λαβεῖν τὸ <φῶς τὸ> ἀληθινόν, οὐδὲ ἐξουσίαν πως ἔχουσιν τοῦ τέκνα θεοῦ γενέσθαι·
 [05742]  εἰ γὰρ Παῦλος «φύσει ὀργῆς υἱός», τίς ὑπὲρ Παῦλον, ὅσον ἐπὶ τῇ κατασκευῇ, οὐκ ὀργῆς υἱὸς πρὸ τοῦ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ [20.33.292] γενέσθαι καὶ πρὸ τοῦ τέκνον γενέσθαι θεοῦ;
 [05743]  καὶ εἰ οὐκ ἄλλως γίνε ταί τις υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς ἢ ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς ἑαυτοῦ καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων αὐτόν, δῆλον ὅτι οὐδεὶς τῷ φύσει εἶναι ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, ἀλλὰ τῷ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ κεχρῆσθαι εἰς δέον τῇ ἐξουσίᾳ, καὶ τῷ ἠγαπηκέναι τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ [20.33.293] τῶν ἐπηρεαζόντων γενόμενος υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός.
 [06177]  καὶ νόμισον εἶναι ἐν ᾅδου μετὰ τῶν σκιῶν καὶ τῶν νεκρῶν καὶ ἐν χώρᾳ νεκρῶν ἢ μνημείοις τὸν μετὰ τὸ λαβεῖν ἐπίγνωσιν ἀληθείας καὶ φωτισθέντα, γευσάμενόν τε τῆς δωρεᾶς τῆς ἐπουρα νίου καὶ μέτοχον γενόμενον πνεύματος ἁγίου καὶ καλὸν γευσάμενον θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, ἀποστατήσαντα τοῦ [28.7.56] χριστοῦ καὶ ἐπὶ τὸν ἐθνικὸν παλινδρομήσαντα βίον.
 [06435]  «καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν ∆αβίδ, καὶ εἴδοσαν τὴν «ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ' [28.17.143] «αὐτῶν.
 [06496]  καὶ ἐπίστησον εἰ δύνασαι τὸ μὲν ὄνομα τοῦ [7λαοῦ7] λαβεῖν εἰς τοὺς ἐκ περιτομῆς, τὸ δὲ τοῦ [28.19.170] [7ἔθνους7] εἰς τοὺς λοιπούς.
 [06919]  ἢ προστακτικῶς, ἵνα αὐτῶν διεγείρῃ τὸν νοῦν εἰς τὸ διὰ [32.10.114] τοῦ ἐπιστῆσαι τῷ ἔργῳ λαβεῖν αὐτοῦ τὴν γνῶσιν.
 [07368]  ὅπου γὰρ βούλεται, προστίθησιν καὶ τὸ φαγεῖν ὁ λόγος τῷ λαβεῖν·
 [07374]  οὕτω γὰρ νοήσεις τὸ «Βάψας οὖν [32.24.307] «τὸ ψωμίον», ἵνα μὴ παρέλκῃ τὸ λαβεῖν.
 [07379]  ὁ δὲ ἅπαξ βαλὼν αὐτοῦ εἰς τὴν καρδίαν ἵνα παραδῷ τὸν διδάσκαλον, φοβούμενος μὴ τὸ βεβλημένον ἐκπέσῃ τοῦ βλη θέντος διὰ τῆς τοῦ ψωμίου χρήσεως, προλαβὼν ἅμα τῷ λαβεῖν τὸν Ἰούδαν τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτόν, ὅτε καὶ εἰρημένου τοῦ «Ὃ «ποιεῖς ποίησον τάχιον» λαβὼν τὸ ψωμίον ὁ Ἰούδας «ἐξῆλθεν [32.24.309] «εὐθύς».
 [07425]  ἐὰν μὴ ἄρα τοῦτο φάσκῃ τις ἀνα λαβεῖν εἰς συμπλοκὴν τὴν ἐν τῷ λήγοντι τοῦ συνημμένου, ἵνα ἄρ χηται μὲν τὸ συνημμένον ἀπὸ τοῦ «Ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ», λήγῃ δὲ εἰς τὸ «Καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει «αὐτόν», ἀναγκαίως δὲ προσχῶμεν τῷ τῆς δόξης ὀνόματι, οὐ κειμένῳ ἐπὶ τοῦ παρά τισι τῶν Ἑλλήνων μέσου πράγματος, καθ' ὃ ὁρί ζονται εἶναι δόξαν τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, δῆλον ὅτι ἐπ' ἄλλου παρὰ τοῦτο κεῖται ὄνομα ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ οὕτω εἰρη [32.26.331] μένου·
000-00-00 Serial Number=0192169428
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00020]  Καὶ πρόσχες γε εἰ δύνασαι τὸ καλὸν σπέρμα τοὺς υἱοὺς τῆς βασιλείας πρὸς τοῖς προαποδεδομένοις καὶ ἑτέρως λαβεῖν, ὅτι ὅσα ἐν τῇ ἀνθρωπίνῃ φύεται ψυχῇ καλά, ταῦτα ὑπὸ τοῦ «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» λόγου θεοῦ <σπείρεται> γεννήματα τυγχάνοντα τῆς τοῦ θεοῦ βασιλείας, ὡς εἶναι τοὺς περὶ ἑκάστου ὑγιεῖς λόγους τοὺς υἱοὺς τῆς βασιλείας.
 [00084]  ὅτι περιλαμβάνοντες οἱ ἐπιχώριοι δικτύοις κύκλον αἰγιαλοῦ μέγαν κατακολυμβῶσιν, ἕνα ἐξ ἁπάντων τὸν προηγούμενον ἐπιτηδεύοντες λαβεῖν, τούτου γὰρ ἁλόντος φασὶν ἄμοχθον γενέσθαι τὴν θήραν τῆς ὑπὸ τούτῳ ἀγέλης, οὐδενὸς ἔτι ἀτρεμοῦντος τῶν ἀπ' αὐτῆς, ἀλλὰ οἷον δεδεμένου ἱμάντι καὶ ἑπομένου τῷ ἀγελάρχῃ.
 [00535]  Ἀλλὰ καὶ ἡνίκα «λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε καὶ κλάσας τοὺς ἄρτους» οὐ τοῖς ὄχλοις ἀλλὰ «τοῖς μαθηταῖς ἔδωκεν», ἵνα οἱ μαθηταὶ δῶσι «τοῖς ὄχλοις», μὴ χωροῦσιν ἀπ' αὐτοῦ λαβεῖν ἀλλὰ μόγις διὰ τῶν μαθητῶν δεχομένοις τοὺς τῆς εὐλογίας Ἰησοῦ ἄρτους·
 [00556]  ὁ δὲ κρίνας αὐτοὺς πεῖραν λαβεῖν κυμάτων καὶ ἐναντίου ἀνέμου, οὐκ ἂν γενομένου εἰ ἦσαν μετὰ τοῦ Ἰησοῦ, ἀνάγκην αὐτοῖς ἐπήρτησε χωρισ θεῖσιν αὐτοῦ ἐμβῆναι εἰς πλοῖον.
 [00742]  «νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται», θεὸς εἶναι λέγεται τῶν μὴ βουληθέντων τὸ «πνεῦμα τῆς υἱοθεσίας» λαβεῖν, ἵνα γένωνται υἱοὶ τοῦ αἰῶνος ἐκείνου καὶ «τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν», καὶ διὰ τοῦτο μεινάντων ἐν τῇ υἱότητι τοῦ αἰῶνος τούτου.
 [00843]  οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυνα ρίοις.
 [00845]  Ὅρα οὖν μήπως, πρὸς τὸ οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων, λεκτέον ὅτι ὁ κενώσας ἑαυτὸν τῷ «μορφὴν δούλου» ἀνειληφέναι μέτρον δυνάμεως, καθ' ὃ ἐχώρει τὰ ἐν κόσμῳ πράγματα, ἐκόμισεν·
 [00985]  [12.5] Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ πέραν ἐπελά θοντο ἄρτους λαβεῖν (16, [5[] [12]).]
 [00986]  Ἐπεὶ μὴ χρήσιμοι ἦσαν οἱ ἄρτοι οἱ πρὸ τοῦ πέραν τοῖς ἐλθοῦσι μα θηταῖς εἰς τὸ πέραν (ἄλλων γὰρ ἔχρῃζον πρὸ τοῦ πέραν καὶ ἄλλων ἐδέοντο εἰς τὸ πέραν), διὰ τοῦτο ἀμελήσαντες τοῦ ἐπάγεσθαι ἀπιόν τες εἰς τὸ πέραν ἄρτους, ἐπελάθοντο αὐτοὺς σὺν ἑαυτοῖς λαβεῖν.
