0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λογικὸν [54]


000-00-00 Serial Number=0162757456
Adnotationes in Exodum Ante [Go Back]  
 [00025]  Ἐπειδὴ προσήκει τὸν ἀρχιερέα καὶ ἔμπροσθεν καὶ ὄπισθεν, καθάπερ ἀσπίδα, περιφέρειν τὴν προφυλακτικὴν ἐπιμέλειαν, μήπου τις ἐναν-τία βουλὴ τῶν τῆς πονηρίας πνευμάτων τὸ λογικὸν τρώσειεν, καὶ τὸ δόκιμον τῶν κρίσεων συνταράξῃ, καὶ τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν τῇ ἐπιμιξίᾳ τῆς κακίας ἀποστῆναι ποιήσειεν.
000-00-00 Serial Number=0139699459
Commentarii in Genesim Ante [Go Back]  
 [00306]  Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα, ἢ φυσιολογούμενον, ἢ θεολογούμενον χωρὶς ἀκριβείας σημαινομένων καὶ τῶν κατὰ τὸν λογικὸν τόπον τρανουμένων, ὃν δεῖ τρόπον παρίστασθαι.
000-00-00 Serial Number=0201976478
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00566]  Καὶ ἐπὶ πᾶσι θνητὸν λογικὸν ὁ ἄνθρωπος.
 [00567]  [1.31.216] Ὁ τοίνυν τῶν ὅλων θεὸς πρῶτόν τι τῇ τιμῇ γένος λογικὸν πεποίηκεν, ὅπερ οἶμαι τοὺς καλουμένους θεούς, καὶ δεύτερον ἐπὶ τοῦ παρόντος καλείσθωσαν «θρόνοι», καὶ τρίτον χωρὶς διστάσεως «ἀρχαί».
 [00956]  [2.10.76] Καὶ τάχα αὕτη ἐστὶν ἡ αἰτία τοῦ μὴ καὶ αὐτὸ υἱὸν χρηματίζειν τοῦ θεοῦ, μόνου τοῦ μονογενοῦς φύσει υἱοῦ ἀρχῆθεν τυγχάνοντος, οὗ χρῄζειν ἔοικε τὸ ἅγιον πνεῦμα διακονοῦντος αὐτοῦ τῇ ὑποστάσει, οὐ μόνον εἰς τὸ εἶναι ἀλλὰ καὶ σοφὸν εἶναι καὶ λογικὸν καὶ δίκαιον καὶ πᾶν ὁτιποτοῦν χρὴ αὐτὸ νοεῖν τυγχάνειν κατὰ μετοχὴν τῶν προειρημένων ἡμῖν Χριστοῦ ἐπινοιῶν.
 [01073]  πρὸς τὸν θεόν, τὸν θεὸν λόγον, τάχα δυνησόμεθα μόνον τὸν τούτου, καθ' ἃ τοιοῦτος, μετέχοντα «λογικὸν» εἰπεῖν·
 [01106]  [2.18.124] Ἅμα δὲ ἐξετάζοντες τὰ περὶ τοῦ ζῶντος θεοῦ καὶ ζωῆς, ἥτις ἐστὶν ὁ Χριστός, καὶ ζώντων ἐν χώρᾳ ἰδίᾳ τυγχανόντων καὶ ζώντων οὐ δικαιουμένων ἐνώπιον τοῦ θεοῦ, ἀκολούθως τούτοις παρατιθέμενοι τὸ «Ὁ μόνος ἔχων ἀθανασίαν» τὰ ὑπονοούμενα συμπαραληψόμεθα περὶ τοῦ πᾶν ὁτιποτοῦν λογικὸν μὴ οὐσιωδῶς ἔχειν ὡς ἀχώριστον συμβεβηκὸς τὴν μακαριότητα.
 [03906]  [13.33.208] Τὰ μὲν γὰρ ἀρτιγέννητα βρέφη, ὥς φησιν ὁ Πέτρος, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθείτω, καὶ εἴ τις τὴν νηπιό τητα ἔχει Κορινθίων, πρὸς οὕς φησιν ὁ Παῦλος·
 [03998]  τάχα γὰρ οὐ πάντη ἀτελὲς τὸ λογικὸν ἦν ἅμα τῷ τεθεῖσθαι ἐν τῷ παραδείσῳ.
