0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πᾶσαν [481]


000-00-00 Serial Number=0888884246
Adnotationes in Genesim Ante [Go Back]  
 [00005]  Καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώ που ἕως κτήνους.
 [00039]  Καὶ κατέστρεφεν τὰς πόλεις ταύτας, καὶ πᾶσαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοι κοῦντας ἐν ταῖς πόλεσι.
000-00-00 Serial Number=0040542722
Commentarii in Genesim Ante [Go Back]  
 [00240]  Καὶ ἔστιν εἰπεῖν πρῶτον μὲν, ὅτι πιστεύομεν τὰ τῆς μεγαλειό τητος τοῦ νοῦ τοῦ Θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκά στου τῶν ὄντων ἐμπεριειληφότος, ὥστε μηδὲ τὸ τυχὸν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα [12.84] αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέναι ἐν ἑαυτῷ, οὐ μὴν ἐναρ γῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην, ὡς ἁρμόζου σαν τῷ ἀγεννήτῳ νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχά νοντι.
000-00-00 Serial Number=0386775792
Commentarii in Romanos Ante [Go Back]  
 [00080]  Τί <γὰρ> κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μωσέως νόμου;
 [00205]  [4,] [1] [8]] «Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπά τορα ἡμῶν κατὰ σάρκα;» δύο προειπὼν εἶναι νόμους, ὧν τὸν μὲν ἕτερον νόμον ἔργων ὠνόμασεν, τὸν δὲ ἕτερον νόμον πίστεως, καὶ φήσας ἐκκεκλεῖσθαι τὴν καύχησιν οὐ διὰ τοῦ νόμου τῶν ἔργων ἀλλὰ διὰ τοῦ νό|μου τῆς πίστεως καὶ τούτοις ἐπαγαγὼν ὡς ἄρα δύνασθαι δὲ πίστει δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔργων νόμου *** δεύτερον δὲ περὶ τοῦ Ἀβραὰμ παριστὰς ὅτι ἐκ πίστεως μᾶλλον ἐδικαιώθη ἤπερ ἐξ ἔργων *** οὐδὲν ἧττόν φησιν αὐτὸν κατορθῶσαι τὰ ἔργα ὡς φιλοῦντα παρακολουθεῖν τῇ ἀξίᾳ δικαιώσεως πί[σ]τει *** καθ' ὅλον δὲ τοῦτον | τὸν τόπον δύο ἔοικεν ὑποβάλλειν δικαιώσεις <ὧν> τὴν μὲν ἑτέραν ἐξ ἔργων ὠνόμασεν, τὴν δὲ λοιπὴν ἐκ πίστεως ····θαι ἀπὸ νόμου Θεοῦ *** ἡμεῖς δέ φαμεν ὅτι ·η·[······]·ς ἀνθρώπους ἔχει καύ χημα ὁ ἐξ ἔργων δικαιούμενος [·····] πᾶσαν λογικὴν φύσιν τὴν ἔξω [180] τοιούτων σωμάτων [·····]αν εἴη ὁ τελεί|ως προνοῶν καλὰ τοῦ Θεοῦ μὲν ἐνώπιον ἐν πίστ[ει ἣν λο]γίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, ἀνθρώπων δὲ ἐνώπιον καὶ τῶν λοιπῶν λ[ο]γικῶν φύσεων ἐξ ἔργων ἀφ' ὧν δίκαιον ἀποφαίνουσιν τὸν ποιητὴν καὶ μόνοι ἄλλοθεν μὴ δυνάμενοι δικαιοῦν τινα *** δικαιοσύνην οὖν ἀσκητέον συνέντας ὅτι ἡ ζωὴ δικαίῳ καὶ οὐκ ἄλλῳ τινὶ γίνεται προσπα|ραλαμβάνοντι τῇ δικαιοσύνῃ τὴν εἰς Θεὸν πίστιν τὴν ε··
 [00210]  κ]ἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθις|τάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι, καὶ ὥσπερ ὑποθέσεως ἕνεκεν τοῦτο παρείλημπται.
 [00211]  Οὐ γὰρ δυνατὸν ἔχειν τὴν τηλικαύτην πίστιν, λέγω δὲ τὴν πᾶσαν ὥστε ὄρη μεθιστάναι, καὶ μὴ ἔχειν ἀγάπην *** Χρὴ δὲ ἀκριβῶς εἰδέναι ὅτι τὸ ἔχειν πᾶσαν τὴν πίστιν ἀπὸ ἀγάπης ἔρχεται, περὶ ἧς γέγραπται·
 [00217]  Οὐ παντὶ οὖν τῷ πιστεύοντι Θεῷ λογίζεται ἡ πίστις εἰς δικαιοσύνην ἀλλὰ τῷ πᾶσαν τὴν πίστιν ἔχοντι, ἥντινα πίστιν οὖσαν δικαιοσύνην λογίζεται εἰς δικαιοσύνην ὁ Θεός *** οὐχ ὡς χάρις ἀλλ' ὡς ὀφείλημα·
 [00319]  Καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν, προκοπῆς δὲ τὴν ἐλπίδα, [214] τελειότητος δὲ τὴν ἀγάπην *** οὕτω δὲ καὶ | ἀσθενῶν ἄν τις εἴη καὶ τῷ ἐλεεῖν, ἐλεῶν μὲν οὐκ ἱλαρότητι δέ, ἀλλ' ὡς ἐκ λύπης ἢ ἐξ ἀνάγκης *** διὸ νομίζω λέγεσθαι περὶ τῆς ἀγάπης ὅτι καὶ «πάντα πιστεύει», ὅπερ ἴσον ἐστὶν τῷ «ποιεῖ πᾶσαν τὴν πίστιν πιστεύειν καὶ ἔχειν τινὰ πᾶσαν τὴν πίστιν», καὶ ὅπου ἡ τελεία ἀγάπη, ἐκεῖ πᾶσα ἡ πίστις *** καίτοι γε τῆς τοῦ σώματος νεκρό|τητος καὶ τῆς νεκρώσεως ἧς εἶχεν ἡ μήτρα Σάρρας ὅσον ἐφ' ἑαυτοῖς ἀσθενεῖν τῇ πίστει αὐτὸν προκαλουμένων *** τὸ νενεκρωμένον τοῦ Ἀβραὰμ σῶμα καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας·
 [00321]  ὅτε γάρ τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν·
 [00384]  [1.18] Αποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ [1.19] κατεχόντων, διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς·
 [00404]  θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰου [2.10] δαίου τε πρῶτον καὶ Ἕλληνος·
 [00560]  ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυ- [7.9] μίαν·
 [00669]  εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
000-00-00 Serial Number=0381951094
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00097]  ἐπειδὴ τῷ ἵνα καρπόν τινα ἔχω ἔμελλε συνάπτειν πολλά (οἷον τὸ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμὶ καὶ τὰ ἀκόλουθα) ἵνα μὴ διακόψῃ τῇ συνεχείᾳ, παρενθεὶς τὸ ἐκωλύθην ἄχρι τοῦ δεῦρο συνῆψε τῷ προτέρῳ τῷ προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς τὸ ἵνα τινὰ καρπὸν ἔχω, καὶ οὕτως ἀπέδωκε τῇ τοῦ λόγου ἀκολουθίᾳ τὴν τάξιν.] [5] i [18] ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων.
 [00108]  τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ πει θομένοις δὲ τῇ ἀδικίᾳ θυμὸς καὶ ὀργὴ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος.
 [00231]  τί κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μωσέως νόμου;
 [00427]  ὅτε γάρ τις πνεύματι τὰ πράξει τοῦ ώματο θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν·
 [00631]  [38] vii [8] ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.
 [00634]  ὧδε δὲ ὁ Παῦλος πᾶσαν ἐπιθυμίαν λέγει παθητικὴν καὶ ἁμαρτωλόν (ἣν ὁ νόμος ἀπαγορεύει διδάσκων τὸ Οὐκ ἐπιθυμήσεις), ἥτις ἐστὶν ὄρεξις ἄλογος γινομένη κατὰ ὁρμὴν πλεονάζουσαν παρὰ λόγον, καθ' ἣν φιλοζωοῦμεν, ὡς ἀγαθοῦ ὀρεγόμενοι τῆς μέσης καὶ ἀδιαφόρου ζωῆς, προσκείμενοι πλούτῳ καὶ δόξῃ καὶ γυναιξὶ καὶ ταῖς λοιπαῖς ἐπιθυμίαις, κατὰ τὸ τῆς ἁμαρτίας βούλημα ποιούσης ἡμᾶς ἐκτείνεσθαι ὡς ἐπὶ ἀγαθὸν <ἐπὶ> πᾶν τὸ ὑφ' ἡμῶν ἐπιθυ μούμενον.
000-00-00 Serial Number=0982301652
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00044]  [1.2.12] Πάσης τοίνυν ἡμῖν πράξεως καὶ παντὸς τοῦ βίου, ἐπεὶ σπεύδομεν ἐπὶ τὰ κρείττονα, ἀνακειμένης θεῷ καὶ βουλομένων ἡμῶν ἔχειν πᾶσαν αὐτὴν ἀπαρχὴν τῶν πολλῶν ἀπαρχῶν εἴ γε μὴ σφαλλόμεθα τοῦτο νομίζοντες , ποίαν ἐχρῆν εἶναι μετὰ τὸ κατὰ τὸ σῶμα κεχωρίσθαι ἡμᾶς ἀλλήλων διαφέρουσαν ἢ τὴν περὶ εὐαγγελίου ἐξέτασιν;
 [00059]  [1.3.19] Ἀλλ' ὅσον ἐπὶ τῇ δευτέρᾳ ἀποδόσει, τῷ ἀνθυποφέροντι διὰ τὸ μὴ ἐπιγεγράφθαι τὰς ἐπιστολὰς εὐαγγέλιον ὡς οὐ καλῶς πᾶσαν τὴν καινὴν διαθήκην εὐαγγέλιον ἡμῶν ὀνομα σάντων, λεκτέον ὅτι πολλαχοῦ τῶν γραφῶν δύο τινῶν ἢ πλειόνων τῷ αὐτῷ ὀνόματι ὀνομαζομένων κυριώτερον ἐπὶ τοῦ ἑτέρου τῶν λεγομένων κεῖται τὸ ὄνομα·
 [00089]  [1.4.25] Ἔστι δὲ προσαχθῆναι ἀπὸ τῶν ὑπὸ Παύλου λεγο μένων περὶ τοῦ πᾶσαν τὴν καινὴν εἶναι τὰ εὐαγγέλια, ὅταν που γράφῃ·
 [00246]  [1.15.85] Ἐπεὶ τοίνυν «ἀρχὴν τοῦ εὐαγγελίου» κατὰ μίαν ἐκδοχὴν τὴν πᾶσαν παρεστήσαμεν εἶναι παλαιὰν διαθήκην διὰ τοῦ ὀνόματος Ἰωάννου σημαινομένην, ὑπὲρ τοῦ μὴ ἀμάρ τυρον εἶναι τὴν ἐκδοχὴν ταύτην παραθησόμεθα τὸ ἐκ Πράξεων περὶ τοῦ τῆς Αἰθιόπων βασιλίδος εὐνούχου εἰρημένον καὶ Φιλίππου·
 [00250]  [1.15.86] Ἅμα δὲ καὶ τὰ ἐν πρώτοις ἡμῖν εἰρημένα περὶ τοῦ δύνασθαι εὐαγγέλιον εἶναι πᾶσαν θείαν γραφὴν ἐντεῦθεν δύναται δηλοῦσθαι·
 [00603]  [1.32.229] Μάχαιρα μὲν οὖν ὀξεῖά ἐστι τὸ στόμα τοῦ υἱοῦ τοῦ θεοῦ, ἐπεὶ «ζῶν τυγχάνει ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας»·
 [00640]  [1.34.244] Εἰ δέ τις οἷός τέ ἐστιν ἀσώματον ὑπόστασιν ποικίλων θεωρημάτων περιεχόντων τοὺς τῶν ὅλων λόγους ζῶσαν καὶ οἱονεὶ ἔμψυχον ἐπινοεῖν, εἴσεται τὴν ὑπὲρ πᾶσαν κτίσιν σοφίαν τοῦ θεοῦ καλῶς περὶ αὑτῆς λέγουσαν·
 [00809]  [2.3.19] Ἀλλ' ἐπεὶ εἰκὸς προσκόψειν τινὰς τοῖς εἰρημένοις, ἑνὸς μὲν ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαγγελλο μένου παρὰ δὲ τὸν ἀληθινὸν θεὸν θεῶν πλειόνων τῇ μετοχῇ τοῦ θεοῦ γινομένων, εὐλαβουμένους τὴν τοῦ πᾶσαν κτίσιν ὑπερέχοντος δόξαν ἐξισῶσαι τοῖς λοιποῖς τῆς «θεὸς» προσηγορίας τυγχάνουσι, πρὸς τῇ ἀποδεδομένῃ διαφορᾷ, καθ' ἣν ἐφάσκομεν πᾶσι τοῖς λοιποῖς θεοῖς διάκονον εἶναι τῆς θεότητος τὸν θεὸν λόγον, καὶ ταύτην παραστατέον.
 [01344]  ἀνθρώποις γὰρ ὑπὸ φωνῆς καθαίρεται λόγος, τῇ φύσει τοῦ λόγου καθαίροντος πᾶσαν τὴν σημαίνουσαν φωνήν.
 [01519]  Ἀλλὰ καὶ ὁ ἐσθίων Ἰωάννης μίαν κεφαλίδα, ἐν ᾗ γέγραπται «τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν», τὴν πᾶσαν νενόηκε γραφὴν ὡς βίβλον μίαν, ἡδίστην κατὰ τὰς ἀρχὰς νοουμένην, ὅτε τις αὐτὴν μασᾶται, πικρὰν δὲ τῇ ἑκάστου τῶν ἐγνωκότων συναισθήσει τῇ περὶ ἑαυτοῦ ἀναφαινομένην.
 [01678]  [6.9.54] Καὶ τίνας ἐχρῆν πρεσβύτας πεπέμφθαι πρὸς τὸν Ἰωάννην ἀπὸ Ἰουδαίων καὶ πόθεν ἢ τοὺς διαφέρειν νενομισμένους κατ' ἐκλογὴν θεοῦ ἀπὸ τοῦ ἐξειλεγμένου παρὰ πᾶσαν τὴν λεγομένην γῆν ἀγαθὴν τόπου Ἱεροσολύμων, ἔνθα ὁ ναὸς ἦν τοῦ θεοῦ;
 [01691]  Ὅθεν εὐλόγως ὑπὲρ τοῦ πᾶσαν ὑπόνοιαν αὐτῶν πρῶτον περιαιρεθῆναι ψευδῆ τὴν περὶ ἑαυτοῦ, εἶθ' οὕτως παραστῆσαι τὸ ἀληθὲς τὸ οὐκ εἶναι Χριστὸς πρὸ πάντων ἀποφαίνεται.
 [01725]  Καὶ τῷ «Ἐξαλείψω δὲ πᾶσαν τὴν ἐξανάστασιν» ἀναγεγραμμένῳ ἐν τῇ Γενέσει οἱ αὐτοὶ χρώμενοι τὸν πεφροντικότα πιθανότητας ἀπατηλὰς προσαγο μένας ἀπὸ τῶν γραφῶν λύειν εἰς ἀγῶνα παραστήσουσιν ἱστάμενον πρὸς τὸ δόγμα.
 [01740]  [6.12.72] Ὁ δὲ πρῶτος, οὗ τὸν νοῦν παρεθήκαμεν οἰομένου μετενσωμάτωσιν ἐντεῦθεν κατασκευάζεσθαι, προσδιατρίβων τῇ βασάνῳ τῆς λέξεως ἐρεῖ πρὸς τὸν δεύτερον, ὅτι οὐκ ἀκόλουθον τὸν τηλικούτου ἱερέως Ζαχαρίου υἱὸν ἐπὶ γήρᾳ γεγεννημένον ἀμφοτέροις τοῖς γονεῦσιν παρὰ πᾶσαν ἀνθρω πίνην προσδοκίαν ἀγνοεῖσθαι ὑπὸ τῶν τοσούτων ἐν Ἱεροσο λύμοις Ἰουδαίων καὶ τῶν πεμφθέντων ὑπ' αὐτῶν λευϊτῶν καὶ ἱερέων, οὐ γινωσκόντων τὸ γεγενῆσθαι αὐτόν·
 [01853]  διὰ τοῦτ' ἐστιν τῷ μὲν μηδέπω φθάσαντι ἐπὶ τὸ τέλος ἀλλ' ἔτι προκόπτοντι ὁδός, τῷ δ' ἤδη πᾶσαν νεκρότητα ἀποθε μένῳ ζωή.