 [01000]  ἐπεὶ δὲ ἀπορίᾳ ἄρτων κινδυνεύομεν ἀπὸ τῆς ἐκείνων ζύμης λαβεῖν, οὐ βούλεται δ' ἡμᾶς ὁ σωτὴρ παλινδρομεῖν ἐπὶ τὴν ἐκείνων διδασκαλίαν, διὰ τοῦτο ἡμῖν εἶπε τὸ ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
 [01127]  ἄξιος γὰρ ἀπὸ τοῦ αὐτοῦ λόγου λαβεῖν ἐστι τὰς κλεῖδας τῆς τῶν οὐρα νῶν βασιλείας ὁ φραξάμενος [πρὸς] τὰς τοῦ ᾅδου πύλας, ἵνα μὴ κατισχύ σωσιν αὐτοῦ·
 [01705]  διόπερ ἐπιστήσαντες τοῖς πρὸ τοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἢ ὥρᾳ, σκοπήσωμεν εἰ οἷόν τέ ἐστιν ἀπ' ἐκείνων ὁδὸν λαβεῖν πρὸς τὸ θεω ρῆσαι ὡς ἀναγκαίαν τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἢ ὥρᾳ προσθήκην.
 [02135]  καὶ ἵνα μὴ αὐτὴν ἐκτιθέ μενοι τὴν λέξιν μηκύνωμεν τὸν λόγον, δυναμένου τοῦ βουλομένου ἀπ' αὐτῆς τῆς γραφῆς λαβεῖν, φήσομεν ὅτι ἡ μὲν κατὰ Ματθαῖον παραβολή ἐστι δηλοῦσα ὅτι «ὡς ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ», καὶ τινὶ μὲν πέντε, τινὶ δὲ δύο, τινὶ δὲ ἓν τά λαντον.
 [02140]  ἡ δὲ κατὰ Λουκᾶν σαφέστερον παρίστησιν ὅτι εὐγενὴς ἄνθρωπος πορευθεὶς «εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι», πορευόμενος ἐκάλεσε δέκα δού λους καὶ «ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν αὐτοῖς·
 [02149]  τίς οὖν καὶ ἐπὶ ταύτης τῆς παρα βολῆς οὐ φήσει ὅτι ὁ μὲν εὐγενὴς ἄνθρωπος πορευθεὶς «εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι» ὁ Χριστός ἐστιν οἱονεὶ ἀποδημῶν ἐπὶ τῷ λαβεῖν τὴν βασι λείαν καὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, οἱ δὲ τὰς δέκα λαβόντες μνᾶς οἱ ἐγκεχειρισμένοι εἰσὶ διοικεῖν λό γον ὃν ἐπιστεύθησαν, οἱ δὲ πολῖται αὐτοῦ (ἐμπολιτευσαμένου <τούτῳ> τῷ κόσμῳ κατὰ τὸ ἐνηνθρωπηκέναι), οἱ μὴ θελήσαντες αὐτὸν βασιλεῦσαι, τάχα μὲν ὁ ἀπιστήσας αὐτῷ Ἰσραήλ ἐστι, τάχα δὲ καὶ τὰ ἀπιστήσαντα αὐτῷ ἔθνη;
 [02150]  [14.13] Πλὴν ταῦτά μοι εἴρηται διὰ τὸ τὴν ἐπάνοδον αὐτοῦ ἀναφέρειν ἐλθόντος μετὰ τῆς βασιλείας ἐπὶ τὴν συντέλειαν, ὅτε «εἶπε φωνη θῆναι αὐτῷ τοὺς δούλους οἷς [ἐ]δε δώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο», καὶ διὰ τὸ ἐκ τούτου βούλεσθαι ἀποδεικνύναι καὶ τῆς περὶ τῶν ταλάντων παρα βολῆς, ὅτι καὶ <τὸ> ὅστις ἠθέ λησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ ἀναφέρεται ἐπὶ τὴν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν ἀπολαμβάνων τὴν βασιλείαν, δι' ἣν (καθ' ἑτέραν παραβολὴν) «ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι».
 [02308]  ὁπότερον δὲ τού των ἂν γένηται εἴτε τὸ πρότερον εἴτε τὸ τελευταῖον τῇ γυναικί, «οὐ δυνή σεται (φησὶν) ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέ ψας λαβεῖν αὐτὴν τοῦ εἶναι ἑαυτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν, ὅτι βδέλυγμα (φησὶν) ἐστὶν ἐναντίον κυρίου τοῦ θεοῦ σου».
 [02310]  ὅρα δὲ εἰ δύ ναται καὶ πρὸς τοῦτο λέγεσθαι ὅτι πάντως, εἰ σωθήσεται, τῷ τὸν ἄνδρα αὐτῆς τὸν πρότερον ἐπανα στρέψαντα «λαβεῖν αὐτὴν τοῦ εἶναι αὐτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτὴν» σωθήσεται.
 [02322]  «οὐ» γὰρ «δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας λαβεῖν αὐτὴν τοῦ εἶναι αὐτῷ γυ ναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν».
 [02392]  χρήσιμον δὲ εἰς τὸ γινώσκειν, τί τὸ αἰτεῖν καὶ τὸ λαβεῖν ἐστι καὶ τί τὸ «πᾶς ὁ αἰτῶν λαμβάνει», καὶ τὸ «λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει <αὐτῷ> ὅσων χρῄζει»·
 [02395]  ἔτι προτρεπτικὸν διὰ τὸ οὐ πάν τες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται, εἰς τὸ αἰτεῖν ἀξίως τοῦ λαβεῖν καὶ τὸ «τίς δὲ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;» καὶ τὰ ἑξῆς.
 [02410]  [15.2] Εἰ δὲ βούλεταί τις καὶ ἄλλα παραδείγματα λαβεῖν τῆς καινῆς διαθήκης ἐχούσης γράμμα ἀπο κτεῖνον, ἀκουέτω παραδείγματος χάριν τίνα τρόπον ὁ σωτὴρ πρὸς τοὺς ἀποστόλους εἶπεν·
 [02767]  καὶ εἴπερ βουλόμεθα τὰ πρὸς Πέτρον εἰρη μένα κατὰ τὴν πεῦσιν αὐτοῦ καὶ αὐτοὶ λαβεῖν, ἀφῶμεν ὁμοίως πάντα, μηκέτι περιεχόμενοι τῆς κακίας καὶ τῆς κατ' αὐτὴν ἐνεργείας, καὶ ἀκο λουθήσωμεν τῷ τοῦ θεοῦ λόγῳ, ἵνα ἡμῖν εἴπῃ καὶ πᾶσι τοῖς ἀκολουθή σασιν αὐτῷ τὰ ἐπιφερόμενα οὕτως ἔχοντα·
 [02813]  πολλαπλασίονα γὰρ καὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἀπει ροπλασίονα τὰ πνευματικὰ παρὰ τὰ σωματικά, καὶ πρὸς τῷ λαβεῖν πολλαπλασίονα οὐκ ἐν προσκαί ρῳ ζωῇ, ἀλλ' ἐν αἰωνίῳ γενόμενος, κληρονομήσει αὐτά.
 [02832]  Ἔχει δ' οἶμαι τὸ ῥητὸν <καὶ ἕτερον> λόγον ἀθρόως ἡμᾶς ἐπιστῆσαι δυνάμενον τοῖς πολλοῖς πρὸ ἡμῶν πρώτοις χρηματίσασιν ἀπὸ τοῦ Ἰσραὴλ γενομένοις διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν καὶ προδοσίαν ἐσχάτοις, καὶ ἡμῖν τοῖς ἐσχάτοις τὰ πρωτεῖα δυναμένοις λαβεῖν, ἐὰν ἐπιμένωμεν τῇ πίστει «μὴ ὑψηλο φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συν απαγόμενοι».
 [03118]  εἰ δὲ καὶ ἀπὸ τῶν εὐαγγελίων πα ράδειγμα βούλει λαβεῖν, ἄκουε Ματ θαίου ἀναγράφοντος τίνα τρόπον ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς·
 [03154]  οὐδὲν γὰρ δυνάμεθα πλεῖον ἀπο δοῦναι τῷ κυρίῳ ἐφ' οἷς εὐηργε τήθημεν ἢ τὸ τοῦ σωτηρίου πο τήριον προθύμως λαβεῖν καὶ ἐπι καλέσασθαι τὸ τοῦ κυρίου ὄνομα εἰς τὸ πιεῖν αὐτό·
 [03862]  δοῦλοι δὲ οἱ πρὸς τοὺς γεωργοὺς πεμ φθέντες λαβεῖν τοὺς καρποὺς οἱ πρῶτοι προφῆται, οὓς οἱ ἄρχον τες καὶ σοφοὶ τοῦ λαοῦ ὕβρισαν τύπτοντες, τινὰς δὲ καὶ ἀνεῖλον καὶ ἄλλους λιθολεύστους πεποιήκασιν.