 [04009]  [13.37.245] Τελειῶν μέντοι γε ὁ Ἰησοῦς τὸ ἔργον τοῦ θεοῦ, λέγω δὲ πᾶν τὸ λογικὸν καὶ οὐ τὸν ἄνθρωπον μόνον, κατὰ τὸν αὐτὸν τρόπον αὐτὸ τελειοῖ·
000-00-00 Serial Number=0973336339
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00099]  ὁ δὲ μὴ ἐν καιρῷ τὸ λογικὸν ἔλαιον κτώμενος ἀπόλλυσιν [150] ὄντως τὸ συνεισελθεῖν εἰς τοὺς γά μους τῷ νυμφίῳ·
000-00-00 Serial Number=0972184002
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [01334]  αὕτη δὲ ἡ διήγησις περὶ τοῦ μὴ γεύσασθαι θανάτου τοὺς τρεῖς ἀποστόλους, ἕως ἂν ἴδωσι τὸν Ἰησοῦν μεταμορφούμενον, ἁρμόζει τοῖς (ὡς ὁ Πέτρος ὠνόμασε) γενο μένοις «ὡς ἀρτιγέννητα βρέφη», τὰ ἐπιποθοῦντα «τὸ λογικὸν ἄδολον γάλα».
 [01895]  μικροὶ δὲ τὰ «ἀρτιγέννητα βρέφη» <ἐν Χριστῷ *** ὡς «ἀρτιγέννητα βρέφη»>, «λογικὸν ἄδο λον γάλα» ἐπιποθοῦντα, οἵτινες καὶ τῶν παρὰ τῷ Ἡσαΐᾳ λε γομένων τιθηνῶν δέονται καὶ τρο φῶν, λέγοντι περὶ τῆς ἀπὸ τῶν ἐθ νῶν κλήσεως·
 [01903]  [13.27] Εἶτα πάλιν ζητήσαι ἄν τις, πό τε τῶν δεικνυμένων ὑπὸ τοῦ σωτῆρος μικρῶν οἱ λεγόμενοι αὐτῶν ἄγγε λοι προΐστανται, πότερον ἀρξάμενοι τὴν οἰκονομίαν περὶ αὐτοὺς διοικεῖν, ἀφ' οὗ «διὰ λουτροῦ παλιγγενεσίας» (ᾧ ἐγεννήθησαν) «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα» ἐπιπο θοῦσι, καὶ μηκέτι ὑποκείμενοι πονηρᾷ τινι δυνάμει·
 [03474]  οὕτω δὲ καὶ ὡς πρὸς τὸ λογικὸν τοῦ ποιμένος πρό βατά ἐσμεν αὐτοῦ, τῷ τὸν ἐν ἀν θρώποις καὶ τοῖς τελειοτάτοις λόγον παραβαλλόμενον τῷ αὐτολόγῳ πλεῖον ἔχειν ἀπόστημα ἀπ' ἐκείνου, ἢ ὅσον ἔχει ἀπόστημα ὄνου καὶ πώλου ψυχὴ ἢ προβάτου πρὸς ἄνθρωπον.
 [03512]  οὐδὲν γὰρ λογικὸν καὶ κατὰ τρόπον <ἀνθρώπινον> γινό μενον ἐπέπρακτό <ποτε> καὶ ἵδρυτο τῷ ἀπὸ τῶν ἐθνῶν πώλῳ.
 [03513]  καὶ οὗτος ἐφ' ᾧ οὐδὲν λογικὸν πρότερον ἐφί δρυτο εὐτύχησε θεὸν αὐτῷ ἐπι καθεσθῆναι λόγον, τὸν υἱὸν τοῦ θεοῦ, ἵνα ὑπ' αὐτοῦ ἀγόμενος ἡνιοχοῦντος καταντήσῃ ἐπὶ τὴν Ἱερουσαλὴμ τοῦ θεοῦ.
