0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μηδαμῶς [97]


000-00-00 Serial Number=0469341815
Commentarii in Genesim Ante [Go Back]  
 [00047]  Ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινομένων, τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συμβήσεσθαι, μὴ διακρίνῃ ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσο μένου, αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχά νειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι, ἢ τάδε τινὰ ἔσεσθαι, πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει·
 [00099]  Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοὶ τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι, εἰ ὁ Θεὸς προ γινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖ νοι, ἔνδοξον μὲν περὶ Θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν, καὶ διὰ τοῦτο ἔπαινον, καὶ ψόγον, καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν, τῶν τε κακιῶν ψεκτόν·
 [00165]  Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέ ρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον.
 [00311]  μηδαμῶς ἔργῳ δεικνύναι δυνάμενοι πῶς ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τὰ οὕτω τεταγμένως κινούμενα, κεῖται ἐν τῷ πονηρῷ.
000-00-00 Serial Number=0302954197
Commentarii in Romanos Ante [Go Back]  
 [00013]  δυνάμει λ[·]·ειν ἃ μηδαμῶς ἀκολουθεῖ τοῖς υ῾̣φ' η῾̣μ̣ω῀̣ν̣ πε|[··]··ενοις.
 [00021]  ἧς μηδαμῶς ὑπαρχούσης ὑπεροχὴ π·ρ[·] τὴν δικαιοσύνην ·[·]··
 [00229]  Οὐ γὰρ ἐξ ἔργων ῥιζοῦται ἡ δικαιοσύνη ἀλλ' ἐκ τοῦ ἐρριζῶσθαι αὐτὴν | λογισαμένου τοῦ Θεοῦ τὴν πίστιν εἰς δικαιοσύνην *** μακάριοι ὧν ἀφέθησαν αἱ ἀνο μίαι οὐχὶ μηδαμοῦ μηδαμῶς μηδὲν ποιησάντων ἄξιον ἀφέσεως ἀνομιῶν καὶ τῆς ἐπ' αὐτῇ μακαριότητος ἀλλ' ἔτυχον ταύτης τῆς ἀφέσεως καὶ τοῦ μακα ρισμοῦ, πιστεύσαντες ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ *** ἐπιστῆσαι δὲ | εἰ ἔχει τινὰ τάξιν πρῶτον μὲν λεγόμενον τὸ «Ὧν ἀφέθησαναἱ ἀνομίαι», [188] δεύτερον δὲ τὸ «Ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·» μηκέτι μὲν γὰρ πραττομένου τοῦ χείρονος, ἄφεσις δύναται γενέσθαι ἀνομιῶν, ἀγαθοῦ δὲ ἐπιτελουμένου ἐπ̣ι`̣ τ̣ο̣σ̣ο̣υ῀̣τ̣ο̣ν̣ ὡς τὰ γινόμενα καλύμματα γενέσθαι τῶν προημαρτημέ|νων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμαρτίαι·
000-00-00 Serial Number=0463188827
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [01002]  Φαίνεται δὴ ὁ ἀπόστολος τὰ «οὐκ ὄντα» οὐχὶ ἐπὶ τῶν μηδαμῆ μηδαμῶς ὄντων ὀνομάζων ἀλλ' ἐπὶ τῶν μοχθηρῶν, «μὴ ὄντα» νομίζων τὰ πονηρά·
 [01748]  ἐὰν γὰρ μηδαμῶς φαίνηται τοῦθ' οὕτως ἔχον, δῆλον ὅτι ἐσκέδασται ὁ τοῦ προτέρου λόγος.
 [01835]  Ἥντινα ὁδὸν εὐθύνει μὲν ὁ μηδαμῶς τὴν σκολιότητα τῆς τοῦ ὄφεως πορείας μιμούμενος, ὁ δὲ τούτῳ ἐναντίος διαστρέφει.
 [02799]  [10.18.109] Παρελθούσης γὰρ τῆς νυκτὸς καὶ ἐπελθούσης τῆς μετὰ ταῦτα ἡμέρας, τὸν μηδαμῶς ἀπὸ τῶν παλαιοτέρων καὶ κάτωθεν ζυμούντων ἄζυμον ἔχοντες ἄρτον φαγόμεθα, χρήσιμον ἡμῖν ἐσόμενον, ἕως δοθῇ τὸ μετὰ τὸν ἄζυμον μάννα, ἡ ἀγγελικὴ καὶ μὴ ἀνθρωπίνη τροφή.
 [03154]  [10.36.238] Καὶ τότε μᾶλλον τοῦ νῦν τῷ ὑστεροῦντι περισσοτέραν διδοὺς τιμήν, ἵνα μηδαμῶς «ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη», καὶ εἴ τινα εὐπά θειαν ἔχει μέλος, συνευπαθήσῃ πάντα τὰ μέλη, εἴτε δοξάζεται, συγχαίρῃ τὰ πάντα.
 [03347]  [10.45.315] Τῷ δὲ «Οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυ ρήσῃ περὶ ἀνθρώπου» εὐκαίρως χρηστέον εἰς παράστασιν τοῦ υἱοῦ τοῦ θεοῦ ἀφ' ἑαυτοῦ δυναμένου θεωρεῖν περὶ ἑκάστου τῶν ἀνθρώπων, καὶ μηδαμῶς μαρτυρίου δεῖσθαι τοῦ ἀπό τινος.