 [03954]  εἰ νενόηταί σοι δὴ καθ' ἕκαστον, πῶς δεῖ ἐκλαμβάνειν τὸ ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, μετάβα (εἰ δύνασαι) τῷ λόγῳ ἐπὶ τοὺς παραλαβόντας διὰ Μωσέως τὸν νόμον, ὅτι κἀκείνων ἤγγισέ ποτε ὁ καιρὸς τῶν καρ πῶν καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους πρὸς τοὺς γεωργοὺς τοὺς πρώτους πιστευθέντας «τὰ λόγια τοῦ θεοῦ» ὑπὲρ τοῦ λαβεῖν τοὺς καρποὺς τοῦ ἐν ἑκάστῳ ἀμπελῶνος.
 [03956]  ἀλλὰ ζητητέον πῶς ἀποστέλλονται πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς τοῦ ἀμπελῶνος καρπούς.
 [03957]  εἴποι γὰρ ἄν τις ὅτι οὐκ ἐπὶ τῷ λαβεῖν ἀποστέλλονται τοὺς καρ ποὺς οἱ προφῆται, ἀλλ' ἐπὶ τῷ γεωργῆσαι μᾶλλον καὶ συνεργῆσαι τοῖς καρποῖς.
 [04237]  διδάσκαλε, οἴ δαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ δι δάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου οἷον προ καλοῦνται αὐτὸν διὰ <τούτου> τοῦ ἐπαίνου ἐπὶ τὸ μὴ λαβεῖν πρόσωπον τῶν Ἡρωδιανῶν καὶ τῶν οἳ ἐφρόνουν τὰ Καίσαρος, ἵνα ἀποφηνάμενος κατὰ τὸ βούλημα τῶν Φαρισαίων περὶ τοῦ μὴ δεῖν Καίσαρι διδόναι φόρον, ὑπ' αὐτῶν παραδοθῇ τοῖς Ἡρωδιανοῖς.
 [04348]  «ἐὰν» γὰρ «μὴ βούληται (φησὶν) ὁ ἄνθρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀναβήσεται ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γε ρουσίαν καὶ ἐρεῖ» τὰ ἐπιφερόμενα.
 [04350]  ὅτε δὲ οὐ βούλεται «λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ» καὶ «οὐ θέλει ἀναστῆσαι τοῦ ἀδελφοῦ αὐτοῦ τὸ ὄνομα ἐν Ἰσραήλ», καὶ καλούμενος ὑπὸ τῆς γερουσίας «τῆς πόλεως» λέγει·
 [04351]  «οὐ βούλομαι λαβεῖν αὐτὴν» καὶ ἀτιμοῦται ὑπολυόμενος «τὸ ὑπό δημα» καὶ ἐμπτύεται «εἰς τὸ πρό σωπον» ἀπὸ τῆς γυναικὸς καὶ μετο νομάζεται, ἵνα «τὸ ὄνομα αὐτοῦ» ᾖ «[ὁ] οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα», τότε <οὐκέτι ἀδελφὸς ἀλλ'> «ἄνθρω πος» λέγεται·
 [04385]  τίς δὲ μετὰ ταῦτα ὁ μὴ βουλόμενος ἄνθρωπος «λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἑαυτοῦ» ἢ ὁ ἐν ταῖς αἱρέ σεσι λόγος, μὴ βουλόμενος τὴν τιμήσασαν ψυχὴν τὸν πρότερον ἄνδρα καὶ τὴν μνήμην τοῦ προτέρου ἀν δρὸς παραδέξασθαι;
000-00-00 Serial Number=0426158369
Contra Celsum Ante [Go Back]  
 [00398]  Πῶς δ' ἂν τῷ βουλομένῳ ἀπὸ τῶν εἰδώλων μαντείαν λαβεῖν ἐπέπλησσον οἱ τὰ τοῦ νόμου Ἰουδαίων πρεσβεύοντες;
 [01153]  Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.
 [02147]  Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.
 [02202]  Πολλοῖς γὰρ καὶ τὰ τῆς ἀνατροφῆς ἐν τοιούτοις γεγένηται, ὡς μηδὲ φαντασίαν ἐπιτραπῆναι τῶν κρειττόνων λαβεῖν ἀλλ' ἀεὶ καὶ ἐκ πρώτης ἡλικίας ἤτοι ἐν παιδικοῖς εἶναι ἀκολάστων ἀνδρῶν ἢ δεσποτῶν ἢ ἐν ἄλλῃ τινὶ κωλυούσῃ ἀναβλέπειν τὴν ψυχὴν κακοδαιμονίᾳ.
 [03146]  Ὁ δὲ βουλόμενος λαβεῖν τὴν πρὸς Γαλάτας ἐπιστολὴν εἴσεται, τίνα τρόπον ἠλληγόρηται τὰ κατὰ τοὺς γάμους καὶ τὰς μίξεις τῶν θεραπαινίδων, βουλο μένου τοῦ λόγου καὶ ἡμᾶς οὐ τὰς σωματικὰς νομιζομένας πράξεις ζηλοῦν τῶν ταῦτα πεποιηκότων ἀλλ' ὡς καλεῖν εἰώθασιν οἱ τοῦ Ἰησοῦ ἀπόστολοι, τὰς πνευματικάς.
 [03246]  Οὐδὲν δ' ἧττον ἐβουλόμην πάνθ' ὁντινοῦν, ἀκούσαντα δεινολογοῦντος Κέλσου καὶ φάσκοντος τὸ ἐπιγεγραμμένον σύγγραμμα Ἰάσονος καὶ Παπίσκου ἀντιλογίαν περὶ Χριστοῦ οὐ γέλωτος ἀλλὰ μίσους ἄξιον εἶναι, λαβεῖν εἰς χεῖρας τὸ συγγραμμάτιον καὶ ὑπομεῖναι καὶ ἀνασχέσθαι ἀκοῦσαι τῶν ἐν αὐτῷ, ἵν' αὐτόθεν καταγνῶ τοῦ Κέλσου, μηδὲν εὑρίσκων μίσους ἄξιον ἐν τῷ βιβλίῳ.
 [03345]  Ὅθεν ὡς τῶν κακῶν πλειόνων καὶ ἡττόνων γινομένων ἔστι λαβεῖν ὅτι οἱ καλούμενοι ἀμφίβολοι ἦσάν ποτε προεστηκότες, πάσχοντες καὶ διατι θέντες καὶ ταῖς ἐπιθυμίαις τῶν εἰσιόντων δουλεύοντες·
 [04734]  [6.23] Εἰ δέ τις βούλοιτο μὴ ἀφ' ἧς παρέθετο αἱρέσεως ἀσημοτάτης ἀλλὰ ἀπὸ βιβλίων πῇ μὲν ἰουδαϊκῶν καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν ἀναγινωσκομένων, ἅπερ Χριστιανοὶ προσίενται, πῇ δὲ Χριστιανῶν μόνων λαβεῖν ἀφορμὰς τῆς μυστικωτέρας περὶ εἰσόδου ψυχῶν εἰς τὰ θεῖα θεωρίας, ἀναγνώτω τὰ ἐπὶ τέλει τῆς τοῦ Ἰεζεκιὴλ προφητείας ἑωραμένα τῷ προφήτῃ, ἐν οἷς διάφοροι πύλαι καταγεγραμ μέναι εἰσίν, αἰνισσόμεναί τινα περὶ τῆς διαφόρου εἰσόδου τῶν θειοτέρων ψυχῶν ἐπὶ τὰ κρείττονα·
 [04965]  Καὶ ἐν τοῖς τελευταίοις δὲ τοῦ Ἰώβ, ἐν οἷς ὁ κύριος διὰ λαίλαπος καὶ νεφελῶν εἶπε τῷ Ἰὼβ τὰ ἀναγεγραμμένα ἐν τῇ ὁμωνύμῳ βίβλῳ αὐτοῦ, οὐκ ὀλίγα ἐστὶ περὶ δράκοντος εἰρημένα λαβεῖν.
 [05398]  Καὶ εἰ μὲν σαφῶς ἦν ἀπὸ τῶν εὐαγγελίων λαβεῖν ὅτι Οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, εἶπεν ἄν τις οὐ κατὰ τὸ προφητικὸν εἰρηκέναι ταῦτα τὸν Κέλσον ἀλλὰ κατὰ τὸ εὐαγγελικόν·
 [06132]  Τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες καὶ τὸ ἱμάτιον βιωφελέστερον κεκίνηκε τὸν λόγον καὶ παρέστησεν οὕτως εἰπὼν ἢ ὡς ἐν τῷ Κρίτωνι Πλάτων, οὗ μηδ' ἀκούειν ἰδιῶται δύνανται ἀλλὰ μόγις οἱ τὰ ἐγκύκλια πρὸ τῆς σεμνῆς Ἑλλήνων φιλοσοφίας μεμαθηκότες.
