0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μηκέτι [213]


000-00-00 Serial Number=0082876623
Commentarii in Romanos Ante [Go Back]  
 [00229]  Οὐ γὰρ ἐξ ἔργων ῥιζοῦται ἡ δικαιοσύνη ἀλλ' ἐκ τοῦ ἐρριζῶσθαι αὐτὴν | λογισαμένου τοῦ Θεοῦ τὴν πίστιν εἰς δικαιοσύνην *** μακάριοι ὧν ἀφέθησαν αἱ ἀνο μίαι οὐχὶ μηδαμοῦ μηδαμῶς μηδὲν ποιησάντων ἄξιον ἀφέσεως ἀνομιῶν καὶ τῆς ἐπ' αὐτῇ μακαριότητος ἀλλ' ἔτυχον ταύτης τῆς ἀφέσεως καὶ τοῦ μακα ρισμοῦ, πιστεύσαντες ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ *** ἐπιστῆσαι δὲ | εἰ ἔχει τινὰ τάξιν πρῶτον μὲν λεγόμενον τὸ «Ὧν ἀφέθησαναἱ ἀνομίαι», [188] δεύτερον δὲ τὸ «Ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·» μηκέτι μὲν γὰρ πραττομένου τοῦ χείρονος, ἄφεσις δύναται γενέσθαι ἀνομιῶν, ἀγαθοῦ δὲ ἐπιτελουμένου ἐπ̣ι`̣ τ̣ο̣σ̣ο̣υ῀̣τ̣ο̣ν̣ ὡς τὰ γινόμενα καλύμματα γενέσθαι τῶν προημαρτημέ|νων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμαρτίαι·
 [00525]  τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συν εσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι [6.7] δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
 [00791]  [15.23] νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ [15.24] ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν, ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν·
000-00-00 Serial Number=0024727702
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00120]  φησὶν δὲ καὶ ὁ προφήτης πλῆθο ἔσεσθαι εἰρήνη ἐν τῇ ἐπιδημίᾳ τοῦ κυρίου ἕω ἀνταναιρεθῇ ἡ ελήνη, ἵνα μηκέτι νόθον ὑπάρχῃ φῶς καὶ νυκτερινόν.
 [00353]  μηκέτι πραττομένου τοῦ χείρονος ἄφεσις εἰκὸς δύναται γενέσθαι ἀνομιῶν·
 [00804]  ὅμως ὁ Παῦλος θέλει αὐτοῖς μεταδοῦναι χάρισμα πνευ ματικὸν στηρίζον καὶ βεβαιῶσον αὐτούς, ἵνα μηκέτι ὦσι νήπιοι κλυδωνιζόμενοι παντὶ ἀνέμῳ.
000-00-00 Serial Number=0485734522
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00339]  [1.20.124] Καὶ μακάριοί γε ὅσοι δεόμενοι τοῦ υἱοῦ τοῦ θεοῦ τοιοῦτοι γεγόνασιν, ὡς μηκέτι αὐτοῦ χρῄζειν ἰατροῦ τοὺς κακῶς ἔχοντας θεραπεύοντος μηδὲ ποιμένος μηδὲ ἀπολυτρώ σεως, ἀλλὰ σοφίας καὶ λόγου καὶ δικαιοσύνης, ἢ εἴ τι ἄλλο τοῖς διὰ τελειότητα χωρεῖν αὐτοῦ τὰ κάλλιστα δυναμένοις.
 [01054]  [2.15.108] Καὶ οὐ πάντως τῷ λόγῳ ἐγκλητέον, εἰ «πάντα δι' αὐτοῦ ἐγένετο» καὶ «χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», ὡς οὐδὲ ἐγκλητέον τῷ διδασκάλῳ παραδείξαντι τὰ δέοντα τῷ μανθάνοντι, ἐπὰν διὰ τὰ τούτου μαθήματα μηκέτι τόπος καταλείπηται τῷ ἁμαρτά νοντι ἀπολογίας ὡς περὶ ἀγνοίας, καὶ μάλιστα ἐὰν νοήσωμεν διδάσκαλον τοῦ μανθάνοντος ἀχώριστον.
 [01546]  [6.2.11] Γένοιτο δ' ὁ θεὸς ἐπήκοος ἡμῶν τῇ εὐχῇ, εἰς τὸ συνάψαι δυνηθῆναι τὸ σῶμα τοῦ ὅλου λόγου, μηκέτι μεσολαβούσης περιστάσεως διακοπὴν τοῦ εἱρμοῦ τῆς γραφῆς ὁποίαν δήποτε ἐνεργάσασθαι δυναμένης.
 [02208]  [6.42.220] Ἰορδάνην μέντοι γε νοητέον <τὸν> τοῦ θεοῦ λόγον τὸν γενόμενον σάρκα καὶ σκηνώσαντα ἐν ἡμῖν, Ἰησοῦν δὲ τὸν κληροδοτήσαντα ὃ ἀνείληφεν ἀνθρώπινον, ὅπερ ἐστὶν καὶ ἀκρογωνιαῖος λίθος, ὃς καὶ αὐτὸς ἐν τῇ θεότητι τοῦ υἱοῦ τοῦ θεοῦ γενόμενος τῷ ἀνειλῆφθαι ὑπ' αὐτοῦ λούεται, καὶ τότε χωρεῖ τὴν ἀκέραιον καὶ ἄδολον περιστερὰν τοῦ πνεύματος, συνδεδεμένην αὐτῷ καὶ μηκέτι ἀποπτῆναι δυναμένην·
 [02219]  Καὶ ὁδὸς δέ που καὶ θύρα εἶναι ὁμολογῶν, σαφής ἐστιν μηδέπω τυγχάνων θύρα ᾧ ἔτι ὁδός ἐστιν, καὶ μηκέτι ὁδὸς ᾧ ἤδη θύρα.
 [02458]  Τότε γὰρ ἡ συντέλεια ἔσται ἐὰν τὸ ἅλα μωρανθῇ καὶ μηκέτι ᾖ τὸ ἁλίζον καὶ συντηροῦν τὴν γῆν, ἐπεὶ σαφὲς ὅτι ἐὰν πληθυνθῇ ἡ ἀνομία, καὶ ψυγῇ ἡ ἀγάπη ἐπὶ τῆς γῆς ὡς καὶ αὐτὸν τὸν σωτῆρα διστακτικὴν προενέγ κασθαι περὶ τῶν ἐν τῇ ἐπιδημίᾳ ἑαυτοῦ φωνὴν λέγοντα·
 [02947]  «Ἄρατε ταῦτα ἐντεῦθεν», ἵνα μηκέτι ἐν τῷ ἱερῷ τοῦ θεοῦ ἐμπορεύωνται.
 [02948]  [10.24.138] Οἶμαι δὲ ἔτι καὶ σημεῖον πεποιηκέναι αὐτὸν διὰ τῶν εἰρημένων βαθύτερον, ὥστε σύμβολον ἡμᾶς νοεῖν γεγονέναι ταῦτα τοῦ μηκέτι μέλλειν τὴν περὶ τὸ ἱερὸν ἐκεῖνο λατρείαν ὑπὸ τῶν ἱερέων κατὰ τὰς αἰσθητὰς θυσίας ἐπιτε λεῖσθαι, μηδὲ τὸν νόμον τηρεῖσθαι κἂν ὡς ἐβούλοντο οἱ σωμα τικοὶ Ἰουδαῖοι, δύνασθαι ἔτι.
 [02951]  [10.24.141] ∆ύναται δὲ καὶ φύσει ἱερὸν εἶναι ἡ εὐφυὴς ἐν λόγῳ ψυχὴ διὰ τὸν συμπεφυκότα λόγον ἀνωτέρω τυγχάνουσα τοῦ σώματος, εἰς ἣν ἀπὸ τῆς Καφαρναοὺμ κάτω που κειμένης ταπεινότερον ἀναβαίνει ὁ Ἰησοῦς, ἐν ᾗ εὑρίσκεται τὰ πρὸ τῆς ἀπὸ Ἰησοῦ παιδεύσεως γήϊνα καὶ ἀνόητα καὶ χαλεπὰ κινή ματα, καὶ τὰ νομιζόμενα <μὲν> οὐκ ὄντα δὲ καλά, ἅπερ τῷ πεπλεγμένῳ ἐξ ἀποδεικτικῶν <καὶ> ἐλεγκτικῶν δογμάτων λόγῳ ἀπελαύνεται ὑπὸ τοῦ Ἰησοῦ, ἵνα μηκέτι ὁ τοῦ πατρὸς αὐτοῦ οἶκος ἐμπορίου ᾖ, ἀλλὰ ἀπολάβῃ τὴν κατὰ τοὺς οὐρα νίους καὶ πνευματικοὺς νόμους ἐπιτελουμένην ὑπὲρ σωτηρίας αὐτῆς τε καὶ πλειόνων θεραπείαν τοῦ θεοῦ.
 [03158]  [10.37.240] Ἀπὸ [10.37.240] γὰρ τούτου τοῦ ναοῦ ὄντος σώματος Χριστοῦ δεῖ ἀπελαύ νεσθαι ταῦτα τὰ ἄλογα καὶ ἐμπορικά, ἵνα μηκέτι οἶκος ἐμπο ρίου ᾖ.
 [03222]  [10.39.266] Πλὴν ἐν τοῖς τοιούτοις μάλιστα διὰ τὸ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναι φύσιν καὶ κατὰ τὴν τοῦ θεοῦ σοφίαν τὸ ἴδιον τῆς θεοπνεύστου γραφῆς ἐμφαίνεσθαι πειθόμενοι, σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, παριστά σης, καὶ καταλαμβάνοντες ἐξαιρέτου πνεύματος σοφίας ἑαυ τοὺς δεομένους πρὸς τὸ τὰ τηλικαῦτα ἱεροπρεπῶς νοῆσαι, ὡς ἔνι μάλιστα δι' ὀλίγων τὴν περίνοιαν τῶν κατὰ τὸν τόπον διαγράψαι πειρασόμεθα, σῶμα τὴν ἐκκλησίαν καὶ οἶκον θεοῦ ἐκ λίθων ζώντων οἰκοδομούμενον, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον μανθάνοντες ἀπὸ τοῦ Πέτρου τυγχάνειν, ὡς τὸν οἰκοδομοῦντα τὸν ναὸν υἱὸν ∆αβὶδ κατὰ τοῦτο Χριστοῦ εἶναι τύπον μετὰ τοὺς πολέμους εἰρήνης βαθυτάτης γεγενη μένης οἰκοδομοῦντα εἰς δόξαν τοῦ θεοῦ τὸν ναὸν ἐν τῇ ἐπιγείῳ Ἱερουσαλήμ, ἵνα μηκέτι παρὰ μετακινητῷ πράγματι τῇ σκηνῇ <ἡ> λατρεία ἐπιτελῆται.
 [03463]  «∆ός μοι τοῦτο τὸ ὕδωρ» ἔλαβεν τὸ ζῶν ὕδωρ, ἵνα μηκέτι ἀπορῇ διψῶσα μηδὲ διέρχηται ἐπὶ τὴν πηγὴν τοῦ Ἰακὼβ διὰ τὸ ἀντλεῖν, ἀλλὰ χωρὶς τοῦ ὕδατος τοῦ Ἰακὼβ θεωρῆσαι τὴν ἀλήθειαν ἀγγελικῶς καὶ ὑπὲρ ἄνθρωπον δυνηθῇ.
 [03643]  ἀλλὰ πάντων <τῶν> ἐπαγγελλομένων προσκυνεῖν τῷ κτί σαντι, <ἐὰν> οἱ μὲν μηκέτι ὦσιν ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, τῷ πνεύματι περιπατεῖν καὶ ἐπιθυμίαν σαρκὸς μὴ ἐπιτελεῖν, οἱ δὲ μὴ ὦσιν ἐν πνεύματι, ἀλλ' ἐν σαρκὶ καὶ κατὰ σάρκα στρατεύωνται, τότε λεκτέον ἀληθινοὺς μὲν προσκυνητὰς τοὺς προσκυνοῦντας τῷ πατρὶ ἐν πνεύματι καὶ μὴ σαρκί, καὶ ἐν ἀληθείᾳ καὶ μὴ τύποις, οὐκ ἀληθινοὺς δὲ τοὺς μὴ οὕτως ἔχοντας.