 [03580]  [13.13.85] Ἐπὰν δὲ ἐνστῇ τὸ πλήρωμα τοῦ χρόνου, τότε οὐχ ἡγητέον τὴν ἀληθινὴν προσκύνησιν καὶ τελείαν θεοσέβειαν τελεῖσθαι ἐν Ἱεροσολύμοις ἔτι, ὅταν τις γένηται μηδαμῶς ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, καὶ μηδαμῶς ἔτι ἐν τύπῳ ἀλλὰ πᾶς ἐν ἀληθείᾳ, τοιοῦτος κατεσκευασμένος ὥστε ἐξομοιοῦ σθαι αὐτὸν οἷς ζητεῖ προσκυνηταῖς ὁ θεός.
 [05104]  πλὴν οὐκ ἔστιν τις μηδαμῶς μετέχων σπέρ [20.3.15] ματος δικαίων.
 [05265]  [20.12.87] Τὸ μηδαμῶς δυνατὸν πραχθῆναι τῷ Ἀβραάμ, εἰ μὴ πε ποίηκεν Ἀβραάμ, ὡς ἔτυχεν ἀνειρῆσθαι δόξει τὸ «Τοῦτο Ἀβραὰμ «οὐκ ἐποίησεν».
 [05266]  εἴποιεν γὰρ ἂν πρὸς τοῦτό τινες ὅτι μάτην λέγεται τὸ «Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν», εἴπερ οὐκ ἐποίησεν τὸ μηδαμῶς γενόμενον κατὰ τὸν χρόνον αὐτοῦ·
 [05318]  ἅμα δὲ καὶ σημείωσαι, τί νοῶν ὁ Ἰωάννης εἶπεν τὸ «Πᾶς ὁ ἁμαρτάνων οὐχ «ἑώρακεν αὐτόν» <δηλῶν> διὰ τοῦ «Ἑώρακεν αὐτὸν» ὡς ἀεὶ δυνα μένων εἶναι τῶν ὁρώντων τὸν υἱὸν τοῦ θεοῦ καὶ ἐκ τοῦ ἑωρακέναι αὐτὸν μεταλαμβανόντων δυνάμεως πρὸς τὸ μηδαμῶς ἁμαρτάνειν.
 [05595]  καὶ ἡγοῦμαι ζῶντας μὲν εἶναι ἐν Χριστῷ τοὺς τετελειωμένους καὶ μηδαμῶς ἔτι ἁμαρτίαν ἐργαζομένους, νεκροὺς δὲ ἐν Χριστῷ τοὺς διακειμένους μὲν κατὰ τὴν ἐν Χριστῷ πίστιν καὶ προαιρουμένους βιοῦν καλῶς, οὐ μὴν ἤδη κατωρθωκότας ἀλλ' ἔτι ἁμαρτάνοντας, ἤτοι κατ' ἄγνοιαν τοῦ ἀκριβοῦς περὶ δικαιοσύνης ἀληθοῦς λόγου, ἢ κατὰ ἀσθένειαν νικωμένων τῶν κριμάτων ἀπὸ [20.26.233] τῆς ἐπιθυμούσης κατὰ τοῦ πνεύματος σαρκός.
 [05648]  πᾶν πνεῦμα πονηρὸν καὶ ἀπατηλὸν νομίζω εἶναι ψεῦδος, καὶ ἕκαστον τούτων ὅταν λαλῇ, ἐκ τῶν ἰδίων καὶ μηδαμῶς ἐκ τῶν τοῦ θεοῦ λαλεῖν·
 [05701]  [20.31.276] Ὁ λόγος, ἐπὰν τρανῶς αὑτοῦ παριστάνῃ τὸ βούλημα ὡς μηδαμῶς ἀντιλέγειν δύνασθαί τινα τῶν ἀκουόντων, καὶ ταῦτα ἂν λέγοι δυσωπῶν τοὺς μὴ συγκατατιθεμένους·
 [06802]  [32.5.56] Τοῖς νῦν ὑπὸ τοῦ Πέτρου λεγομένοις ἐν καιρῷ χρησόμεθα παραδείγματος ἕνεκεν, εἴ που δέοι, ὅτι ἐστὶν δυνατόν τινα κατὰ πρόθεσιν βελτίστην λέγειν διὰ τὸ ἀνεπίστημον τὰ μηδαμῶς ἑαυτῷ [32.5.57] συμφέροντα.
000-00-00 Serial Number=0936769605
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00853]  Ἡμεῖς δὲ μηδαμῶς τοῦτο εὑρίσκοντες ἐν τῇ θείᾳ γραφῇ, φαμὲν ὅτι κατάστασις λογικωτέρα μεταβάλλει εἰς ἀλογωτέραν, ἐκ πολλῆς ῥᾳθυμίας καὶ ἀμελείας τὸ τοιοῦτον πάσχουσα·
 [00975]  ὁ οὖν ἀναμάρτητος καὶ μηκέτι δεόμενος τῶν νομικῶν θυσιῶν ὑπερβέβηκε τελειωθεὶς τάχα καὶ τὸν πνευματικὸν νόμον, καὶ γέγονεν ἐν τῷ ὑπὲρ αὐτὸν λόγῳ, ὅστις τοῖς μὲν ἐν σαρκὶ ζῶσι «σὰρξ» ἐγεγόνει, τοῖς δὲ μηδαμῶς ἔτι «κατὰ σάρκα» στρατευομένοις, ὡς ἦν «ἐν ἀρχῇ πρὸς τὸν θεόν», θεὸς λόγος ὤν, θεωρεῖται καὶ ἀποκαλύπτει τὸν πατέρα.