 [01911]  Ἐπεὶ ἐληλύθατε ἐπὶ τὸ βάπτισμα μὴ ποιήσαντες καρπὸν μετανοίας, δένδρον ἐστὲ μὴ ποιοῦν καρπὸν καλόν, ἐκκοπησόμενον ὑπὸ τῆς ὀξυτάτης καὶ εὐτονωτάτης ἀξίνης τοῦ ζῶντος λόγου καὶ ἐνεργοῦς καὶ τομωτέρου «ὑπὲρ πᾶσαν μάχαιραν δίστομον».
 [01960]  [6.25.133] Καὶ τοῦτο παρατηρητέον, ὅτι ὁ μὲν Ματθαῖος ἐκπο ρευομένους πρὸς τὸν Ἰωάννην τὰ Ἱεροσόλυμα καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐπὶ τῷ βαπτίσασθαι ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογουμένους ἑαυτῶν τὰς ἁμαρτίας, οὐδένα λόγον ἐπιπληκτικὸν καὶ ἐλεγκτικόν φησιν ἀκηκοέναι ἀπὸ τοῦ βαπτιστοῦ, μόνους δὲ τοὺς ἑωραμένους πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐληλυθότας ἀκηκοέναι τὸ «Γεννήματα ἐχιδνῶν» καὶ τὰ ἑξῆς·
 [01962]  [6.25.134] Ἔτι δὲ καὶ τοῦτο ἀναγκαῖον ἡμᾶς παραθέσθαι, ὅτι ἀμφότεροι μέν, ὅ τε Ματθαῖος καὶ ὁ Μάρκος, ἐξομολογου μένους τὰς ἁμαρτίας αὐτῶν φασιν βαπτίζεσθαι πᾶσαν Ἱεροσό λυμα καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ἢ πᾶσαν τὴν Ἰουδαίαν χώραν καὶ τοὺς Ἱεροσολυμίτας πάντας·
 [01968]  «Ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ, καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου·
 [02166]  Πλὴν ἄξιον ἐπιστῆσαι πότερον τῷ τὸν λόγον καὶ τὴν σοφίαν διαπεφοιτηκέναι δι' ὅλου τοῦ κόσμου, τὸν δὲ πατέρα ἐν τῷ υἱῷ εἶναι, ὡς παρεθέμεθα, τὰ ῥητὰ δεῖ νοῆσαι, ἢ ὁ προηγου μένως περιζωσάμενος πᾶσαν τὴν κτίσιν παρὰ τὸ τὸν υἱὸν εἶναι ἐν αὐτῷ ἐχαρίσατο τῷ σωτῆρι, ὡς μετ' αὐτὸν δευτέρῳ καὶ θεῷ λόγῳ τυγχάνοντι, δι' ὅλης ἐφθακέναι τῆς κτίσεως.
 [02336]  «Ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην» μόνος ἀνέγραψεν ὁ Ματθαῖος.
 [02617]  πότερον δὲ πάσας ἡμέρας ἕως τοῦδε τοῦ χρόνου, ἢ ἁπλῶς πάσας τὰς ἡμέρας, ἢ οὐδὲ πάσας ἀλλὰ πᾶσαν, ἐνέσται σκοπεῖν τῷ βουλομένῳ.
 [02679]  [10.13.70] Λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων·
 [02800]  Ἑκάστῳ τοίνυν ἡμῶν θυέσθω τὸ πρόβατον ἐν παντὶ οἴκῳ πατριᾶς ἡμῶν, καὶ δυνατὸν ἔστω τόνδε μέν τινα παρανομεῖν μὴ θύοντα τὸ πρόβατον, τόνδε <δὲ> πᾶσαν φυλάττειν τὴν ἐντολὴν θύοντα καὶ περιέψοντα καὶ ὀστέον αὐτοῦ μὴ συντρί βοντα.
 [02972]  [10.26.153] Καὶ πρῶτόν γε τὰ παρὰ τῷ Ματθαίῳ, ὅς φησιν εἰσελθόντος τοῦ κυρίου εἰς Ἱεροσόλυμα σεσεῖσθαι πᾶσαν τὴν πόλιν, λέγουσαν·
 [03097]  ὅπερ ξύλον τύπον ἐκλαβὼν εἶναι τοῦ σταυροῦ φησι τούτῳ τῷ ξύλῳ ἀνηλῶσθαι καὶ ἠφανίσθαι τοὺς κυβευτὰς ἐμπόρους καὶ πᾶσαν τὴν κακίαν.
 [03199]  ἑνδεκάτῳ ἐνιαυτῷ, μηνὶ Βαάλ, ὃς ἦν μὴν ὄγδοος, συνετε λέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ.».
 [03208]  Κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον, ἀργύριον, χαλκὸν καὶ σίδηρον, ξύλα, λίθους Σοὸμ καὶ πληρώσεως, καὶ λίθους πολυτελείας καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ Πάριον πολύ.
 [03392]  Ὄφελον ἀπεθάνομενπληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλη σμονήν, ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖ ναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.
 [03499]  [13.9.51] Οἶμαι πᾶσαν τὴν εἰσαγομένην ψυχὴν εἰς τὴν διὰ τῶν γραφῶν ἐν Χριστῷ θεοσέβειαν ἀπὸ τῶν αἰσθητῶν καὶ σωματικῶν λεγομένων ἀρχομένην, τοὺς πέντε ἄνδρας καθ' ἑκάστην τῶν αἰσθήσεων ἀνδρός τινος γινομένου ἴσχειν·
 [03515]  [13.10.58] Καὶ εἰ μὲν ἄτονον καὶ πρόσκαιρον καὶ ἐπιλείπουσαν ἐλάμβανεν τὴν ἐκ μέρους γνῶσιν, ἤτοι τὴν ἀπὸ τῶν γραφῶν συγκρίσει τῶν ἀρρήτων ῥημάτων, «ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», <ἢ> πᾶσαν τὴν νῦν «δι' ἐσόπ τρου καὶ αἰνίγματος» γινομένην γνῶσιν καταργουμένην, ὅταν ἔλθῃ τὸ τέλειον, οὐκ ἂν αὐτὸ ἐνεκαλέσαμεν·
 [03545]  [13.11.72] Καὶ ἑρμηνεύει γε τὴν ὑλικὴν πᾶσαν κακίαν δηλοῦ σθαι διὰ τῶν ἓξ ἀνδρῶν, ᾗ συνεπέπλεκτο καὶ ἐπλησίαζεν παρὰ λόγον πορνεύουσα καὶ ἐνυβριζομένη καὶ ἀθετουμένη καὶ ἐγκαταλειπομένη ὑπ' αὐτῶν.
 [03569]  [13.12.78] Οἱ δὲ Ἰουδαῖοι τὸ Σιὼν θεῖόν τι νενομικότες καὶ οἰκεῖον τοῦ θεοῦ ἐκεῖνον οἴονται εἶναι τὸν ἐκλελεγμένον ὑπὸ τοῦ πατρὸς τῶν ὅλων τόπον, καὶ διὰ τοῦτο ἐν αὐτῷ ᾠκοδομῆσθαι τὸν ναὸν ὑπὸ τοῦ Σολομῶνος λέγουσιν καὶ πᾶσαν τὴν λευϊτικὴν καὶ ἱερατικὴν λατρείαν ἐκεῖ ἐπιτελεῖσθαι.
 [04380]  ∆ύνανται δὲ καὶ δύο τοῦ λόγου εἶναι ἐπιδημίαι ἐν τῇ ψυχῇ, ἡ μὲν προτέρα τὸν ἐξ ὕδατος γινόμενον οἶνον χορη γοῦσα εἰς εὐφροσύνην τῶν συνεστιωμένων, ἡ δὲ δευτέρα πᾶσαν τὴν καταλειπομένην ἀσθένειαν καὶ τὸ πρὸς θάνατον κινδυνῶδες περιαιροῦσα.
 [04482]  [13.62.437] Ἐλέγομεν δὲ ἐν τοῖς ἀνωτέρω δύνασθαι τὰς δύο εἰς τὴν Κανᾶ τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας εἰς σύμβολον λαμβά νεσθαι τῶν δύο αὐτοῦ εἰς τὴν γῆν ἐπιδημιῶν, ἥτις παρὰ τὸ «κτῆμα» αὐτοῦ γεγονέναι εἰληφότος πᾶσαν ἐξουσίαν ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς Κανᾶ ὠνομάσθη.
 [04703]  ὁ δὲ οἷον πρῶτος κατωτέρω τὸ ἀνθρώπινον αὐτοῦ, ᾧ ἐπι βαίνοντες ὁδεύομεν κατὰ τὰ ἑξῆς αὐτοῦ ὄντα τὴν πᾶσαν ἐν τοῖς ἀναβαθμοῖς ὁδόν, ὥστε ἀναβῆναι δι' αὐτοῦ ὄντος καὶ ἀγγέλου καὶ τῶν [19.6.39] λοιπῶν δυνάμεων.
 [04739]  κατανόει δὲ καὶ τὰ τῆς χήρας ὑστερήματα καὶ ὅτι βιασαμένη ἑαυτὴν πάντα ὃν εἶχεν βίον ἤνεγκεν εἰς τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον, προσφέρουσα πᾶσαν τὴν δύναμιν ἑαυτῆς τῷ θεῷ.
 [05217]  εἰ δὲ ἴσον ἐστὶν τῷ [7πάντα7] «τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε» καὶ μήτε σωματικῶς παιδίσκῃ δεῖ προσελθεῖν τὸν ἔχοντα γαμετὴν μήτε μετὰ τὴν τελευτὴν τῆς γεγαμημένης ἐν γήρᾳ ἄλλην γυναῖκα λαβεῖν τὸν κατὰ τὴν τοῦ σωτῆ ρος ὑφήγησιν θέλοντα τέκνον ἀποδειχθῆναι τοῦ Ἀβραὰμ ἐκ τοῦ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ, σαφῶς καὶ ἐντεῦθεν μανθάνομεν ὅτι δεῖ πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἀλληγοροῦντα ἱστορίαν ἕκαστον πνευματι κῶς ποιῆσαι τῶν πεπραγμένων ὑπ' αὐτοῦ, ἀρξάμενον ἀπὸ τοῦ «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου «τοῦ πατρός σου, εἰς τὴν γῆν ἣν ἄν σοι δείξω», εἰρημένου οὐ μόνῳ [20.10.68] τῷ Ἀβραὰμ ἀλλὰ καὶ παντὶ τῷ ἐσομένῳ τέκνῳ αὐτοῦ.
 [05233]  περὶ ὧν ἑκάστου σοφοῦ τινος καὶ ἐπὶ τὰ βάθη τῆς γραφῆς ἐπισταμένως φθάνειν δυνα μένου ἔργον ἂν εἴη λέγειν καὶ ἁπαξαπλῶς γε πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν βασανίζοντος καὶ ὅλα τὰ περὶ αὐτοῦ γεγραμμένα, ἅτινά ἐστιν ἀλληγορούμενα·
 [05431]  πρότερον οὖν δύναμιν περιποιητέον ἀκουστικὴν τοῦ θείου λόγου, ἵνα μετὰ τοῦτο [20.20.164] οἷοί τε γενώμεθα καὶ γινώσκειν πᾶσαν τὴν Ἰησοῦ λαλιάν·
 [05480]  εἰ δὲ συνέντες τὸ ποιηθὲν κατ' εἰκόνα καὶ τὸ ληφθὲν ἀπὸ τοῦ χοῦ τῆς γῆς, ὅλοι προσνεύοιμεν ἐπὶ τοῦτον, οὗ κατ' εἰκόνα γεγόναμεν, ἐσόμεθα καὶ καθ' ὁμοίωσιν θεοῦ, πᾶσαν τὴν πρὸς ὕλην καὶ σώματα προσπάθειαν καὶ [20.22.184] τὴν πρός τινα τῶν καθ' ὁμοίωσιν ἀπολείψαντες.
 [05745]  ὅπερ ἴδιον οὐ δούλων ἀλλὰ τέκνων ἐστὶν θεοῦ, τῶν πᾶσαν μὲν καταργησάντων * * γένεσιν, τὴν δὲ ἀπὸ θεοῦ ἀνειληφότων διὰ «τοῦ τῆς υἱοθεσίας πνεύματος».
 [05766]  εὐγνωμονέστε ρον δὲ ἀκουστέον τοῦ [7ἐξ] ὅλων καὶ ὅλος7, ἀνάλογον ὅλοις τοῖς δόγ μασι καὶ πάσῃ τῇ γνώσει καὶ πᾶσι τοῖς μυστηρίοις, ὥστ' ἂν εἰπεῖν ὅλον καὶ ἐξ ὅλων γεγονέναι ἐκ τοῦ θεοῦ τὸν εἰδότα πάντα τὰ μυ στήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ μετὰ τούτων τὰ τῆς τελείας [20.34.306] ἀγάπης κατορθωκότα.
 [05804]  ἀλλὰ πᾶσαν βάσανον καὶ τοῖς νομιζομένοις εἶναι σαφέσιν προσακτέον, οὐκ ἀπογινώσκοντα ὅτι καὶ περὶ τὸν ἀνυπονόητον καὶ ἁπλοῦν εἶναι νομισθέντα λόγον αὐτοῦ εὑρεθήσεται τοῖς ὀρθῶς ζητοῦ [20.36.324] σιν ἄξιόν τι τοῦ ἱεροῦ στόματος ἐκείνου.
 [05858]  «Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν «τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα».
 [05877]  [20πῶς] οὖν οὐ λέγει τὴν κρίσιν πᾶσαν [20.38.361] παραδεδόσθαι αὐτῷ20;
 [05881]  πῶς δὲ ἄλλῳ τινὶ ἀνατίθησι τὴν κρίσιν ὡς ὑποδεεστέρῳ τοῦ σωτῆρος, καθ' ὃ νομίζει, τῷ δημιουργῷ, οὐδ' οὕτω ἀποδεῖξαι δύναται, σαφῶς γεγραμμένου τοῦ «Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν «δέδωκεν τῷ υἱῷ»·
 [06475]  ὑπὲρ τοῦ λαοῦ δὲ ἀπέθανεν οὗτος ὁ ἄνθρωπος, τὸ πάντων ζῴων καθαρώτερον, ὅστις τὰς ἁμαρτίας ἡμῶν ἦρεν καὶ τὰς ἀσθε νείας, ἅτε δυνάμενος πᾶσαν τὴν ὅλου τοῦ κόσμου ἁμαρτίαν εἰς ἑαυτὸν ἀναλαβὼν λῦσαι καὶ ἐξαναλῶσαι καὶ ἐξαφανίσαι, ἐπεὶ μὴ ἁμαρτίαν ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, οὐδὲ [28.18.161] ἔγνω ἁμαρτίαν.
 [06736]  πάλιν τε αὖ τὰ διάφορα νοήσεις τάγματα τῶν ἐν Χριστῷ ζωοποιηθησομένων ὅτε πληροῦται τὸ «Πάντα ἔδωκεν «αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας», ἐπιστήσας τῷ «Ἀπαρχὴ Χριστός, «ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος», ὅπερ τέλος μετὰ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐνστήσεται, ὅτε «Παρα «δώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί», πρότερον καταργήσας [32.3.30] «πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν».
 [06738]  κινεῖ δέ με εἰς τὸ τὴν καταργουμένην «πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν» εἶναι τὰ πρὸς ἃ ἡ πάλη τὸ ἐπιφερόμενον παρὰ τῷ Παύλῳ τούτοις τὸ «∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ «<τοὺς> πόδας αὐτοῦ».
 [06755]  καὶ τοῦτό μοι νόει καὶ περὶ πάντων τῶν καταργουμένων, εἴτε ὅταν καταργήσῃ πᾶσαν ἀρχήν, εἴτε πᾶσαν ἐξουσίαν, εἴτε πᾶσαν δύναμιν, καὶ ἁπαξαπλῶς·
 [07069]  καὶ εἴ τοι μὴ μεγέθει μεγάλη ἡ πίστις ἦν ἢ πλήθει πολλή, οὐκ ἂν ἔλε [32.15.178] γεν ὁ Παῦλος τὸ «Κἂν ἔχω πᾶσαν τὴν πίστιν».
 [07071]  οὕτως ἄν τις εἴποι τῇ τοῦ πιστεύειν [32.15.179] ἀρετῇ τέλειος τὸ πᾶσαν ἔχειν τὴν πίστιν.