 [03729]  «Οὐδεὶς γὰρ ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός», ἵνα καὶ ἡμεῖς ἀποκαλύπτοντος τοῦ υἱοῦ γνῶμεν πῶς πνεῦμά ἐστιν ὁ θεός, καὶ φιλοτιμησώμεθα ἐν πνεύματι τῷ ζωο ποιοῦντι καὶ μὴ γράμματι τῷ ἀποκτέννοντι προσκυνεῖν τὸν θεόν, καὶ ἐν ἀληθείᾳ σέβειν αὐτὸν καὶ μηκέτι τύποις μηδὲ σκιαῖς καὶ ὑποδείγμασιν, ὥσπερ οὐδὲ οἱ ἄγγελοι ὑποδείγμασι καὶ σκιᾷ ὥσπερ ἄνθρωποι λατρεύουσιν τῷ θεῷ, ἀλλὰ τοῖς νοητοῖς καὶ ἐπουρανίοις, τὸν κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἀρχιερέα ὁδηγὸν ἔχοντες τῆς ὑπὲρ τῶν δεομένων σωτηρίας λατρείας καὶ μυστικῆς καὶ ἀπορρήτου θεωρίας.
 [03965]  [13.36.228] Πρέπουσα βρῶσις τῷ υἱῷ τοῦ θεοῦ ὅτε ποιητὴς γίνεται τοῦ πατρικοῦ θελήματος, τοῦτο τὸ θέλειν ἐν ἑαυτῷ ποιῶν ὅπερ ἦν καὶ ἐν τῷ πατρί, ὥστε εἶναι τὸ θέλημα τοῦ θεοῦ ἐν τῷ θελήματι τοῦ υἱοῦ, καὶ γενέσθαι τὸ θέλημα τοῦ υἱοῦ ἀπαράλλακτον τοῦ θελήματος τοῦ πατρός, εἰς τὸ μηκέτι εἶναι δύο θελήματα ἀλλὰ <ἓν> θέλημα·
 [04372]  Πρῶτον οὖν ἰδεῖν δεῖ, τουτέστιν συνιέναι, τὰ ἐν Ἱεροσολύμοις ἔργα τοῦ Ἰησοῦ πάντα, τίνα τρόπον καθαίρει τὸ ἱερὸν ἀποκαθιστὰς αὐτὸ εἰς τὸ εἶναι «οἶκον τοῦ πατρὸς» καὶ μηκέτι «οἶκον ἐμπορίου», ἵνα μετὰ τὸ θεωρῆσαι ταῦτα τὸν ἐνεργήσαντα ταῦτα λόγον δεξώμεθα.
 [04445]  [13.60.423] ∆ούλους δὲ τοῦ βασιλικοῦ ἐξείληφεν τοὺς ἀγγέλους τοῦ δημιουργοῦ, ἀπαγγέλλοντας ἐν τῷ «Ὁ παῖς σου ζῇ», ὅτι οἰκείως καὶ κατὰ τρόπον ἔχει, πράσσων μηκέτι τὰ ἀνοίκεια·
 [04998]  ἔξεστιν μέντοι γε τὸν ἐκ τῶν κάτω καὶ ἐκ τοῦ κόσμου τούτου καὶ ἐκ τῆς γῆς μεταβαλεῖν καὶ γενέσθαι ἐκ τῶν ἄνω καὶ μηκέτι ἐκ τοῦ κόσμου τούτου, καὶ ἄλλον ἐκ μὲν τοῦ [19.20.136] κόσμου τούτου, ἐκ τοῦ οὐρανοῦ δέ.
 [05033]  ἔξω δὲ καταβολῆς κόσμου παντὸς γίνονται οἱ τοῦ Ἰησοῦ γνήσιοι μαθηταί, οὓς ἐξελέξατο ἐκ τοῦ κόσμου, ἵνα μηκέτι ὦσιν ἐκ τοῦ κόσμου αἴροντες τὸν σταυρὸν ἑαυτῶν καὶ ἀκολουθοῦντες αὐτῷ.
 [05132]  καὶ ἀγαθοῦ γε θεοῦ ἔργον ἦν Σοδόμων ἐξαφανίσαι τὴν γῆν καὶ πᾶν ὅπερ ὑπελεί πετο νοτίδος ξηρᾶναι ἀπ' αὐτῆς, ἵνα μηκέτι γίνηται ἄμπελος Σο δόμων, μηδὲ κληματὶς Γομόρρας, μηδὲ σταφυλὴ χολῆς, μηδὲ βότρυς πικρίας, μηδὲ οἶνος, θυμὸς δρακόντων καὶ θυμὸς ἀσπίδων ἀνίατος.
 [05338]  χαρακτηρίζεται μέντοι ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ τῷ ἁμαρτίαν μὴ ποιεῖν, διὰ τὸ σπέρμα τοῦ θεοῦ ἐν αὐτῷ μένειν, καὶ ἀπὸ τῆς ἐκείνου δυνάμεως ἐνυπαρχούσης αὐτῷ ἐγγινομένου τοῦ μηκέτι δύνασθαι ἁμαρτάνειν.
 [05697]  τοῦτο δ' ἂν καὶ νῦν ἐπὶ πολλῶν ἴδοις, θαυμαζόντων μὲν τὸν Ἰησοῦν ἐπὰν ἐνο ρῶσιν τῇ περὶ αὐτοῦ ἱστορίᾳ, μηκέτι δὲ πιστευόντων ἐπὰν βαθύτερος καὶ μείζων τῆς ἕξεως αὐτῶν αὐτοῖς ἀναπτύσσηται λόγος, ἀλλ' ὑπ οπτευόντων αὐτὸν εἶναι ψευδῆ.
 [05760]  εἰ δὲ διπλασιόνως ἕτερος παρ' ἕτερον υἱὸς γίνεται θεοῦ, διὰ τί οὐχὶ καὶ πολλαπλασιόνως καὶ τοσαυταπλα σιόνως ὁποσαπλασιόνως ἄξιον νοεῖν εἶναι τὸν πρωτότοκον πάσης κτίσεως υἱὸν τοῦ θεοῦ παρὰ τοὺς λοιποὺς υἱοὺς τοῦ θεοῦ καὶ τοὺς μηκέτι πνεῦμα δουλείας ἔχοντας εἰς φόβον, ἀλλ' εἰληφότας πνεῦμα [20.34.304] υἱοθεσίας;
 [05812]  διόπερ ἀλληγοροῦντες τὰς ἐν τῷ εὐαγγελίῳ θεραπείας, ἐν αἷς εἰσιν καὶ τῶν δαιμονίων ἀπελάσεις, ἐροῦμεν πάν των ἀεὶ ἀπελαύνεσθαι τοὺς δαίμονας ὑπὸ Ἰησοῦ τῶν παρὰ τὸ τεθεραπεῦσθαι ὑπὸ τοῦ λόγου μηκέτι παραδεχομένων τὰς τῶν δαι [20.36.330] μόνων ἐνεργείας.
 [05832]  ἐροῦμεν δὲ καὶ ἡμεῖς ταύτην τὴν φωνήν, νοήσαντες τὸ τῆς παλιγγενεσίας λουτρὸν καὶ λουσάμενοι κατ' αὐτὸ ἐπὶ τῷ γενέσθαι υἱοὶ θεοῦ καὶ μηκέτι κα λοῦντες πατέρα ἐπὶ τῆς γῆς τῷ υἱοὶ γεγονέναι τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς καὶ ἀδελφοὶ τοῦ εἰπόντος·
 [05951]  οὐ γὰρ πιθανὸν ἦν περὶ αἰσθη τοῦ ὕδατος ἀποκρίνεσθαι αὐτῷ τὴν Σαμαρεῖτιν, καὶ ᾐτηκέναι αὐτὸν σωματικὸν ὕδωρ ἐπὶ τῷ μηκέτι διψῆσαι μηδὲ διέρχεσθαι ἀντλεῖν ἀπὸ [20.41.387] τῆς τοῦ Ἰακὼβ αἰσθητῆς πηγῆς.
 [06737]  ταῦτα δ' οἶμαι ἐστὶν πρὸς ἃ ἡ πάλη, ἵνα μηκέτι ᾖ ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, πρὸς ἃ ἡ πάλη, καὶ διὰ τοῦτο μηκέτι ὑπάρχῃ πάλη, καταργηθείσης [32.3.31] πάσης ἀρχῆς τε καὶ ἐξουσίας καὶ δυνάμεως.
 [06928]  καὶ τοῦτο τέλος ἐστὶν τὸ πρὸς τὸν μαθητὴν τοῦ διδασκάλου, ᾗ διδάσκαλος, ποιῆσαι τὸν μαθητὴν ὡς ἑαυτόν, ἵνα μηκέτι δέηται τοῦ διδασκάλου, ᾗ διδά [32.10.119] σκαλος, εἰ καὶ ἄλλως αὐτοῦ δεήσεται.
 [06929]  ὡς γὰρ τέλος τοῦ ἰατροῦ, οὗ χρῄζουσι μὲν οἱ κακῶς ἔχοντες, οὐ χρείαν δὲ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, τὸ παῦσαι τοὺς κακῶς ἔχοντας ἀπὸ τοῦ κακῶς ἔχειν, ἵνα μηκέτι αὐτοῦ χρῄζωσιν, οὕτω τέλος διδασκάλου περιποιῆσαι τῷ μα θητῇ τὸ λεγόμενον ἀρκετὸν ἐν τῷ «Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γέ [32.10.120] νηται ὡς ὁ διδάσκαλος αὐτοῦ».
 [07416]  ἡ δὲ ὑπερύψωσις τοῦ υἱοῦ τοῦ ἀνθρώπου, γενομένη αὐτῷ δοξάσαντι τὸν θεὸν ἐν τῷ ἑαυτοῦ θανάτῳ, αὕτη ἦν, [32.25.326] τὸ μηκέτι ἕτερον αὐτὸν εἶναι τοῦ λόγου ἀλλὰ τὸν αὐτὸν αὐτῷ.
 [07417]  εἰ γὰρ «Ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν», ὡς καὶ ἐπὶ τούτου καὶ τοῦ πνεύματος μηκέτι ἂν λέγεσθαι τὸ «∆ύο εἰσίν», πῶς οὐχὶ μᾶλλον τὸ ἀνθρώπινον τοῦ Ἰησοῦ μετὰ τοῦ λόγου λέγοιμεν γεγο νέναι ἕν, ὑπερυψωμένου μὲν τοῦ μὴ ἁρπαγμὸν ἡγησαμένου «τὸ εἶναι «ἴσα θεῷ», μένοντος δὲ ἐν τῷ ἰδίῳ ὕψει ἢ καὶ ἀποκαθισταμένου ἐπ' αὐτὸ τοῦ λόγου, ὅτε πάλιν ἦν πρὸς τὸν θεόν, θεὸς λόγος ὢν ἄν [32.25.327] θρωπος;
 [07527]  τὸ δὲ «Ἔτι μικρὸν «μεθ' ὑμῶν εἰμι» κατὰ μὲν τὸ ἁπλούστερον ὡς πρὸς τὸ ῥητὸν σαφές ἐστιν, ἐπεὶ ὅσον οὐδέπω ἔμελλεν μηκέτι ἔσεσθαι μετὰ τῶν μαθητῶν·
 [07535]  Πατάξω τὸν ποιμένα, «καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης», μηκέτι εἶναι [32.30.378] μετ' αὐτῶν τὸν μετὰ τῶν ἀξίων μόνων τυγχάνοντα.
 [07570]  οἱ δὲ μαθηταί, μεθ' ὃν ἔμελλεν μικρὸν χρόνον μηκέτι ἔσεσθαι μετ' αὐτῶν, διὰ τὰ προειρημένα οὐκ ἐδύναντο ἕπεσθαι τῷ λόγῳ ἀπιόντι ἐπὶ τὰς ἑαυτοῦ οἰκονομίας.
000-00-00 Serial Number=0680533886
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00039]  ἢ ἀπὸ τοῦ μηκέτι τρέφεσθαι τοῖς ἀναθυμιάμασιν ...) ...