 [01899]  εἴπερ γὰρ ὁ μικρὸς μὲν καὶ «κληρο νόμος» ᾗ «νήπιος» δὲ ὡς μηδὲν δια φέρων «δούλου» (ὅτε ἐστὶ νήπιος) καὶ ᾗ μικρός ἐστι τὸ τῆς «δουλείας εἰς φόβον» ἔχει πνεῦμα, ὁ δὲ μηδαμῶς ἔτι τοιοῦτος, οὐκέτι μὲν τὸ τῆς «δουλείας», ἤδη δὲ τὸ τῆς «υἱοθεσίας», ὅτε «ἡ τε λεία ἀγάπη ἔξω βάλλει τὸν φόβον», δῆλον ἔσται σοι, ὅτι κατὰ ταῦτα παρεμβάλλειν λέγεται ὁ «ἄγγελος κυ ρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν» καὶ ῥύεσθαι «αὐτούς».
 [02361]  μετὰ ταῦτά φησιν ὁ σωτὴρ ἡμῶν, μηδαμῶς ἐπιτρέπων ἐπ' ἄλλῳ ἁμαρτήματι διαλύειν γάμους ἢ μόνῃ πορνείᾳ εὑρισκομένῃ ἐν τῇ γυναικί, τὸ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορ νείας, ποιεῖ αὐτὴν μοιχευθῆ ναι.
 [02677]  [15.17] Φρονιμώτερον οὖν τις δόξαι ἂν <λέγειν>, τηρῶν τὰ τῆς λέξεως καὶ μηδαμῶς τροπολογῶν τὰ κατ' αὐτήν, οὕτως ἀπαντῶν, ὡς πιστὸς μέν, εἰ δὲ καὶ ἀξίως τῶν κατὰ τὸν τόπον νοῶν τὰ λεγόμενα ἢ μή, καὶ αὐτὸς κρινεῖς.
 [03455]  «ἀλλ' ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα», ᾧ <ὅτι> μηδαμῶς ἀντιλέ γειν ἔμελλε τῶν λεγόντων τις·
 [03526]  ἐν τῇ ὁδῷ τοίνυν καθ' ἣν ἦγε τὴν ὄνον καὶ τὸν πῶλον ἐπὶ τὰ Ἱεροσόλυμα, ἔστρωσαν τὰ ἑαυτῶν ἱμάτια ὁ πλεῖστος ὄχλος, ἵνα καθαροῖς γῆς καὶ γηΐνων πραγ μάτων <ποσὶ> καὶ μηδαμῶς ἔχουσι κονιορτὸν ἡ ὄνος καὶ ὁ πῶλος ἐπιβῇ τῇ Ἱερουσαλήμ.
 [04342]  ὡς ἐν τοιούτοις δὴ τόποις ὑπολαμ βάνω μετὰ τὸν θάνατον τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς τοῦ νόμου καὶ τὴν ἀνατροπὴν αὐτῆς τὴν μέν τινα ψυχὴν ποιοῦσαν παρὰ τὴν θείαν ἐντολήν, γυναῖκα πρότερον γενομένην τοῦ τεθνηκότος καὶ ἐκείνῳ πιστεύσασαν, «ἔξω» πάντη γίνεσθαι τοῦ νόμου «ἀνδρὶ μὴ ἐγγίζοντι», ὅτε παρα δέχεται λόγον αὐτὸν <μὴ> ἐγγί ζοντα *** τῇ ἐκδοχῇ τοῦ γράμματος, ἀλλὰ πάντη ἀλλότριον (τοιαῦται δέ εἰσιν αἱ τῶν ἑτεροδόξων ψυχαί, αἷς καὶ ἡ ἐκδοχὴ τοῦ κατὰ τὸν νόμον γράμματος ἐτελεύτα, καὶ οὐκ ἐβουλήθησαν τῷ <ἀεὶ> «ἐπὶ τὸ αὐτὸ» ἐκείνῳ οἰκοῦντι γαμηθῆναι πνευ ματικῷ νόμῳ, ἀλλά τινι «ἔξω» ἀμφοτέρων τούτων λόγῳ καὶ μηδαμῶς «ἐγγίζοντι» κοινωνῆσαι).
000-00-00 Serial Number=0840673268
Contra Celsum Ante [Go Back]  
 [00153]  Καὶ ἀπὸ πρώτης δὲ προσβολῆς ταραχ θέντες τινὲς εἰς τὸν περὶ προνοίας λόγον ἐκ τῶν ἐπὶ γῆς γινομένων φαύλοις καὶ σπουδαίοις προπετέστερον συγκατέ θεντο τῷ μηδαμῶς εἶναι πρόνοιαν καὶ τὸν Ἐπικούρου καὶ Κέλσου εἵλοντο λόγον.
 [01183]  Ἐδείχθη γὰρ περὶ μὲν τοῦ προδόντος ὅτι ψεῦδος τὸ μηδαμῶς αὐτὸν πεφροντικότα τοῦ διδασκάλου προδεδωκέναι·
 [02139]  Ἵνα καὶ συγχωρηθῇ ταῦτα μηδαμῶς εἶναι πλάσματα ἀλλὰ κατά τινα δαιμονίου συνεργίαν γεγονέναι.