 [07077]  [32.16.183] Εἰ δὲ βουλόμεθα εἰδέναι τίς ἐστιν ὁ πᾶσαν ἔχων τὴν πίστιν, λάβωμεν ἐπὶ παραδείγματος κεφαλαιωδῶς τὰ ἐν τῷ πιστεύ εσθαι σώζοντα τὸν πιστεύοντα, φέρε εἰπεῖν, ὄντα τὸν ἀριθμὸν ἑκατόν, καὶ λέγωμεν ὅτι ὁ μὲν τὰ προειρημένα ἑκατὸν ἀδιστάκτως παραδεχόμενος καὶ ἑκάστῳ αὐτῶν βεβαίως πιστεύων πᾶσαν ἔχει τὴν πίστιν·
 [07078]  ὁ δὲ λείπων ἔν τινι ἀριθμῷ τῶν ἐν τῷ πιστεύεσθαι σω ζόντων, ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι, τοσοῦτον λείπει τοῦ πᾶσαν ἔχειν τὴν πίστιν, ὅσοις ἀριθμοῖς πιστεύων ἐνδεῖ ἢ ὅσον ἀφέστηκεν τῆς περὶ τῶν πιστευομένων βεβαιότητος εἴτε πάντων εἴτε τινῶν·
 [07085]  πάλιν τ' αὖ ἐπεὶ ἔλεγον ὡς ἐπὶ παραδείγματος, ἑκατὸν ὄντων τῶν σωζόντων ἐν τῷ πιστεύεσθαι, τὸν μὲν τοῖς ἑκατὸν βεβαίως πιστεύοντα πᾶσαν ἔχειν τὴν πίστιν, τὸν δὲ λείποντα τῇ πρός τινα τῶν ἑκατὸν πίστει ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι διαφόρως μὴ πᾶσαν ἔχειν τὴν πίστιν, ἐκθήσομεν [32.16.187] σαφηνείας ἕνεκεν τοιαῦτα.
 [07090]  ἢ πάλιν εἴ τις πιστεύων ὅτι ὁ ἐπὶ Ποντίου Πιλάτου σταυρωθεὶς ἱερόν τι χρῆμα καὶ σωτήριον τῷ κόσμῳ ἐπι δεδήμηκεν, ἀλλ' οὐκ ἐκ παρθένου τῆς Μαρίας καὶ ἁγίου πνεύματος τὴν γένεσιν ἀνείληφεν, ἀλλ' ἐξ Ἰωσὴφ καὶ Μαρίας, καὶ τούτῳ ἂν [32.16.192] λείποι εἰς τὸ πᾶσαν ἔχειν τὴν πίστιν τὰ ἀναγκαιότατα.
 [07091]  πάλιν τε αὖ εἰ τὴν μὲν θεότητά τις αὐτοῦ παραδέχοιτο, τῇ δὲ ἀνθρωπότητι προσκόπτων μηδὲν ἀνθρώπινον περὶ αὐτὸν πιστεύοι γεγονέναι, ἢ ὑπόστασιν εἰληφέναι, καὶ τούτῳ ἂν λείποι πρὸς πᾶσαν τὴν πίστιν [32.16.193] οὐ τὰ τυχόντα.
 [07092]  ἢ εἰ ἀνάπαλιν τὰ μὲν περὶ αὐτὸν ἀνθρώπινα προσίοιτο, τὴν δὲ ὑπόστασιν τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως ἀθετοῖ, καὶ οὗτος ἂν οὐ δύναιτο λέγειν πᾶσαν ἔχειν τὴν [32.16.194] πίστιν.
 [07093]  καὶ οὕτως καθεξῆς μοι νόει, ἵνα θεωρήσωμεν ὁπηλίκον ἐστὶν τὸ ἀνελλιπῶς καὶ βεβαίως πᾶσαν τὴν πίστιν ἔχειν, τοσοῦτον δυναμένην, ὅτε πᾶσά ἐστιν ἐν ἀνθρώπου ψυχῇ, ὥστε ἅτινά ποτέ ἐστιν τὰ ὄρη μεθιστάνειν αὐτὰ δύνασθαι·
 [07098]  τοσοῦτον δὲ λείπει τῇ δυνάμει τῆς τῶν ὀρῶν μεταθέσεως ὅσον λείπει πρὸς τὸ πᾶσαν τὴν [32.16.196] πίστιν ἔχειν ὁ ἔτι κατ' αὐτὴν ἀτελής.
 [07100]  ἅμα δὲ καὶ ἀναπτυσσόμενος ὁ λόγος δείκνυσιν πηλίκη μέν ἐστιν ἡ κατὰ τὴν πᾶσαν πίστιν ἀρετή, καὶ ὅτι σπανίως εὑρισκομένη·
 [07101]  πόσῳ δ' ἕκαστος ἡμῶν ἀπολείπεται τοῦ [32.16.197] τὴν πᾶσαν ἔχειν πίστιν, ὥστε ὄρη μεθιστάνειν.
 [07355]  ὁ γὰρ Ἰησοῦς οὐ τοῦτο ἔλεγεν, ἀλλὰ βλέπων καὶ τὸν εἰσελθόντα καὶ τὸν παραδεξάμενον αὐτὸν καὶ πᾶσαν τὴν κατ' αὐτοῦ ἐπιβουλήν, ἐπὶ τὸν ἀγῶνα ἀποδυόμενος καὶ ἐπὶ τὸ ἀριστεῦσαι ὑπὲρ σωτηρίας ἀνθρώπων κατὰ τοῦ πονηροῦ εἶπεν τὸ «Ὃ ποιεῖς, ποίησον «τάχιον».
 [07465]  ταύτην δὲ πᾶσαν τὴν δόξαν, ἣν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, [32.28.348] δωρησαμένου τοῦ πατρὸς ἐδοξάσθη.
 [07466]  πολλῶν δὲ ὄντων τῶν συμπλη ρούντων τὴν δόξαν πᾶσαν τοῦ ἀνθρώπου, τὸ κατ' ἐξοχὴν τούτων ἁπάντων ὁ θεός ἐστιν, ὃς τῷ γινώσκεσθαι ἀπὸ τοῦ υἱοῦ οὐχ [32.28.349] ἁπλῶς ἐστι δοξαζόμενος ἀλλ' ἐν υἱῷ δοξαζόμενος.
 [07500]  ταῦτα δὲ οὐκ ἀγνοοῦμεν πολλῷ εἶναι ἐλάττονα ὧν χωρεῖ ὁ τόπος ἐξεταζόμενος, ἀποκαλύπτοντος τοῦ θεοῦ, καὶ ἐπιδημοῦντος τοῦ λόγου αὐτοῦ εἰς τὸ παραστῆσαι τὴν δόξαν τοῦ θεοῦ, καὶ ᾧ δύναται δωρήσασθαι ὁ πατὴρ δωρούμενος γνωσθῆναι [32.29.367] τὴν πᾶσαν δόξαν τοῦ θεοῦ.
000-00-00 Serial Number=0361120582
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00058]  [123] τοὺς ἐν οὐρανῷ καὶ ἐν γῇ μετωνυμικῶς οὐρανὸν καὶ γῆν λεγομένους διελεύ σεσθαι πᾶσαν τὴν ἑαυτῶν κατά στασιν, ἵνα ἔλθωσιν ἐπὶ τὰ ὑπερέ χοντα.
 [00230]  [275] πολλαχοῦ γὰρ ἡ γραφὴ πᾶσαν γῆν τὴν Ἰουδαίαν ὀνομάζει ...
000-00-00 Serial Number=0872551978
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00124]  Ἀλλ' οἱ πολλοί, μὴ νοήσαντες τὸ κάλλος τῶν πολλῶν μαργαριτῶν νομικῶν καὶ τὴν ἔτι «ἐκ μέρους» γνῶσιν τὴν πᾶσαν προφητικήν, οἴονται δύνασθαι χωρὶς ἐκείνων τρανουμένων καὶ καταλαμ βανομένων δι' ὅλων εὑρεῖν τὸν ἕνα πολύτιμον μαργαρίτην καὶ θεωρῆσαι «τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ», οὗ συγκρίσει πάντα τὰ πρὸ τῆς τηλικαύτης καὶ τοσαύτης γνώσεως, οὐ «σκύβαλα» τῇ ἰδίᾳ φύσει τυγχάνοντα, σκύβαλα ἀναφαίνεται ἅπερ ἐστὶ τὰ παραβαλλόμενα τάχα τῇ συκῇ ὑπὸ τοῦ ἀμπελουργοῦ κόπρια, αἴτια τυγχάνοντα τοῦ αὐτὴν καρποφορῆσαι.
 [00132]  «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν», ὅτε καὶ «ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν».
 [00133]  Οὐκοῦν ἐκεῖ μὲν «πᾶσαν ψυχὴν ζώων ἑρπετῶν» «ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν», οὐκ οὔσης τῆς αἰτίας περὶ αὐτήν.
 [00316]  Πρόσχες δὲ εἰ δύνασαι, διὰ τὸ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσι» πεπληρωμένον μετὰ τὴν παρου σίαν τοῦ σωτῆρος ἐν ταῖς ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαις, λέγειν ὅτι οἱ πρότερον ἐκ τοῦ κόσμου καὶ διὰ τοῦ πιστεύειν γενόμενοι οὐκέτι ἐκ τοῦ κόσμου ἐν τῇ ἰδίᾳ πατρίδι, τῷ κόσμῳ, ἅγιον πνεῦμα λαβόντες καὶ προφητεύσαντες τιμὴν οὐκ ἔχουσιν, ἀλλὰ ἀτιμάζονται.
 [00800]  Ἐξελθὼν οὖν ἀπὸ τῆς Γενησαρὲτ ὁ Ἰησοῦς ἀνεχώρησε μὲν ἀπὸ τοῦ Ἰσραήλ, ἦλθε δὲ οὐκ εἰς Τύρον καὶ Σιδῶνα ἀλλ' εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, τῷ ἐκ μέρους νῦν πιστεύειν τοὺς ἀπὸ τῶν ἐθνῶν, ὡς εἰ εἰς πᾶσαν Τύρον καὶ Σιδῶνα ἐπεδήμησεν, οὐδεὶς ἄπιστος ἐν αὐτῇ κατελείφθη.
 [00992]  διορατικῶν οὖν ἐστι καὶ προσεκτικῶν χωρίζειν τὴν ζύμην τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ πᾶσαν οὐκ ἀζύμων «εἰλικρινείας καὶ ἀληθείας» τροφὴν ἀπὸ τοῦ ζῶντος ἄρτου καὶ ἐξ οὐρανοῦ καταβεβη κότος, ἵνα τὰ μὲν τῶν Φαρισαίων καὶ Σαδδουκαίων μὴ προσίηται τὸν δὲ ζῶντα καὶ ἀληθινὸν ἄρτον ἐσθίων τις ῥωσθῇ τὴν ψυχήν.
 [01068]  καὶ ἐπὶ πᾶσαν τὴν τοιαύτην πέτραν οἰκοδομεῖται ὁ ἐκκλησιαστι κὸς πᾶς λόγος καὶ ἡ κατ' αὐτὸν πολιτεία.
 [01070]  [12.11] Εἰ δὲ ἐπὶ τὸν ἕνα ἐκεῖνον Πέτρον νομίζεις ὑπὸ τοῦ θεοῦ οἰκοδομεῖσθαι τὴν πᾶσαν ἐκκλη σίαν μόνον, τί ἂν φήσαις περὶ Ἰωάννου τοῦ «τῆς βροντῆς» υἱοῦ ἢ ἑκάστου τῶν ἀποστόλων;
 [01268]  πείθομαι γὰρ πᾶσαν τὴν τοῦ τελείου πρᾶξιν μαρ τύριον εἶναι Χριστοῦ Ἰησοῦ, καὶ τὴν πάσης ἁμαρτίας ἀποχὴν ἄρνησιν εἶναι ἑαυτοῦ φέρουσαν ὀπίσω τοῦ Ἰησοῦ.
 [01325]  εἰ δὲ ἑκάστῳ κατὰ τὴν πρᾶξιν ἀποδώσει, οὐ τὴν ἀστείαν μόνην <χωρὶς τῆς φαύλης> ἀλλ' οὐδὲ τὴν φαύλην χωρὶς τῆς ἀστείας, δῆλον ὅτι ἑκάστῳ ἀποδώσει κατὰ πᾶσαν φαύλην καὶ κατὰ πᾶσαν ἀστείαν πρᾶξιν.
 [01355]  εἰ δὲ βλέποι ὁ τοιοῦτος τὸν λόγον οὐ μόνον λύοντα *** πᾶσαν τὴν τῶν ἐναντίων πιθανότητα, ἀλλὰ καὶ τὰ ἴδια τρανότατα παριστάντα, βλέ ποι ἂν αὐτοῦ πρὸς τῇ βασιλείᾳ καὶ τὴν δόξαν.
 [01416]  ἐπὰν οὖν ἴδῃς τινὰ οὐ μόνον τὴν περὶ Ἰησοῦ θεολογίαν ἀκρι βοῦντα, ἀλλὰ καὶ τὴν λέξιν τῶν εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς.
 [01592]  [13.5] Πατὴρ δὲ τοῦ σεληνιαζο μένου τάχα ὁ λαχὼν αὐτὸν ἄγγελος (εἴγε πᾶσαν λεκτέον ἀνθρωπίνην ψυ χὴν ὑπό τινι τετάχθαι ἀγγέλῳ <ὡς ὑπό τινι πατρί>), ἀξιῶν ὡς περὶ υἱοῦ τὸν ἰατρὸν τῶν ψυχῶν, ἵνα αὐτὸν ῥύσηται μὴ δυνηθέντα ἀπὸ τοῦ ὑποδεεστέρου λόγου τοῦ ἐν τοῖς μαθηταῖς θεραπευθῆναι ἀπὸ τοῦ πάθους.
 [01597]  «ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν».
 [01598]  οὐ γὰρ ἓν μόνον ὄρος, ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων πᾶσαν τὴν πίστιν·
 [01624]  ἐπὰν οὖν ἔχῃ τις «τὴν πᾶσαν πίστιν», ὥστε μηκέτι περί τινων ἐν τοῖς ἱεροῖς γράμμασι κειμένων ἀπιστεῖν, καὶ τοιαύτην αὐτὴν ἔχῃ, ὁποία ἦν ἡ πίστις τοῦ Ἀβραὰμ πιστεύοντος τῷ θεῷ ἐπὶ τοσοῦτον, ὥστε λογισθῆναι τὴν πίστιν αὐτοῦ «εἰς δικαιοσύνην», ἔχει «τὴν πᾶσαν πίστιν» ὡς κόκκον σινάπεως.
 [01627]  ὁ δὲ ἀπόστολος ἐντεῦ θεν (οἶμαι) τὴν ἀφορμὴν λαβὼν μετὰ ἀποστολικῆς εἶπεν ἐξουσίας τὸ «καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν»·
 [01628]  οὐ γὰρ ἓν μόνον ὄρος ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων «πᾶσαν τὴν πί στιν», ἥτις ἐστὶν ὡς κόκκος σινά πεως·
 [01909]  ἀρξάμενος ἀπὸ τοῦδε τοῦ χρόνου τῷ προγνω σθέντι κατὰ τόνδε τὸν χρόνον πιστεύ ειν καὶ προορισθέντι συζεύγνυται, τῶν ἀρρήτων κριμάτων τοῦ θεοῦ καὶ ἀνεξερευνήτων καὶ ἀβύσσοις ἐοικότων εἰκότως πᾶσαν τὴν τοιαύ την ἁρμονίαν συναγαγόντων ἀγγέλων πρὸς ἀνθρώπους.
 [02044]  Μετὰ δὲ τὴν περίνοιαν τῆς παραβολῆς ἔστι μὲν καὶ ἁπλούστε ρον κατὰ λέξιν πᾶσαν αὐτὴν ἐξετά σαι, ὥστ' ὄνασθαι ἀπὸ τῆς βασάνου τῶν λελεγμένων τὸν ἐπιμελῶς ἐπὶ τὸ ὀρθῶς ζητεῖν ἕκαστον τῶν προ γεγραμμένων προκόπτοντα.
 [02161]  τάχα οὖν καὶ οὗτος ὁ εἷς προσαχ θεὶς ἀνθρώπῳ βασιλεῖ ὀφειλέτης πολλῶν ταλάντων ἔχει (ὡς ἀποδεδώκαμεν) γυναῖκα καὶ τέκνα, ἅτινα πρότερον μὲν ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, πραθῆναι δὲ καὶ πάντα ἃ εἶχεν, ὕστερον δὲ σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλ' ἵνα ἡμεῖς μάθωμεν τὸ γεγενημένον, οὕτως ἀναγέγραπται πεποιηκέναι.
 [02164]  Οὗτος οὖν, ἀπολυθεὶς καὶ συγ χωρηθεὶς πᾶσαν τὴν ὀφειλήν, ἐξελθὼν ἀπὸ τοῦ βασιλέως εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ καὶ τὰ ἑξῆς.
 [02168]  καὶ ὁ μὲν βασιλεὺς σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, ὁ δὲ δοῦλος οὐδὲ ἐλεῆσαι ἠθέλησε τὸν σύνδουλον αὐτοῦ.
 [02209]  εἰ ἔξεστιν ἀνθρώ πῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
 [02216]  εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυ ναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
 [02228]  <ὅρα δὲ πῶς ἀνεπιλήπτως ἀπεκρίνατο> πρότερον μὲν ἀποφάσκων τὸ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰ τίαν, δεύτερον δὲ ἀποκρινόμενος πρὸς τὰ περὶ τοῦ βιβλίου τοῦ κατὰ τὸ ἀποστά σιον ***.