 [06459]  Χρήσιμον δ' εἰς ταῦτα ὅλον τὸν περὶ εἰδωλοθύτων λόγον, εἰρημένον παρὰ τῷ Παύλῳ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ἐπιστολῇ, λαβεῖν εἰς χεῖρας καὶ σαφηνίσαι·
000-00-00 Serial Number=0906015277
De engastrimytho Ante [Go Back]  
 [00004]  εἶτα μετὰ τοῦτο ἡ ἱστορία ἡ περὶ τοῦ κεκρύφθαι τὸν ∆αβὶδ παρὰ τοῖς Ζιφαίοις καὶ διαβεβλῆσθαι αὐτὸν ὑπ' αὐτῶν, ἐλη λυθέναι δὲ τὸν Σαοὺλ βουλόμενον λαβεῖν τὸν ∆αβὶδ καὶ ἐληλυθότα ἐπιτηρῆσαι καιρόν, ἐπεληλυθέναι τε τῷ Σαοὺλ τὸν ∆αβὶδ καὶ εἰλη φέναι, κοιμωμένου αὐτοῦ καὶ τῶν φρουρούντων αὐτόν, «τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος» καὶ μετὰ τοῦτο ἔλεγχον προσενηνοχέναι τοῖς πεπιστευμένοις μὲν φυλάττειν αὐτόν, ἀποκοιμηθεῖσιν δέ.
 [00043]  οὐδέποτε ἐπε θύμησεν λαβεῖν τι ἀπὸ τηλικούτου λαοῦ καὶ τοσούτου.
000-00-00 Serial Number=0108473361
De oratione Ante [Go Back]  
 [00154]  «ὁ μείζων δουλεύσει τῷ ἐλάττονι,» μάτην περὶ ἀφέσεως ἁμαρτημάτων ἀξιοῦμεν ἢ περὶ τοῦ πνεῦμα ἰσχύος λαβεῖν, ἵνα «πάντα» ἰσχύσωμεν ἐνδυναμοῦντος ἡμᾶς Χριστοῦ.
 [00197]  οὗ προκαταληφθέντος, καὶ τοιοῦτόν τι ἀκολούθως ἐν τῇ διατάξει τετάξεται, ὅτι τοῦδε μὲν ἐπακούσομαι συνετῶς εὐξομένου δι' αὐτὴν τὴν εὐχὴν, ἣν εὔξεται, τοῦδε δὲ οὐκ ἐπακούσομαι ἤτοι διὰ τὸ ἀνάξιον αὐτὸν ἔσεσθαι τοῦ ἐπακουσθήσεσθαι ἢ διὰ τὸ ταῦτα αὐτὸν εὔξασθαι, ἃ μήτε τῷ εὐχομένῳ λυσιτελεῖ λαβεῖν μήτε ἐμοὶ πρέπον παρασχεῖν·
 [00228]  ἵνα γὰρ καθ' ὑπόθεσιν μηδεμία ἔτι παρὰ ταύτην ὠφέλεια γένηται τῷ καταστήσαντι αὐτοῦ τὸν λογισμὸν εἰς τὸ εὔχεσθαι, οὐ τὸ τυχὸν ἐννοητέον λαβεῖν τὸν οὕτως εὐλαβῶς ἑαυτὸν ῥυθμίσαντα ἐν τῷ τῆς εὐχῆς καιρῷ.
 [00332]  «Ἀνανίας» δὲ «καὶ Ἀζαρίας καὶ Μισαὴλ» «πνεῦμα δρόσου διασυρίζον,» οὐκ ἐῶν ἐνεργεῖν τὴν φλόγα τοῦ πυρὸς, ἄξιοι γεγόνασιν ἐπακουσθέντες λαβεῖν·
 [00473]  ἐὰν δέ τις ἀνθυποφέρῃ τὰ κατὰ τὸ σωματικὸν ἐκ προσευχῆς τοῖς ἁγίοις δωρηθέντα ἀλλὰ καὶ τὴν τοῦ εὐαγγελίου φωνὴν, διδάσκοντος «τὰ ἐπίγεια» ἡμῖν προστίθεσθαι καὶ «τὰ μικρὰ,» ἀπαντητέον πρὸς αὐτὸν ὅτι, ὥσπερ οὐ λεκτέον, δωρουμένου τινὸς ἡμῖν ὅ τι δή ποτε σῶμα, ὅτι ὁ δεῖνα τὴν σκιὰν ἡμῖν τοῦ σώματος ἐδωρήσατο (οὐ γὰρ προθέμενος δύο τινὰ χαρίσασθαι, σῶμα καὶ σκιὰν, δέδωκε τὸ σῶμα, ἀλλ' ἡ πρόθεσις τοῦ διδόντος ἐστὶ διδόναι σῶμα, ἐπακολουθεῖ δὲ τῇ δόσει τοῦ σώματος καὶ τὸ τὴν σκιὰν αὐτοῦ ἡμᾶς λαβεῖν), οὕτως, εἰ μεγαλοφυεστέρῳ γενομένῳ ἡμῶν τῷ νῷ κατανοήσαιμεν τὰς προ ηγουμένως ὑπὸ τοῦ θεοῦ ἡμῖν διδομένας δωρεὰς, οἰκειότατα ἐροῦ μεν παρακολουθήματα τῶν μεγάλων καὶ ἐπουρανίων πνευματικῶν χαρισμάτων εἶναι τὰ σωματικὰ, «ἑκάστῳ» διδόμενα τῶν ἁγίων «πρὸς τὸ συμφέρον» ἢ «κατ' ἀναλογίαν τῆς πίστεως» ἢ «καθὼς βούλεται» ὁ διδούς·
 [00739]  ἀλλὰ νεκρώσαντες «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς» καρποφορῶμεν τοὺς καρποὺς «τοῦ πνεύματος,» ἵνα ὡς «ἐν» «παραδείσῳ» πνευματικῷ κύριος ἡμῖν ἐμπεριπατῇ, βασιλεύων ἡμῶν μόνος σὺν τῷ Χριστῷ αὐτοῦ, ἐν ἡμῖν «ἐκ δεξιῶν» καθημένῳ ἧς εὐχόμεθα λαβεῖν «δυνάμεως» πνευματικῆς καὶ καθεζομένῳ, «ἕως» πάντες οἱ ἐν ἡμῖν ἐχθροὶ αὐτοῦ γένωνται «ὑποπόδιον τῶν ποδῶν» αὐτοῦ καὶ καταργηθῇ ἀφ' ἡμῶν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις.
 [00768]  οἱονεὶ οὖν διὰ τῶν εὐχῶν συνεργοὺς πρὸς τὸν πατέρα βούλεται λαβεῖν τοὺς μαθητευομένους αὐτῷ, ἵν' ὁμοίως τοῖς «ἐν οὐρανῷ» ὑποτεταγμένοις ἀληθείᾳ καὶ λόγῳ τὰ «ἐπὶ γῆς» διορθω θέντα <διὰ> τὴν ἐξουσίαν, ἣν ἔλαβεν «ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς20,» εἰς τέλος ἀγάγῃ τῶν ἐξουσιαζομένων μακάριον.
 [00920]  τῷ γὰρ ἐξ ἀπείρων ἐπ' ἄπειρον ὄντι θεῷ οὐ μόνον περὶ τῆς «0σήμερον» ἀλλὰ καί πως τοῦ «0καθ' ἡμέραν» ὁ «0σήμερον» εὐχόμενος, ἀπὸ τοῦ δυνατοῦ δωρήσασθαι «ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν» λαβεῖν οἷός τε ἔσται, ἵν' οὕτως ὑπερβολικῶς εἴπω, καὶ τὰ ὑπὲρ «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ» τὰ ὑπὲρ ἃ «οὖς οὐκ ἤκουσε καὶ» τὰ ὑπὲρ ἃ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.».
 [00993]  χρήσιμον δὲ παράδειγμα ἀπὸ τοῦ νόμου λαβεῖν πρὸς τὸ νοηθῆναι τὴν δι' ἀνθρώπων ἄφεσιν ὑπὸ θεοῦ γινο μένην ἀνθρώποις ἁμαρτημάτων.