 [02551]  Εἰ δέ τι τῶν ὄντων δύναται ἀδικεῖν τῷ καὶ πρὸς τὸ ἀδικεῖν πεφυκέναι, δύναται ἀδικεῖν οὐκ ἔχον ἐν τῇ φύσει τὸ μηδαμῶς δύνασθαι ἀδικεῖν.
 [02891]  Ἔστω γὰρ ὑμᾶς πρῶτον λέγειν ὅτι πάντες ἄνθρωποι ὡς πρὸς θεὸν τοῖς εὐτελέσι τούτοις παραβάλλονται ζῴοις, ἐπεὶ μηδαμῶς ἐστιν αὐτῶν ἡ μικρότης συγκριτὴ τῇ ὑπεροχῇ τοῦ θεοῦ.
 [02987]  ὅστις οὐ μόνον συνέσει ἀλλὰ καὶ θείᾳ μοίρᾳ κοσμηθεὶς καὶ καταβαλὼν τὸν περὶ τῶν ἐπὶ γῆς δαιμόνων λόγον, λιβανωτῷ καὶ αἵματι καὶ ταῖς ἀπὸ τῆς κνίσσης ἀναθυμιάσεσι χαιρόντων καὶ τοὺς ἀνθρώπους κατασπώντων δίκην τῶν μυθευομένων Τιτάνων ἢ Γιγάντων ἀπὸ τῆς περὶ θεοῦ ἐννοίας, αὐτὸς οὐ φροντίσας τῆς ἐπιβουλῆς αὐτῶν, ἐπιβουλευόντων μάλιστα τοῖς βελτίοσιν, ἔθετο νόμους, καθ' οὓς οἱ βιοῦντες μακάριοι ἔσονται, μηδαμῶς τοὺς δαίμονας διὰ τῶν θυσιῶν κολακεύοντες καὶ πάντῃ καταφρονοῦντες αὐτῶν διὰ τὸν βοηθοῦντα τοῦ θεοῦ λόγον τοῖς ἄνω καὶ πρὸς θεὸν βλέπουσι.
 [03228]  Αἱ γοῦν δοκοῦσαι περὶ αὐτῶν ἀλληγορίαι γεγράφθαι πολὺ τῶν μύθων αἰσχίους εἰσὶ καὶ ἀτοπώτεραι, τὰ μηδαμῆ μηδαμῶς ἁρμοσθῆναι δυνάμενα θαυμαστῇ τινι καὶ παντάπασιν ἀναισθήτῳ μωρίᾳ συνάπτουσαι.
 [03426]  Ἀλλὰ καὶ οὐκ ἂν ὁ διδάσκων λόγος ἡμᾶς μηδαμῶς ὀργίζεσθαι καὶ φάσκων ἐν τριακοστῷ ἕκτῳ ψαλμῷ·
 [03540]  Ἐρεῖ γὰρ ὁ δεόμενος τῆς διὰ λόγου παιδεύσεως καὶ μηδαμῶς ἐπαΐων αὐτῆς·
 [03545]  Εἰ δὲ καὶ τῶν ἀποτιθεμένων καρπῶν τὰς ἐκφύσεις ἀπεκτι θέασιν οἱ μύρμηκες, ἵνα μὴ σπαργῷεν, μένοιεν δὲ δι' ἔτους αὐτοῖς εἰς τροφήν, οὐ λογισμὸν εἶναι ἐν μύρμηξι τούτων αἴτιον ὑπονοητέον ἀλλὰ τὴν παμμήτορα φύσιν, καὶ τὰ ἄλογα κοσμήσασαν, ὡς μηδὲ τοὐλάχιστον καταλιπεῖν, μηδαμῶς φέρον ἴχνος τοῦ ἀπὸ τῆς φύσεως λόγου.
 [04049]  [5.28] Ἀλλ' εἰκὸς ὅτι φήσουσι πρὸς ταῦτα ὅσιον εἶναι τὸν τὰ πάτρια φυλάττοντα καὶ μηδαμῶς ἀνόσιον, ἐπειδὴ τὰ ἑτέρων οὐ τηρεῖ·
 [04388]  Οὐ λέγω δ' ὅτι οἱ μὲν τῷ λόγῳ ἐπιβουλεύοντες καὶ ἀποκτεῖναι αὐτὸν βουληθέντες καὶ δεῖξαι πᾶσι νεκρὸν καὶ τὸ μηδὲν τυγχάνοντα βούλονται αὐτοῦ μηδαμῶς ἀνοιχθῆναι τὸν τάφον, ἵνα μηδεὶς τὸν λόγον μετὰ τὴν ἐπιβουλὴν αὐτῶν ζῶντα θεάσηται·
 [04491]  [6.3] Παλαιοὶ τοίνυν ἄνδρες καὶ σοφοὶ δηλούσθωσαν τοῖς ἐπίστασθαι δυναμένοις, καὶ δὴ καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν καὶ φασκέτω μηδαμῶς εἶναι ῥητὸν τὸ πρῶτον ἀγαθόν, ἀλλ' ἐκ πολλῆς συνουσίας ἐγγινόμενον καὶ ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ·
 [04707]  καὶ παρ' αὐτὸν τὸν τῆς θλίψεως καὶ τῶν πόνων καιρὸν μηδαμῶς μὲν βαρούμενος ὑπ' αὐτῶν, ἐπελαφρί ζων δὲ διὰ τὴν περὶ ἐκεῖνα θέαν πᾶσαν περίστασιν·
 [04733]  Ἀλλ' εἰ ἄκαιρον αὐτῷ ἔδοξεν ἐκείνων τι παραβαλεῖν ὡς μηδαμῶς συμβαλλόμενον εἰς τὴν Ἰουδαίων ἢ Χριστιανῶν κατηγορίαν, πῶς οὐχὶ τὸ αὐτὸ ἄκαιρον καὶ ἐπὶ τῆς ἐκθέσεως τῶν Μιθραϊκῶν αὐτῷ ἐφαίνετο;
 [04769]  ἐπεὶ οὔτ' ἂν ἐκεῖνοι ζωγραφίας καὶ διαγράμματα ἐσεμνοποίουν ὡς δι' αὐτῶν παριστάντες τὸ ἀληθές, οὔτ' ἂν ὁ Κέλσος ἐν τῷ κατὰ Χριστιανῶν συγγράμματι τὰ μηδαμῶς ὑπὸ Χριστιανῶν λεγόμενα ἀλλά τινων τάχα οὐδ' ἔτι ὄντων ἀλλὰ πάντῃ ἐκλελοιπότων <ἢ> καὶ εἰς ὀλίγους καὶ εὐαριθμήτους καταστάντων, ἐνετίθει ταῖς κατὰ Χριστιανῶν κατηγορίαις.