 [02290]  ἀλλὰ καὶ τὸ πᾶσαν τὴν συνα γωγὴν λιθοβολεῖν τοὺς <τάδε ἢ> τάδε ἡμαρτηκότας γενέσθαι μὴ δυνά μενον καὶ ἄλλα δὲ μυρία τῶν προστεταγμένων, σημεῖόν ἐστι τοῦ βιβλίου τῆς ἀποστασίας, καὶ ὅτι «οὐκ ἔστιν ἔτι προφήτης», καὶ ὅτι λέγουσι·
 [02448]  τὸ δ' ἀποδοχῆς ἄξιον, εἰ τὸν λόγον τις ἀναλαβὼν τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτερον «ὑπὲρ πᾶσαν μάχαιραν δίστομον» καὶ «τὴν» (ὡς ὠνόμασεν ὁ ἀπόστο λος) «μάχαιραν τοῦ πνεύματος» ἐκ τέμνοι τὸ τῆς ψυχῆς παθητικὸν μὴ ἁπτόμενος τοῦ σώματος, καὶ τοῦτο ποιοῖ *** καὶ νοήσας βασιλείαν οὐρανῶν καὶ μέγιστον συμβαλλόμενον πρὸς τὸ κληρονομῆσαι βασιλείαν οὐρα νῶν τὸ ἐκτεμεῖν λόγῳ τὸ παθη τικὸν τῆς ψυχῆς αὐτοῦ.
 [02619]  <καὶ εἰ πᾶσα ἐντολὴ «ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγα πήσεις τὸν πλησίον σου ὡς ἑαυτόν»>, τέλειος δὲ ὁ πᾶσαν πληρώσας ἐντο-λήν, δηλονότι τέλειος ἂν εἴη ὁ πλη-ρώσας <καὶ> τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐν-τολήν.
 [02640]  Κράτητα γὰρ τὸν Θηβαῖον ἑλόμενον δι' ἐλευθε-ρίαν <τῆς ψυχῆς αὐτοῦ> καὶ παρά-δειγμα εὐτελοῦς βίου καὶ (ὡς ᾤετο) μακάριον ἑαυτὸν παραστῆσαι βου-λόμενον τοῖς Ἕλλησι μηδενὸς <«τοῦ κόσμου τούτου»> χρῄζοντα, φασὶν ἀποδόμενον πᾶσαν τὴν οὐσίαν τῷ Θηβαίων δήμῳ δεδωρῆσθαι, μετὰ τοῦ εἰρηκέναι ὅτι «σήμερον ὁ Κράτης Κράτητα ἐλευθεροῖ».
 [02675]  εἴτε ἅμα τῷ ἀποδόσθαι τινὰ τὴν οὐσίαν καὶ διαδοῦναι πτωχοῖς φήσομεν αὐτὸν ὡσπερεὶ θεόληπτον γενόμενον πάσας τὰς ἀρετὰς ἀνειληφέναι καὶ πᾶσαν κακίαν ἀποτεθεῖσθαι, πιστῶς μὲν (ἵνα κοινότερον ὀνομάσω) ἐροῦμεν, οὐκ οἶδα δὲ εἰ ἀληθῶς·
 [02680]  φήσει δὲ ὁ οὕτως ἀπολογούμενος ὅτι οὐκ ἀνάγκη τοῦτο νοηθῆναι αὐτῆς ἡμέ ρας ἀπαντῆσαι τῷ ἀποδομένῳ τὰ ὑπάρχοντα καὶ διαδόντι πτωχοῖς, ἀλλ' ἴσως ἀπ' ἐκείνης μὲν τῆς ἡμέρας ἄρξεται ἡ θεία ἐπισκοπὴ ἐπὶ τὰ τοιαῦτα αὐτὸν ἄγειν, λέγω δὲ τὴν ἐπαινετὴν ἀπάθειαν καὶ πᾶσαν τὴν ἀρετήν.
 [02812]  καὶ σαφές γε κατὰ τὸ ῥητὸν ὅτι πολλοὶ τῶν πιστευσάντων εἰς τὸν σωτῆρα ἡμῶν ἐμισήθησαν ὑπὸ συγ γενῶν καὶ εἵλαντο τούτους καὶ πᾶσαν κτῆσιν καταλιπεῖν ὑπὲρ τοῦ κληρονομῆσαι τὴν αἰώνιον ζωήν, πεισθέντες ὅτι πᾶς ὅστις ἀφῆκε τοὺς κατὰ σάρκα ἀδελφοὺς καὶ τὰς συγγενεῖς μόνῳ τῷ σώματι ἀδελφὰς καὶ γονεῖς τῶν σωμάτων καὶ τὰ τέκνα τῆς σαρκὸς καὶ τοὺς ἐν τῇ ἐπικαταράτῳ γῇ ἀγροὺς καὶ τὰς ἐν αὐτῇ οἰκίας, καὶ ἀφῆκεν οὐ δι' ἄλλο τι ἀλλ' ἕνεκεν τοῦ ὀνό ματος Ἰησοῦ, πολλαπλασίονα λήψεται·
 [02934]  δεύτερον δὲ τάγμα τὸ κατὰ τὸν Νῶε καὶ τὴν πρὸς αὐτὸν διαθήκην, καὶ τρίτον τὸ κατὰ τὸν Ἀβραὰμ ᾧ συνεξακούεται τὰ κατὰ τοὺς πατέ ρας μέχρι Μωσέως συμπαρειλῆ φθαι, τέταρτον δὲ τὸ κατὰ τὸν Μωσέα καὶ πᾶσαν τὴν Αἰγύπτου οἰκονομίαν καὶ τὴν ἐν τῇ ἐρήμῳ νομοθεσίαν, τελευταῖον δὲ τάγμα τὸ κατὰ τὴν παρουσίαν ἐστὶ Χριστοῦ Ἰησοῦ τὸ περὶ τὴν ἑνδεκάτην.
 [03139]  καὶ μήποτε ἡ ἀληθινὴ μήτηρ τῶν υἱῶν Ζεβεδαίου (οὓς ἐκάλεσε Βοανερ γὲς ὁ σωτήρ, «ὅ ἐστιν υἱοὶ βροντῆς»), ἡ βροντὴ <αὐ τή>, μεγάλα κρίνασα περὶ τῶν υἱῶν αὑτῆς Ἰακώβου καὶ Ἰωάννου (καὶ γὰρ ἦσαν μεγάλοι) καὶ ὑπολαβοῦσα αὐτοὺς τὰ πρωτεῖα δύνασθαι ἔχειν παρὰ πᾶσαν γεννητὴν φύσιν ὡς χωρήσαντας τὴν μεγαλοφωνίαν αὐτῆς, προσελθοῦσα ἠξίου τὸν κύριον, ἵνα ἱδρύσῃ τὸν μὲν ἕτερον αὐτῶν ἐκ δεξιῶν, τὸν δ' ἄλλον ἐξ εὐωνύ μων.
 [03167]  καὶ γὰρ ἡνίκα ὁ Ἰωάννης «ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρ τιῶν», καὶ Ἰησοῦς «παραγίνεται πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ» οἱονεὶ ἀπολουόμενος τὰ ἡμέτερα ἁμαρτήματα, ἵν' ἡμεῖς τῷ λουτρῷ αὐτοῦ καθαρισθῶμεν.
 [03551]  οὐκ οἶδα δὲ εἰ, κἂν βιάσηταί τις, δύναται ἀκολούθως τῷ «χαῖρε σφόδρα, θύ γατερ Σιὼν» σῶσαι τὴν πᾶσαν καὶ τῶν ἑξῆς τοῖς ἐκκειμένοις ἀκολου θίαν.
 [03619]  εἰσελθὼν γὰρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ ὅλον, τὴν πᾶσαν ἐκκλησίαν, τὴν (ἐξ οὗ συν έστη ἐκκλησία) ἐν ὀνόματι Χριστοῦ συνεστηκυῖαν μέχρι τῆς συντελείας τοῦ αἰῶνος, οὓς ἂν εὕρῃ τῷ πωλεῖν καὶ ἀγοράζειν σχολάσαν τας τῶν νομιζομένων εἶναι ἐν τῷ ἱερῷ <ὡς ἀναξίους τοῦ ἱεροῦ> τοῦ θεοῦ ἐκβαλεῖ·
 [03644]  Μήποτε οὖν, ὡς κατὰ τὴν ἱστο ρίαν ψεκτοί εἰσιν οὗτοι οἱ ἀρχιε ρεῖς καὶ γραμματεῖς, οὕτως καὶ κατὰ τὴν ἀναγωγήν εἰσί τινες ψεκτοὶ ἀρχιερεῖς, τὸ ὄνομα τῆς ἐπισκο πῆς οὐ κοσμοῦντες τῷ ἑαυτῶν βίῳ οὐδὲ ἐνδεδυμένοι τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὗτοι οὖν, καίτοιγε βλέ ποντες τὰ τοῦ θεοῦ θαυμάσια, οὐ δὲν ἧττον καταφρονοῦσι τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν μὲν καὶ νηπίων ὑμ νούντων δὲ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ ἀγανακτοῦσιν ἐπὶ τῇ τού των προκοπῇ καὶ κατηγοροῦσιν αὐ τῶν παρ' α<ὐτῷ> τῷ Ἰησοῦ ὡς ἁμαρ τανόντων τῶν μὴ ἁμαρτανόντων, καὶ ὡς <μὴ> ἀκουόντι <μηδὲ> πᾶσαν τάξιν τηροῦντι λέγουσιν αὐτῷ·
 [03774]  οὐκ ἂν γὰρ ἀπεκρίνατο ὅτι ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ, καὶ οὔ φημι ὅτι ὁ σωτὴρ τοῦτο οὐκ ἂν ἀπεκρί νατο, ἀλλ' οὐδὲ «ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ ἀντικείμενος καὶ ἐπαι ρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα» εἴποι ἂν τοῖς πυνθανο μένοις τὸ ἀληθὲς ὅτι ἐν τῇ τοῦ δια βόλου ἐξουσίᾳ ποιεῖ πᾶσαν δύνα μιν καὶ «σημεῖα καὶ τέρατα», ἐν οἷς καταπλήξεται καὶ ἀποπλανήσει «εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς».
 [03924]  «ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρ ποφόρον πᾶσαν ἀληθινήν», καὶ ἀνάλογον τῷ «ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας» καὶ τῷ «ἔμεινα <τοῦ> ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύ νην ἀλλὰ κραυγὴν» τὸ «πῶς ἐστράφη<ς> εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;» Οὐκοῦν ὁρᾷς ἐν μὲν ταῖς προ φητικαῖς λέξεσι τὸν λαὸν λεγό μενον εἶναι ἀμπελῶνα καὶ τὸν φυτεύσαντα αὐτὸν ἀπειλοῦντα καὶ λέγοντα αὐτῷ·
 [03925]  «ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν» καὶ τὰ λοιπά, ἐν δὲ ταῖς εὐαγγελικαῖς οὐδεμίαν μὲν μέμψιν προσαγομένην τῷ ἀμ πελῶνι πᾶσαν δὲ τοῖς γεωργοῖς, καὶ πρὸς τῷ μηδεμίαν εἶναι ἀπειλὴν τῷ ἀμπελῶνι καὶ πρόνοιαν αὐτοῦ γινομένην, ἵνα διδῷ τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
 [03929]  τοῦτον δὴ τὸν ἀμ πελῶνα, ὄντα (ὡς οἶμαι) νόμον καὶ προφή τας καὶ πᾶσαν τὴν θείαν γραφήν, ἐξέδοτο ὁ κύριος τοῦ ἀμπε λῶνος γεωργοῖς·
 [04195]  καὶ ἀναιροῦσί γε τοὺς φονεῖς τῶν διακόνων τοῦ λόγου καὶ πᾶσαν τὴν πόλιν αὐτῶν ἐμπίπρησιν ὁ βασι λεύς.
 [04294]  τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;» καὶ τῷ «εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος;
000-00-00 Serial Number=0832093239
Contra Celsum Ante [Go Back]  
 [00040]  Καθάπερ γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα πᾶσαν τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
 [00148]  Εἰ δὲ ὁ πολλῶν σώματα θεραπεύσας ἢ ἐπὶ τὸ βέλτιον προαγαγὼν οὐκ ἀθεεὶ θεραπεύει, πόσῳ πλέον ὁ πολλῶν ψυχὰς θεραπεύσας καὶ ἐπιστρέψας καὶ βελτιώσας, καὶ ἀναρτήσας αὐτὰς θεοῦ τοῦ ἐπὶ πᾶσι καὶ διδάξας πᾶσαν πρᾶξιν ἀναφέρειν ἐπὶ τὴν ἐκείνου ἀρέσκειαν καὶ πάντ' ἐκκλίνειν, ὅσ' ἀπάρεστά εἰσι θεῷ, μέχρι τοῦ ἐλαχίστου τῶν λεγομένων ἢ πραττομένων ἢ καὶ εἰς ἐνθύμησιν ἐρχομένων;
 [00182]  Σοφίαν οὖν τούτου τοῦ αἰῶνος λέγομεν τὴν κατὰ τὰς γραφὰς καταργουμένην πᾶσαν ψευδοδοξοῦσαν φιλοσοφίαν·
 [00312]  Ἀλλὰ μὴ βουληθεὶς ταῦτα ὁ Κέλσος κατανοῆσαι, τὴν τοῦ λόγου φιλανθρωπίαν καὶ φθάνουσαν ἐπὶ πᾶσαν ψυχὴν <ἀπὸ> ἀνατολῆς ἡλίου οἴεται εἶναι ἰδιωτικήν, διὰ τὸ ἰδιωτικὸν καὶ οὐδαμῶς ἐν λόγοις δυνατὸν ἰδιωτῶν μόνων κρατήσασαν.
 [00328]  ὁ δ' ἡμέτερος Ἰησοῦς καὶ ὀνειδιζόμενος ὡς ἐκ κώμης γεγονὼς καὶ ταύτης οὐχ ἑλλαδικῆς οὐδέ τινος ἔθνους ὄντος παρὰ τοῖς πολλοῖς ἐν προαγωγῇ, δυσφημούμενος δὲ καὶ ἐπὶ τῷ πενιχρᾶς καὶ χερνήτιδος υἱὸς εἶναι καὶ διὰ πενίαν καταλιπὼν τὴν πατρίδα ἐν Αἰγύπτῳ μισθαρνῆσαι, καὶ οἱονεὶ πρὸς τὸ ληφθὲν παράδειγμα οὐ μόνον Σερίφιος γεγονὼς καὶ ἀπὸ ἐλαχίστης καὶ ἀσημοτάτης νήσου ἀλλὰ καὶ Σεριφίων, ὡς ἔστιν εἰπεῖν, ὁ ἀγεννέστατος, δεδύνηται σεῖσαι τὴν πᾶσαν ἀνθρώπων οἰκουμένην οὐ μόνον ὑπὲρ Θεμιστοκλέα τὸν Ἀθηναῖον ἀλλὰ καὶ ὑπὲρ Πυθαγόραν καὶ Πλάτωνα καί τινας ἄλλους τῶν ὁποιποτοῦν τῆς οἰκουμένης σοφῶν ἢ βασιλέων ἢ στρατηγῶν.
 [00443]  [1.42] Πρὶν ἀρξώμεθα τῆς ἀπολογίας, λεκτέον ὅτι σχεδὸν πᾶσαν ἱστορίαν, κἂν ἀληθὴς ᾖ, βούλεσθαι κατασκευάζειν ὡς γεγενημένην καὶ καταληπτικὴν ποιῆσαι περὶ αὐτῆς φαντα σίαν τῶν σφόδρα ἐστὶ χαλεπωτάτων καὶ ἐν ἐνίοις ἀδύνατον.
 [00728]  Καὶ βλέπομέν γε ὅτι εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ τῶν ἀποστόλων Ἰησοῦ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκου μένης τὰ ῥήματα αὐτῶν.
 [00737]  Γέγραπται δὴ ἐν τῇ Βαρνάβα καθολικῇ ἐπιστολῇ, ὅθεν ὁ Κέλσος λαβὼν τάχα εἶπεν εἶναι ἐπιρρήτους καὶ πονηροτάτους τοὺς ἀποστό λους, ὅτι Ἐξελέξατο τοὺς ἰδίους ἀποστόλους Ἰησοῦς, ὄντας ὑπὲρ πᾶσαν ἀνομίαν ἀνομωτέρους.
 [00875]  ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν·
 [00887]  Ὅταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν·
 [00889]  εἰς πᾶσαν τὴν ἀλήθειαν τῶν πραγμάτων, ὧν ἐν τοῖς τύποις γενόμενοι ᾤεσθε τὴν ἀληθῆ λατρείαν λατρεύειν τῷ θεῷ.
 [00895]  Καὶ ἑξῆς ἐκείνῃ τῇ ὀπτασίᾳ τὸ πνεῦμα τῆς ἀληθείας ὁδηγοῦν εἰς τὴν ἀλήθειαν πᾶσαν τὸν Πέτρον τὰ πολλὰ ἔλεγεν αὐτῷ, ἃ οὐκ ἐδύνατο βαστάζειν, ὅτε κατὰ σάρκα αὐτῷ ἔτι ὁ Ἰησοῦς συνῆν.