 [03649]  καὶ ἐπὰν ἴδῃς ἐν τῇ ἐκκλησίᾳ τοὺς κατὰ τὸν Πέτρον «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα» ἐπι ποθοῦντας καὶ θηλάζοντας αὐτό, γάλα ποτιζομένους, ἔτι καὶ ὑμνοῦν τας τὸν θεὸν τῇ πίστει καὶ τῷ βίῳ, θεώρει ὅτι πληροῦται ἐπ' αὐτῶν τὸ ἐκ στόματος νηπίων καὶ θη λαζόντων κατηρτίσω αἶνον.
 [03933]  Καὶ ὅρα εἰ δυνάμεθα τὴν μὲν κατὰ τὴν θείαν γραφὴν φυσιολογίαν τὸν ἀμπελῶνα εἰπεῖν, τὸν δὲ ἀκόλουθον τῇ ἀληθεῖ φυσιολογίᾳ βίον ἐν ἀρετῇ καὶ καλλίστοις ἤθεσι καρποφοροῦντα λέγειν εἶναι τὸν τοῦ ἀμπελῶνος καρπόν, τὸν δὲ λογικὸν τόπον καὶ πᾶν τὸ γράμμα τῆς γραφῆς τὸν φραγμὸν εἶναι τοῦ ἀμπελῶνος περικείμενον ἔξωθεν ὡς μὴ κατοπτεύεσθαι τοῖς ἔξωθεν τὸν ἀμπελῶνα καὶ τὸν ἐν κρυπτῷ μάλιστα καρπὸν αὐτοῦ, τὸ δὲ βάθος *** τῆς δεχομένης τοὺς καρποὺς τού τους ψυχῆς πᾶν ἐπιπόλαιον ἀπο βαλούσης τὴν ὀρυχθεῖσαν εἶναι ἐν τῷ ἀμπελῶνι ληνόν.
000-00-00 Serial Number=0474359274
Contra Celsum Ante [Go Back]  
 [02729]  Καὶ πρὸς τοῦτο δὲ φήσομεν ὅτι οὐκ ἔστιν ὅτ' οὐκ ἐβουλήθη δικαιῶσαι τὸν ἀνθρώπων βίον ὁ θεός, ἀλλὰ καὶ ἀεὶ ἐπεμελήθη διδοὺς ἀρετῆς ἀφορμὰς τοῦ ἐπανορθοῦσθαι τὸ λογικὸν ζῷον.
 [02827]  Καὶ τινὶ μέν, ὡς ὠνόμασεν ἡ γραφή, λογικὸν ἄδολον γάλα γίνεται, τινὶ δὲ ὡς ἀσθενεστέρῳ οἱονεὶ λάχανον, τινὶ δὲ τελείῳ στερεὰ τροφὴ παραδίδοται.
 [02889]  Ἢ τοὺς μὲν ἄλλους ἀνθρώπους εἰς τὴν προκειμένην εἰκόνα μὴ παραλαμβάνετε ἀλλὰ διὰ τὸ λογικὸν καὶ τοὺς καθεστῶτας νόμους τηρεῖτε αὐτοὺς ἀνθρώπους, Χριστιανοὺς δὲ καὶ Ἰουδαίους διὰ τὰ μὴ ἀρέσκοντα ὑμῖν αὐτῶν δόγματα ἐξευτελίζοντες τούτοις τοῖς ζῴοις παραβεβλήκατε;
 [02896]  ἀλλ' οὐδεὶς ἂν τῶν εὖ φρονούντων λέγοι κρείττονα εἶναι διὰ τὰ σώματα τάδε τὰ ἄλογα τῶν λογικῶν πολὺ γὰρ εἰς ὑπεροχὴν ἀνάγει ὁ λόγος τὸ λογικὸν παρὰ πάντα τὰ ἄλογα ἀλλ' οὐδὲ τὰ σπουδαῖα καὶ μακάρια, εἴτε, ὡς ὑμεῖς φατε, οἱ ἀγαθοὶ δαίμονες εἴτε, ὡς ἡμῖν ἔθος ὀνομάζειν, οἱ τοῦ θεοῦ ἄγγελοι ἢ αἱ ὁποιαιδηποτοῦν ὑπερέ χουσαι τῶν ἀνθρώπων φύσεις·
 [02897]  ἀλλ' ἐπεὶ τὸ ἐν αὐτοῖς λογικὸν τετελείωται καὶ κατὰ πᾶσαν ἀρετὴν πεποίωται.