 [04801]  [6.30] Εἶθ' ἑξῆς ἐπαναλαμβάνει τὰ περὶ τῶν ἑπτὰ ἀρχόν των δαιμόνων, μηδαμῶς μὲν ὑπὸ Χριστιανῶν ὀνομαζομένων οἶμαι δ' ὑπὸ Ὀφιανῶν παραλαμβανομένων.
 [04917]  [6.40] Μετὰ ταῦτα παραπλήσιόν τι ποιεῖν μοι δοκεῖ τοῖς διὰ πολλὴν τὴν πρὸς Χριστιανοὺς ἀπέχθειαν διαβεβαιουμένοις πρὸς τοὺς μηδαμῶς εἰδότας τὰ Χριστιανῶν, ὅτι ἄρα τῇ πείρᾳ κατειλήφασι Χριστιανοὺς ἐσθίοντας σάρκας παιδίων καὶ μίξεσι ταῖς πρὸς τὰς παρ' αὐτοῖς γυναῖκας ἀνέδην χρωμένους.
 [05463]  Καὶ πρῶτόν γε κατ' ἀρχὰς ἐξετάζομεν ὧν οἴεται <τὸ> τοὺς μὲν ἄλλον εἰσηγουμένους θεὸν παρὰ τὸν Ἰουδαίων θεὸν μηδαμῶς δύνασθαι ἀπαντᾶν πρὸς τὰς ἐπαπορήσεις αὐτοῦ, ἡμᾶς δέ, τοὺς τὸν αὐτὸν τηρήσαντας θεόν, καταφεύγειν ἐπὶ τὴν διὰ τῶν προφητευο μένων περὶ Χριστοῦ ἀπολογίαν.
 [05482]  Ἀλλὰ καὶ τὸ εἰς ἔκστασιν καὶ μανικὴν ἄγειν κατάστασιν τὴν δῆθεν προφητεύουσαν, ὡς μηδαμῶς αὐτὴν ἑαυτῇ παρα κολουθεῖν, οὐ θείου πνεύματος ἔργον ἐστίν·
 [05890]  Σαρκὸς δὲ φωνῇ οὐκ ἂν Χριστιανὸς χρήσαιτο, μαθὼν πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦν καὶ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν καὶ Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ εἰδὼς τί δηλοῦται ἐκ τοῦ Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἐπιστάμενος δὲ καὶ ὅτι Οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται καὶ διὰ τοῦτο πάντα πράττων εἰς τὸ μηδαμῶς αὐτὸν ἔτι εἶναι ἐν τῇ σαρκὶ ἀλλ' ἐν μόνῳ τῷ πνεύματι.
 [06308]  Εἰ δὲ ᾔδει Κέλσος, τίνες μέν εἰσι τοῦ θεοῦ, καὶ ὅτι μόνοι οἱ σοφοί, τίνες δὲ οἱ ἀλλότριοι, καὶ ὅτι πάντες οἱ φαῦλοι οἱ μηδαμῶς νεύοντες πρὸς ἀρετῆς ἀνάληψιν, εἶδεν ἄν, πῶς δεῖ <λέγειν> τὸ τιμῶν οὖν τις καὶ σέβων τοὺς ἐκείνου πάντας τί λυπεῖ τὸν θεόν, οὗ πάντες εἰσίν;
 [06534]  ἵν' οἱ μὲν καὶ ἐν τοῖς τοσούτοις εὐσεβεῖς μένοντες καὶ μηδαμῶς χείρους γινόμενοι φανεροὶ τέως τοῖς μὴ βλέπουσιν αὐτῶν τὴν ἕξιν ἀοράτοις καὶ ὁρατοῖς θεαταῖς γένωνται, οἱ δ' ἐναντίως μὲν διακείμενοι κλέπτοντες δὲ τὴν τῆς κακίας ἐπίδειξιν ἐλεγχθέντες ὑπὸ τῶν συμβαινόντων ὁποῖοί εἰσιν αὐτοί τε ἑαυτῶν συναισθηθῶσι καὶ δῆλοι τοῖς, ἵν' οὕτως ὀνομάσω, θεαταῖς γένωνται.