 [01210]  Καὶ τὸ τοιοῦτο φθάνει ἐπὶ πᾶσαν τὴν περὶ τοῦ ἐφ' ἡμῖν τινος πρόγνωσιν, εἴτε κατὰ τὰς θείας γραφὰς εἴτε κατὰ τὰς Ἑλλήνων ἱστορίας.
 [01326]  Ἦν δ' ἂν ἐμπόδιον τοῦ νεμηθῆναι τὴν Ἰησοῦ διδασκαλίαν εἰς πᾶσαν τὴν οἰκουμένην τὸ πολλὰς εἶναι βασιλείας οὐ μόνον διὰ τὰ προειρημένα ἀλλὰ καὶ διὰ τὸ ἀναγκάζεσθαι στρατεύεσθαι καὶ ὑπὲρ τῶν πατρίδων πολεμεῖν τοὺς πανταχοῦ·
 [01366]  ὅπερ καταδεδίκασται ὑπὸ θεοῦ σπαραχθὲν καὶ εἰς πᾶσαν τὴν γῆν ὑπὲρ τὸν Πενθέως σπαραγμὸν διασπαρέν.
 [01435]  Καί φαμεν ὅτι, εἴπερ οὗτοι ὅμοιόν τι λῃσταῖς ἔχουσιν οἱ διὰ τὴν εἰς τὸν δημιουργὸν εὐσέβειαν, ἵνα αὐτὴν εἰλικρινῆ καὶ καθαρὰν διαφυλάξωσι κατὰ τὴν τοῦ Ἰησοῦ διδασκαλίαν, πᾶσαν αἰκίαν καὶ πάντας θανάτους ἀναδεχό μενοι, δῆλον ὅτι καὶ ὁ Ἰησοῦς, ὁ πατὴρ τῆς τοιαύτης διδασκαλίας, εὐλόγως ὑπὸ τοῦ Κέλσου λῃστάρχαις παραβάλ λεται.
 [01477]  Καὶ οὗτοί γε οἱ θεραπευθέντες χωλοὶ λαμβάνουσιν ἀπὸ Ἰησοῦ ἐξουσίαν πατεῖν τοῖς ποσίν, οἷς πρότερον ἦσαν χωλοί, ἐπάνω τῶν τῆς κακίας ὄφεων καὶ σκορπίων καὶ ἁπαξαπλῶς ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ πατοῦντες οὐκ ἀδικοῦνται·
 [01533]  Οὐκ ἂν γὰρ πονηρία καὶ μαγγανεία ὅλον ἔθνος συνέστησαν, ὑπερβὰν μὲν οὐ μόνον ἀγάλματα καὶ τὰ ὑπ' ἀνθρώπων ἱδρυμένα ἀλλὰ καὶ πᾶσαν γενητὴν φύσιν, ἀναβαῖνον δὲ πρὸς τὴν ἀγένητον τοῦ θεοῦ τῶν ὅλων ἀρχήν.
 [01733]  Τὰ συμβεβηκέναι ἀναγε γραμμένα τῷ Ἰησοῦ οὐκ ἐν ψιλῇ τῇ λέξει καὶ τῇ ἱστορίᾳ τὴν πᾶσαν ἔχει θεωρίαν τῆς ἀληθείας·
 [01908]  [3.2] Λεγέτωσαν δὴ ἡμῖν ὁ Κέλσος καὶ οἱ ἀρεσκόμενοι τοῖς καθ' ἡμῶν ὑπ' αὐτοῦ λεγομένοις, εἰ ὄνου σκιᾷ ἔοικε τὸ προειρηκέναι τοὺς Ἰουδαίων προφήτας τόπον γενέσεως τοῦ ἡγησομένου τῶν καλῶς βεβιωκότων καὶ τῶν χρηματιζόντων μερίδος θεοῦ καὶ παρθένον συλληψομένην τὸν Ἐμμανουὴλ καὶ σημεῖα καὶ τεράστια ἐσόμενα ὑπὸ τοῦ προφητευομένου τοιάδε, καὶ ὅτι ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ, ὡς εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν φθόγγον αὐτοῦ τῶν ἀποστόλων, τίνα τε πείσεται ὑπὸ Ἰουδαίων καταδικαζόμενος καὶ πῶς ἀναστήσεται.
 [01947]  συστῆναι γὰρ αὐτὸ ἐβούλετο καὶ πληρωθῆναι πᾶσαν τὴν γῆν τῆς σωτηρίου ταύτης καὶ εὐσεβεστάτης διδασκαλίας·
 [01948]  πάλιν τε αὖ ἵν' οἱ ἀσθενέστεροι ἀναπνέωσιν ἀπὸ τῆς περὶ τοῦ θανάτου φροντίδος, ὁ θεὸς προὐνοεῖτο τῶν πιστευόντων, μόνῳ τῷ βουλήματι διασκε δαννὺς πᾶσαν τὴν κατ' αὐτῶν ἐπιβουλήν, ἵνα μήτε βασιλεῖς μήτε οἱ κατὰ τόπους ἡγούμενοι μήτε οἱ δῆμοι ἐξαφθῆναι κατ' αὐτῶν ἐπὶ πλεῖον δυνηθῶσι.
 [02123]  Ὁ δὲ πέμψας τὸν Ἰησοῦν θεὸς ἐκλύσας πᾶσαν τὴν τῶν δαιμόνων ἐπιβουλὴν ἐποίησε πανταχοῦ τῆς οἰκουμένης ὑπὲρ τῆς τῶν ἀνθρώπων ἐπιστροφῆς καὶ διορθώσεως κρατῆσαι τὸ εὐαγγέλιον Ἰησοῦ καὶ γενέσθαι πανταχοῦ ἐκκλησίας ἀντιπολιτευομένας ἐκκλησίαις δεισιδαιμόνων καὶ ἀκολάστων καὶ ἀδίκων·
 [02243]  ὅπως μὲν καὶ καθότι Κρῆτες τοῦτο ποιοῦσιν, οὐκ εἰδότες, φήσομεν ὅτι καὶ ὁ Κυρηναῖος Καλλίμαχος, πλεῖστα ὅσα ἀναγνοὺς ποιήματα καὶ ἱστορίαν σχεδὸν πᾶσαν ἀναλεξάμενος ἑλληνικήν, οὐδεμίαν οἶδε τροπολογίαν ἐν τοῖς περὶ ∆ιὸς καὶ τοῦ τάφου αὐτοῦ.
 [02279]  Καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν φρόνησιν Σολομὼν καὶ τὰ κατ' αὐτόν·
 [02285]  Προστέθεικας σοφίαν καὶ ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν, ἣν ἤκουσα.
 [02313]  Τοιαῦτα γὰρ ὑπονοῶν περὶ αὐτοῦ ὁ βασιλεὺς ἐκάλεσε τοὺς ἐπαοιδοὺς τῶν Αἰγυπτίων καὶ τοὺς σοφιστὰς καὶ τοὺς φαρμακεῖς, οἵτινες ἠλέγχθησαν τὸ οὐδὲν ὄντες ὡς πρὸς τὴν ἐν Μωϋσεῖ σοφίαν ὑπὲρ πᾶσαν Αἰγυπτίων σοφίαν.
 [02394]  ἡμεῖς δὲ τοῦτο ποιοῦντες οὐ φιλανθρώπως αὐτὸ πράττομεν, τῇ ἀπὸ τοῦ λόγου ἰατρικῇ πᾶσαν λογικὴν φύσιν θεραπεῦσαι βουλόμενοι καὶ οἰκειῶσαι τῷ δημιουργήσαντι πάντα θεῷ;
 [02508]  Εἰσὶ γὰρ καὶ κατὰ πᾶσαν φιλοσοφίας αἵρεσιν καὶ κατὰ τὸν θεῖον λόγον οἱ τοσοῦτον μεταβεβληκέναι ἱστορούμενοι, ὥστε αὐτοὺς ἐκκεῖσθαι παράδειγμα τοῦ ἀρίστου βίου.
 [02595]  Ἀλλὰ κἂν τοὺς πεπον θότας τὴν περὶ μετενσωματώσεως ἄνοιαν ἀπὸ ἰατρῶν, τῶν καταβιβαζόντων τὴν λογικὴν φύσιν ὁτὲ μὲν ἐπὶ τὴν ἄλογον πᾶσαν ὁτὲ δὲ καὶ ἐπὶ τὴν ἀφάνταστον, θεραπεύωμεν·
 [02627]  Ἀλλ' οὐδ' ὁ πρὸς τὸ θεῖον φόβος, ἐφ' ὃν ὡς χρήσιμον τοῖς πολλοῖς παρακαλεῖ ὁ λόγος τοὺς μηδέπω δυναμένους τὸ δι' αὑτὸ αἱρετὸν βλέπειν καὶ αἱρεῖσθαι αὐτὸ ὡς μέγιστον ἀγαθὸν καὶ ὑπὲρ πᾶσαν ἐπαγ γελίαν, οὐδ' οὗτος τῷ κατὰ πονηρίαν αἱρουμένῳ ζῆν ἐγγε νέσθαι πέφυκεν.
 [02897]  ἀλλ' ἐπεὶ τὸ ἐν αὐτοῖς λογικὸν τετελείωται καὶ κατὰ πᾶσαν ἀρετὴν πεποίωται.
 [02929]  Οἵτινες ἐν ταῖς εὐχαῖς εὕρομεν δεῖν τι λέγειν φρονοῦντας ὅτι τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ, καὶ ἔλεος κυρίου ἐπὶ πᾶσαν σάρκα, καὶ ὅτι ἀγαθὸς ὢν ὁ θεὸς ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ ἡμᾶς, ἵνα γενώμεθα αὐτοῦ υἱοί, ἐπὶ τὰ παραπλήσια προ τρέπων καὶ διδάσκων εἰς πάντας ἡμᾶς ἀνθρώπους κατὰ τὸ δυνατὸν ἐκτείνειν τὰς εὐποιΐας.
 [02976]  Μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ, ὃ πέταται ὑπὸ τὸν οὐρανόν, ὁμοίωμα παντὸς ἑρπετοῦ, ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.
 [03118]  Ὁ δ' Ἰησοῦς τὸ Ἀρθήσεται ἀφ' ὑμῶνἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς Ἰουδαίοις λέγων τί ἄλλο ᾠκονόμει ἢ εἰς φῶς αὐτὸς θείᾳ δυνάμει προαγαγεῖν πᾶσαν τὴν ἰουδαϊκὴν γραφήν, περιέχουσαν μυστήρια τῆς τοῦ θεοῦ βασιλείας;
 [03546]  Εἰ μὴ ἄρα διὰ τούτων λεληθότως βούλεται ὁ Κέλσος καὶ γὰρ ἐν πολλοῖς πλατωνίζειν θέλει ὁμοειδῆ εἶναι πᾶσαν ψυχήν, καὶ μηδὲν διαφέρειν τὴν τοῦ ἀνθρώπου τῆς τῶν μυρμήκων καὶ τῶν μελισσῶν·
 [03572]  εἰ μὴ ἄρα λεληθότως διαβάλλειν βούλεται ὡς ἐπικούρειος πᾶσαν τὴν τῶν τοιούτων χρῆσιν ὡς ἐν ἐπαγγελίᾳ γοήτων κειμένην.
 [03971]  ∆εῖ γὰρ τῷ πᾶσαν φύσιν σώματος εἶναι φθαρτὴν τὸ φθαρτὸν τοῦτο σκῆνος ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ ἕτερον αὐτοῦ, τυγχάνον θνητὸν καὶ δεκτικὸν τοῦ ἐπακολουθοῦντος τῷ ἁμαρτάνειν θανάτου, ἐνδύσασθαι ἀθανασίαν·
 [04206]  ὅντινα τῇ Ἰησοῦ μάλιστα παρὰ πᾶσαν ψυχὴν ψυχῇ ᾠκειῶσθαι καὶ ἡνῶσθαί φαμεν, μόνου τελείως χωρῆσαι δεδυνημένου τὴν ἄκραν μετοχὴν τοῦ αὐτολόγου καὶ τῆς αὐτοσοφίας καὶ τῆς αὐτοδικαιοσύνης.
 [04234]  Ὁποῖον δ' ἦν παρ' αὐτοῖς τὸ ἐξ ἔτι ἁπαλῶν ὀνύχων διδάσκεσθαι ὑπεραναβαίνειν μὲν πᾶσαν τὴν αἰσθητὴν φύσιν καὶ μηδαμοῦ αὐτῆς νομίζειν ἱδρῦσθαι τὸν θεόν, ἄνω δὲ καὶ ὑπὲρ τὰ σώματα ζητεῖν αὐτόν;
 [04250]  Πέρσαι τοίνυν πάντα τὸν τοῦ οὐρανοῦ κύκλον ∆ία καλείτωσαν, ἡμεῖς δὲ οὔτε ∆ία οὔτε τὸν θεόν φαμεν εἶναι τὸν οὐρανόν, οἵ γε ἐπιστάμεθα καί τινα τῶν ἡττόνων τοῦ θεοῦ ὑπεραναβεβηκέναι τοὺς οὐρανοὺς καὶ πᾶσαν αἰσθητὴν φύσιν.
 [04273]  Καὶ διὰ τὰ τοιαῦτα πᾶσαν αἰκίαν ὑπομένειν μᾶλλον αἱρούμεθα ἢ τὸν ∆ία ὁμολογῆσαι θεόν.
 [04286]  Οὕτω δὲ καὶ ἄλλη μὲν ἡ Ἐπικούρου ἀνδρεία, ὑπομένοντος πόνους διὰ φυγὴν πόνων πλειόνων, ἄλλη δ' ἡ τοῦ ἀπὸ τῆς Στοᾶς, δι' αὐτὴν αἱρουμένου πᾶσαν ἀρετήν, ἄλλη δ' ἡ <τοῦ> ἀπὸ Πλάτωνος, τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς φάσκοντος αὐτὴν εἶναι ἀρετὴν καὶ ἀποτάσσοντος αὐτῇ τόπον τὸν περὶ τὸν θώρακα.
 [04381]  Ἢ Ἕλληνες μὲν ἐὰν τοιαῦτα διηγῶνται καὶ μάλιστα οἱ ἐν αὐτοῖς φιλοσο φοῦντες, οὐ χλεύη οὐδὲ γέλως τὰ λεγόμενα οὐδὲ πλάσματα καὶ μῦθοί εἰσιν, ἐὰν δ' οἱ τῷ θεῷ τῶν ὅλων ἀνακείμενοι καὶ ὑπὲρ τοῦ μηδὲ μέχρι φωνῆς ψεῦδος εἰπεῖν περὶ τοῦ θεοῦ πᾶσαν αἰκίαν μέχρι θανάτου ἀναδεχόμενοι ὡς ἰδόντες ἀπαγγέλλωσιν ἀγγέλων ἐπιφανείας, οὐκ ἄξιοι τοῦ πιστεύεσθαι κρίνονται οὐδὲ οἱ λόγοι αὐτῶν ἐν ἀληθέσι κατατάττονται;
 [04477]  δῆλόν ἐστιν ὅτι καὶ χαρακτῆρος ἐν τῷ λέγειν φροντιστέον αὐτῷ κοινω φελοῦς καὶ δυναμένου πᾶσαν ἐπαγαγέσθαι ἀκοήν.
 [04494]  Αὐταῖς γὰρ λέξεσί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος ὅτι Ἀποκαλύπτεται ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς·
 [04594]  νυνὶ δὲ εἰς πᾶσαν τὴν οἰκουμένην Ἰησοῦς κεκήρυκται ἐπιδημήσας τῷ γένει τῶν ἀνθρώπων μόνος υἱὸς θεοῦ.
 [04643]  Λέγομεν δὲ καὶ οὐχ οἷόν τ' εἶναι μὴ ἐγγυμνασάμενον τῇ ἀνθρωπίνῃ σοφίᾳ χωρεῖν τὴν θειοτέραν, καὶ μωρίαν πᾶσαν τὴν ἀνθρωπίνην σοφίαν ὡς πρὸς τὴν θείαν ὁμολογοῦμεν.
 [04706]  καὶ βουλό μενος πρὸς τῇ ἐκείνων θέᾳ γενέσθαι ὑπὸ τοῦ πρὸς ἐκεῖνα πόθου βοηθούμενος πᾶσαν θλῖψιν τὸ οὐδὲν καὶ ἐλαφράν τινα ἐνόμιζεν εἶναι·
 [04707]  καὶ παρ' αὐτὸν τὸν τῆς θλίψεως καὶ τῶν πόνων καιρὸν μηδαμῶς μὲν βαρούμενος ὑπ' αὐτῶν, ἐπελαφρί ζων δὲ διὰ τὴν περὶ ἐκεῖνα θέαν πᾶσαν περίστασιν·
 [04746]  Οὕτω δὲ πᾶσαν ἀπιθανότητα εἶχε τὸ διάγραμμα, ὡς μηδὲ τὰ εὐεξαπάτητα γυναικάρια μηδὲ τοὺς ἀγροικοτάτους καὶ ὑφ' οὑτινοσοῦν πιθανοῦ ἑτοίμως ἔχοντας ἄγεσθαι συγκατατεθεῖσθαι τῷ διαγράμματι.