000-00-00 Serial Number=0050176322
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00385]  ἡ δὲ τοῦ βασιλέως τῆς Τραχωνίτιδος γυνή, πονηρά τις οὖσα δόξα καὶ μοχθηρὰ διδασκαλία, θυγατέρα ἐγέννησεν ὁμώνυμον, ἧς τὰ δοκοῦντα εὔρυθμα κινήματα ἀρέσαντα τῷ Ἡρώδῃ τὰ γενέσεως ἀγαπῶντι πράγματα, αἴτια γεγένηται τοῦ μηκέτι εἶναι ἐν τῷ λαῷ κεφαλὴν προφητικήν.
 [00457]  Παρῆλθεν οὖν, φασίν, ἡ ὥρα, καὶ οὐ πάρεστι τροφὴ τῷ τὸν καιρὸν αὐτῆς μηκέτι ἐνεστηκέναι, ἵν' οἱ ἐν τῇ ἐρήμῳ ἀκολουθήσαντές σοι νόμῳ καὶ προφήταις δουλεύσωσι.
 [00635]  Εἶτα ὁ χρεώστης, ὡς μηκέτι ἀνθρώποις, ἀλλὰ τῷ θεῷ ὀφείλων καὶ τῇ εἰς αὐτὸν εὐσεβείᾳ, οἱονεὶ συνεκλείετο πρὸς τὸ καὶ μὴ βουλόμενος ἀποδοῦναι τὸ χρέος, οὐκέτι μὲν τῷ δανειστῇ, ἤδη δὲ εἰς τὸν λόγον τῶν πενήτων τῷ θεῷ ἐξ ὀνόματος τοῦ δανειστοῦ.
 [00641]  οὐκ ὀφείλει τιμᾶν τὸν πατέρα ἢ τὴν μητέρα τῇ δόσει ὁ ἀναθεὶς τῷ θεῷ ὡς κορβᾶν τὸ δοθησόμενον ἂν τοῖς γεγεννηκόσι, δῆλον ὅτι ἠκυροῦτο ἡ τοῦ θεοῦ περὶ τιμῆς γονέων ἐντολὴ ὑπὸ τῆς τῶν Φαρισαίων καὶ γραμματέων παραδόσεως, λεγούσης μηκέτι δεῖν τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρα τὸν ἅπαξ ἀνατεθεικότα τῷ θεῷ ὃ ἔλαβον ἂν οἱ γεγεννηκότες.
 [00973]  ἀποθνῄσκει δὲ ὁ νόμος τῷ ἀναβάντι ἐπὶ τὴν μακαριότητα καὶ μηκέτι ὑπὸ νόμον πολιτευομένῳ, ἀλλ' ὡς ὁ Χριστὸς πράττοντι, ὃς εἰ καὶ γέγονεν «ὑπὸ νόμον» διὰ τοὺς ὑπὸ νόμον, «ἵνα τοὺς ὑπὸ νόμον κερ δήσῃ», οὔτε ἔμεινεν ὑπὸ νόμον οὔτε ἀφῆκεν ὑπὸ νόμον τοὺς ὑπ' αὐτοῦ ἐλευθερωθέντας·
 [00975]  ὁ οὖν ἀναμάρτητος καὶ μηκέτι δεόμενος τῶν νομικῶν θυσιῶν ὑπερβέβηκε τελειωθεὶς τάχα καὶ τὸν πνευματικὸν νόμον, καὶ γέγονεν ἐν τῷ ὑπὲρ αὐτὸν λόγῳ, ὅστις τοῖς μὲν ἐν σαρκὶ ζῶσι «σὰρξ» ἐγεγόνει, τοῖς δὲ μηδαμῶς ἔτι «κατὰ σάρκα» στρατευομένοις, ὡς ἦν «ἐν ἀρχῇ πρὸς τὸν θεόν», θεὸς λόγος ὤν, θεωρεῖται καὶ ἀποκαλύπτει τὸν πατέρα.
 [00984]  ἐπεὶ ἐκεῖνοι μὲν ὄντες «πόλις πιστὴ Σιὼν» γεγόνασι πόρνοι, οὗτοι δὲ ὡς ἡ Ῥαὰβ ἡ πόρνη τοὺς τοῦ Ἰησοῦ κατασκόπους ὑποδεξαμένη διεσώθη πανοικί, μετὰ τοῦτο μηκέτι πορνεύουσα, ἀλλὰ ἐλθοῦσα παρὰ τοὺς τοῦ Ἰησοῦ πόδας καὶ βρέχουσα αὐτοὺς τοῖς τῆς μετανοίας δάκρυσι καὶ ἀλείφουσα τῇ τῆς ἁγίας πολιτείας τῶν μύρων εὐωδίᾳ, δι' ἣν Σίμωνι τῷ λεπρῷ (τῷ προτέρῳ λαῷ) ὀνειδίζων ἔλεγεν ὅσα γέγραπται.
 [00991]  ἐπεὶ δὲ ὁδός ἐστι τῷ μηκέτι χρησομένῳ ζύμῃ καὶ φυράματι καὶ διδασκαλίᾳ Φαρισαίων καὶ Σαδδουκαίων πρότε ρον μὲν τὸ θεωρεῖν δεύτερον δὲ τὸ προσέχειν, ἵνα μήποτε ἐκ τοῦ μὴ βλέπειν καὶ ἐξ ἀπροσεξίας μεταλάβῃ τις τῆς ἀπηγορευμένης ζύμης ἐκείνων, διὰ τοῦτο πρῶτον τὸ ὁρᾶτε λέγει τοῖς μαθηταῖς καὶ δεύτερον τὸ προσέ χετε.
 [01410]  ἐπὰν δὲ μεταμορφωθῇ, καὶ τὸ πρόσωπον αὐτοῦ λάμψει ὡς ὁ ἥλιος, ἵνα φανερωθῇ τοῖς τέκνοις «τοῦ φωτὸς» ἐκδυσαμένοις «τὰ ἔργα τοῦ σκότους» καὶ ἐνδυσαμένοις «τὰ ὅπλα τοῦ φωτὸς» καὶ μηκέτι οὖσι τέκνοις «σκότους ἢ νυκτός», ἀλλὰ γενο μένοις υἱοῖς «ἡμέρας» καὶ «ὡς ἐν ἡμέρᾳ εὐσχημόνως» περιπατοῦσι, καὶ φανερωθεὶς λάμψει αὐτοῖς, οὐχ ἁπλῶς ὡς ὁ ἥλιος, ἀλλ' ἐπιδεικνύ μενος αὐτοῖς τὸ εἶναι «δικαιοσύνης ἥλιος».
 [01443]  εἰ δὲ τοῦθ' οὕτως ἔχει, μήποτε ὁ ὑπὲρ τοῦ σκανδαλίσαι (τὸ ὅσον ἐφ' ἑαυτῷ) τὸν Ἰησοῦν καὶ τοῦ ἀποστῆσαι τῆς κατὰ τὸ πάθος σωτηρίου ἀνθρώ ποις μετὰ πολλῆς προθυμίας οἰκο νομίας, τὰ εἰς ταῦτα φέρειν δοκοῦντα ἐνεργῶν αὐτὸς καὶ ἐνταῦθα οἱονεὶ ἀπατηλῶς περισπάσαι βούλεται τὸν Ἰησοῦν, ὡς ἐπὶ καλὸν τὸ μηκέτι συγκαταβαίνειν τοῖς ἀνθρώποις καὶ ἥκειν πρὸς αὐτοὺς καὶ τὸν ὑπὲρ αὐτῶν ἀναδέξασθαι θάνατον, ἀπο μεῖναι δὲ ἐν τῷ ὑψηλῷ ὄρει μετὰ Μωσέως καὶ Ἠλίου.
 [01510]  ὅμως δὲ καὶ οὕτως μιᾶς τινος ἀεὶ ἐκ τοῦ ὡρισμένου τῶν ψυχῶν ἀριθμοῦ μεθισταμένης καὶ μηκέτι εἰς σῶμα ἐρχομένης, ἐπιλείψει ποτὲ ὡς διά τινων ὡσπερεὶ ἀπείρων χρόνων ἡ γένεσις, καταντήσαντος τοῦ κόσμου ἐπί τινα ἕνα ἢ δεύτερον ἢ ὀλίγῳ πλείους, μεθ' οὓς καὶ αὐτοὺς τελειω θέντας ὁ κόσμος φθαρήσεται, ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρχομένων.
 [01593]  πνεῦμα δὲ «ἄλαλον καὶ κωφόν»<, εἰ> τροπολογητέον, <λεκ τέον> τὰς ἀλόγους καὶ πρὸς τὸ δο κοῦν καλὸν ὁρμάς, ὑπὸ τοῦ λόγου ἐκβαλλόμενον, ἵνα ἃ τέως τις ἐποίει ἀλόγῳ φορᾷ νομιζόμενα ὑπὸ τῶν βλεπόντων καλά, μηκέτι μὲν πράττῃ ἀλόγως κατὰ <τὸ λοιπόν, κατὰ> δὲ τὸν λόγον τῆς τοῦ Ἰησοῦ διδασκαλίας.
 [01624]  ἐπὰν οὖν ἔχῃ τις «τὴν πᾶσαν πίστιν», ὥστε μηκέτι περί τινων ἐν τοῖς ἱεροῖς γράμμασι κειμένων ἀπιστεῖν, καὶ τοιαύτην αὐτὴν ἔχῃ, ὁποία ἦν ἡ πίστις τοῦ Ἀβραὰμ πιστεύοντος τῷ θεῷ ἐπὶ τοσοῦτον, ὥστε λογισθῆναι τὴν πίστιν αὐτοῦ «εἰς δικαιοσύνην», ἔχει «τὴν πᾶσαν πίστιν» ὡς κόκκον σινάπεως.
 [01691]  ἐρεῖς γὰρ τὸν τοιοῦτον ἐν θαλάσσῃ μὲν γε γονέναι καὶ τοῖς ἁλμυροῖς τοῦ βίου πράγμασι καὶ τοῖς κύμασι τῶν τῆς φιλαργυρίας φροντίδων καὶ μερι μνῶν, ἔχοντα ἐν τῷ στόματι τὸν στατῆρα ὅτε ἄπιστος ἦν καὶ φι λάργυρος, ἀναβεβηκέναι δὲ ἀπὸ τῆς θαλάσσης ἐν τῷ λογικῷ ἀγκίστρῳ συνειλημμένον καὶ εὐεργετούμενον (ὑπό τινος αὐτὸν διδάξαντος Πέτρου τὴν ἀλήθειαν) μηκέτι ἔχειν ἐν τῷ στόματι τὸν στατῆρα ἀλλὰ ἀντ' ἐκείνου τὰ ἔχοντα τὴν εἰκόνα λόγια τοῦ θεοῦ.
 [01832]  ἐμίσησε γὰρ ἡμᾶς (ἐξ οὗ μηκέτι σκοποῦμεν «τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα») διὰ τὴν Ἰησοῦ διδασκαλίαν οὐ κόσμος ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς συνε στηκὼς πᾶς, ἀλλ' οἱ ἐπὶ γῆς μεθ' ἡμῶν ἄνθρωποι.
 [01903]  [13.27] Εἶτα πάλιν ζητήσαι ἄν τις, πό τε τῶν δεικνυμένων ὑπὸ τοῦ σωτῆρος μικρῶν οἱ λεγόμενοι αὐτῶν ἄγγε λοι προΐστανται, πότερον ἀρξάμενοι τὴν οἰκονομίαν περὶ αὐτοὺς διοικεῖν, ἀφ' οὗ «διὰ λουτροῦ παλιγγενεσίας» (ᾧ ἐγεννήθησαν) «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα» ἐπιπο θοῦσι, καὶ μηκέτι ὑποκείμενοι πονηρᾷ τινι δυνάμει·
 [01952]  Πρὸς δὲ τὸ δοκοῦν σκληρὸν πρὸς τοὺς τὰ ἐλάττονα ἡμαρτηκότας εἴποι τις ἂν ὅτι οὐκ ἔξεστι, δὶς ἑξῆς μὴ ἀκούσαντα τὸ τρίτον ἀκοῦσαι, ὡς διὰ τοῦτο μηκέτι εἶναι ὡς ἐθνικὸν καὶ τελώνην καὶ μηκέτι δεηθῆναι τοῦ ἐπὶ πάσης τῆς ἐκκλησίας ἐλέγχου;
 [01965]  οὕτω δὲ καὶ ὁ ἅπαξ νουθετηθεὶς ἄξια ποιήσας τοῦ κερδηθῆναι, λυθεὶς διὰ τῆς νουθεσίας <τοῦ> κερ δήσαντος αὐτὸν καὶ μηκέτι «σειραῖς τῶν ἁμαρτιῶν» ἑαυτοῦ περὶ ὧν ἐνουθετήθη δεδε μένος, λελυμένος κριθήσεται <δικαίως καὶ> ὑπὸ τῶν ἐν οὐρανοῖς.