 [02902]  Καίτοι γε ὁποῖον δὴ τὸ λογικὸν οὐκ ἂν εὐλόγως σκώληκι παραβάλ λοιτο, ἀφορμὰς ἔχον πρὸς ἀρετήν.
 [02905]  ὁ γὰρ λόγος τὴν ἀρχὴν ἔχων ἀπὸ τοῦ παρὰ θεῷ λόγου οὐκ ἐᾷ τὸ λογικὸν ζῷον πάντῃ ἀλλότριον νομισθῆναι θεοῦ·
 [03559]  Ὁ ἀπ' οὐρανοῦ δὴ ἐπὶ γῆν κατὰ τὴν ὑπόθεσιν αὐτοῦ βλέπων τὰ δρώμενα ὑπὸ τῶν ἀνθρώπων καὶ τὰ ὑπὸ τῶν μυρμήκων γινόμενα πότερον ἐνορᾷ μὲν ἀνθρώπων καὶ μυρμήκων σώμασιν, οὐ κατανοεῖ δὲ τὸ λογικὸν ἡγεμονικὸν καὶ λογισμῷ κινούμενον πάλιν τε αὖ τὸ ἄλογον ἡγεμονικὸν καὶ ὑπὸ ὁρμῆς καὶ φαντα σίας ἀλόγως κινούμενον μετά τινος φυσικῆς ὑποκατασκευῆς;
 [03626]  ὅπου μὲν δυσωπῶν μὴ παραδέξασθαι τὸ τοιοῦτον, ἵνα μὴ τὸ λογικὸν ἀντὶ τῶν δαιμονίων χρηστηρίων ὄρνισι χρήσηται, καταλιπὸν ἐκεῖνα, ὅπου δὲ διὰ μαρτυρουμένης ὑπὸ πολλῶν ἐναργείας παριστὰς ὅτι πολλοὶ ἀπὸ μεγίστων διεσώθησαν κινδύνων, πεισθέντες τῇ δι' ὀρνίθων μαντικῇ.
 [03739]  προηγουμένως γὰρ διὰ τὸ λογικὸν ζῷον τὰ πάντα δεδημιούργηται.
 [03742]  οὐ λέοντι ὁ δημιουργὸς οὐδ' ἀετῷ οὐδὲ δελφῖνι ταῦτα πεποίηκεν, ἀλλὰ πάντα διὰ τὸ λογικὸν ζῷον, καὶ ὅπως ὅδε ὁ κόσμος ὡς ἂν θεοῦ ἔργον ὁλόκληρον καὶ τέλειον ἐξ ἁπάντων γένηται.
 [03746]  οἰκονομεῖ γάρ, κἂν κάκιον γίνηται διὰ τὸ λογικὸν ἁμαρτάνον μέρος τι τοῦ ὅλου, καθάρσιον αὐτοῦ ποιεῖν καὶ διὰ χρόνου ἐπιστρέφειν τὸ ὅλον πρὸς ἑαυτόν.
 [03753]  Καὶ εἰ μὲν οἷόν τ' ἦν μετὰ τοῦ λόγου εἰσελθόντας εἰς τὴν παντὸς οὑτινοσοῦν συνείδησιν τῶν ἐντυγχανόντων τῷ ἐκείνου συγγράμματι ἕκαστον ἐξελκύσαι βέλος, τιτρῶσκον τὸν οὐ πάντῃ πεφραγμένον τῇ πανοπλίᾳ τοῦ θεοῦ, καὶ ἐπιθεῖναι λογικὸν φάρμακον, θεραπεῦον τὸ ἀπὸ Κέλσου τραῦμα, ποιοῦν μὴ ὑγιαίνειν τῇ πίστει τοὺς προσέχοντας αὐτοῦ τοῖς λόγοις, τοῦτ' ἂν πεποιήκειμεν.