 [06873]  εἴτε γάρ, ὡς ὠνόμασάν τινες, ἐκφορὰ μόνον ἐστὶν ἡ τύχη ὁμοίως δοκήσει καὶ διαστάσει, οὐκ ὄμνυμεν τὸ μηδαμῶς ὂν ὡς θεὸν ἢ ὅλως ὑφεστηκὸς καὶ δυνάμενόν τι ποιῆσαι, ἵνα μὴ τὴν ὀμοτικὴν δύναμιν εἰς ἃ μὴ δεῖ παραλαμβάνωμεν, εἴτε καί ὥς τισιν ἔδοξεν εἰποῦσι·
 [06950]  πότερον δὲ ὥστε μηδαμῇ μηδαμῶς ἔτι αὐτὴν ἐπιτραπῆναι δύνασθαι ἢ μή, οὐ τοῦ παρόντος ἐστὶ λόγου διδάξαι.
000-00-00 Serial Number=0592524290
De oratione Ante [Go Back]  
 [00187]  ὥσπερ οὖν πρός τινα δόγματα ἀμήχανον διατεθῆναι ἄνθρωπον, κἂν μυριάκις αὐτὰ κατασκευάζῃ εὑρεσιλογῶν καὶ πιθανοῖς λόγοις χρώμενος, οὕτως ἀδύνατον διατεθεῖσθαί τινα περὶ τῶν ἀνθρωπίνων, ὡς μηδαμῶς τοῦ ἐφ' ἡμῖν σῳζομένου.
 [00559]  καὶ μηδαμῶς ἔξω νεύων μηδὲ περὶ τὰ ἔξω κεχηνὼς πᾶσάν τε «τὴν θύραν» τῶν αἰσθητηρίων ἀποκλείσας, ἵνα μὴ ἕλκηται ὑπὸ τῶν αἰσθήσεων μηδὲ ἐκείνων ἡ φαντασία τῷ νῷ αὐτοῦ ἐπεισκρίνηται, προσεύχεται τῷ τὸ τοιοῦτον κρυπτὸν μὴ φεύγοντι μηδὲ ἐγκαταλείποντι πατρὶ ἀλλ' ἐν αὐτῷ κατοικοῦντι, συμπαρόντος αὐτῷ καὶ τοῦ μονογενοῦς.
 [00738]  εἰ τοίνυν θέλομεν ὑπὸ θεοῦ βασιλεύεσθαι, μηδαμῶς «βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι,» μηδὲ ὑπακούω μεν τοῖς προστάγμασιν αὐτῆς, ἐπὶ «τὰ ἔργα τῆς σαρκὸς» καὶ τὰ ἀλλό τρια τοῦ θεοῦ προκαλουμένης ἡμῶν τὴν ψυχήν·
 [00851]  συνηνέ χθησαν γοῦν ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς περὶ αὐτῆς μηδαμῶς διαφε ρούσης, αὐτὴν ἐξενηνοχότες.
 [00938]  ὀφείλομεν δὲ καὶ τῇ ψυχῇ τήνδε τὴν ἐπιμέλειαν προσάγειν καὶ τοῦ νοῦ τῆς ὀξύτητος πρόνοιαν ποι εῖσθαι τοῦ τε λόγου, ἵν' ἄκεντρος καὶ ὠφέλιμος ᾖ καὶ μηδαμῶς ἀρ γός.
 [01008]  ᾗ γάρ ἐσμεν ἐπὶ γῆς περικείμενοι τὴν στρατευομένην σάρκα «κατὰ τοῦ πνεύματος,» ἧς «τὸ φρόνημα» «ἔχθρα» ἐστὶν «εἰς θεὸν,» μηδαμῶς δυναμένης ὑποτάσσεσ θαι «τῷ νόμῳ τοῦ θεοῦ,» ἐν [20πειρασμῷ] ἐσμεν.
 [01105]  ἵν' ὑμᾶς ἀπαλ λάξω τοῦ βίου μηκέτι ἐπιθυμοῦντας, καὶ τοιοῦτοι ἐξελθόντες δυνη θῆτε ὡς καθαροὶ ἀπὸ ἐπιθυμίας μεμνημένοι τε, δι' ὅσων πόνων αὐτῆς ἀπηλλάγητε, ἤτοι μηδαμῶς αὐτῇ περιπεσεῖν ἔτι ἢ, εἰ ἄρα τοῦτό ποτε γίνεται, μακραῖς χρόνων περιόδοις, ἐπιλανθανόμενοι ὧν πεπόνθατε διὰ τὴν ἐπιθυμίαν, ἐὰν μὴ ἑαυτοῖς προσέχητε καὶ τὸν τελείως ἀπαλλάττοντα πάθους παντὸς λόγον ἀναλάβητε, τοῖς κακοῖς περιπέσητε ὕστερόν τε τῆς γενέσεως ἐπιθυμήσαντες πάλιν δεηθῆτε τοῦ δὶς τυχεῖν ὧν ἐπιθυμεῖτε, μισήσαντες τὸ ἐπιθυμούμενον, καὶ τότε οὕτω παλινδρομεῖν ἐπὶ τὰ καλὰ καὶ τὴν οὐράνιον τροφὴν, ἧς καταφρονήσαντες τῶν χειρόνων ὠρέχθησαν.