 [02002]  «ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ», ἀλλὰ ἦν ἐν αὐτοῖς «σχί σματα», ὧν καταλυομένων συνήγοντο μετὰ τοῦ ἐν Παύλῳ πνεύματος «σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ Χρι στοῦ», ἵνα μηκέτι ἀλλήλους δάκνωσι καὶ κατεσθίωσιν, ὡς «ὑπὸ ἀλλήλων» αὐτοὺς ἀναλίσκεσθαι·
 [02017]  ἐν δὲ τοῖς ἤδη τελειωθεῖσι κεκράτηκε τὸ πνεῦμα καὶ «τὰς πράξεις» ἐθανά τωσε «τοῦ σώματος» καὶ μεταδίδωσι τῆς ἑαυτοῦ ζωῆς τῷ σώματι, ὡς ἤδη γίνεσθαι καὶ τὸ «ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν», καὶ γίνεται συμφωνία τῶν δύο (σώματος καὶ πνεύματος) ἐπὶ τῆς γῆς, ἧστινος κατορθωθείσης σύμφωνος καὶ ἡ εὐχὴ ἀναπέμπεται τοῦ «καρδίᾳ μὲν» πιστεύοντος «εἰς δικαιοσύνην, στό ματι δὲ» ὁμολογοῦντος «εἰς σωτη ρίαν», ὥστε μηκέτι τὴν καρδίαν πόρ ρω εἶναι τοῦ θεοῦ, καὶ μετὰ ταύτης ἐγγίζειν αὐτοῦ καὶ τοῖς χείλεσι καὶ τῷ στόματι τὸν δίκαιον τῷ θεῷ ***.
 [02027]  τὸ νομίζειν ἁπλούστερον εἰρῆσθαι ταῦτα, ὑπὸ μὲν Πέτρου ὡς αἱρου μένου ἑπτὰ μὲν ἁμαρτίας τῷ ἀδελφῷ ἀφιέναι ἁμαρτάνοντι εἰς αὐτόν, ὀγ δόην δὲ μηκέτι, ὑπὸ δὲ τοῦ σωτῆρος ὡς διδάσκοντος καθεζόμενόν τινα ἀριθμεῖν τὰ ἁμαρτήματα τοῦ πέλας εἰς αὐτόν, ἵνα τὰ μὲν <ἑπτὰ καὶ τὰ> ἑβδομήκοντα καὶ ἑπτὰ συγχωρῇ ἀπὸ δὲ ἑβδομηκοστοῦ ὀγδόου μὴ ἀφῇ τῷ ἠδικηκότι αὐτόν, πάνυ μοι δοκεῖ εὔ ηθες εἶναι καὶ ἀνάξιον καὶ τῆς Πέτρου παρὰ τῷ Ἰησοῦ προκοπῆς καὶ τῆς τοῦ Ἰησοῦ θείας μεγαλονοίας.
 [02057]  κἂν ζητῇς δὲ πῶς «αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», δύνασαι λέγειν ὅτι αὐτῶν ἐστιν ὁ Χριστός, καθὸ αὐτοβασιλεία ἐστίν, βασιλεύων καθ' ἑκάστην ἐπίνοιαν αὐτοῦ τοῦ μηκέτι βασι λευομένου ὑπὸ τῆς ἁμαρτίας, βασι λευούσης «ἐν τῷ θνητῷ σώματι» τῶν ἑαυτοὺς ὑποταξάντων αὐτῇ.
 [02109]  καὶ οἷόν τε ἦν αὐτὸν μηκέτι μὲν εἶναι δοῦλον τοῦ βασιλέως, γίνεσθαι δὲ τοῦ ὠνησαμένου.
 [02248]  καὶ ὁ θεός ἐστιν ὁ συζεύξας τὰ δύο εἰς ἕν, ἵνα μηκέτι ὦσι δύο, <ὅπου> «παρὰ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή».
 [02287]  διὸ μηκέτι δύνανται πράσσειν τὰ κατὰ τὸν νόμον αὐτοῖς προστεταγμένα διὰ τὸ βιβλίον τοῦ ἀποστασίου.
 [02317]  γένοιτο δ' ἄν ποτε καὶ μετὰ τὴν ἐπὶ πλεῖον διατριβὴν καὶ συνοίκησιν αἰτία ἐν ψυχῇ τοῦ μὴ εὑρίσκειν «χάριν ἐναν τίον» τοῦ κυριεύοντος καὶ ἄρχοντος αὐτῆς ἀγγέλου τὸ εὑρίσκεσθαι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα», καὶ γρά φοιτο ἂν ὡς γράφεται χειρόγραφα, γράφοιτο δὲ «βιβλίον ἀποστασίου», διδόμενον «εἰς τὰς χεῖρας» τῆς ἐκβαλλομένης, ἵνα μηκέτι οἰκεία ᾖ τοῦ προτέρου προστάτου ἡ ἐξα ποστελλομένη «ἐκ τῆς οἰκίας αὐτοῦ».
 [02665]  [15.16] Ζητήσαι δ' ἄν τις <ἀκο λούθως> ὅτι, εἴπερ τέλειός ἐστιν ὁ πάσας ἔχων τὰς ἀρετὰς καὶ μηκέτι <τι> ἀπὸ κακίας πράττων, πῶς τέλειος γένοιτ' ἂν ὁ πωλήσας ἑαυτοῦ τὰ ὑπάρχοντα καὶ δοὺς τοῖς πτωχοῖς.
 [02762]  «ἔξελθε ἀπ' ἐμοῦ, κύριε, ὅτι ἀνὴρ ἁμαρτωλὸς ἐγώ εἰμι», καὶ μέγας αὐτοῦ ἔπαινος ἦν τεθαρρηκότος ἐπὶ τῷ μηκέτι ἁμαρτάνειν λέγειν·
 [02767]  καὶ εἴπερ βουλόμεθα τὰ πρὸς Πέτρον εἰρη μένα κατὰ τὴν πεῦσιν αὐτοῦ καὶ αὐτοὶ λαβεῖν, ἀφῶμεν ὁμοίως πάντα, μηκέτι περιεχόμενοι τῆς κακίας καὶ τῆς κατ' αὐτὴν ἐνεργείας, καὶ ἀκο λουθήσωμεν τῷ τοῦ θεοῦ λόγῳ, ἵνα ἡμῖν εἴπῃ καὶ πᾶσι τοῖς ἀκολουθή σασιν αὐτῷ τὰ ἐπιφερόμενα οὕτως ἔχοντα·
 [03134]  τὸ δὲ καὶ δεξιὰ <καὶ εὐώνυμα> ποιῆσαι πάντα τῷ θεῷ, ἵνα μηκέτι ᾖ σκαιόν τι πρὸς αὐτόν, τοῦτ' ἔστι τὸ ἐσόμενον ἐν τοῖς «ἐκ δεξιῶν τῆς δυνάμεως» ἐσομένοις, πρὸς παράδειγμα μέλλουσι βλέπειν τὸ «ἐκ δεξιῶν τῆς δυνάμεως» καθέζεσθαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ Χριστοῦ τοῦ λόγου·
 [03481]  πῶς δὲ οὐκ ἔμελλε μεγάλης χαρᾶς εἶναι ἄξιον τὸ οὕτως ἔρχεσθαι τὸν δίκαιον βασιλέα καὶ σῴζοντα καὶ πρᾶον εἰς τὴν Ἱερουσαλήμ, ὅτε ἔμελλεν ἐξολοθρεύεσθαι πᾶν «τόξον πολεμικόν», ἵνα μηκέτι «οἱ ἁμαρτω λοὶ» ἐκτείνωσι τόξα μηδὲ ἑτοιμάζωσι «βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρ δίᾳ»;
 [03582]  καὶ οἶκος ἐκεῖνος ὑπελαμβά νετο εἶναι εὐχῆς, οὗ καθαιρεθέντος ἀναγκαῖον Ἰουδαίους, ὡς μηκέτι ἔχοντας οἶκον προσευχῆς, λέγειν μηκέτι ἔχειν τὸ ἐξαίρετον τῆς ἐπι σκοπῆς τοῦ θεοῦ, ὃ ἔχειν ᾤοντο παρὰ τὸ ἐν τῷ οἴκῳ τῆς προσευχῆς εὔχεσθαι, μηδὲ τὸ τὰ τῆς νομικῆς λατρείας ἐπιτελεῖν.
 [03616]  ἀλλὰ καὶ ἕκαστος τῶν ἀπὸ διακονίας συναγόντων <ἑαυτοῖς πλοῦ τον καὶ ἀποστερούντων πτωχῶν> χρήματα, νοήσας τὴν προκειμένην γραφὴν μηκέτι σωρευέτω εἰς τὰς τραπέζας ἀργύριον, ἵνα μὴ κατα στρέψῃ αὐτὰς ὁ Ἰησοῦς.
 [03694]  μηκέτι ἐκ σοῦ καρ πὸς γένοιτο εἰς τὸν αἰῶνα·
 [03700]  διὸ λέγει αὐτῇ, ἐπεὶ «παρὰ τὴν ὁδὸν» ἦν καὶ φύλλα μόνον εἶχεν ἔμφα σιν τοῦ ζῆν ἀλλ' οὐ μετὰ καρποῦ, τὸ μηκέτι ἐκ σοῦ καρπὸς γέ νοιτο εἰς τὸν αἰῶνα.
 [03718]  μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα, ἵνα παραχρῆμα καὶ ἐπ' αὐτῷ ξηρανθῇ ἡ συκῆ.
 [03735]  «μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φά γῃ»;
 [03790]  καὶ ἔστι γε τοῖς μηκέτι «πρὸς αἷμα καὶ σάρκα» παλαίουσιν ἀλλὰ διὰ τὸ ἐπαναβεβηκέναι τῇ δυνάμει πρὸς τὰ ὑπὲρ ταῦτα ἀγωνιζομένοις «ἡ πάλη» «πρὸς τὰς» ἀνταγωνιζο μένας τοῖς ἀθληταῖς τῆς θεοσεβείας «ἐξουσίας».
 [04005]  οἱ δὲ λέγουσιν αὐτῷ, ἐκ τοῦ στόματος αὑτῶν κριθησόμενοι καὶ καταδικασθησόμενοι ὡς κακοὶ κακῶς ἀπολούμενοι καὶ μηκέτι μέλ λοντες ἔχειν «τὰ λόγια τοῦ θεοῦ», τὸ κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκ δώσεται ἄλλοις γεωργοῖς, οἵ τινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐ τῶν.
 [04148]  θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», ἢ τοῦ Χριστοῦ αὐτοῦ, μηκέτι πράττοντες τοιαῦτα ἐφ' οἷς λέγοιτ' ἂν <ἡμῖν>·
 [04153]  παύσεται οὖν ποτε ὢν ὡς πάνθηρ καὶ ὡς λέων καὶ ὡς ἄρκτος ἀπορουμένη, ὅτε διὰ τὸ τοὺς τάδε πεποιηκότας μηκέτι χρῄ ζειν τοῦ ὡς πάνθηρος καὶ τοῦ ὡς λέοντος καὶ τοῦ ὡς ἄρκτου <ἀπο ρουμένης θεοῦ>, αὐτὸς οὐκέτι ἔχων τοὺς <τοιούτους> τοιούτου ἑαυτοῦ χρῄζοντας, ἐμφανίσει ἑαυτὸν «καθώς ἐστιν».