 [05288]  Σὰρξ οὖν ἐγένετο, καὶ γενόμενος σὰρξ ἐσκήνωσεν ἐν ἡμῖν οὐκ ἔξω γινόμενος ἡμῶν, σκηνώσας δὲ καὶ γενόμενος ἐν ἡμῖν οὐκ ἔμεινεν ἐπὶ τῆς πρώτης μορφῆς, ἀλλ' ἀναβιβάσας ἡμᾶς ἐπὶ τὸ λογικὸν ὑψηλὸν ὄρος ἔδειξεν ἡμῖν τὴν ἔνδοξον μορφὴν ἑαυτοῦ καὶ τὴν λαμπρότητα τῶν ἐνδυμάτων αὐτοῦ καὶ οὐχ ἑαυτοῦ γε μόνου ἀλλὰ καὶ τοῦ πνευματικοῦ γε νόμου, ὅς ἐστιν ἐν δόξῃ ὀφθεὶς μετὰ Ἰησοῦ Μωϋσῆς.
 [06734]  [8.51] Μετὰ δὲ ταῦτα ἀποδέχεται τοὺς τὴν ψυχὴν ἢ τὸν νοῦν ἢ τὸ καλούμενον παρ' αὐτοῖς πνευματικὸν ἢ λογικὸν πνεῦμα νοερὸν ἅγιον καὶ μακάριον ἢ ψυχὴν ζῶσαν ἐλπίζοντας ἕξειν αἰώνιον, καὶ σὺν θεῷ αὐτὸ ἔσεσθαι, προσίεται δὲ ὀρθῶς νομιζόμενον καὶ τὸ μὲν περὶ τῶν εὖ βιωσάντων ὡς εὐδαι μονησόντων δόγμα περὶ δὲ τῶν ἀδίκων ὡς πάμπαν αἰωνίοις κακοῖς συσχεθησομένων.
000-00-00 Serial Number=0159178674
De principiis Ante [Go Back]  
 [00013]  [3.1.3] Τὸ μέντοι λογικὸν ζῷον καὶ λόγον ἔχει πρὸς τῇ φαντα στικῇ φύσει, τὸν κρίνοντα τὰς φαντασίας καί τινας μὲν ἀποδοκιμά ζοντα, τινὰς δὲ παραδεχόμενον, ἵνα ἄγηται τὸ ζῷον κατ' αὐτάς.
000-00-00 Serial Number=0468184829
Fragmenta de principiis Ante [Go Back]  
 [00139]  (Ὁ τοίνυν λόγος, οἶμαι, δείκνυσι πᾶς, πᾶν ὅ τι ποτὲ λογικὸν ἀπὸ παντὸς οὑτινοσοῦν λογικοῦ δύνασθαι γενέσθαι.) Καὶ μετὰ βραχέα ἐπάγει λέγων·
000-00-00 Serial Number=0638273299
Homiliae in Lucam Ante [Go Back]  
 [00461]  Ἐὰν [17.104] μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται, ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογικὸν τὸ ἐν ἡμῖν οὐκ ἀνθήσει·
000-00-00 Serial Number=0274187088
Philocalia Ante [Go Back]  
 [01029]  [14.2] Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα ἢ φυσιολογούμενον ἢ θεολογού μενον, χωρὶς ἀκριβείας σημαινομένων καὶ τῶν κατὰ τὸν λογικὸν τόπον τρανουμένων, ὃν δεῖ τρόπον παρίστασθαι.
 [01907]  «Φέρ' οὖν, εἴ τις ἀπ' οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπιβλέποι, τί ἂν δόξαι διαφέρειν τὰ ὑφ' ἡμῶν ἢ τὰ ὑπὸ μυρμήκων καὶ μελισσῶν δρώμενα;» ὁ ἀπ' οὐρανοῦ δὴ ἐπὶ γῆν κατὰ τὴν ὑπόθεσιν αὐτοῦ βλέπων τὰ δρώμενα ὑπὸ τῶν ἀνθρώπων καὶ τὰ ὑπὸ τῶν μυρμήκων γινόμενα, πότερον ἐνορᾷ μὲν ἀνθρώπων καὶ μυρμήκων σώμασιν, οὐ κατανοεῖ δὲ τὸ λογικὸν ἡγεμονικὸν καὶ λογισμῷ κινούμενον, πάλιν τε αὖ τὸ ἄλογον ἡγεμονικὸν καὶ ὑπὸ ὁρμῆς καὶ φαντασίας ἀλόγως κινούμενον μετά τινος φυσικῆς ὑποκατασκευῆς;
 [01985]  ὅπου μὲν δυσωπῶν μὴ παραδέξασθαι τὸ τοιοῦτον, ἵνα μὴ τὸ λογικὸν ἀντὶ τῶν δαιμονίων χρηστηρίων ὄρνισι χρήσηται, καταλιπὸν ἐκεῖνα·
 [02112]  προη γουμένως γὰρ διὰ τὸ λογικὸν ζῶον τὰ πάντα δεδημιούργηται.