 [01100]  καὶ φανερὸν ὅτι ὅσον οὐκ εἶχον τὰ ἐπιθυμού μενα, κόρον οὐκ ἠδύναντο αὐτῶν λαβεῖν οὐδὲ παύσασθαι τοῦ πάθους·
000-00-00 Serial Number=0012512684
De principiis Ante [Go Back]  
 [00150]  λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι βέλτιον τῇδέ τινι προπετέστερον βεβουλημένῃ τὰ κρείτ τονα καὶ οὐχὶ ὁδῷ ἐπ' αὐτὰ ὁδευσάσῃ τυχεῖν οὗ βεβούληται, ἵνα ἑαυτῆς ἐπὶ τούτῳ καταγνοῦσα τὴν κατὰ φύσιν γεωργίαν μακροθυμήσῃ ὕστερον πολλῷ χρόνῳ λαβεῖν.
 [00196]  ἵνα μετὰ τὸ λαβεῖν οὐδὲν ἧττον ἐλεγχθέντες ὡς ἀσεβέστατοι τῷ μηδ' οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύσωνται τοῦ τοιούτου θράσους, καὶ κατ' αὐτὸ τοῦτο ἐλευθερω θέντες μάθωσιν ὅτι ποτὲ εὐεργετῶν τινας ὁ θεὸς μέλλει καὶ βρα δύνει, μὴ χαριζόμενος ὁρᾶν καὶ ἀκούειν τοιαῦτα, ἐφ' οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων.
 [00475]  ἀδύνατον δὲ ἀπὸ τοῦ εὐαγγελίου ἐστὶ λαβεῖν «ὀφθαλμὸν δεξιὸν σκανδαλίζοντα»·
000-00-00 Serial Number=0453653991
Dialogus cum Heraclide Ante [Go Back]  
 [00088]  Εἰ γὰρ μὴ νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα, δυνάμενον ἑλιγῆναι σινδόνι, σμύρναν λαβεῖν καὶ ὅσα ἄλλα τοῖς νεκροῖς, καὶ ἀπο τεθῆναι ἐν μνήματι, ταῦτα δὲ σῶμα πνευματικὸν παθεῖν οὐ δύναται·
 [00389]  Ἐφ' ἡμῖν ἐστιν ἐκτεῖναι τὴν χεῖρ[α, πρᾶξαι πράξεσιν ἀγαθαῖς καὶ λαβεῖν τὴν ζωὴν καὶ ἐναποθέσθαι τῇ ψυχῇ.
000-00-00 Serial Number=0607952237
Enarrationes in Job Ante [Go Back]  
 [00442]  Εἰ μὴ οὖν χρήσιμοι ἦσαν οἱ λόγοι τῶν τριῶν, τῶν παραγενομένων πρὸς τὸν Ἰὼβ, ὡς τὸν ἐντυγχάνοντα λαβεῖν τι ἀπὸ τῶν εἰρημένων ὑπ' αὐτῶν πρὸς τὸν Ἰώβ·
 [00484]  Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα;
 [00485]  Οὐ γυμ νοῦ, ἀλλὰ πλουσίου ἔχοντος ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν.
000-00-00 Serial Number=0899390996
Excerpta in Psalmos Ante [Go Back]  
 [00297]  Ἤγουν, Μὴ ποιήσῃς τοιαῦτα, ὡς τὸν πονηρὸν ζῆλον λαβεῖν κατὰ σοῦ, ἐπεὶ ἐπιβου λεύει σοι.
000-00-00 Serial Number=0199574232
Exhortatio ad martyrium Ante [Go Back]  
 [00345]  [30] Ὑπομνησθῶμεν δὲ καὶ ὧν ἡμαρτήκαμεν, καὶ ὅτι οὐκ ἔστιν ἄφεσιν ἁμαρτημάτων χωρὶς βαπτίσματος λαβεῖν, καὶ ὅτι οὐκ ἔστι δυνατὸν κατὰ τοὺς εὐαγγελικοὺς νόμους αὖθις βαπτίσασθαι ὕδατι καὶ πνεύματι εἰς ἄφεσιν ἁμαρτημάτων, καὶ ὅτι βάπτισμα ἡμῖν δίδο ται τὸ τοῦ μαρτυρίου·
000-00-00 Serial Number=0463025987
Expositio in Proverbia Ante [Go Back]  
 [00128]  τὸν γὰρ ἀνάλωτον οὐδεὶς δυ νήσεται λαβεῖν·
 [00349]  τὸ γὰρ κοινωνὸν λαβεῖν θυσίας, ἀγαθόν.
 [01317]  ὁ δὲ ἐποχὴν ποιῶν τοῦ νοῦ τοῦ μὴ παραρίπτεσθαι ἐν τῇ τοῦ πονηροῦ ἔθνους κακίᾳ, ὡς περιτραχήλιον κόσμον προξενεῖ λαβεῖν τῇ [17.245] ἰδίᾳ ψυχῇ ἄφθαρτον ἐκ χειρὸς Κυρίου.
000-00-00 Serial Number=0118166327
Fragmenta de principiis Ante [Go Back]  
 [00123]  «ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν».) εἰ τοίνυν κρείττων ἐστὶν ὁ υἱὸς τῆς ἑαυτοῦ ψυχῆς, ὥσπερ οὖν καὶ κρείττων ὡμολόγηται, πῶς ἡ ψυχὴ τούτου «ἴσα θεῷ» καὶ «ἐν μορφῇ αὐτοῦ»;
000-00-00 Serial Number=0003758490
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00065]  πρῶτον οὖν ἀπολυτρωθῆναι ἡμᾶς δεῖ καὶ μηκέτι εἶναι ὑπὸ τῷ αἰχμαλωτεύσαντι καὶ κεκρατηκότι, ἵνα ἐλευθερωθέντες καὶ ἔξω γενόμενοι τῶν (ἵν' οὕτως εἴπω) χειρῶν αὐτοῦ, ἐπ' ὠφελείᾳ δυνηθῶμεν λαβεῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων καὶ θεραπευθέντες ἀπὸ τῶν τραυμάτων τῆς ἁμαρτίας ἐνεργῆσαι κατ' εὐσέβειαν καὶ τὰς λοιπὰς ἀρετάς.
 [00096]  ὥσπερ δὲ ὁ καιρὸς τοῦ παραλαβεῖν τὴν πατρῴαν κτῆσιν τὸν κληρονόμον γενόμενον ἐν ἡλικίᾳ ἀνδρὸς πλήρωμα ἄν πως ὀνομάζοιτο τοῦ χρόνου αὐτοῦ ἢ τοῦ καιροῦ αὐτοῦ, οὕτως ἐν πληρώματι τῶν καιρῶν γένοιτ' ἂν ὁ διὰ τῶν φερουσῶν ἐπὶ τὴν τελειότητα ὁδῶν καὶ προκοπῶν καταντήσας ἐπὶ τὸ δύνασθαι τὰ προωρισμένα καὶ προτεθει μένα ὑπὸ τοῦ Θεοῦ τοῖς ἁγίοις λαβεῖν.
 [00229]  [12] [ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.] [Ὠριγένης φησί] πρὸς τοὺς νομίζοντας μὴ τὴν τοῦ Ἰσραὴλ πολιτείαν πολιτεύεσθαι τοὺς εἰς Χριστὸν πεπιστευκότας ἀλλὰ ἄλλην τινὰ καινὴν καὶ οὐδὲν πρὸς ἐκείνην κοινὸν ἔχουσαν, καλὸν παρατήρημα ἐντεῦθεν ἔστι λαβεῖν.
000-00-00 Serial Number=0231442451
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00412]  τί δέ ἐστι τὸ λαβεῖν γυναῖκας, ἐδή λωσεν ὁ περὶ τῆς σοφίας εἰπών·
 [00417]  οὕτω γὰρ ἐξέσται πολλὰς γυναῖκας λαβεῖν·
000-00-00 Serial Number=0582509220
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00159]  ἀλλ' «ἐξέτεινε μὲν ὁ ἐχθρὸς ἐπὶ πάντα τὴν χεῖρα», κορεσθεὶς δὲ τῷ λαβεῖν ἅπερ ἤθελε, τὰ λοιπὰ καταλέλοιπεν, ἀνθ' ὧν ἐπρίαντο τὴν τροφήν.
 [00214]  διχῶς δὲ κατὰ λέξιν ἔστι λαβεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ , ἢ τοὺς τόπους ἢ τοὺς οἰκήτορας.
 [00496]  τὸ τοίνυν συντελέσαι δηλοῖ τὸ τέλος λαβεῖν τὴν κατ' αὐτοὺς λατρείαν, καὶ τὸ μηκέτι χρη ματίζειν ἔθνος θεοῦ.