 [04421]  ὥσπερ δέ, ὡς ὁ λόγος ἀπέδειξεν, ἠκολούθησε τῷ εἶναι γυναῖκα καὶ ἄνδρα τὸ ἔσεσθαι καὶ τέκνα πα τέρων καὶ ἀδελφοὺς ἀδελφῶν καὶ μητέρας τῶν γεννωμένων, οὕτω μή ποτε ἀκολουθεῖ τῷ μὴ εἶναι γυ ναῖκα ἢ ἄνδρα τὸ μηκέτι ἔσεσθαι πατέρα καὶ μητέρα καὶ ἀλλήλων τινὰς ἀδελφούς, τάχα οὐ περὶ μελλόν των μόνον ἀλλὰ καὶ τῶν παρεληλυ θότων.
 [04511]  ἐγὼ δ' οἶμαι ὅτι τότε καὶ τῷ Ἀβρα ὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ἐχαρίσατο, ἵνα μηκέτι μόνον θεὸς ᾖ αὐτῶν ὁ θεὸς ἀλλ' ἤδη καὶ πατήρ.
000-00-00 Serial Number=0016627431
Contra Celsum Ante [Go Back]  
 [00647]  Πρὸς ὃν ἐροῦμεν ὅτι πᾶς μὲν ὁ, ὡς ὁ Παῦλος ὠνόμασε, μηκέτι ὑπὸ φόβου παιδαγωγούμενος ἀλλὰ δι' αὑτὸ τὸ καλὸν αἱρούμενος υἱός ἐστι θεοῦ·
 [01859]  Εἰ μὴ ἄρα βούλει τὸν θεὸν ἢ τὸν θείας μετέχοντα φύσεως ἀνθρώποις διαλεγόμενον σκοπεῖν μὲν τὰ τῆς ἰδίας φύσεως καὶ τὰ κατ' ἀξίαν ἑαυτοῦ μηκέτι δ' ἐνορᾶν, τί πρέπει τοῖς οἰκονομουμένοις καὶ ἀγομένοις ἀνθρώποις ὑπὸ τοῦ λόγου αὐτοῦ ἐπαγγέλλεσθαι καὶ ἑκάστῳ γε κατὰ τὸ ὑποκείμενον ἦθος διαλέγεσθαι.
 [02458]  Ἐπέμφθη οὖν θεὸς λόγος καθὸ μὲν ἰατρὸς τοῖς ἁμαρτωλοῖς, καθὸ δὲ διδάσκαλος θείων μυστηρίων τοῖς ἤδη καθαροῖς καὶ μηκέτι ἁμαρτά νουσιν.
 [02462]  Καὶ πρὸς τοῦτό φαμεν ὅτι, εἰ μὲν ἀναμαρτήτους λέγει τοὺς μηκέτι ἁμαρτάνοντας, ἐπέμφθη καὶ τούτοις ὁ σωτὴρ ἡμῶν Ἰησοῦς, ἀλλ' οὐχ ὡς ἰατρός·
 [02500]  Ἔσθ' ὅτε δὲ κἂν πάνυ ἐξώλεις παραδέξασθαι βούλωνται τὸν λόγον τὸν περὶ κολάσεως διὰ τὴν ἐπὶ τῇ μετανοίᾳ ἐλπίδα, κωλύονται ἀπὸ τῆς πρὸς τὸ ἁμαρτάνειν συνηθείας, ὡσπερεὶ δευσοποιηθέντες ἀπὸ τῆς κακίας καὶ μηκέτι δυνάμενοι ἀπ' αὐτῆς ἀποστῆναι εὐχερῶς ἐπὶ τὸν καθεστηκότα καὶ τὸν κατὰ τὸν ὀρθὸν λόγον βίον.
 [02555]  Εἰ δὲ καὶ μὴ ἀρετὴ ἀξιόλογος δὲ προκοπὴ ἐγγένοιτο τῇ ψυχῇ, ἱκανὴ καὶ αὕτη κατὰ τὴν ἀναλογίαν τοῦ πῶς εἶναι προκοπῆς ἐκβαλεῖν καὶ ἐξαφανίσαι τὴν τῆς κακίας χύσιν, ὥστ' αὐτὴν ἐγγύς που μηκέτι τυγχάνειν ἐν τῇ ψυχῇ.
 [02636]  Ἀγωνισάσθω οὖν μηκέτι κρύπτων τὴν ἑαυτοῦ αἵρεσιν ἀλλ' ὁμολογῶν ἐπικούρειος εἶναι πρὸς τὰ παρ' Ἕλλησι καὶ βαρβάροις οὐκ εὐκαταφρονήτως λεγόμενα περὶ τῆς ἀθανασίας τῆς ψυχῆς ἢ τῆς ἐπιδιαμονῆς αὐτῆς ἢ τῆς τοῦ νοῦ ἀθανασίας, καὶ παραδεικνύτω ταῦτα μὲν εἶναι λόγους, κούφαις ἐλπίσιν ἀπατῶντας τοὺς συγκατατιθεμένους αὐτοῖς, τοὺς δὲ τῆς ἑαυτοῦ φιλοσοφίας καθαροὺς εἶναι κούφων ἐλπίδων καὶ ἤτοι προσάγοντας ἐλπίσιν ἀγαθαῖς ἤ, ὅπερ μᾶλλον ἀκόλουθόν ἐστιν αὐτῷ, οὐδεμίαν ἐμποιοῦντας ἐλπίδα διὰ τὴν τῆς ψυχῆς εὐθέως παντελῆ φθοράν.
 [02909]  Εἰ μὴ ἄρα ἡ τηλικαύτη εὐσέβεια, οὔθ' ὑπὸ πόνων οὔθ' ὑπὸ κινδύνου θανάτου οὔθ' ὑπὸ λογικῶν πιθανοτήτων νικωμένη, οὐδὲν βοηθεῖ τοῖς ἀνειληφόσιν αὐτὴν πρὸς τὸ μηκέτι αὐτοὺς παραβάλλεσθαι σκώληξιν, εἰ καὶ παρεβάλλοντο πρὸ τῆς τηλικαύτης εὐσεβείας·
 [03511]  τί οὖν τοῦτο πρὸς τὸ πάντως κατ' ἀρχὰς τοὺς μὲν ἀνθρώπους ὑπὸ θηρίων ἁρπάζεσθαι καὶ ἐσθίεσθαι, μηκέτι δὲ τὰ θηρία ὑπ' ἀνθρώπων ἁλίσκεσθαι;
 [05214]  ἀλλ' οὐδ' ἐπιστήσας, ἐν τίνι τῶν τοῦ ἀνθρώπου τὸ κατ' εἰκόνα τοῦ θεοῦ χαρακτηρίζεται, καὶ ὅτι ἐν τῇ ἢ μὴ ἐσχηκυίᾳ ἢ μηκέτι ἐχούσῃ ψυχῇ τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐκ τοῦ μὴ ἔχειν ταῦτα χρηματιζούσῃ κατ' εἰκόνα τοῦ κτίσαντος, φησὶ τό·
 [05442]  ἵν' ἐκεῖθεν ἀρξάμενος σωματικῶς δυνάμει καὶ πνεύματι ἀνατείλῃ τῇ μηκέτι βουλομένῃ ἐρήμῳ θεοῦ τυγχάνειν οἰκουμένῃ ψυχῶν.
 [06079]  Ὁρᾷς οὖν καὶ ἐνταῦθα ὅτι σκοπὸς ἦν τῷ Κέλσῳ τὸ διαλοιδορεῖσθαι πρὸς τὸν Ἰησοῦν, κινουμένῳ οἶμαι ὑπό τινος πνεύματος, καταλυθέντος ὑπὸ τοῦ Ἰησοῦ καὶ καθαι ρεθέντος, ἵνα μηκέτι ἔχῃ κνίσσας καὶ αἵματα, οἷς τρεφόμενον ἠπάτα τοὺς ἐν τοῖς ἐπὶ γῆς ἀγάλμασι ζητοῦντας θεὸν καὶ μὴ ἀναβλέποντας εἰς τὸν ἐπὶ πᾶσιν ἀληθῶς θεόν.
 [06587]  Οὐ γάρ ἐστιν ὁ ἐπὶ πᾶσι θεὸς εἷς τις τῶν κεκληρωμένων διάλεκτόν τινα βάρβαρον ἢ ἕλληνα καὶ μηκέτι τὰς λοιπὰς ἐπισταμένων ἢ μηκέτι τῶν ἐν ἄλλαις διαλέκτοις λεγόντων φροντίζειν.
 [06640]  Καὶ ταῦτα γέγονε διὰ τὸ ἐκχυθὲν αἷμα τοῦ Ἰησοῦ κατὰ τὴν ἐπιβουλὴν αὐτῶν ἐπὶ τὴν γῆν αὐτῶν, μηκέτι δυναμένην χωρεῖν τοὺς τὸ τηλικοῦτον ἄγος κατὰ τοῦ Ἰησοῦ τολμήσαντας.
 [06733]  Ἄξιον οὖν διαλέγεσθαι καὶ ἀγροίκοις καὶ ὅση δύναμις μετάγειν αὐτοὺς ἐπὶ τὸ ἀστειότερον καὶ ἀκαθάρτοις καὶ ποιεῖν αὐτούς, ὡς οἷόν τε ἐστί, καθαρωτέρους καὶ τοῖς χωρὶς λόγου ὅ τι ποτ' οὖν φρονοῦσι καὶ τὴν ψυχὴν νοσοῦσιν, ἵνα μηκέτι χωρὶς λόγου τι πράττωσι μηδὲ τὴν ψυχὴν νοσήσωσι.
 [06964]  καὶ κατανοησάτω, τί τὸ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα, ὡς περιαιρεθῆναι τὰ τῆς ὕβρεως φαυλίσματα, καὶ μηκέτι εἶναι ἀδικίαν μηδὲ λόγους ματαίους μηδὲ γλῶσσαν δολίαν.
 [06983]  ἐν ἐλαχίστῃ πόλει πιστὸς ἐγένου, ἧκε καὶ ἐπὶ τὴν μεγάλην, ὅπου θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει, καὶ σὲ συναριθμῶν αὐτοῖς, ἐὰν μηκέτι ὡς ἄνθρωπος ἀποθνῄσκῃς μηδ' ὡς εἷς τῶν ἀρχόντων πίπτῃς.
000-00-00 Serial Number=0078638852
De oratione Ante [Go Back]  
 [00720]  διόπερ κελευόμεθα ὑπὸ τοῦ Παύλου μηκέτι ὑποτάσσεσθαι θελούσῃ τῇ ἁμαρτίᾳ βασιλεύειν ἡμῶν, καὶ προστασσόμεθά γε διὰ τούτων·
 [00782]  εἴτε μὴ γῆ ἀλλ' [20οὐρανὸς] ἤδη λελογίσμεθα τῷ θεῷ, ἀξιώσωμεν, ἵνα καὶ «ἐπὶ τῆς γῆς» ὁμοίως «0τῷ οὐρανῷ20,» λέγω δὲ ἐπὶ τῶν χειρόνων, πληρωθῇ «0τὸ θέλημα» τοῦ θεοῦ εἰς τὴν, ἵν' οὕτως εἴπω, οὐρανο ποίησιν αὐτῆς, ὥστε μηκέτι ποτὲ εἶναι [20γῆν] ἀλλὰ πάντα γενέσθαι [20οὐρανόν20.]
 [01105]  ἵν' ὑμᾶς ἀπαλ λάξω τοῦ βίου μηκέτι ἐπιθυμοῦντας, καὶ τοιοῦτοι ἐξελθόντες δυνη θῆτε ὡς καθαροὶ ἀπὸ ἐπιθυμίας μεμνημένοι τε, δι' ὅσων πόνων αὐτῆς ἀπηλλάγητε, ἤτοι μηδαμῶς αὐτῇ περιπεσεῖν ἔτι ἢ, εἰ ἄρα τοῦτό ποτε γίνεται, μακραῖς χρόνων περιόδοις, ἐπιλανθανόμενοι ὧν πεπόνθατε διὰ τὴν ἐπιθυμίαν, ἐὰν μὴ ἑαυτοῖς προσέχητε καὶ τὸν τελείως ἀπαλλάττοντα πάθους παντὸς λόγον ἀναλάβητε, τοῖς κακοῖς περιπέσητε ὕστερόν τε τῆς γενέσεως ἐπιθυμήσαντες πάλιν δεηθῆτε τοῦ δὶς τυχεῖν ὧν ἐπιθυμεῖτε, μισήσαντες τὸ ἐπιθυμούμενον, καὶ τότε οὕτω παλινδρομεῖν ἐπὶ τὰ καλὰ καὶ τὴν οὐράνιον τροφὴν, ἧς καταφρονήσαντες τῶν χειρόνων ὠρέχθησαν.