000-00-00 Serial Number=0633785188
Exhortatio ad martyrium Ante [Go Back]  
 [00024]  εἴθε μὲν μηδαμῶς μὴ ταραχθείη ἡ ψυχὴ, ἀλλὰ καὶ παρ' αὐτοῖς τοῖς δικαστηρίοις καὶ παρὰ γυμνοῖς τοῖς ξίφεσιν ἐπιφερομένοις τῷ τραχήλῳ φρουροῖτο ὑπὸ τῆς ὑπερεχούσης «πάντα νοῦν» εἰρήνης τοῦ θεοῦ καὶ γαληνιάζοι, λογιζομένη ὅτι οἱ ἐκδημοῦντες «ἐκ τοῦ σώματος» ἐνδη μοῦσιν αὐτῷ τῷ τῶν ὅλων κυρίῳ·
 [00272]  μηδαμῶς γὰρ θραυσθεὶς μηδὲ ἐνδοὺς πρὸς τοὺς πόνους ταῦτα εἶπε πρὸς τὸν ἀσεβῆ·
 [00637]  ὡς «οἰκοδομὴ θεοῦ» στῶμεν ἄσειστοι πρὸς τὸν χειμῶνα καὶ ὡς «θεοῦ γεώργιον» μηδὲ τοῦ πονηροῦ φροντίζωμεν μήτε «θλίψεως ἢ διωγμοῦ» τῶν «διὰ τὸν λόγον» γινομένων μήτε τῆς τοῦ αἰῶνος τούτου μερίμνης ἢ τῆς ἀπάτης τοῦ πλούτου ἢ «τῶν τοῦ βίου ἡδονῶν,» ἀλλὰ πάντων τούτων καταφρονοῦντες τὸ ἀμέριμνον τῆς σοφίας πνεῦμα ἀναλάβωμεν καὶ ἐπὶ τὸν μηδαμῶς ἔχοντα ἀπάτην πλοῦτον σπεύδωμεν καὶ ἐπὶ τὰς, ἵν' οὕτως ὀνομάσω, ἡδονὰς «τοῦ παραδείσου τῆς τρυφῆς» ἐπειγώμεθα, καθ' ἕκαστον τῶν ἐπιπόνων λογιζόμενοι ὅτι «τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα.».
000-00-00 Serial Number=0557060599
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00119]  Ἐὰν δέ τις τὸ πρὸς τὸν Θεὸν εὐσεβὲς τηρῶν, κρείττονα, καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων Γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.
000-00-00 Serial Number=0833560050
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00091]  ἐκλέλοιπε γὰρ τὰ πλεῖστα τῶν ἐξαιρέ των χαρισμάτων, ὡς ἢ μηδαμῶς ἢ σπανίως εὑρίσκε σθαι.
 [00222]  ἀδύνατον νοηθῆναί τινι καὶ τὸ μηδαμῶς ὑπάρχον, μηδὲ γίνεσθαι δυνάμενον, οἷον τὸ τρία τέσσαρα εἶναι.
000-00-00 Serial Number=0302584648
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00559]  διόπερ καὶ οἱ προφῆται, μηδαμῶς ἐλέγχοις ὑπεύθυνοι τυγχάνοντες, ἤλεγχον τοὺς ἁμαρτάνοντας.
000-00-00 Serial Number=0687442005
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00071]  [15] Ἡ Σιὼν γλυκὺ μηδαμῶς ἔχουσά τι, ἐν πικρίᾳ διάγει καθ' ἑαυ τήν .
000-00-00 Serial Number=0094576478
Fragmenta in Psalmos Ante [Go Back]  
 [01752]  εἰ γὰρ ησαν ἐξ ἀνθρώπων ἀφανισ θέντες, μηδαμοῦ μηδαμῶς ἐν ζωῇ οντες, οὐκ αν ειδον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ' αν εγ νωσαν ἀνθοῦσαν τὴν ἐμὴν ἐκκλησίαν.
 [01847]  Πρέπει δὲ τῷ ἐν τῇ ἐρήμῳ τῆς Ιουδαίας διὰ τοῦ διώκεσθαι διατρίβοντι, καὶ μισουμένῳ δωρεὰν, καὶ μηδαμῶς ἐγ καλοῦντι, λέγειν τό.
 [05073]  Βεβαίωσον, οἱονεὶ τοιοῦτόν με ποίησον ἐν τοῖς λόγοις, ωστε ασειστον ειναι, καὶ μηδαμῶς μετακι νούμενον.
000-00-00 Serial Number=0375553429
In Jeremiam Ante [Go Back]  
 [00239]  ∆εῖ γὰρ μηδαμῶς συνεστάναι τὰ χείρονα·
 [03264]  ὧν πάντων μηδαμῶς πειραθείημεν, ἀλλὰ ἐν Χριστῷ Ἰησοῦ τελειούμενοι δικαιωθείημεν ἀξίως τῶν ἑορτῶν τῶν ἐπουρανίων καὶ <τοῦ> πάσχα τοῦ ἐκεῖ ἐπὶ τὴν ἀναγωγὴν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0462981462
Philocalia Ante [Go Back]  
 [01036]  μηδαμῶς ἔργῳ δεικνύναι δυνάμενοι, πῶς ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τὰ οὕτω τεταγμένως κινούμενα, κεῖται ἐν τῷ πονηρῷ.
 [01081]  καὶ δὴ καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν, καὶ φασκέτω μηδαμῶς εἶναι ῥητὸν τὸ πρῶτον ἀγαθὸν, ἀλλ' ἐκ πολλῆς συνουσίας ἐγγιγνόμενον, καὶ ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ.