000-00-00 Serial Number=0364452958
Fragmenta in Psalmos Ante [Go Back]  
 [00911]  ∆ιὰ τοῦτο μὴ αὐτῆς τῆς ὀργῆς σου ἐάσῃς με πεῖραν λαβεῖν, ἐπειδήπερ μόνον φανταζό μενος αὐτὴν, καὶ νυνὶ ὁρῶν τὸ πρόσωπον, ἐκ τῶν σῶν θείων λόγων καὶ γραφῶν, πάσχω τὸ σῶμα, καὶ ταράσσομαι τὴν σάρκα καὶ τὰ ὀστᾶ, καὶ παρακαλῶ μὴ ἀπ' αὐτῆς τῆς ὀργῆς παθεῖν.
 [01524]  Ευχεται μὴ πόῤῥω στερεισθῆναι τῆς θεί ας κηδεμονίας (ταύτην γὰρ ἐνταῦθα ἐκά λεσε πρόσωπον), μηδὲ γυμνωθῆναι τῆς τοῦ παναγίου Πνεύματος χάριτος, ο καὶ αιτιον πάντως τοῦ λαβεῖν τὸ προφητικὸν πνεῦμα καὶ χάρισμα.
 [01643]  Αὐτὸς μὲν τὴν παρεκτικὴν χεῖρα τῶν ἀγαθῶν εἰς τὸ μετα λαβεῖν τῆς εὐλογίας ἐξέτεινεν.
 [02416]  Τάχα δὲ οἱ μὴ τέλειοι ἐξο μολογοῦνται μὲν περὶ τῶν ὑπαρξάντων αὐ τοῖς ἀγαθῶν, ἐπικαλοῦνται δὲ ὑπὲρ τοῦ αλλα λαβεῖν·
 [03159]  ∆ιδάσκει ἡμᾶς ὁ λόγος, ὡς τὸν βουλόμενόν τε παρὰ τοῦ Θεοῦ λαβεῖν ἀγαθὸν, ἀδιάλειπτον δεῖ ειναι εἰς προσευχήν.
 [03246]  ∆ιὸ οὐκ εχων τοὺς τῆς ἁμαρτίας δεσμοὺς, ὡσεὶ ἐλεύθερος, ἀνέστη ἐκ νεκρῶν, ἐξουσίαν εχων μόνος πάλιν λαβεῖν αὐτὴν [τὴν ζωήν].
 [03247]  Ο βουλόμενος τοῦτο ἐπὶ τοῦ Σωτῆρος λαβεῖν, νοησάτω ουτως·
 [03268]  διὸ ἐπεὶ ἐν Κορίνθῳ πολλοὶ ἀσθενεῖς, οὐδὲ βρῶμα λαβεῖν δύνανται, οὐδὲ βλέπειν τὸ τῆς γνώσεως αὐ τοῦ φῶς.
 [03947]  ταῦτα δέ ἐστι τὰ κυρίως ἀγαθὰ, τῷ Θεῷ πρέπον διδόναι, καὶ τοῖς αἰτοῦσι συμφέρει λαβεῖν.
 [03949]  Αποστρέφει ουν τὸ πρόσωπον ὁ Θεὸς ἀπὸ τῶν αἰτούντων, οταν αἰτῶσιν λαβεῖν α μὴ προσήκει Θεῷ δοῦναι.
 [05118]  ∆εῖται δὲ τῆς Θεοῦ συνεργείας καὶ τῆς ἡμετέρας σπου δῆς, ὡς ἐξ αὐτοῦ λαβεῖν τήν τε χρῆσιν καὶ τὴν κατάληψιν τῶν τε πρακτικῶν καὶ θεω ρητικῶν.
 [05672]  οὐδὲν διαφέρει λαβεῖν λόγους τοῦ ἑλκύσαι πνεῦμα εἰπεῖν.
 [06021]  Καὶ ωσπερ δὲ πολλάκις οἰκέται καὶ θεραπαινίδες ἐνατενίζουσι ταῖς χερσὶ τῶν δεσποτῶν ἐν ταῖς ἑστιάσεσιν, τροφῆς τι παρ' αὐτῶν λαβεῖν προσδοκῶντες, ουτως καὶ ἡμεῖς παρὰ τῶν σῶν χειρῶν ἐλπίζομεν τυ χεῖν τῶν παρὰ σοῦ ἀγαθῶν, οὐ ῥητῷ δὲ χρό νῳ ταύτην τὴν ἐλπίδα περιορίζομεν, ἀλλὰ προσμένομεν εως αν ἀξιωθῶμεν τοῦ οἰκτει ρῆσαι ἡμᾶς.
000-00-00 Serial Number=0700689614
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00103]  δυνατὸν δὲ λαβεῖν εἰκονικὸν φῶς τὸ αἰσθητόν, καὶ μάλιστα τὸν ἥλιον, ἀληθινὸν δὲ φῶς τὸ νοητόν·
 [00421]  〛 καὶ ἐπεὶ Ἰησοῦς, θεὸς ὤν, τῆς καρδίας τὸ κρυπτὸν ἐπίσταται, οὐ χρῄζει παρ' ἀνθρώπου μαρτυρίαν λαβεῖν, ἐπιστάμενος τί ἐστιν ἐν τῷ ἀνθρώπῳ.
 [00444]  ὡς γὰρ οὐδεὶς ἄδικος καὶ ἄπιστος μένων κατὰ δικαιοσύνην καὶ πίστιν γεννηθῆναι δύναται, οὕτως οὐδεὶς καταμένων ἐν τοῖς ἀνθρωπίνοις καὶ παλαιούμενος ἐν αὐτοῖς τὴν ἀνανεοῦσαν γέννησιν οἷός τέ ἐστι λαβεῖν.
 [00583]  δίδοται δὲ τὰ ἐκ θεοῦ χαρίσματα τοῖς πίστει καὶ ἀρετῇ πρὸς τὸ λαβεῖν αὐτὰ παρεσκευασμένοις.
 [00643]  ὅμως εἰ καὶ οὐδεὶς οἷός τε δέξασθαί ἐστι τὴν μαρτυρίαν αὐτοῦ οὕτως, ἀλλ' οὖν ἔστι λαβεῖν αὐτὴν ὡς δυνατὸν δέξασθαι τοὺς ἄρτι προσερ χομένους τῇ πίστει.
 [00657]  «Οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα» σημαινούσης καὶ ταύτης τῆς γραφῆς μὴ μέτροις <προσ>έχειν τὸν ἀποσταλέντα, ὥστε πεφεισμένως καὶ ἐκ μέρους παρέχειν καὶ εὐαριθμήτοις τισίν, ἀλλὰ δαψιλῶς καὶ πλουσίως πᾶσι τοῖς εὑρισκομένοις τοῦ λαβεῖν ἀξίοις.
 [00742]  [57] Εἰπούσης τῆς γυναικὸς τὸ παρὰ Ἰησοῦ θέλειν λαβεῖν ὕδωρ, ἐπὶ τῷ στῆσαι τὸ δίψος, ἔχουσα αὐτὸ πηγὴν ἐν ἑαυτῇ, ἔδειξεν αὐτὸ θέ λειν.
 [00815]  ὥσπερ γὰρ τῷ παραλύτῳ τὸν κράββατον λαβεῖν ἐκέλευσεν ἐν ἡμέρᾳ καθ' ἣν οὐκ ἐξῆν τοῦτο ποιεῖν, ἵν' οὕτως ἕκαστος ἐγκαλῶν ἐπὶ τῇ παρανομίᾳ τοῦ γεγονότος θαύματος μανθάνῃ τὸ μέγεθος, οὕτω καὶ τούτῳ πόρρωθεν ὄντι τῆς κολυμβήθρας ἐκέ λευσεν ἀπελθόντι νίψασθαι.
 [00822]  «∆έξαι σου τὸ γράμμα καὶ ποίησον ὀγδοήκοντα», προκρίνας τοῦ μετ' αἰσχύνης ἐπαιτεῖν τὸ λαβεῖν ἀπὸ τοῦ ὀφείλοντος τῷ κυρίῳ, καὶ διὰ τοῦτο ἐπαινεθείς.