 [01122]  ἵνα μηκέτι λανθάνωμεν, ὁποῖοί ποτε ἐσμὲν, ἀλλὰ καὶ αὐτοὺς ἐπιγινώσκοντες συναισθώμεθα, ἐὰν βου λώμεθα, τῶν ἰδίων κακῶν καὶ εὐχαριστῶμεν ἐπὶ τοῖς φανερουμένοις ἡμῖν διὰ τῶν [20πειρασμῶν] ἀγαθοῖς.
000-00-00 Serial Number=0446010351
De principiis Ante [Go Back]  
 [00393]  Γραπτὴ μὲν γάρ, ἡ «νουθετοῦσα τὰς χήρας καὶ τοὺς ὀρφανούς», αὐτὸ ψιλόν ἐστι τὸ γράμμα, νουθετοῦν τοὺς παῖδας τὰς ψυχὰς καὶ μηδέπω πατέρα θεὸν ἐπιγράψασθαι δυναμένους καὶ διὰ τοῦτο «ὀρφανοὺς» καλουμένους, νουθετοῦν δὲ καὶ τὰς μηκέτι μὲν τῷ παρανόμῳ νυμφίῳ χρωμένας, «χηρευούσας» δὲ τῷ μηδέπω ἀξίας αὐτὰς τοῦ <οὐρανίου> «νυμφίου» γεγονέναι.
000-00-00 Serial Number=0371178567
Dialogus cum Heraclide Ante [Go Back]  
 [00074]  Πολλάκις γράφουσιν ὑπογράψαι, καὶ τὸν ἐπίσκοπον ὑπογράψαι καὶ τοὺς ὑπονοουμένους καὶ ὑπογράψαι ἐπὶ τοῦ λαοῦ παντός, ἵνα μηκέτι περὶ τούτου γένηται στάσις ἢ ζήτησίς τις.
 [00204]  Ἵνα μὴ ἐγκληθῶ, μεταμορφώθητε, «ἀπόθεσθε τὴν κακίαν», στάσιν, «ὀργήν», μάχας, «θυμόν», λύπας, διχόνοιαν, ἵνα μὴ ᾖ μηκέτι «ἐν ὑμῖν σχίσματα ἀλλ' ἦτε κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ».
 [00315]  Ἐπεὶ ἔχεις ταῦτα πάντα τοῦ αἰσθητοῦ σώματος περὶ τὸν ἔσω ἄνθρωπον, μηκέτι δίσταζε καὶ περὶ τοῦ αἵματος ὅτι ὁμωνύμως τῷ αἰσθητῷ αἵματι, ὡς καὶ τὰ ἄλλα μέλη τοῦ σώματος, ἐστὶν κατὰ τὸν ἔσω ἄνθρω πον.
 [00394]  Εἰ τοσαῦτα ἀγαθὰ παρέχει ἡ σκιά σου τῆς ζωῆς, οἵαν εἶχεν Μωϋσῆς προφητεύων, ὁποίαν εἶχεν Ἡσαΐας βλέπων «τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», ὁποίαν εἶχεν Ἱερεμίας ἀκούων «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ [28] σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε», ὁποίαν εἶχεν Ἰεζεκιὴλ βλέπων τὰ Χερουβίμ, βλέπων τοὺς τροχούς, τὰ ἀπόρρητα μυστήρια, πῶς ζησόμεθα, ὅταν μηκέτι ὑπὸ τὴν σκιὰν ζῶμεν τῆς ζωῆς, ἀλλὰ γενώμεθα ἐν αὐτῇ τῇ ζωῇ.
000-00-00 Serial Number=0451325774
Excerpta in Psalmos Ante [Go Back]  
 [00198]  Ὁ γὰρ τελειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἷός τε ὢν, ἵσταται βέβαιος, καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ.
 [00807]  Οἱ τούτων ἀκούοντες πτερού-σθωσαν, ἐπαιρέσθωσαν, μηκέτι ἔστωσαν ἐν σαρκί·
000-00-00 Serial Number=0831428587
Exhortatio ad martyrium Ante [Go Back]  
 [00003]  καὶ ὑμεῖς τοίνυν κατὰ τὸν Ἡσαΐαν ὡς οὐκέτι σάρκινοι οὐδὲ «ἐν Χριστῷ» νήπιοι προκόψαντες «ἐν τῇ» νοητῇ ὑμῶν «ἡλικίᾳ», Ἀμβρόσιε θεοσεβέστατε καὶ Πρωτόκτητε εὐσεβέστατε, καὶ μηκέτι «χρείαν ἔχοντες γάλακτος» ἀλλὰ «στερεᾶς τροφῆς», ἀκούετε ὡς «ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος» καὶ «ἀπεσπασμένοι ἀπὸ μαστοῦ», τίνα τρόπον ὡς ἀθληταῖς τοῖς ἀπογεγαλακτισμένοις οὐχ ἁπλῆ θλῖψις ἀλλά τις «θλῖψις ἐπὶ θλίψει» προφητεύεται.
000-00-00 Serial Number=0266986847
Expositio in Proverbia Ante [Go Back]  
 [01096]  Ὁ κλέπτων, μηκέτι κλεπτέτω, μᾶλλον δὲ ἐργαζέσθω δικαιοσύνην, ἵνα γνῶσιν κτησάμενος, μεταδῷ καὶ τῷ χρείαν ἔχοντι·
000-00-00 Serial Number=0920211971
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00162]  Ἅπαξ δὲ ἐὰν νῦν ἀναγκασθῶσι βε- [12.281] βιασμένως ταῦτα ἐξετάζειν, ἀναβήσονται ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ ∆ημιουργοῦ, ἀλλὰ φάσκειν αὐτὸν ἀγαθὸν εἶναι.
000-00-00 Serial Number=0018336892
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00065]  πρῶτον οὖν ἀπολυτρωθῆναι ἡμᾶς δεῖ καὶ μηκέτι εἶναι ὑπὸ τῷ αἰχμαλωτεύσαντι καὶ κεκρατηκότι, ἵνα ἐλευθερωθέντες καὶ ἔξω γενόμενοι τῶν (ἵν' οὕτως εἴπω) χειρῶν αὐτοῦ, ἐπ' ὠφελείᾳ δυνηθῶμεν λαβεῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων καὶ θεραπευθέντες ἀπὸ τῶν τραυμάτων τῆς ἁμαρτίας ἐνεργῆσαι κατ' εὐσέβειαν καὶ τὰς λοιπὰς ἀρετάς.
 [00260]  εἰ γὰρ οἱ μηκέτι ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ ἐποικοδομοῦνται ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, <ἐν ᾧ καὶ οἱ Ἐφέσιοι συνοικοδομοῦνται εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι, εἷς ἐστιν Θεὸς μιᾶς οἰκοδομῆς καὶ ναοῦ τοῦ ἐποικοδομηθέντος ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.
 [00354]  [ iv [13] [15]] μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός.
 [00363]  ἐπειδὴ δέ φησιν ἵνα μηκέτι ὦμεν νήπιοι, ζητοῦμεν πότερον ταῦτα κατὰ μετριότητα εἶπε, συμπεριλαμβάνων ἑαυτὸν οὐκ ὄντα νήπιον, ἢ ὁρῶν ὅσον ἀπολείπεται ὁ ἐκ μέρου γινώκων καὶ ἐκ μέρου προφητεύων τῆς τελειότητος ἀληθῶς φησιν εἶναι νήπιος.
 [00373]  iv17 [19] τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν π<ώ>ρωσιν τῆς καρδίας αὐτῶν, οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
 [00440]  [ iv [28]] ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ καὶ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
 [00705]  ὁ τὰ τῆς γεννήσεως συστείλας πράγματα καὶ μηκέτι αὐτῇ ὑπηρετῶν ἀλλὰ σπεύδων ἐπὶ τὴν ἀθανασίαν, τὴν ὀσφὺν ζώννυται.
 [00718]  ὁ δὲ ἀπόστολος μηκέτι ὑποδήματα αἰρέτω εἰ ὁδόν, ἤδη τελειωθεὶς καὶ ὢν ἐν τῷ τόπῳ ὅπου καὶ ἑτηκὼ καὶ περιπατῶν ἐν γῇ ἁγίᾳ ἐστί, ζῶν ἐν Χριστῷ.
000-00-00 Serial Number=0738061249
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00200]  «ἵνα μηκέτι ὦμεν κλυδωνιζόμενοι καὶ περιφερό μενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδίαν τῆς πλάνης».
 [00579]  ὅπερ ἐπὶ Νῶε πεποίηκε, τῶν τότε πλημμελούντων τὴν δυσωδίαν μηκέτι φέρειν δυνάμενος.
000-00-00 Serial Number=0974090815
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00284]  [49] Τὰ λειτουργικὰ παρέδωκε σκεύη, μηκέτι ταῖς παρ' ἀσεβῶν θυσίαις εὐαρεστούμενος κατὰ τὸ «ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι».
 [00496]  τὸ τοίνυν συντελέσαι δηλοῖ τὸ τέλος λαβεῖν τὴν κατ' αὐτοὺς λατρείαν, καὶ τὸ μηκέτι χρη ματίζειν ἔθνος θεοῦ.
 [00589]  [111] ∆ηλοῖ δὲ τὸ μὲν ἀνήφθησαν τὸ τῆς ἁλώσεως πῦρ, τὸ δὲ ἐσαλεύθησαν τὴν εἰς δουλείαν μετάστασιν, τὸ δὲ οὐ μὴ προσ θῶσι τοῦ παροικεῖν ὅτι διηνεκῆ σχήσουσι παροικίαν, δευτέρας μηκέτι δεόμενοι.
 [00622]  ἀλλ' ἡμεῖς οἱ προφῆται οὐκ ἄλλον ἡγούμενοι τὸ πνεῦμα τοῦ προσώπου ἡμῶν , μετὰ τὴν ἡμῶν σύλληψιν μηκέτι τόπον ἔχοντες ἐν αὐτοῖς, ὑπὸ τῇ τοῦ Χριστοῦ σκιᾷ ζησόμεθα , οὐκέτι παρὰ Ἰουδαίοις, ἀλλ' ἐν ὅλοις τοῖς ἔθνεσιν , ὅτε «ἀρθεῖσα ἡ βασιλεία τοῦ θεοῦ ἀπ' αὐτῶν» διὰ τὸ κατὰ τοῦ Χριστοῦ τόλμημα «ἐδόθη τοῖς ἔθνεσιν».
000-00-00 Serial Number=0767894208
Fragmenta in Psalmos Ante [Go Back]  
 [00079]  ὡς εἰ καὶ τὰ εθνη ἐκρύαξαν, καὶ οἱ λαοὶ ἐμελέ τησαν κενὰ, ἡμεῖς δὲ τῶν μὲν τοὺς δεσμοὺς διαῤῥήξωμεν, τῶν δὲ τὸν ζυγὸν ἀποῤῥίψω μεν, ἐπεὶ μηκέτι δέχονται τὴν θεραπείαν ῥᾳδίως.
 [00242]  Εὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρ τωλῶν, ὁ δίκαιος κατευθύνει τὴν ὁδὸν αὑ τοῦ, μηκέτι πολεμούμενος ὑπ' αὐτῶν.
 [00972]  Εταλαιπώρησα ουν, καὶ οὐχὶ ετι ταλαιπωρῶ, ὡς μηκέτι ων ἐν ταῖς ἁμαρτίαις·
 [01223]  Καὶ τυθεὶς ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας, ὡς αν, ἀφέσεως γενομένης, μηκέτι χρεία ῃ τῆς περὶ ἁμαρτίας θυσίας.