 [05028]  Ἵνα δὲ προσαγάγωμεν τῇ παραδοχῇ τοῦ λεγομένου τὸν βουλόμενον ἀκολουθίαις δογμάτων ἕπεσθαι καὶ ὠφελεῖσθαι, λέγομεν ὅτι σῶμα Χριστοῦ φασιν εἶναι οἱ θεῖοι λόγοι ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ ψυχούμενον τὴν πᾶσαν τοῦ θεοῦ ἐκκλησίαν, μέλη δὲ τούτου τοῦ σώματος εἶναι ὡς ὅλου τούσδε τινὰς τοὺς πιστεύοντας·
 [05289]  Ἔδειξε δ' ἡμῖν καὶ πᾶσαν προφητείαν, οὐδὲ μετὰ τὸ ἐνανθρωπῆσαι ἀποθνῄσκουσαν ἀλλ' ἀναλαμβανομένην εἰς οὐρανόν, ἧς σύμβολον Ἠλίας ἦν.
 [05317]  οὕτω κἂν λέγηται ὁ θεὸς εἶναι πῦρ κα ταναλίσκον τὰ ξύλα καὶ τὸν χόρτον καὶ τὴν καλά μην καὶ πᾶσαν οὐσίαν ἁμαρτίας, οὐ σῶμα αὐτὸν νοήσομεν.
 [05420]  ∆έον πολλὰ ὁμοίως διαφυσῆσαι σώματα καὶ κατὰ πᾶσαν ἀποστεῖλαι τὴν οἰκουμένην.
 [05426]  Ἀλλὰ καὶ ἡ δοκοῦσα εἰς μίαν γωνίαν ἐπιδημία τοῦ Ἰησοῦ εὐλόγως γεγένηται, ἐπείπερ ἐχρῆν τοῖς ἕνα θεὸν μεμαθηκόσι καὶ τοὺς προφήτας αὐτοῦ ἀναγινώσκουσι καὶ κηρυσσόμενον Χριστὸν μανθάνουσιν ἐπιδημῆσαι τὸν προφητευόμενον καὶ ἐπιδημῆσαι ἐν καιρῷ, ὅτ' ἔμελλεν ἐκχεῖσθαι ἀπὸ μιᾶς γωνίας ὁ λόγος ἐπὶ πᾶσαν τὴν οἰκουμένην.
 [05437]  ∆έον πολλὰ ὁμοίως διαφυσῆσαι σώματα καὶ κατὰ πᾶσαν ἀποστεῖλαι τὴν οἰκουμένην.
 [05449]  Τοῦτο μὲν ἤδη καὶ ὡς μαντικὸς λέγει περὶ αὐτῶν, οὐχ ὁρῶν πᾶσαν τὴν περὶ Ἰουδαίους καὶ τὴν σεμνὴν πάλαι πολιτείαν αὐτῶν τοῦ θεοῦ οἰκονομίαν, καὶ ὡς τῷ ἐκείνων παραπτώματι ἡ σωτηρία γεγένηται τοῖς ἔθνεσι καὶ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν·
 [05516]  ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος παραθέσθαι τὸν Μωϋσέως βίον καὶ γὰρ αὐτοῦ φέρονται προφητεῖαι, ἀναγεγραμμέναι ἐν τῷ νόμῳ καὶ τὸν Ἱερεμίου, φερόμενον ἐν τῇ ὁμωνύμῳ αὐτοῦ προφητείᾳ, καὶ τὸν Ἡσαΐου, ὃς ἐπορεύθη ὑπερτείνων πᾶσαν ἄσκησιν γυμνὸς καὶ ἀνυπόδετος ἔτεσι τρισίν.
 [05651]  Καὶ οὐδὲν ἄτοπον καὶ ἀποτεθνηκέναι τὸν ἄνθρωπον, καὶ τὸν θάνατον αὐτοῦ οὐ μόνον παράδειγμα ἐκκεῖσθαι τοῦ ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν ἀλλὰ γὰρ καὶ εἰργάσθαι ἀρχὴν καὶ προκοπὴν τῆς καταλύσεως τοῦ πονηροῦ καὶ διαβόλου, πᾶσαν τὴν γῆν νενεμημένου.
 [05673]  Παραφράζει δέ τινας λέξεις ὁ Κέλσος, ἐμφαινούσας πληρωθήσεσθαι πᾶσαν τὴν γῆν διὰ τοῦ ἑβραϊκοῦ σπέρματος·
 [05710]  Οὕτως δὲ καὶ ἀναιροῦσιν οἱ δίκαιοι πᾶσαν τὴν τῶν πολεμίων καὶ ἀπὸ κακίας ἐρχομένων ζωγρίαν, ὡς μηδὲ νήπιον καὶ ἄρτι ὑποφυόμενον κακὸν καταλείπεσθαι.
 [05860]  Πῶς δὲ φάσμα ὀνομασθὲν ἀπελαύνει δαιμόνια καὶ ἄλλας οὐκ εὐκα ταφρονήτους ἐνεργείας ἐνεργεῖ, οὐχ ἕνα κεκληρωμένον τόπον ὡς οἱ κατ' αὐτὸν ἀνθρωποειδεῖς θεοὶ ἀλλὰ διῆκον ἐπὶ πᾶσαν τὴν οἰκουμένην καὶ συνάγον καὶ ἕλκον τῇ ἑαυτοῦ θειότητι οὓς ἂν εὕροι πρὸς τὸν καλὸν βίον κλίναντας ἑαυτούς;
 [05876]  Εἰ μὲν γὰρ ἰδιωτῶν ἀνέπλασσε λόγους, πόθεν τοῖς τοιούτοις δύνασθαι διακρίνειν αἴσθησιν ἀπὸ τοῦ νοῦ καὶ αἰσθητὰ νοητῶν καὶ δογματίζειν παραπλησίως τοῖς ἀναιροῦσι νοητὰς οὐσίας Στωϊκοῖς περὶ τοῦ αἰσθήσεσιν καταλαμβάνεσθαι τὰ καταλαμβανόμενα καὶ πᾶσαν κατάληψιν ἠρτῆσθαι τῶν αἰσθήσεων;
 [05896]  καὶ δέον εὔνοιαν ἑαυτοῦ δεῖξαι ἐν τῷ προοιμίῳ τῶν λόγων τὴν πρὸς τοὺς ἀκούοντας, ὁ δὲ φησι τοῖς ἕως θανάτου ἀποθνῄσκουσιν, ἵνα μὴ ἐξομόσωνται μηδὲ μέχρι φωνῆς τὸν χριστιανισμόν, καὶ παρεσκευασμένοις πρὸς πᾶσαν αἰκίαν καὶ πάντα τρόπον θανάτου·
 [05914]  Καὶ μηδ' ἐπιστάμενος ὅτι οἱ τοιοῦτοι οὐκ ἔλαττον Κέλσου ὡς γόητες σὺν ἐκείνῳ κακῶς λέγουσι τὸν Ἰησοῦν καὶ πᾶσαν τὴν κατ' αὐτὸν θεοσέβειαν, φησὶ φύρων ἡμᾶς ἐν ἐκείνοις τῷ ἑαυτοῦ λόγῳ·
 [05925]  Εἴτ' οὖν Ὀρφέα βούλεται ἔνθεον εἶναι ποιητὴν εἴτε Παρμενίδην εἴτ' Ἐμπεδοκλέα εἴτε καὶ αὐτὸν Ὅμηρον ἢ καὶ Ἡσίοδον,δεικνύτω ὁ βουλόμενος, πῶς βέλτιον ὁδεύσουσιν οἱ τοιούτοις ὁδηγοῖς χρώμενοι καὶ ὠφέληνται περὶ τῶν κατὰ τὸν βίον παρὰ τοὺς καταλιπόντας διὰ τὴν Ἰησοῦ τοῦ Χριστοῦ διδασ καλίαν πάντα ἀγάλματα καὶ ἱδρύματα ἀλλὰ καὶ πᾶσαν ἰουδαϊκὴν δεισιδαιμονίαν καὶ πρὸς μόνον ἀναβλέποντας διὰ τοῦ λόγου τοῦ θεοῦ τὸν πατέρα τοῦ λόγου θεόν.
 [05990]  [7.48] Οἱ δ' ὑπ' αὐτῶν ἐπὶ ἰδιωτείᾳ ἐξουθενούμενοι καὶ μωροὶ καὶ ἀνδράποδα εἶναι λεγόμενοι, κἂν μόνον πιστεύωσιν ἑαυτοὺς τῷ θεῷ, παραδεξάμενοι τὴν τοῦ Ἰησοῦ διδασκαλίαν τοσοῦτον ἀποδέουσιν ἀσελγείας καὶ ἀκαθαρσίας καὶ πάσης τῆς ἐν συνουσίαις ἀσχημοσύνης, ὡς καὶ τρόπον τελείων ἱερέων, πᾶσαν συνουσίαν ἀποστραφέντων, πολλοὺς αὐτῶν παντελῶς καθαρεύειν, οὐ μόνον ἀπὸ πάσης μίξεως.
 [05992]  ἔστι δ' ἐν Χριστιανοῖς ἰδεῖν ἄνδρας μὴ δεηθέντας κωνείου, ἵνα τὸ θεῖον καθαρῶς θερα πεύσωσιν, ἀλλ' ἀρκουμένους λόγῳ ἀντὶ κωνείου, ὡς πᾶσαν ἐπιθυμίαν ἀπὸ τῆς διανοίας αὐτῶν ἐξελάσαντες τὸ θεῖον εὐχαῖς θεραπεύωσι.
 [06004]  Οὕτω δὲ πᾶσαν τὴν τῶν αἰσθητῶν διαβάλλουσιν οἱ καθ' ἡμᾶς σοφοὶ φύσιν, ὥστε πῇ μὲν ματαιότητα εἰρῆσθαι τὰ σώματα ἐν τῷ Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι, πῇ δὲ ματαιότητα ματαιοτήτων ὧν εἶπεν ὁ Ἐκκλησιαστής·
 [06022]  Οὐδεὶς γὰρ βλέπων τῆς ψυχῆς ὀφθαλμοῖς ἄλλῳ τρόπῳ σέβει τὸ θεῖον παρὰ τὸν ὑποδεικνύντα ἐνορᾶν ἀεὶ τῷ τοῦ παντὸς δημιουργῷ καὶ πᾶσαν εὐχὴν ἀναφέρειν ἐκείνῳ καὶ πάντα πράττειν ὡς ἐν ὀφθαλμοῖς θεοῦ, ἐπὶ θεατοῦ, ἐνορῶντος ἡμῶν καὶ τοῖς λογισμοῖς.
 [06083]  Ἑξῆς δέ φησιν ὅτι ἔδει μᾶλλον τὸν ∆ανιήλ, ἀναβάντα ἀπὸ τῶν λεόντων, προσκυνεῖσθαι ὑφ' ἡμῶν ἤπερ τὸν Ἰησοῦν, τὴν ἀγριότητα πάσης δυνάμεως ἀντικειμένης καταπατήσαντα καὶ ἡμῖν δόντα ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
 [06222]  δαιμόνων δὲ θεραπείαν εἶναί φαμεν πᾶσαν τὴν νομιζομένην παρ' Ἕλλησι παρὰ βωμοῖς καὶ ἀγάλμασι καὶ ναοῖς θεῶν θρησκείαν.
 [06224]  Χρεία δὲ τῷ μέλλοντι εἰς ταῦτα λέγειν καλῶς, ἵνα περὶ Χριστιανῶν ἀπολογήσηται, ἐκτρεπομένων ἄλλο τι σέβειν παρὰ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τὸν πρωτότοκον πάσης κτίσεως λόγον αὐτοῦ, διηγήσασθαι καὶ τὸ Πάντες, ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί, καὶ οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα καὶ τὸ Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ, καὶ εἴ τι ἄλλο τούτοις εἴρηται παραπλήσιον ἐν τοῖς ἱεροῖς γράμμασιν, ὥσπερ καὶ τὸ Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ καὶ τὸ Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δρά κοντα.
 [06830]  Τηλικούτου οὖν ὀλίσθου περὶ τὸν τόπον ὄντος, ὡς καὶ ὁ ἐχθρὸς τῇ τοῦ θεοῦ ἀληθείᾳ μαρτυρεῖ, πόσῳ βέλτιον χωρὶς πάσης ὑφοράσεως ὑπὲρ τοῦ συντακῆναι τοιούτοις δαίμοσιν ἢ φιλοσωματῆσαι καὶ τὰ κρείττονα ἀποστραφῆναι καὶ ὑπὸ λήθης τῆς τῶν κρειττόνων κατασχεθῆναι τὸ ἑαυτὸν ἐμπισ τεῦσαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ τὴν τοιαύτην ἡμῖν διδασ καλίαν ὑποθεμένου Ἰησοῦ Χριστοῦ καὶ ἀπ' ἐκείνου αἰτεῖν πᾶσαν βοήθειαν καὶ φρουρὰν τὴν ἀπὸ ἁγίων ἀγγέλων καὶ δικαίων, ἵν' ἡμᾶς ῥύσωνται ἀπὸ τῶν περιγείων δαιμόνων καὶ γενέσει συντετηκότων καὶ αἵματι καὶ κνίσσῃ προσηλω μένων καὶ ἀλλοκότοις μελῳδίαις ἀγομένων καὶ ἄλλοις τοιούτοις προσδεδεμένων, ὁμολογουμένως μὲν καὶ κατὰ τὸν Κέλσον κρεῖττον οὐδὲν δυναμένων τοῦ θεραπεῦσαι τὸ σῶμα.
 [06924]  Καὶ εἰ οὔτε βῶλος οὔθ' ἑστία Ἰουδαίοις καταλείπεται τοῖς τὰς ἐπαγγελίας ἐπὶ συνθήκαις εἰληφόσιν, αἰτιατέον πᾶσαν μὲν αὐτῶν τὴν παρανομίαν ἐξαιρέτως δὲ τὴν κατὰ τοῦ Ἰησοῦ.
 [06947]  Οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς, ἐπικρατήσαντος, ὡς οἴονται, τοῦ ἰσχυροτέρου τῶν ἄλλων στοιχείου, τὴν ἐκπύρωσίν <φασιν> ἔσεσθαι πάντων εἰς πῦρ μεταβαλλόντων, ἡμεῖς δὲ τῆς λογικῆς φύσεώς φαμεν ὅλης κρατῆσαί ποτε τὸν λόγον καὶ μεταποιῆσαι πᾶσαν ψυχὴν εἰς τὴν ἑαυτοῦ τελειότητα, ἐπὰν ἕκαστος ψιλῇ χρησάμενος τῇ ἐξουσίᾳ ἕληται ἃ βούλεται καὶ γένηται ἐν οἷς εἵλατο·
 [06955]  διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ ἐκδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ' αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου.
000-00-00 Serial Number=0159463108
De oratione Ante [Go Back]  
 [00151]  πάλιν τε αὖ ὥσπερ πᾶσαν μανίαν ὑπερβάλλει ὁ διὰ τὸ ἐνοχλεῖσθαι ὑπὸ τοῦ ἡλίου γενομένου ἐν θεριναῖς τροπαῖς καὶ καυσοῦσθαι οἰόμενος διὰ τῆς εὐχῆς μεταστήσεσθαι τὸν ἥλιον ἐπὶ τὰ ἐαρινὰ σημεῖα, ἵνα εὐκράτου ἀπολαύῃ τοῦ ἀέρος·
 [00152]  οὕτως τὰ ἀναγκαίως συμβαίνοντα περιστατικὰ τῷ τῶν ἀνθρώπων γένει εἴ τις οἴοιτο διὰ τὸ εὔχεσθαι μὴ πείσεσθαι, πᾶσαν <ἂν> ὑπερβάλοι με λαγχολίαν.
 [00235]  ἀλλὰ πρὸς τούτοις τὴν γυναῖκα χρὴ ἔχειν μάλιστα εὐχομένην τὸ κατεσταλμένον καὶ τὸ κόσμιον ψυχῇ καὶ σώματι, πάντων μᾶλλον ἐξαιρέτως καὶ ὅτε εὔχεται αἰδου μένην τὸν θεὸν καὶ πᾶσαν ἀκόλαστον καὶ γυναικείαν ὑπόμνησιν ἐξορίσασαν ἀπὸ τοῦ ἡγεμονικοῦ καὶ κεκοσμημένην οὐκ «ἐν πλέγμασι καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ» ἀλλ' οἷς πρέπον ἐστὶ κεκοσμῆσθαι γυναῖκα θεοσέβειαν ἐπαγγελλομένην (θαυμάζω δὲ εἰ διστάξαι τις ἂν μακαρίαν ἐκ μόνης τῆς τοιαύτης καταστάσεως ἀποφήνασθαι τὴν εἰς τὸ εὔχεσθαι τοιαύτην ἑαυτὴν παραστήσασαν), ὡς ἐδίδαξεν ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ Παῦλος λέγων·
 [00250]  σαφὲς δὲ ὅτι ὁ οὕτως εὐχόμενος ἔτι λαλῶν ἀκούσεται, τῇ ἐνεργείᾳ τοῦ ἐπακού οντος ἐνορῶν, τὸ «ἰδοὺ πάρειμι,» πᾶσαν τὴν πρὸς τὴν πρόνοιαν δυσαρέστησιν, πρὶν εὔξασθαι, ἀποβεβληκώς.