 [01095]  καὶ ὥσπερ διὰ τὸ μὴ ἀποδεδωκέναι αὐτοὺς τοὺς ἐπιβάλλοντας τῇ βασιλείᾳ τοῦ θεοῦ καρποὺς ἤκουσαν τὸ «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς», οὕτως ἐπείπερ ὄντος τοῦ φωτὸς ἐν αὐτοῖς οὐ περιεπάτησαν ὡς μὴ σκοτίαν αὐτοὺς λαβεῖν, διὰ τοῦτο μετὰ τὸν μικρὸν χρόνον τὸ ἐν αὐτοῖς φῶς ἀπ' αὐτῶν ἀφηρέθη καὶ ἐδόθη τῷ ποιοῦντι τοὺς καρποὺς τοῦ φωτὸς ἔθνει γενομένῳ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ χρηματίζοντι φῶς τοῦ κόσμου, καὶ τοῦτο εἰληφότι ἀπὸ τοῦ φήσαντος·
000-00-00 Serial Number=0083276033
Homiliae in Job Ante [Go Back]  
 [00129]  Πάντα μὲν ὁ ἀσεβὴς πράττει ὥστε τὰ ἀλλότρια λαβεῖν, καὶ πρὸς τοῦτον βλέπει τὸν σκοπὸν τὰ γενόμενα·
 [00199]  Ἔστι ποτὲ λα βεῖν ἀμφιάσματα, οὐ τοῦ γυμνοῦ, ἀλλὰ πλου σίου, ἔχοντος ἕτερα ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν, τρία δή·
000-00-00 Serial Number=0449127614
Homiliae in Lucam Ante [Go Back]  
 [00637]  Ἐπειδὴ γὰρ ἤρχετο λαβεῖν τὰς ἁμαρτίας τῶν ἀνθρώπων, καὶ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρ τίαν ἐποίει» ὁ θεός, διὰ τοῦτο κατα βαίνων ἀνέλαβε τὰ ἁμαρτωλὰ πρόσ ωπα καὶ γεννᾶται διὰ Σολομῶν τος, οὗ ἀναγέγραπται τὰ ἁμαρτή [28.163] ματα, καὶ Ῥοβοάμ, οὗ ἐν ταῖς Βα σιλείαις λέγεται τὰ πταίσματα, καὶ τῶν λοιπῶν, ὧν οἱ πολλοὶ ἐποίησαν «τὸ πονηρὸν ἐνώπιον κυρίου».
 [00685]  Ἀλλ' ὁ σωτὴρ βασιλεῦσαι μὲν θέλει καὶ ὑποτάξαι πάντα τὰ ἔθνη, ἵνα δοῦλα γένηται δικαιοσύνης καὶ ἀλη θείας καὶ πάσης ἀρετῆς, βασιλεῦσαι [30.174] δὲ οὐ μετὰ ἁμαρτίας, οὐδὲ βούλεται ἀκμητὶ ὑποτάξας ἑαυτὸν ἐκείνῳ στε φανώσασθαι, οὐδὲ ἀκμητὶ λαβεῖν πά σας «τὰς βασιλείας τοῦ κόσμου» καὶ τὴν δόξαν αὐτῶν ὑποχείριον.
000-00-00 Serial Number=0748240352
In Jeremiam Ante [Go Back]  
 [00006]  Τούτων μὲν παραδείγματα ἔστιν ἀπὸ τῶν γραφῶν λαβεῖν πολλά, ὀλίγα δὲ <ἀρκεῖ> τὰ ἐπὶ τοῦ παρόντος ὑποπίπτοντα, ἵνα ἔλθωμεν καὶ ἐπὶ τὸν σκοπὸν τῶν προκειμένων ἀναγνωσμάτων.
 [00091]  τὸν σωτῆρα οἴδαμεν κύριον, ζητοῦμεν κατὰ τὴν ἀξίαν τοῦ λόγου καὶ κατὰ τὴν ἀλήθειαν ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναγαγεῖν, μάρτυρας δεῖ λαβεῖν τὰς γραφάς·
 [00741]  οὐ γὰρ οἷόν τέ ἐστιν ἀρχῆθεν ἀληθῆ δόγματα <καὶ> καθαρὰ λαβεῖν τὸν ἄνθρωπον·
 [00799]  «Ὃν τρόπον» γὰρ «ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου», οὗτος ὁ λέων ζητεῖ τῶν ὤτων σε λαβεῖν, ἵνα διὰ τῆς λιχνείας σου λόγους ψευδεῖς σοι παραβαλὼν ἐκστήσῃ σε ἀπὸ τῆς ἀλη θείας, βούλεταί σου ἀπὸ τῆς ἀληθείας ἁρπάσαι τοὺς πόδας καὶ καταφαγεῖν·
 [00871]  ∆ιὰ τοῦτο τούτων οὕτως λεγομένων, εἰδότες ὅτι οὐ ζημία τοῖς λέγουσιν ὅσον τοῖς ἀκούουσίν ἐστιν τὸ μὴ παρα δέχεσθαι τὰ ἀπαγγελλόμενα, καὶ κατηγορεῖ πτωχείας τοῦ νοῦ αὐτῶν καὶ τῆς διανοίας, παρακαλέσωμεν ἀπὸ τοῦ θεοῦ λαβεῖν αὔξοντος τοῦ λόγου ἐν ἡμῖν ἁδρότητα καὶ μεγαλειό τητα ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἀκοῦσαι τῶν ἱερῶν καὶ ἁγίων λόγων δυνηθῶμεν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01118]  Καὶ εἰ βούλει τούτων ἀπόδειξιν λαβεῖν, πρόσεχε τῷ «ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου λέγων·
 [01543]  πῶς οὖν ἔστιν ἀπὸ τῆς γραφῆς λαβεῖν περὶ τῶν διαφόρων οἴνων;
 [01658]  [12.6] Εἰ δὲ θέλεις τὴν γραφὴν μάρτυρα λαβεῖν, ὅτι καὶ εἰς ἑτέρων παίδευσιν οἱ ἁμαρτωλοὶ κολάζονται, κἂν οὗτοί ποτε ἀπεγνωσμένοι ὦσι περὶ θεραπείας, ἄκουε Σολομῶντος ἐν ταῖς Παροιμίαις λέγοντος·
 [01962]  βέλτιον οὖν κατὰ τοῦτο λαβεῖν τὸν ἀκροατὴν ἀπὸ τοῦ λέγοντος λογικὰ ἀργύρια καὶ ὀφείλειν, ἢ μὴ παραδεχόμενον μηδὲ λαμβάνοντα μηδὲ ὀφείλειν.
 [02205]  «κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν».
 [02489]  τίς οὐκ ἀπολήψεται τὰς ἁμαρτίας ἢ ὁ μετὰ τὸ πιστεῦσαι καὶ λαβεῖν ἄφεσιν ἁμαρτημάτων (ὡς ἀκοῦσαι τοῦ Ἰησοῦ λέγοντος·
 [02498]  ἀλλὰ πάλιν ἀπομεῖναι θέλεις διὰ τὸν χόρτον, διὰ τὰ ξύλα, διὰ τὴν καλάμην ἐν τῷ πυρὶ καὶ μηδὲν ἀ<πο>λαβεῖν ὑπὲρ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου;
 [02536]  «ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπο λείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους».
 [02808]  οὐδεὶς μὲν ἁρπάσει ἐκ τῆς χειρὸς τοῦ ποιμένος, ἐκ τῆς χειρὸς τοῦ θεοῦ οὐδεὶς δύναται ἡμᾶς λαβεῖν·
 [03312]  προσέταξεν οὖν ὁ θεὸς τῷ Ἱερεμίᾳ λαβεῖν ποτήριον, προτρεπόμενος δὲ αὐτὸν ἐπὶ τὸ «λαβεῖν τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου», φησί·
 [03600]  [20.9] Τίς ἄξιος ἤδη λαβεῖν ἐκεῖνο τὸ πῦρ ἐν τῇ καρδίᾳ, ἵνα μὴ ἐκεῖ αὐτὸ λάβῃ;
000-00-00 Serial Number=0848399699
In Jesu Nave homiliae Ante [Go Back]  
 [00102]  Καὶ ἐπὶ τῶνδε κατὰ «λίβα» τῆς φυλῆς ὁρίων οὐδὲν ὠνόμασται κλίμα ἄλλ' ἢ «λὶψ» ἢ «δυσμαὶ» ἢ «φάραγξ Αἰγύπτου», ἵνα ταῦτα καὶ [412] τοὺς πειρασμοὺς διαπορευθῇ τις καὶ δυνηθῇ λαβεῖν ὅρια ἐν τῇ φυλῇ τῇ βασιλικῇ, περὶ ἧς γέγραπται·
 [00145]  Τίνα δὲ πόλιν ἔδει τὸν μόνον σωθέντα μετ' Ἰησοῦ παρὰ τὰς χʹ χιλιάδας λαβεῖν ἢ «μητρό πολιν τὴν Ἐνάκ, τὴν Χεβρών»;
000-00-00 Serial Number=0992928982
Philocalia Ante [Go Back]  
 [00415]  ἀδύνατον δὲ ἀπὸ τοῦ εὐαγγελίου ἔστι λαβεῖν ὀφθαλμὸν δεξιὸν σκανδαλίζοντα.
 [00690]  ὁ γὰρ ἁπλῶς θέλων ἐκ λαβεῖν τὸ ἐν κεφαλίδι βιβλίου ἐπὶ οἵου δήποτε ἑνὸς τῶν περιεχόντων τὰ περὶ αὐτοῦ, ἀπαγγελλέτω τίνι λόγῳ τήνδε τὴν βίβλον ἑτέρας προκρίνει.