 [02115]  ἀλλὰ πάντα διὰ τὸ λογικὸν ζῶον, καὶ «ὅπως ὅδε ὁ κόσμος ὡς ἂν θεοῦ ἔργον ὁλόκληρον καὶ τέλειον ἐξ ἁπάντων γένηται.».
 [02119]  οἰκονομεῖ γὰρ, κἂν κάκιον γένηται διὰ τὸ λογικὸν ἁμαρτάνον μέρος τι τοῦ ὅλου, καθάρσιον αὐτοῦ ποιεῖν, καὶ διὰ χρόνου ἐπιστρέφειν τὸ ὅλον πρὸς ἑαυτόν.
 [02140]  [21.2] Τὸ μέντοι λογικὸν ζῶον καὶ λόγον ἔχει πρὸς τῇ φανταστικῇ φύσει, τὸν κρίνοντα τὰς φαντασίας καὶ τινὰς μὲν ἀποδοκιμάζοντα τινὰς δὲ παραδεχόμενον ἵνα ἄγηται τὸ ζῶον κατ' αὐτάς.
000-00-00 Serial Number=0615408123
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00457]  λογικὸν ζῶον ἡ νύμφη·
000-00-00 Serial Number=0782357812
Selecta in Ezechielem Ante [Go Back]  
 [00829]  Τροπολογεῖται εἰς λέοντα, εἰς ἕκαστον θηρίον κατὰ τὴν ἕξιν τὸ λογικὸν, καὶ εἰς πᾶν ζῶον καὶ ἑρ πετόν.
000-00-00 Serial Number=0897170365
Selecta in Genesim Ante [Go Back]  
 [00516]  Αἱ τρεῖς ῥάβδοι συμβολικῶς ἤτοι αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς εἰσι, τὸ λογικὸν, τὸ θυμικὸν, τὸ ἐπιθυμητι κόν·
000-00-00 Serial Number=0143247843
Selecta in Leviticum Ante [Go Back]  
 [00018]  ἵνα τοῦ μὲν ἀλόγου τὸ λογικὸν μόνον καταλείπηται, καὶ τοῦ ἀψύχου ὑπὸ τοῦ πυρὸς νενικη μένου ἀπομείνοι τὸ ἔμψυχον μόνον.
000-00-00 Serial Number=0320969999
Selecta in Psalmos Ante [Go Back]  
 [00014]  Θεὸν μὲν γενικώτατα λέγουσι ζῶον ἀθά νατον, λογικὸν, καθὸ πᾶσα λογικὴ ψυχὴ Θεός ἐστιν.
 [00015]  Ἄλλως δὲ, ζῶον ἀθάνατον, λογικὸν, καθ' αὑτὸ ὄν·
 [00018]  Κατ' ἄλλον δὲ τρόπον, Θεὸν λέγεσθαι ζῶον ἀθάνατον, λογικὸν, σπουδαῖον·
 [00467]  Προηγουμένως μὲν γὰρ τὸ λογικὸν ζῶον, διὰ δὲ τὴν αὐτοῦ χρείαν κτήνη καὶ τὰ ἀπὸ τῆς γῆς φυόμενα.
 [02623]  Τὸ λογικὸν τῆς φύσεως ἀποῤῥίψαντες θηρία μιμοῦν ται τροφῆς ἐφιέμενα, καὶ ταύτην περισκοποῦντα καὶ ἐξαπίνης ὁρμῶντα.
 [06051]  Τούτων γὰρ ἕκαστος σοφός ἐστι φαρμα κεύων, τουτέστι σκευάζων φάρμακον λογικὸν, ἀλε ξοῦν τὴν τῆς ἀσπίδος ὁρμήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»