 [00260]  [10.2] ὁ τοίνυν οὕτως εὐχόμενος τοσαῦτα προωφεληθεὶς ἐπιτηδει ότερος γίνεται ἀνακραθῆναι τῷ πεπληρωκότι τὴν πᾶσαν οἰκουμένην τοῦ κυρίου πνεύματι καὶ τῷ πᾶσαν τὴν γῆν καὶ τὸν οὐρανὸν πε πληρωκότι, διὰ τοῦ προφήτου λέγοντι οὕτως·
 [00353]  «μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι» ἐπακουσθεὶς καὶ μηδὲν ἀπὸ τῆς ἀσπίδος καὶ τοῦ βασιλίσκου παθὼν τῷ διὰ Χριστὸν αὐτὸν αὐτῶν ἐπιβεβηκέναι καὶ καταπατήσας «λέ οντα καὶ δράκοντα» τῇ τε καλῇ ἐξουσίᾳ ὑπὸ Ἰησοῦ δεδομένῃ χρησά μενος «τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ» καὶ μηδὲν ὑπὸ τῶν τοσούτων ἀδικηθεὶς πλεῖον τοῦ ∆ανιὴλ εὐχαριστησάτω, ἅτε ἀπὸ φοβερωτέρων καὶ ἐπιβλαβεστέ ρων ῥυσθεὶς θηρίων.
 [00545]  [19.3] ἀλλὰ καὶ πᾶς ὁ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύων ὁδὸν, τὴν ἀπάγουσαν ἐπὶ «τὴν ἀπώλειαν,» οὐδὲν ὀρθὸν καὶ εὐθὲς ἔχουσαν ἀλλὰ πᾶσαν σκολιὰν τυγχάνουσαν καὶ γεγωνιωμένην (κέκλασται γὰρ ἐπὶ πλεῖστον ἡ εὐθεῖα), ἐν αὐτῇ ἕστηκεν οὐ καλῶς, «ἐν ταῖς γω νίαις τῶν πλατειῶν» προσευχόμενος, διὰ τῆς φιληδονίας οὐχὶ ἐν μιᾷ ἀλλ' ἐν πλείοσι γινόμενος πλατείαις·
 [00565]  βαττολογοῦσι γὰρ κατὰ τὴν λέξιν τοῦ εὐαγγελίου μόνοι «οἱ ἐθνικοὶ,» οὐδὲ φαντασίαν μεγάλων ἔχοντες ἢ ἐπουρανίων αἰτημάτων, πᾶσαν εὐχὴν <περὶ> τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ἀναπέμποντες.
 [00860]  οὐσία ἐστὶν ἢ πρώτη τῶν ὄντων ὕλη, καὶ ἐξ ἧς τὰ ὄντα, ἢ τῶν σωμάτων ὕλη, καὶ ἐξ ἧς τὰ σώματα, ἢ τῶν ὀνομαζομένων, καὶ ἐξ ἧς τὰ ὀνο μαζόμενα, ἢ τὸ πρῶτον ὑπόστατον ἄποιον ἢ τὸ προϋφιστάμενον τοῖς οὖσιν ἢ τὸ πάσας δεχόμενον τὰς μεταβολάς τε καὶ ἀλλοιώσεις, αὐτὸ δὲ ἀναλλοίωτον κατὰ τὸν ἴδιον λόγον, ἢ τὸ ὑπομένον πᾶσαν ἀλλοί ωσιν καὶ μεταβολήν.
 [00865]  δι' ὅλων τε μεταβλητὴν καὶ δι' ὅλων διαιρετὴν λέγουσιν εἶναι, καὶ πᾶσαν οὐσίαν πάσῃ συγχεῖσθαι δύνασθαι, ἡνωμένην μέντοι.
 [01174]  πάντα πειρασμὸν καὶ λο γισμῶν ταραχὴν ἀποβεβληκότα ἑαυτόν τε ὑπομνήσαντα κατὰ τὸ δυ νατὸν τοῦ μεγέθους, ᾧ προσέρχεται, καὶ ὅτι ἀσεβές ἐστι τούτῳ χαῦνον καὶ ἀνειμένον προσελθεῖν καὶ ὡσπερεὶ καταφρονοῦντα, ἀπο θέμενον πάντα τὰ ἀλλότρια, οὕτως ἥκειν ἐπὶ τὸ εὔξασθαι, πρὸ τῶν χειρῶν ὡσπερεὶ τὴν ψυχὴν ἐκτείναντα καὶ πρὸ τῶν ὀφθαλμῶν τὸν νοῦν πρὸς τὸν θεὸν ἐντείναντα καὶ πρὸ τοῦ στῆναι διεγείραντα χα μόθεν τὸ ἡγεμονικὸν καὶ στήσαντα αὐτὸ πρὸς τὸν τῶν ὅλων κύ ριον, πᾶσαν μνησικακίαν τὴν πρός τινα τῶν ἠδικηκέναι δοκούντων ἐπὶ τοσοῦτον ἀποθέμενον, ὅσον τις καὶ αὐτῷ <ἀ>μνησικακεῖν τὸν θεὸν βούλεται, ἠδικηκότι καὶ εἰς πολλοὺς τῶν πλησίον ἡμαρτηκότι ἢ ὁποῖα δή ποτε παρὰ τὸν ὀρθὸν λόγον πεπραγμένα ἑαυτῷ συν ειδότι.
 [01243]  διὰ τὸν δοῦλόν σου πεποίηκας, καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην σου ταύτην γνωρίσαι τῷ δούλῳ σου ἕνεκα τοῦ μεγαλῦναί σε, κύριέ μου κύριε.».
000-00-00 Serial Number=0496872544
De principiis Ante [Go Back]  
 [00046]  τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρ σίαν ζητοῦσι, ζωὴν αἰώνιον, τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴ καὶ θυμός, θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κα κόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·
 [00332]  ἦλθέ τε κατὰ τὸν Ἰὼβ «ὁ τὸ μέγα κῆτος χειρωσάμενος» καὶ «δεδωκὼς ἐξουσίαν» τοῖς γνησίοις αὐτοῦ μαθηταῖς «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐδὲν ὑπ' αὐ τῶν ἀδικουμένοις».
 [00341]  [4.1.7] Πολὺ δ' ἂν εἴη νῦν ἀναλέγεσθαι τὰς περὶ ἑκάστου τῶν μελ λόντων ἀρχαιοτάτας προφητείας, ἵνα δι' αὐτῶν ὁ ἀμφιβάλλων πληχθεὶς ὡς ἐνθέων, διψυχίαν πᾶσαν καὶ περισπασμὸν ἀποθέμενος, ὅλῃ ἑαυτὸν ἐπιδῷ τῇ ψυχῇ τοῖς λόγοις τοῦ θεοῦ.
 [00346]  ἀλλ' ὥσπερ οὐ χρεοκοπεῖται ἡ πρόνοια διὰ τὰ μὴ γινωσκόμενα παρὰ τοῖς γε ἅπαξ παραδεξαμένοις αὐτὴν καλῶς, οὕτως οὐδὲ ἡ τῆς γραφῆς θειότης διατείνουσα εἰς πᾶσαν αὐτήν, διὰ τὸ μὴ καθ' ἑκάστην λέξιν δύνασθαι τὴν ἀσθένειαν ἡμῶν παρίστασθαι τῇ κεκρυμμένῃ λαμπρότητι τῶν δογμάτων ἐν εὐτελεῖ καὶ εὐκαταφρονήτῳ λέξει ἀποκειμένῃ.
 [00369]  καὶ πᾶσαν δὲ διήγησιν νομιζομένην περὶ γάμων ἀπαγγέλλειν ἢ παιδοποιϊῶν ἢ πολέμων ἢ ὧν δήποτε ἱστοριῶν ἂν παρὰ τοῖς πολλοῖς δεχθησομένων, ἀποφαίνονται εἶναι τύπους·
000-00-00 Serial Number=0713587105
Epistula ad Africanum Ante [Go Back]  
 [00302]  Ἀλλὰ καὶ ἕτερος αἰχμάλωτος ∆αχιάχαρος ὁ τοῦ Ἀνανιὴλ υἱὸς ἀδελφοῦ Τωβία ἐπὶ πᾶσαν κατεστάθη τὴν λογιστείαν τῆς βασιλείας τοῦ βασιλέως Ἀχερδόνος, καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν·
000-00-00 Serial Number=0814114809
Excerpta in Psalmos Ante [Go Back]  
 [00749]  Ἀλλ' ἐκδέδωκεν ἡ πέ τρα πλουσίως τὸ νᾶμα, καὶ πεπότικε πᾶσαν τὴν συναγωγήν.
 [00765]  Πάλαι μὲν οὖν ἄρτον ἀπ' οὐρανοῦ ἔδωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ, ἀκοπιάστως πρὸς πᾶσαν ἡδονὴν ἰσχύοντα·
000-00-00 Serial Number=0948017538
Exhortatio ad martyrium Ante [Go Back]  
 [00090]  καὶ οἶμαί γε ὅτι ὃν τρόπον νυμφίος ἐπι στρέφων τὴν νύμφην πρὸς τὸ σεμνῶς βιοῦν συνάγουσαν μὲν πᾶσαν ἑαυ τὴν πρὸς τὸν νυμφίον παντὶ δὲ τρόπῳ φυλαττομένην ἐκχεῖσθαι πρὸς ἕτερόν τινα παρὰ τὸν νυμφίον, κἂν σοφὸς ᾖ, ἐμφαίνοι ἂν ζῆλον ὡς φαρμάκῳ τῇ τοιαύτῃ ἐμφάσει πρὸς τὴν νύμφην χρώμενος·
 [00164]  [15] Ἐὰν δέ τις ὡσπερεὶ ζηλῶν χαρίσματα τὰ μείζονα καὶ μα καρίζων πλουσίους μάρτυρας καὶ πατέρας μάρτυρας «ἑκατονταπλασίονα» γεννήσοντας τέκνα καὶ ἑκατονταπλασίονας ἀγροὺς καὶ οἰκίας ληψο μένους ζητῇ, εἰ εὐλόγως ἐκεῖνοι παρὰ τοὺς ἐν βίῳ πένητας μάρτυ ρας πολυπλασιαζομένην ἕξουσι τὴν ἐν νοητοῖς κτῆσιν, λεκτέον πρὸς αὐτὸν ὅτι, ὥσπερ οἱ βασάνους καὶ πόνους ὑπομείναντες τῶν μὴ ἐν τούτοις ἐξητασμένων λαμπροτέραν ἐπεδείξαντο τὴν ἐν τῷ μαρτυρίῳ ἀρετὴν, οὕτως οἱ πρὸς τῷ φιλοσωματεῖν καὶ φιλοζωεῖν καὶ τοὺς τοσούτους κοσμικοὺς δεσμοὺς διακόψαντες καὶ διαῤῥήξαντες μεγάλῃ τῇ πρὸς τὸν θεὸν ἀγάπῃ χρησάμενοι καὶ ἀληθῶς ἀνειληφότες τὸν ζῶντα τοῦ θεοῦ λόγον καὶ ἐνεργῆ καὶ τομώτερον «ὑπὲρ πᾶσαν μάχαι ραν δίστομον» δεδύνηνται τοὺς τοσούτους διακόψαντες δεσμοὺς καὶ κατασκευάσαντες ἑαυτοῖς πτέρυγας ὥσπερ ἀετὸς ἐπιστρέψαι «εἰς τὸν οἶκον τοῦ προεστηκότος» ἑαυτῶν.
 [00475]  Ἰησοῦ δὲ συνοδεύοντος ὑμῖν ἐπὶ τὸν παράδεισον καταφρονήσατε τοῦ ὄφεως νενικημένου καὶ συντρι βέντος ὑπὸ τοὺς Ἰησοῦ πόδας καὶ δι' αὐτοῦ καὶ ὑπὸ τοὺς ὑμετέρους, δεδωκότος «ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ἵνα μηδὲν ὑμᾶς αὐτῶν ἀδικήσῃ.».
 [00483]  ἐπεὶ γὰρ «ὁ λόγος τοῦ θεοῦ ζῶν καὶ ἐνεργὴς καὶ τομώ τερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας», οὗτος μάλιστα νῦν εἰρήνην μὲν τὴν ὑπερέχου σαν πάντα νοῦν, ἣν ἀφῆκε τοῖς ἀποστόλοις ἑαυτοῦ, βραβεύει ταῖς ψυχαῖς ἡμῶν, μάχαιραν δὲ ἔβαλε μεταξὺ τῆς τοῦ χοϊκοῦ εἰκόνος καὶ τῆς τοῦ ἐπουρανίου·
 [00525]  ὑπομνησθῶμεν ἕκαστος, ὁσάκις ἀπο θανεῖν τὸν κοινὸν θάνατον ἐκινδύνευσε, καὶ λογισώμεθα, μή ποτε διὰ τοῦτο ἐτηρήθημεν, ἵνα βαπτισάμενοι τῷ ἑαυτῶν αἵματι καὶ ἀπολου σάμενοι πᾶσαν ἁμαρτίαν παρὰ τῷ ἐν οὐρανοῖς θυσιαστηρίῳ τὰς δια τριβὰς μετὰ τῶν συναγωνισαμένων ποιησώμεθα.
 [00649]  καὶ εἴθε γε ἀνυσθείη διὰ θειοτέρων καὶ συνετωτέρων καὶ ὑπερεχόντων πᾶσαν ἀνθρωπίνην φύσιν λόγων καὶ σοφίας θεοῦ.
000-00-00 Serial Number=0177351832
Expositio in Proverbia Ante [Go Back]  
 [00157]  στέφανος δὲ τρυφῆς ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἥτις ὑπερασπίζουσα ἡμῶν, πάντα λογισμὸν ἐμπαθῆ, καὶ πᾶσαν γνῶσιν ψευδῆ ἀπωθεῖται.
 [00346]  τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν, δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπα τᾷν τὴν ψυχήν.
 [00519]  ὀφείλονται δὲ παρὰ τῶν τὴν θεοσέβειαν εἰδότων καὶ τὴν θεωρητικὴν γνῶσιν, οἱ παράνομοι τὴν θεογνωσίαν μαθεῖν οὐ μόνον, ἀλλὰ καὶ πᾶσαν τῶν ζωοποιῶν ἐντολῶν·
 [00574]  κνίζει δὲ τοῖς χείλεσιν αὑτοῦ ἐν τοῖς ὠσὶν ἐκείνου πάντα τὰ κακὰ ἐνθυμήματα, ἀπόγνωσίν τε καὶ πᾶσαν ἡδονὴν ἀκολασίας·
 [00816]  καθόλου δὲ πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν·
 [01398]  ἐν δὲ τῷ θεραπεύειν ἡμᾶς τοὺς ἡγουμένους ἡμῶν ἀγγέλους, ἐν τῷ θελήματι τοῦ Κυρίου, ἐν τῇ κρίσει δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δι καιοσύνῃ εἴ γε πᾶσαν τὴν κρίσιν ὁ Πατὴρ δέδωκε τῷ Υἱῷ.
000-00-00 Serial Number=0783721507
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00043]  Οὕτω δ' ἡμεῖς καὶ πᾶσαν ἀπειλὴν, ἀπό τε τῶν ἱερῶν Γραφῶν, καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος, καὶ τάξεως τῶν δημιουργημάτων παραδεχό μεθα Θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα, καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα, καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ Πατρὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἀγαθῷ, καὶ δικαίῳ, καὶ σοφῷ, καὶ ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς Γραφὰς ἄγειν ἀγωνιζό μεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ Θεοῦ, καὶ σο φοῦ, καὶ δικαίου, οὐδὲ κατὰ τὸ τυχὸν ὑπονοηθέντες ἂν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν·
 [00124]  «Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἢν διηγαγέ σε Κύριος ὁ Θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε, καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυ λάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ.
000-00-00 Serial Number=0518994808
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00136]  Ὁ οὖν ἐπικαλούμενος τὸν Χριστὸν, εἰ νοεῖ τίς ἐστιν, ἐπικαλεῖται σοφίαν, σύνεσιν, ἁγιασμὸν, δικαιοσύνην, καὶ πᾶσαν ἀρετήν·
000-00-00 Serial Number=0337527931
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00016]  ἐὰν γάρ τις μετεσχηκὼς τοῦ εἶναι, ἐπιλαθόμενος τῆς μετοχῆς, ἑαυτῷ καταχαρίσηται τὴν τοῦ εἶναι αἰτίαν, καὶ μὴ τὴν πᾶσαν εὐχαριστίαν ἀναφέρῃ ἐπὶ τὸν ἐκ τοῦ μὴ εἶναι τὸ εἶναι αὐτῷ ὅμοιον καὶ κατ' εἰκόνα χαρισάμενον, τότε καταργεῖται τὸ ὄν.