 [00838]  σημαίνεται καὶ ἡ παρὰ Μωσεῖ ἀναγεγραμμένη ἱστορία ἀπὸ τῆς νόμος φωνῆς, ὡς ἀπὸ τῆς αὐτῆς ἐπιστολῆς ἔστι λαβεῖν ἐκ τοῦ·
 [01045]  καὶ παρὰ τὴν ἀμφιβολίαν δὲ μοχθηρῶν ἐκδοχῶν, καὶ παρὰ τὴν δια στολὴν τῶν στιγμῶν καὶ ἄλλων δὲ μυρίων, παραδείγματα ἔστι φιλοτιμησάμενον οὐκ ὀλίγα λαβεῖν.
 [01159]  καὶ τῷ θέλοντί σοι κριθῆ ναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες καὶ τὸ ἱμάτιον·
 [01190]  καὶ εἰ μὲν σαφῶς ἦν ἀπὸ τῶν εὐαγγελίων λαβεῖν, ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·
 [01736]  πολλοῖς γὰρ καὶ τὰ τῆς ἀνατροφῆς ἐν τοιούτοις γεγένηται ὡς μηδὲ φαντασίαν ἐπιτραπῆναι τῶν κρειττόνων λαβεῖν, ἀλλ' ἀεὶ καὶ ἐκ πρώτης ἡλικίας ἤτοι ἐν παιδικοῖς εἶναι ἀκολάστων ἀνδρῶν ἢ δεσποτῶν, ἢ ἐν ἄλλῃ τινὶ κωλυούσῃ ἀναβλέπειν τὴν ψυχὴν κακοδαιμονίᾳ.
 [02331]  ἵνα ἑαυτῆς ἐπὶ τούτῳ καταγνοῦσα τὴν κατὰ φύσιν γεωργίαν μακροθυμήσῃ ὕστε ρον πολλῷ χρόνῳ λαβεῖν.
 [02385]  ἵνα μετὰ τὸ λαβεῖν, οὐδὲν ἧττον ἐλεγχθέντες ὡς ἀσεβέστατοι τῷ μηδ' οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύ σωνται τοῦ τοιούτου θράσους, καὶ κατ' αὐτὸ τοῦτο ἐλευ θερωθέντες μάθωσιν ὅτι ποτὲ εὐεργετῶν τινὰς ὁ θεὸς μέλλει καὶ βραδύνει, μὴ χαριζόμενος ὁρᾷν καὶ ἀκούειν τοιαῦτα, ἐφ' οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων.
 [02838]  ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου·
 [02859]  πῶς τοίνυν τῆς ὥρας πλατεῖ λόγῳ ἥμισυ δωδεκατημορίου περιεχούσης δύναταί τις λαβεῖν τὸ ἑξηκοστὸν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε φέρε εἰπεῖν εἰδέναι ὅτι γεγέν νηται ὁ δεῖνα ὥρᾳ τετάρτῃ, καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ;
000-00-00 Serial Number=0911819160
Philocalia sive Ecloga Ante [Go Back]  
 [00227]  Ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου·
 [00248]  Πῶς τοίνυν τῆς ὥρας πλατεῖ λόγῳ ἥμισυ δωδεκατημορίου περιεχούσης δύναταί τις λαβεῖν τὸ ἑξηκοστόν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε φέρε εἰπεῖν εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρᾳ τετάρτῃ, καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτρια κοστῷ;
000-00-00 Serial Number=0035214543
Scholia in Apocalypsem Ante [Go Back]  
 [00013]  τί δὲ κατὰ τὸ ᾄδειν τὴν καινὴν ᾠδὴν λέγουσιν ἢ τό Ἄξιος εἶ, ὦ δέσποτα σωτήρ, λαβεῖν τὸ βιβλίον καὶ τὰ ἑξῆς;
 [00017]  ἔτι μὴν καὶ λαοῦ καὶ ἔθνους διαφορὰν διαφόρ<ως ἔστι> λαβεῖν φάσκοντα ὅτι ἐκ τῶν καθαρίων καὶ σοφῶν ἀνθρώπων ληφθέντες ἀπὸ λαοῦ, οἱ δὲ ἀπὸ τῶν χυδαιοτέρων καὶ πολλῶν ἀπὸ ἔθνους ἠγοράσθησαν.
 [00030]  ἀλλά, καθὼς εἴρηται, ὀργὴν θεοῦ οἶμαι εἶναι τὸν διάβολον τῷ ἀναπείθειν ἁμαρτάνειν, βουλόμενον ὑποχείριον λαβεῖν τὸν ἡμαρτηκότα ἐκ τοῦ ἁμαρτάνειν.
 [00087]  [37] Καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κατὰ τὸν τῆς συντελείας καιρόν, φανερωθέντων πάντων τῷ βήματι τοῦ Χριτοῦ ἐπὶ τῷ λαβεῖν ἕκατον ἐπαξίως τῶν βεβιωμένων.
000-00-00 Serial Number=0212330639
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00289]  ὅθεν τι χρήσιμόν ἐστι λαβεῖν, ἀλλὰ καὶ ἐν ταῖς πλατείαις·
000-00-00 Serial Number=0476575613
Scholia in Lucam Ante [Go Back]  
 [00125]  Ἐπειδὴ πάντες οἱ ὁρῶντες ἀγγέλους ἐφοβοῦντο, μήπως ὡς μέλλοντες λαβεῖν αὐτῶν τὰς ψυχὰς παρεληλύθασιν, ὡς καὶ ὁ Μανωέ φησι·
 [00807]  Ἑτέρως ἐστὶ λαβεῖν, τὴν μὲν γυναῖκα εἰς τὴν Ἐκκλησίαν, τὴν δὲ ζύμην εἰς τὸ Πνεῦμα τὸ ἅγιον.
000-00-00 Serial Number=0984560907
Scholia in Matthaeum Ante [Go Back]  
 [00247]  ∆οῦλον δὲ ἑαυτὸν εἶπε διὰ τὸ μορφὴν δούλου λαβεῖν.
 [00369]  Ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο, καὶ δεῖγμα τοῦ μέλ-λοντος λαβεῖν τοὺς θεομάχους τε καὶ μιαιφόνους.
000-00-00 Serial Number=0495944381
Selecta in Genesim Ante [Go Back]  
 [00754]  τοῦ συ κοφαντῆσαι ἡμᾶς, καὶ ἐπιθέσθαι ἡμῖν, τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας, καὶ τοὺς ὄνους ἡμῶν.
000-00-00 Serial Number=0043275893
Selecta in Job Ante [Go Back]  
 [00114]  Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα, οὐ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἀποκείμενα ἐνδύματα πολλά.
000-00-00 Serial Number=0594335556
Selecta in Psalmos Ante [Go Back]  
 [00462]  οὐκ ἄλλοθεν δὲ λαβεῖν αὐτὸ ἔστιν ἢ μετρίως τοῖς φυσικοῖς ἐπι διατρίψαντας.
 [00588]  Καὶ πρὶν τὴν ἄφεσιν τὴν περὶ τῆς σωτηρίας λαβεῖν τὴν αἱμοῤῥοοῦσαν, πυνθάνεται λέγων·
 [00713]  Οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν, καὶ τεθεῖσθαι κληρονόμος διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοή σωμεν τὴν οἰκονομίαν.
 [00821]  πάν τως γὰρ ὁ ἔτι παιδευόμενος ἀτελής ἐστιν, ἀτελὴς δὲ ὢν ὀργῆς δύναται πεῖραν λαβεῖν Θεοῦ.
 [03109]  Ἃ πρέπει Θεῷ δοῦναι, καὶ αἰτοῦντι λαβεῖν, ὡς εἰδότι τί προσεύξασθαι δεῖ, καὶ καθ' ὃ δεῖ.
 [03335]  «Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυνα ρίοις.
 [06234]  καὶ οὐκ ἔστι σωτήριον ἀπό τινος λαβεῖν ὑποταγέντα ἢ ἀπὸ Θεοῦ.
 [07006]  Οἱ ἀόρατοι ἡμῶν πολέμιοι ζητοῦσι τὴν ψυχὴν, ὑποχείριον θέ λοντες λαβεῖν πρὸς κακίαν αὐτὴν προτρεπόμενοι.
 [09069]  δεῖται δὲ Θεοῦ συνεργείας καὶ τῆς ἡμετέρας σπουδῆς, ὡς ἐξ αὐτοῦ λαβεῖν τήν τε χρῆσιν καὶ τὴν κατάληψιν τῶν τε πρακτικῶν καὶ θεωρητικῶν·
 [09534]  Τοιοῦ τος ὢν ὁ Προφήτης, ἀξιοῖ μισθὸν λαβεῖν τῆς δουλείας τό·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»