 [01413]  καὶ ἀπὸ πρώτης δὲ προσβολῆς ταραχθέντες τινὲς εἰς τὸν περὶ προνοίας λόγον, ἐκ τῶν ἐπὶ γῆς γινομένων φαύλοις καὶ σπουδαίοις, προ πετέστερον συγκατέθεντο τῷ μηδαμῶς εἶναι πρόνοιαν, καὶ τὸν Ἐπικούρου καὶ Κέλσου εἵλοντο λόγον.
 [01888]  ἐρεῖ γὰρ ὁ δεόμενος τῆς διὰ λόγου παιδεύσεως καὶ μηδαμῶς ἐπαΐων αὐτῆς·
 [01894]  οὐ λογισμὸν εἶναι ἐν μύρμηξι τούτων αἴτιον ὑπονοητέον, ἀλλὰ τὴν παμμήτορα φύσιν καὶ τὰ ἄλογα κοσμήσασαν, ὡς μηδὲ τοὐλάχιστον καταλιπεῖν μηδαμῶς φέρον ἴχνος τοῦ ἀπὸ τῆς φύσεως λόγου.
 [02543]  [22.4] Ἀλλ' εἰκὸς ὅτι φήσουσι πρὸς ταῦτα, ὅσιον εἶναι τὸν τὰ πάτρια φυλάττοντα, καὶ μηδαμῶς ἀνόσιον ἐπεὶ μὴ καὶ τὰ ἑτέρων [οὐ] τηρεῖ·
 [02647]  ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινο μένων τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συμβήσεσθαι μὴ διακρίνῃ, ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσομένου αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχάνειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι ἢ τάδε τινὰ ἔσεσθαι πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει·
 [02696]  [23.7] Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοί τινες τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον καὶ τὸ τῶν ἀρετῶν ἀπόδεκτον τῶν τε κακιῶν ψεκτόν.
 [02808]  [23.14ν] [Τόμου τρίτου τῶν εἰ τὴν Γένειν] Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον.
 [03572]  ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.
000-00-00 Serial Number=0097120702
Philocalia sive Ecloga Ante [Go Back]  
 [00036]  Ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινομένων τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συμβήσεσθαι μὴ διακρίνῃ, ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσομένου αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχάνειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι ἢ τάδε τινὰ ἔσεσθαι πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει·
 [00089]  [23.7] (αʹ) Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες τινὲς τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σῴζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι μᾶλλον ἢ προσέσθαι τό, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον καὶ τὸ τῶν ἀρετῶν ἀπόδεκτον τῶν τε κακιῶν τὸ μεμπτόν.
 [00197]  [23.14ν] <Τόμου τρίτου τῶν εἰς τὴν Γένεσιν> (βʹ) Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον.
 [00721]  Ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.
000-00-00 Serial Number=0442932963
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00219]  σῶμα γὰρ ἡ νύμφη Ἐκκλησία Χριστοῦ, τὸ μηδαμῶς τῇ πορνείᾳ, ἀεὶ δὲ τῷ Κυρίῳ·
000-00-00 Serial Number=0848306239
Scholia in Lucam Ante [Go Back]  
 [00772]  Εἴπερ διὰ τὸ σῶμά σου φωτεινὸν γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἔτι σκοτεινὸν, μηδαμῶς ἁμαρτά νοντι ἔτι, οὕτως ἔσται φωτεινὸν τὸ ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ κἀν φωτισμῷ τὸ σκότος λύοντι.
000-00-00 Serial Number=0741256237
Selecta in Genesim Ante [Go Back]  
 [00766]  Ὁ ἄρχων τῶν σωματικῶν πρα γμάτων, καὶ μηδαμῶς αὐτοῖς εἴκων, λέγοιτ' ἂν τὸ, Ἐποίησέ με ὁ Θεὸς πάσης τῆς γῆς Αἰγύπτου κύ ριον.
000-00-00 Serial Number=0422696769
Selecta in Psalmos Ante [Go Back]  
 [00876]  Οἱ δὲ λέ γοντες μὴ εἶναι σωτηρίαν αὐτῷ ἐν τῷ Θεῷ, δύνανται ἕτεροι τῶν θλιβόντων καὶ ἐπανισταμένων εἶναι, καὶ μηδαμῶς ἀκολουθησάντων τῷ Ἀβεσσαλὼμ, ἀπεγνω κότες τὸν ∆αυῒδ ὡς νενικημένον, ταῦτα εἰρηκέναι.
 [08676]  Αὐτοῦ δὲ τούτου τῆς ἀτυφίας καὶ ταπει νοφροσύνης δεῖγμα, μηδαμῶς ἐπὶ τῷ διδάσκειν φυ σιουμένου ἐκ τοῦ·
 [08913]  Ὁ δὲ μηδαμῆ μηδαμῶς ἁμαρ τάνων, οὗτος ἂν εἴη ἄμωμος, καὶ μὴν καὶ μακά ριος.
 [09597]  Τοῦτον τοίνυν, εἴπερ ἐσμὲν δοῦλοι τοῦ Θεοῦ, καὶ ἡμεῖς ἀγαπήσωμεν, μηδαμῶς αὐτὸν κυβεύοντες μηδὲ δολοῦντες (ὅπερ πᾶς ὁ Παῦλος ᾐνίξατο), καθαρὸν δὲ προφέροντες, κα θάπερ ἐκ τῆς τοῦ Πνεύματος χωνείας ἐδεξάμεθα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»