 [01730]  Ειτα δὲ καὶ τῆς αὐτῶν πόλεως, ην κακῶς ῳκησαν, ἀπελαθήσονται, ὡς μηκέτι ταύτης ἐπιβαί νειν τολμᾶν, ἐπειδήπερ οἱ οἰκοῦντες αὐτὴν αἱμάτων αὐτὴν ἐπλήρουν.
 [01909]  Ηξει δὲ πρὸς αὐτὸν πᾶσα σὰρξ διὰ μετανοίας, καὶ καθάρσεως, μηκέτι μένουσα σὰρξ, η κα τὰ σάρκα πολιτευομένη.
 [02306]  δυνατὸν γὰρ μετανοοῦντας σωθῆναι, μηκέτι μακρύνοντας ταύτῃ.
 [02550]  μηκέτι σαββατίζετε, μὴ πάλιν αζυμα ποιή σητε, μηκέτι κατὰ τὰ πρῶτα καὶ παλαιὰ πορεύεσθε.
 [02659]  ∆εῖ γὰρ τὴν ψυχὴν μηκέτι ειναι ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι.
 [02687]  Οἱ τούτων ἀκούοντες πτερούσθωσαν, ἐπαιρέσθωσαν, μηκέτι εστωσαν ἐν σαρκὶ, γενέσθωσαν ἐν πνεύματι·
 [03147]  ∆είκνυσι δὲ καλῶς ὡς ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ μηκέτι πταιόντων δικαιο σύνης ἀρχὴ, διὸ καὶ πελάζει φοβουμένοις ἡ σωτηρία, καὶ ην ἀφῆκας, ἀπολαμβάνουσι σὺν εὐκλείᾳ πατρίδα.
 [03589]  Εκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀ γαθὸν, καὶ οὐδὲν τῶν ἀγαθῶν εὐκόλως γίνε ται, ζητητέον ἐξομολογεῖσθαι, ο ἀγαθόν ἐσ τι, μήποτε ουν μόνος καὶ ὡς ὁ μηκέτι ἁμαρ τάνων ἐξομολογεῖται.
 [04043]  οτε ουν ποιεῖ αὐτὴν μηκέτι εχειν σπῖλον η ῥυτί δα, ἀνακαινίζει αὐτῆς τὴν νεότητα, ὡς ἀε τοῦ.
 [04941]  ∆ιδασκέσθωσαν οἱ αρτι συμπληροῦντες τὸν λόγον, οἱ ετι νεώτεροι, οἱ μηκέτι χωρὶς τοῦ νόμου ζῶντες, οις ἐλήλυθεν ἡ ἐντολὴ τοῦ Θεοῦ, ους αρχεται κινεῖν καὶ καταράσ σειν ἡ ἁμαρτία, κατορθοῦν ἑαυτῶν τὴν ὁδὸν, καὶ αμα τῷ ἐπαπορεῖν, καὶ ζητεῖν πῶς αν γένοιτο, διδασκόμενοι φυλάσσειν τοὺς λό γους τοῦ Θεοῦ.
 [05359]  Ευχεται μηκέτι αὐτοὺς ἀναισθητεῖν ης εχουσι κακίας·
 [05457]  Ο πλατυνθεὶς καὶ μηκέτι διὰ τὴν κακίαν στενοχωρούμενος, πλατεῖαν ὡμολόγησε πᾶ σαν ειναι τὴν ἐντολὴν τοῦ Θεοῦ.
 [05746]  Οὐ θαυμαστὸν δὲ, αν ὁ πρεσβύτης καὶ μηκέτι ὀχλούμενος ὑπὸ τῶν σωματικῶν ὀρέ ξεων, ἑαυτὸν ἐπιδίδωσιν ἀσκήσει τῆς θεοσε βείας·
 [06291]  τὸ μηκέτι γενέσ θαι τὴν τῆς θαλάσσης διαίρεσιν, οὐ φύσεως εργον, ἀλλὰ θείαν δείκνυσι [δύναμιν] τοῦ καταποντισμοῦ καὶ τὴν ἀγανάκτησιν.
 [06724]  Ο συμβιβάζων διδασκάλους ἑτεροδόξων, καὶ τοὺς ἐκείνοις δοκοῦντας διὰ νομιζομένην ἱκανότητα ἐνδόξους, [δήσει] τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, ινα μὴ προβαίνωσι τὸν λόγον ἑαυτῶν, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, ινα μηκέτι κρατῶσι τῶν πάλαι διὰ τὸ εὐεξαπάτητον κρατουμένων.
000-00-00 Serial Number=0818307757
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00072]  οὐ γὰρ ὑφεστῶσα καὶ ἐνεργοῦσα οὐ καταλαμβάνει αὐτό, ἀλλὰ λυομένη καὶ μηκέτι οὖσα.
 [00186]  καὶ γὰρ ἕξομέν τι πλέον τῆς παρούσης καταστάσεως, <εἰ> μηκέτι ἐκ μέρους ἀλλὰ γυμνοὶ πάσης ἀγνοίας τῇ ἀκραιφνεστάτῃ ἀληθείᾳ προσβαλοῦμεν κατὰ τὸ δυνατὸν αὐτὸν ὀψόμενοι.
000-00-00 Serial Number=0559095919
Fragmenta in evangelium Matthaei Ante [Go Back]  
 [00006]  Ἵνα δὲ (κατὰ τὴν ὑπόθεσιν ταύτην) δι δῶται τὸν πάντη ἀναμάρτητον μηκέτι ἥξειν εἰς τὸ διὰ γενέσεως σῶμα, διὰ πόσων χρόνων οἴει [6] μίαν εὑρήσεσθαι πάντη καθα ρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως;
000-00-00 Serial Number=0098145008
Homiliae in Job Ante [Go Back]  
 [00609]  Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ [καὶ μηκέτι γινέσθω];
 [00618]  μηκέτι γινέσθω, ἐπειδήπερ ἅπαξ γέγο νεν ὁ σταυρός·
000-00-00 Serial Number=0884257019
Homiliae in Lucam Ante [Go Back]  
 [00049]  τὸ μὲν ἐν τῷ μηδέποτε ἡμαρ τηκέναι, τὸ δὲ ἐν τῷ μηκέτι ἁμαρ τάνειν.
 [00052]  [2.13] ∆υνατὸν δὲ ἐκ τοῦ μηκέτι ἁμαρ τάνειν χρηματίσαι ἀναμάρτητον·
 [00054]  Παράδειγμα δὲ τοῦ δύνασθαι ἄν θρωπον παρὰ τὸ μηκέτι ἁμαρτάνειν χρηματίζειν ἀναμάρτητον τὰ κατὰ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ.
 [00432]  Τίς δέ ἐστιν ὁ «μετ' εἰρήνης» ἀπαλλασσόμενος ἢ ὁ νοήσας, ὅτι «θεὸς ἦν <ἐν Χριστῷ κόσμον> κατ αλλάσσων ἑαυτῷ» καὶ μηκέτι ἔργον τι ἔχθρας <ἔχων> πρὸς τὸν θεόν, ἀλλὰ πᾶσαν εἰρήνην ἀναλα βὼν δι' ἔργων ἀγαθῶν.
 [00542]  «Εἰς ἄφεσιν ἁμαρ τιῶν» τίνι ἢ τῷ μηκέτι ἁμαρτάνοντι;
 [00583]  «ἀπολιθωθήτωσαν τὰ ἔθνη, ἕως ἂν παρέλθῃ ὁ λαὸς οὗτος, ὃν ἐκτήσω», ὡς δηλονότι μετὰ τὸ παρελθεῖν τὸν λαὸν μηκέτι ἀπολιθωθείησαν, ἀλλ' ἀπολαβέτωσαν καὶ ψυχὴν λογικὴν ἀνθρωπίνην.
 [00657]  Συνάγεται γὰρ τὰ ἀπὸ τῶν προ φητῶν, τὰ ἀπὸ τοῦ νόμου, τὰ ἀπὸ τῶν ἀποστόλων τῆς εὐθηνίας ῥή [28.166] ματα, ἵνα, ὅταν μηκέτι γράφηται γραφή, τὰ ὑπὸ τοῦ Ἰησοῦ συναχθέντα εἰς τὰς ἀποθήκας τῶν ψυχῶν τῶν ἀποστολικῶν καὶ τῶν διαδεχομέ νων αὐτοὺς θρέψῃ τὴν Αἴγυπτον, τὸν κόσμον, μάλιστα δὲ τοὺς ἀδελ φοὺς αὐτοῦ, περὶ ὧν γέγραπται·
000-00-00 Serial Number=0253643155
In Jeremiam Ante [Go Back]  
 [00580]  ποιμαίνοντα τὰ ἐν ἐμοὶ ἄλογα κινήματα, ἵνα μηκέτι ἐπὶ τὴν νομὴν ὡς ἔτυχεν ἐξέρχηται, ἀλλ' ἀγόμενα ὑπὸ τοῦ ποιμένος ταῦτα τὰ ἀλλότριά ποτε τυγχάνοντα αὐτοῦ ἴδια γένηται αὐτοῦ.
 [00640]  ὁ μὲν γὰρ ἔτι ἐν ἁμαρτίᾳ ὢν μὴ λεγέτω «ἡμάρτομεν», ὁ δὲ προαμαρ τήσας, ἀκριβῶς δὲ μετανοήσας λεγέτω «ἡμάρτομεν», ὡς καὶ ἐν τῷ ∆ανιὴλ γέγραπται ἐξομολόγησις τῶν μηκέτι ἁμαρτανόντων λεγόντων·
 [00643]  Καὶ ἡμεῖς οὖν ἐξομολογησώμεθα τὰς ἁμαρτίας, εἴθε μὴ χθιζάς, εἴθε μὴ τριθημερινάς, ἀλλ' εἴθε ἐξομολογούμενοι ἐξομολογησώμεθα περὶ ἁμαρτημάτων πρὸ πεντεκαίδεκα ἐτῶν γεγενημένων, τῷ μηκέτι ἁμαρτίαν ἔχειν μετ' ἐκεῖνα ἐπὶ πεντεκαίδεκα ἔτη·
 [00705]  ζητήσας αὐτὸ καὶ εὑρών, ἀπὸ τῶν γραφῶν συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας τοὺς καθα ρούς, ἀροτρίασον καὶ νέωσον τὴν γῆν, καὶ ἵνα μηκέτι ᾖ παλαιά, ποίησον αὐτὴν νέαν «ἐκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενος τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν».
 [00800]  ἀλλὰ σὺ περίζωσαι σάκκους καὶ κόπτου καὶ κλαῖε καὶ ἀλάλαζε βλέπων τὸν πολέμιον τὸν ἐνεστη κότα, ἵνα ἀποστραφῇ «θυμὸς» ὀργῆς «κυρίου» ἀπὸ σοῦ, καὶ ἀποστραφέντος τοῦ θυμοῦ δυνηθῇς ἐν ἀμεριμνίᾳ γενό μενος, μηκέτι τοῦ λέοντος ὑπεισερχομένου σοι, τῷ σε εἰσεληλυθέναι εἰς τὴν τειχήρη πόλιν, δοξάζειν τὸν ῥυό μενόν σε θεὸν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [00990]  > χωρίσαντος τὰ κακὰ ἀπὸ τῶν ἀγαθῶν, ἵνα μηκέτι μολύνηται ἐκεῖνος ὁ οὐρανὸς διὰ τὸ τῇ φρονήσει τοῦ θεοῦ ἐκτετάσθαι τὸν οὐρα νὸν μήτε ὁ δίκαιος ὢν οὐρανός ἔστιν δὲ καὶ ὁ δίκαιος οὐρανός, ὡς παραστήσω , εἴρηται·
 [01350]  Αὕτη ἡ λιμός, ἵνα ἡ προφητεία μηκέτι ᾖ, καὶ τί λέγω προφητεία;
 [02490]  «ἀφέωνταί σοι αἱ ἁμαρτίαι») μηκέτι ἁμαρτάνων;
 [02712]  διὰ τοῦτο αὐτός φησιν, ἵνα μηκέτι κοπιῶμεν, κοπιάσαντες πρὸ τοῦ ἄρξασθαι αὐτῷ ἀκολουθεῖν·
 [03172]  ἐὰν οὖν ἀπειλῇ τῇ Ἱερουσαλὴμ νῦν ὁ λόγος, φοβήθητι μήποτε σύ, ἐὰν ἁμαρτάνῃς, Ἱερουσαλὴμ εἶ ἁμαρτωλὸς καὶ παραδίδοσαι, ἵνα μηκέτι ᾖς Ἱερουσαλὴμ ἀλλὰ Βαβυλὼν γίνῃ καὶ Σύγχυσις, παραλαβόντος σε Ναβουχοδονόσορ τοῦ Βαβυλώνων βασιλέως.
 [03225]  διὰ τοῦτο ὁ θεὸς φειδόμενος ἡμῶν ἀπατᾷ ἡμᾶς (καὶ εἰ μὴ αἰσθανόμεθα τῆς ἀπάτης πρὸ καιροῦ), ἵνα μὴ ὡς ὑπερβεβηκότες τὸ νήπιον, μηκέτι δι' ἀπάτης παιδευώμεθα, ἀλλὰ διὰ τῶν πραγμάτων.
000-00-00 Serial Number=0149818242
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00017]  «Ἐξεκενώθη» δέ, ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀπορρήτοις.
 [00111]  Πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία «ἡ σκιὰ αὐτοῦ» γενέσθαι γενομένοις ἐλευθέροις «τῆς τοῦ νόμου σκιᾶς» («σκιὰν γὰρ εἶχεν ὁ νό μος τῶν μελλόντων ἀγαθῶν»), μηκέτι οὖσιν «ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν»;
 [00150]  ἔαρ δὲ καὶ θέρος μετὰ τὴν ἐπιδημίαν, ὅτε μηκέτι «ὑετῶν» χρεία, ὅτε «τὰ» διὰ Χριστὸν «ἄνθη ὤφθη ἐν τῇ γῇ».
000-00-00 Serial Number=0885792494
Philocalia Ante [Go Back]  
 [00300]  νουθετοῦν δὲ καὶ τὰς μηκέτι μὲν τῷ παρανόμῳ νυμφίῳ χρω μένας, χηρευούσας δὲ τῷ μηδέπω ἀξίας αὐτὰς τοῦ νυμφίου γεγονέναι.
 [01846]  τί οὖν τοῦτο πρὸς τὸ πάντως κατ' ἀρχὰς τοὺς μὲν ἀνθρώπους ὑπὸ θηρίων ἁρπάζεσθαι καὶ ἐσθίεσθαι, μηκέτι δὲ τὰ θηρία ὑπ' ἀνθρώ πων ἁλίσκεσθαι;
 [03532]  διὸ καὶ ἀπειλεῖ ὁ θεὸς, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰουδαίαν οἰκούντων, μηκέτι ἐπισκέψασθαι ἐπὶ τὰς θυγατέρας αὐτῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοι χεύσωσιν.
 [03631]  ἅπαξ δὲ ἐὰν συναναγκασθῶσι βεβιασμένως ταῦτα ἐξετάζειν, ἀναβή σονται ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ δημιουργοῦ ἀλλὰ φάσκειν αὐτὸν εἶναι ἀγαθόν.
000-00-00 Serial Number=0091871202
Philocalia sive Ecloga Ante [Go Back]  
 [00681]  ∆ιὸ καὶ ἀπειλεῖ ὁ θεός, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰουδαίαν οἰκούντων, μηκέτι ἐπισκέψασθαι ἐπὶ τὰς θυγατέρας αὐτῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοιχεύσωσιν.
 [00778]  Ἅπαξ δὲ ἐὰν συναναγκασθῶσι βεβιασμένως ταῦτα ἐξετάζειν, ἀναβήσονται ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ δημιουργοῦ ἀλλὰ φάσκειν αὐτὸν εἶναι ἀγαθόν.
000-00-00 Serial Number=0169130683
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00021]  ἐξεκε νώθη δὲ, ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀποῤῥήτοις.
 [00136]  Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, μηκέτι οὖσιν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν, εἰ καὶ νῦν ἐσμεν ὑπὸ σκιὰν πολλῷ διαφέρουσαν·
 [00183]  ὅτι μηκέτι ὑετῶν χρεία ὅτε τὰ διὰ Χριστὸν ἄνθη ὤφθη ἐν τῇ γῇ·
 [00429]  ὡς ἂν ἐπ' ἄκρον ἔλθοι τῆς τελειότητος, ὡς ἂν κἀκείνη βλέπῃ τοῦτον ἐπτερωμένον, καὶ μηκέτι συγ καταβαίνοντα δι' αὐτὴν, καὶ δύνηται λέγειν, εἰ καὶ [17.277] ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν·
 [00430]  τῇ σῇ τοίνυν συνανέβη προκοπῇ, φησὶν, χωρησάσης σου ἐνορᾷν, καὶ μηκέτι περαιτέρω τῆς οἰκονομίας ζητεῖν.
000-00-00 Serial Number=0038365424
Scholia in Lucam Ante [Go Back]  
 [00273]  ἢ τῷ μηκέτι ἁμαρτάνοντι.
 [00311]  ὡς δῆλον, ὅτι με τὰ τὸ παρελθεῖν τὸν λαὸν μηκέτι ἀπολιθωθείησαν.
 [00671]  Νομιστέον δὲ, ὅτι, ὥσπερ ὁ κόσμος Παύλῳ ἐσταύρωται καὶ νεκρὸς ἦν, ἐπεὶ τεθνήκει αὐτῷ τὰ τοῦ κόσμου πράγματα, μηκέτι αὐτὰ σκοποῦντι ὡς βλεπόμενα καὶ πρόσκαιρα·
000-00-00 Serial Number=0565121651
Scholia in Matthaeum Ante [Go Back]  
 [00131]  κακία δὲ ταῦτ' ἦν, τῷ μηκέτι ζῇν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ.
 [00209]  Ὁ δὲ Κύριος ἐπιτείνει τοῦτο ἐν τῷ αὐτῷ τρόπῳ, ἀναλόγως γὰρ μονάδος πρὸς δεκάδας καὶ ἑκατοντάδας, ὡς τὸν ὑπερβάντα τὰ κοσμικὰ μηκέτι ἔχειν ἄφεσιν τῶν ἁμαρτημάτων·
000-00-00 Serial Number=0268971622
Selecta in Deuteronomium Ante [Go Back]  
 [00180]  Τουτέστι [12.817] τῷ μηκέτι τῷ Ἰσραὴλ χρηματίζειν, ἀλλὰ τοῖς ἐξ ἐθνῶν, καὶ τὸν νόμον ἔστησε.
000-00-00 Serial Number=0242565751
Selecta in Ezechielem Ante [Go Back]  
 [00255]  δυνατὸν γὰρ τοὺς ἀκούοντας, ἐπικειμένων τινῶν χαλεπῶν, μεταβαλόντας μηκέτι περιπεσεῖν τούτοις οἷς ἤκου σαν, ὥσπερ καὶ περὶ Νινευϊτῶν γεγένηται.
000-00-00 Serial Number=0253851235
Selecta in Genesim Ante [Go Back]  
 [00254]  Ὑπισχνεῖται μηκέτι τὸν οἰκουμενικὸν ποιήσειν κατακλυσμὸν, ἐὰν ᾗ ἡ διάνοια τῶν ἀνθρώπων ἐκ νεότητος ἐγκει μένη ἐπὶ τὰ πονηρὰ, οὐκέτι οὕτως ἔχει πάσας τὰς ἡμέρας, ὥσπερ πρὸ τοῦ κατακλυσμοῦ.
000-00-00 Serial Number=0861291170
Selecta in Leviticum Ante [Go Back]  
 [00095]  τὸ δὲ τῆς παρεμβολῆς ἐξοίχεσθαι, τὸ μηκέτι τοῖς τῶν ἁγίων αὑτὸν συναυλίζεσθαι χοροῖς.
000-00-00 Serial Number=0802582204
Selecta in Psalmos Ante [Go Back]  
 [00761]  Τούτων γὰρ πρότερον βασιλεῦσαι δεῖ, μηκέτι βασιλευόμενον ὑπὸ τῆς ἁμαρτίας τῆς μεμελε τηκυίας βασιλεύειν ἐν τῷ θνητῷ ἡμῶν σώματι.
 [00827]  Ἐὰν μὴ ᾖ κείμενον τὸ, «δικαίας,» ἐπεὶ οἱ μὴ δραξάμενοι παιδείας πάντως εἰσὶν ἐν ὁδῷ οὐκ [12.1117] ἀγαθῇ, δύναται λεληθότως λέγεσθαι, ὅτι μὴ δρασσο μένων ὑμῶν παιδείας ὀργισθήσεται Κύριος, ἐκ τοῦ ἀπολέσθαι ὑμᾶς ἐκ τῆς ὁδοῦ ἐν ᾗ διατρίβετε, ἵνα μηκέτι ὑπάρχητε ἐν αὐτῇ.
 [02540]  Περὶ τῆς ἀποκαταστάσεως τοῦ παντὸς εὔχεται, ἵνα μηκέτι ᾖ σκολιότης, πλαγίως τοῖς ἁμαρτάνουσι πορευομένου τοῦ Θεοῦ.
 [02741]  Ὡς ἀγαθὸς ὁ Θεὸς σαλεύεται, ἵνα μηκέτι ἡ γῆ αὐτοῦ καταφρονῇ, ἀλλ' ὡς πατέρα φο βῆται αὐτόν·
 [02742]  καὶ ἵνα μηκέτι ἀκίνητα ᾖ τὰ τῶν ὀρέων θεμέλια, ἀλλ' ἐν ταραχῇ.
 [02942]  Νῶτον [12.1240] διδόασιν οἱ ἐχθροὶ, μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ.
 [03482]  ὁ δὲ τελειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἷός τε ὢν, ἵσταται βέβαιος καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ.
 [04578]  Τοιοῦτοι οἱ καθ' ἡμῶν διαλάμψαντες, ἀπόλ λυνται οἱ ἁμαρτωλοὶ, οὐ τῷ ἐξ ὅλου διαλύεσθαι τὴν σύστασιν αὐτῶν, ἀλλὰ τῷ μηκέτι εἶναι ἁμαρτωλούς.
 [04709]  Καὶ τεθεὶς ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας, ὡς ἂν, ἀφέσεως γενομένης, μηκέτι χρεία ᾖ τῆς περὶ ἁμαρτίας θυ σίας.
 [05646]  Τοῦ μηκέτι ἀνομοῦντος ἐξαλείφεται τὸ ἀνόμημα·
 [07335]  Ἵνα μηκέτι ἐναντίος ᾖ ὁ ἄνεμος τοῖς πλέουσι μαθηταῖς, καὶ γε νομένης αὐτοῖς γαλήνης γένωνται εἰς τὴν γῆν εἰς ἢν ὑπῆγον.
 [08712]  ὃ δοξάσας τοῦ μαρτυρίου τὸν Θεὸν λέγει ἐπὶ τῷ διὰ μαρτυρίου τὰς προγενομένας σει ρὰς τῶν ἁμαρτιῶν αὐτοῦ διεῤῥῆχθαι ἀπὸ Θεοῦ, ὡς μηκέτι αὐτὸν ἔχειν δεσμοὺς ἁμαρτίας.
 [08887]  ἡμᾶς δὲ πολλάκις τὴν αὐτὴν ᾠδὴν μελετᾷν ἄρα βουλόμενος, ἵνα, μεμνη μένοι τίς ἡμῶν ἡ σωτηρία ἐγένετο, μηκέτι πρὸς τὸν ἐχθρὸν παλινδρομήσωμεν, ὅσπερ ἡμῖν εἰς ἀπώλειαν γέγονεν.
 [09999]  Ὁ συμβιβάζων διδασκάλους ἑτεροδόξων καὶ τοὺς ἐν ἐκείνοις δοκοῦντας διὰ νομιζομένην ἱκα νότητα ἐνδόξους, δεῖται βασιλεῖς αὐτῶν ἐν πέδαις, ἵνα μὴ προβαίνωσι τῷ λόγῳ αὐτῶν, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, ἵνα μηκέτι κρατῶσι τὸν πάλαι διὰ τὸ εὐεξαπάτητον κρατούμενον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»