 [00169]  ἀλλὰ καὶ ἐξουσίαι βέλτιον ἐξουσιάσουσιν ὑπὸ τὴν ἐξουσίαν ὄντες τοῦ Χριστοῦ, ὑπερεχούσης τῆς τοῦ Θεοῦ δυνάμεως παρὰ πᾶσαν τὴν λοιπὴν δύναμιν·
 [00182]  ἐὰν μέντοιγε τὸ δεύτερον ᾖ, ἔσται τὸ μὲν ἀνθρωπικώτερον αὐτοῦ καὶ αὐτὸ μέρος τυγχάνον τοῦ ὅλου σώματος, τὸ δὲ θεῖον καὶ ζωοποιοῦν πᾶσαν τὴν ἐκκλησίαν ἡ ὡσπερεὶ ψυχοῦσα αὐτὴν δύναμις θεία.
 [00261]  εἰ δὲ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,> φιλοτιμητέον ἁρμονίους ἡμᾶς γενέσθαι ζῶντα λίθου τῇ πάσῃ οἰκοδομῇ, ἵνα συνοικοδομη θέντες κατοικητήριον γενώμεθα τῷ Θεῷ χωροῦντες εἰς αὐτοὺς πᾶσαν τὴν θεολογίαν αὐτοῦ.
 [00359]  ὧν ἐ<γ>γενομένων, πᾶσαν νηπιότητα ἀποθέμενοι ἄνδρες χρηματίσ<ο> μεν τέλειοι, τὸ μέτρον τῆς ἐν κρυπτῷ ἡλικίας ἄκρως ἀπειληφότες·
 [00417]  ἐπιστήσεις οὖν εἰ, ὥσπερ ἔστι πολλὰ πνεύματα καὶ ἕκαστόν τινι ᾠκείωται, οὕτως ἔστιν τι πνεῦμα ᾠκειωμένον ἡμῶν τῷ νοΐ, ὅπερ τοῦ νοὸς ἡμῶν ἀποκαθαιρομένου καὶ πᾶσαν ἀποβαλόντος ἀχλὺν ᾠκειωμένον αὐτῷ ἀνανεοῖ ἡμᾶς.
 [00419]  καὶ ἁπαξαπλῶς μορφωθέντα τὸν Χριτὸν ἐν ἡμῖν ὅλον καὶ κατὰ πᾶσαν πρᾶξιν δείξομεν.
 [00477]  καὶ οὐ μόνον γε πᾶσαν πικρίαν καὶ πάντα θυμὸν καὶ πᾶσαν ὀργὴν καὶ πᾶσαν βλασφημίαν φιλοπονητέον ἀρθῆναι ἀφ' ἡμῶν, ἀλλὰ ταῦτα σὺν πάσῃ κακίᾳ·
 [00493]  πᾶσαν δὲ τὴν ἀκαθαρσίαν δεῖ φυλάξασθαι, ἐπεὶ τοῦτο πρέπει ἁγίοις.
 [00510]  παρατηρητέον ὅτι ἓξ ἀπαγορεύσας ἁμαρτήματα, πορνείαν καὶ ἀκαθαρσίαν καὶ πλεονεξίαν καὶ αἰσχρότητα καὶ μωρολογίαν καὶ εὐτραπελίαν, οὐ κατὰ τὰ ἓξ ἐπιφέρει ὥστε τὸν ἐνεχόμενόν τινι αὐτῶν μὴ ἔχειν κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ, ἀλλὰ τρία, λέγω δὲ πορνείαν καὶ ἀκαθαρσίαν πᾶσαν καὶ πλεονεξίαν.
 [00619]  πᾶσαν συζυγίαν ἀνδρὸς καὶ γυναικὸς ὁ λόγος οὗτος σύμβολον εἶναι θέλει Χριστοῦ καὶ ἐκκλησίας·
000-00-00 Serial Number=0746369481
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00050]  οὗτοι γὰρ καὶ οἴσουσι θυσίαν «ἁγίαν εὐάρεστον τῷ θεῷ», τὴν τῆς ψυχῆς ἀφιέρωσιν, καὶ ὁλοκαυτώματα λογικά, πᾶσαν ὕλην καταφλέγοντες ὑπόδικον τῷ αἰωνίῳ πυρὶ διὰ τοῦ πνεύματος.
 [00052]  οἳ καὶ προσ φέρουσι λίβανον, ὅπερ ἑρμηνεύεται Λευκασμός, πᾶσαν ἀποβάλλοντες ζοφώδη διάθεσιν, ὡς ἁρμόττειν αὐτοῖς τὸ «τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη»·
 [00225]  «ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν», ὁ λέγων·
 [00307]  τὸ δὲ χρυσοῦν ποτήριον, ἡ Βαβυλών, ὅταν ἐπὶ τὴν ἐκδίκησιν ἔλθῃ, ἐν χειρὶ κυρίου γίνεται, τῇ ἁψαμένῃ ποτὲ τοῦ Ἰώβ, μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ ὀργῆς, ἀπὸ λύπης, ἐρώτων, κενοδοξίας (ὅσα γὰρ ἁμαρτήματα, τοσαῦται καὶ μέθαι), καθάπερ ἐξ οἴνου πάντων σαλευομένων καὶ βέβαιον ἐχόντων οὐδέν.
 [00595]  διὰ τοῦτο γὰρ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, τοὺς φρονοῦντας τὰ γήϊνα.
000-00-00 Serial Number=0114022076
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00006]  [3] ∆ιὰ τοῦτό φασιν Ἑβραῖοι τῆς παλαιᾶς γραφῆς ἰσαρίθμους τοῖς στοιχείοις εἶναι τὰς βίβλους, ὡς εἶναι πρὸς θεογνωσίαν πᾶσαν εἰσα γωγήν, καθάπερ τὰ στοιχεῖα πρὸς πᾶσαν τοῖς μανθάνουσι σοφίαν.
 [00251]  μακάριον γὰρ μάλιστα μὲν τὸ μὴ ἁμαρτεῖν, δεύτερον δὲ τὸ πᾶσαν ἡμῶν ἐπισκοπεῖσθαι παρὰ θεοῦ τὴν κακίαν.
 [00261]  εἴποις δ' ἂν καὶ πᾶν ἐξέχον νόημα κέρας , καὶ πῦρ τὰ «πάθη τῆς ἀτιμίας», οἷς ὁ πλημμελῶν παραδίδοται, πᾶσαν τὴν κυκλοῦσαν ἀπολέσας βοήθειαν κατὰ τὸ «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβου μένων αὐτόν».
 [00378]  σὺ δὲ ὡς ἀγαθὸς τὴν τοιαύτην αὐτῶν καταπαύεις ζωήν, καὶ κατατέμνεις πᾶσαν αὐτῶν σύστασιν τὴν ἐπὶ κακῷ.
 [00385]  «διετέλεσα μυκτηριζόμενος πᾶσαν τὴν ἡμέραν», ἅμα δὲ καὶ ταῖς τῶν δεινῶν αὐτῶν κοινωνῶν συμφοραῖς καὶ τῇ ἐκ συμπαθείας ὀδύνῃ.
000-00-00 Serial Number=0666032553
Fragmenta in Psalmos Ante [Go Back]  
 [00289]  Ετεροι δὲ πρὸς αὐτὸν, οὐ περὶ αὐτοῦ τὸν παρόντα φασὶν ᾳδεσθαι ψαλμὸν, ὑπὲρ τῆς ἀνθρωπείας ἐξομολογουμένου φύσεως τοῦ προφήτου, τῶν τελείων ιδιον λέγοντος τὸ πᾶσαν ἀνατιθέναι τῷ Θεῷ τὴν καρδίαν·
 [00338]  Εγὼ ἐφύτευσά σε αμπελον καρποφόρον, πᾶσαν ἀληθινήν·
 [00507]  Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐ ῥήσεσιν, οὐδὲ λόγοις, ων οὐκ ἀκούονται φωναὶ, ἀλλ' εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ηχος.
 [00510]  Τὸν κανόνα δὲ καὶ τὴν οἰκείαν τάξιν ὑποδεικνῦσαι, πᾶσαν γῆν καὶ θάλατταν εἰς τὴν θείαν ὑμνῳδίαν καλοῦ σιν.
 [01219]  Οὐκ ἐπὶ τήνδε μὲν ἡμᾶς ἀναπέμπει γρα φὴν, ἐπὶ τήνδε ου, ἀλλ' ἐπὶ πᾶσαν τὴν θεό πνευστον γραφὴν, τὴν ἐπαγγέλλουσαν περὶ αὐτοῦ.
 [01496]  Ζώντων γὰρ καὶ νεκρῶν ἐστι κριτὴς, διότι πᾶσαν τὴν κρίσιν εδωκεν ὁ Πατὴρ τῷ Υἱῷ.
 [01506]  Εἰ γὰρ πάσας αμα παραβαίνει τὰς ἐντο λὰς, καὶ πᾶσαν ἐπιτηδεύει κακίαν, τί καὶ τὰς θείας ἐπὶ στόματος ἐκφέρει γραφὰς ὁ ἁμαρτωλός;
 [01786]  εἰς πᾶσαν γὰρ τὴν γῆν διεσπαρμένοι τυγχάνουσι, δουλεύοντες πανταχοῦ, καὶ ἐλαχίστους καὶ δουλοπρεπεῖς τέχνας πάσας τε τὰς ἀπρεπεῖς μεθόδους ενε κα τοῦ πεινᾶν μετερχόμενοι·
 [01981]  Καὶ ὁ Θεὸς τοῖς μὲν ἁμαρτωλοῖς πῦρ εστι, καταναλίσκον πᾶσαν κακίαν·
 [02045]  κατὰ τὸν δὲ κόσμον ἀνεπικούρητοι παντελῶς καὶ πρὸς πᾶσαν πλεονεξίαν ετοιμοι.
 [02648]  Αλλ' ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καὶ πεπότικε πᾶσαν τὴν συναγωγήν.
 [02652]  Πάλαι μὲν [αρτον] εδωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ ἀκοπιάστως πρὸς πᾶσαν ἡδονὴν ἰσχύοντα·
 [02726]  [77.38] Αὐτὸς δέ ἐστιν οἰκτίρμων, καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ δια φθερεῖ, καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ.
 [02744]  Ο δὲ Θεὸς οὐδὲ ἐκκαίει πᾶσαν τὴν ὀργὴν αὐ τοῦ.
 [02746]  Τά χα δὲ ἑνὶ μόνῳ ἐν τοῖς ουσιν ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ, τῷ ∆ιαβόλῳ.
 [02956]  ουτω καὶ ὁ νέος λαὸς τῇ εὐαγγελικῇ χρώμενος σάλπιγγι, ης ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, κελεύε ται ἐν ταῖς νεομηνίαις σαλπίζειν, τουτέστι ἐν τῇ ἀνακαινώσει τοῦ νοὸς αὐτοῦ, ὁμολο γῶν καὶ αὐτὸς καὶ μαρτυρῶν τῷ Θεῷ, οτι δι' αὐτοῦ ἐκ τῆς νοητῆς ἐλευθερώθησαν Αἰ γύπτου, τουτέστιν ἐκ τῆς ἐξουσίας τοῦ σκό τους.
 [03318]  Ηρξατο γὰρ ἐξ ἑνὸς τοῦ Αβραὰμ, καὶ διέβη εἰς τὸν Ισραηλιτικὸν λαὸν, ἐκ τούτου εἰς πᾶσαν τὴν οἰκουμένην.
 [03405]  ∆ιὰ τούτων πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας ἐδήλωσεν·
 [03469]  φησὶν ουν οτι εἰς πᾶσαν τὴν οἰ κουμένην ἡ δι' αὐτοῦ παρουσία ἐκτεθήσεται.
 [03778]  Τοῖς ἀποστόλοις τὸ Πνεῦμα παρακελεύε ται τὸ καινὸν ᾳσμα, τουτέστι τὴν νέον δια θήκην ἐξηγεῖσθαι τοῖς ἀνὰ πᾶσαν τὴν οἰ κουμένην εθνεσιν.
 [04087]  Εξομολόγησις δὲ τὸ πᾶσαν συμφωνίαν τῶν ἐναρμονίων εχει παραυτά·
 [04399]  κλύδοσι μὲν χαλεπῶς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα τῆς σω τηρίας ἀπολαύοντες·
 [04460]  Οτε ὁ Χριστὸς εἰρηνοποίησε διὰ τοῦ αι ματος τοῦ σταυροῦ αὐτοῦ, ειτε τὰ ἐπὶ γῆς, ειτε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπέφανεν ἐν ταῖς ἐκκλησίαις ἡ δόξα τοῦ Θεοῦ, ὑψώθη ἐπὶ τοὺς οὐρανοὺς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα Κυρίου.
 [04779]  Τίς γὰρ οὐκ αν ἐκπλαγείη, οτε ενθα ἐσταυρώθη ὁ Χριστὸς, ἐκεῖ προσκυνεῖται ὁ Χριστὸς, καὶ πᾶσαν.
 [05517]  διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
 [05653]  [118.128] ∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντο λάς σου κατωρθούμην, πᾶσαν ὁδὸν αδικον ἐμίσησα.
 [05654]  Ο μὴ πάσας τὰς ἐντολὰς κατορθώσας, πᾶσαν ὁδὸν ἀδικίας οὐκ ἐμίσησεν·
 [06611]  Αλα λάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, οτι Κύριος υψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
 [06668]  Ζητήσεις μήποτε συνεκδοχικῶς διὰ τῶν κοράκων πᾶσαν τῶν πτηνῶν τὴν φύσιν ση μαίνει ὡς ἐπικαλουμένην Θεόν.
000-00-00 Serial Number=0732596338
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00151]  ἀλλὰ μὴν πᾶσαν σκιὰν καὶ εἰκόνα περιέγραψεν, καὶ πάντων ἁμαρτημάτων ἄφεσιν παρέχει τοῖς προσφεύγουσι διὰ μετανοίας αὐτῷ.
 [00648]  «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα».
 [00671]  [50] Πῶς γὰρ οὐκ ἔμελλεν ἀγαπᾶν ὁ πᾶσαν κακίαν μισῶν θεός, περὶ οὗ γέγραπται·
 [00802]  ὅρα τοίνυν εἰ δύνασαι πᾶσαν τὴν γραφὴν καὶ τὸν τρόπον τῆς ἐν αὐτῇ ἀπαγγελίας διηγούμενος εἰπεῖν συνεστηκέναι διὰ μὲν τὰ θεῖα νοή ματα ἀπὸ τοῦ σιέλου τοῦ χριστοῦ, διὰ δὲ τὴν ὡς ἐν ἱστορίαις καὶ ἀνθρωπίνοις πράγμασιν ἀπαγγελίαν ἐκ τῆς ἀπὸ τῶν χαμαὶ γῆς.
 [01079]  ὅρα δὲ μήποτε καὶ αὐτὸς πρὸς τὰς στρατευομένας κατ' αὐτοῦ δυνάμεις πονηρὰς ἀγῶνα εὔχεται γενέσθαι οὐκ ἐν παρατάσει χρόνου ἀλλ' ἐν τῷ νῦν, ὃ τῇ Ἰησοῦ ψυχῇ ἤρκει πρὸς τὸ νικηθῆναι πᾶσαν τὴν δύναμιν τοῦ πονηροῦ.
 [01183]  ὅτι ὅσον πρὸς τὴν ἀφθο νίαν τῶν ἀγαθῶν ὧν κατὰ πρόγνωσιν ηὐτρέπισεν ὁ πατήρ, ὥστε τοὺς εὖ καὶ κατὰ πᾶσαν βιοῦντας ἀκρίβειαν ἐνδιαιτᾶσθαι τοῖς ἑτοιμασθεῖσι καλοῖς διηνεκῶς, οὐ χρεία ὥστε ὑμῖν εὐτρεπισθῆναι παρ' ἐμοῦ, ἀλλ' ὥστε ὑμᾶς τὴν προσήκουσαν ἐπιδείξασθαι γνώμην.
 [01209]  «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρ «κα»·
000-00-00 Serial Number=0302619338
Homiliae in Job Ante [Go Back]  
 [00524]  Αρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν, ἀλλ' ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴ περ ἀφῃρήθη, ὁμοίῳ τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι·
000-00-00 Serial Number=0470907271
Homiliae in Leviticum Ante [Go Back]  
 [00080]  Μετὰ γοῦν τὴν ἀποστολὴν τοῦ ὀρνιθίου πρῶτον «τὰ ἱμάτια πλύνεται ὁ καθαρισθείς», εἶτα «πᾶσαν τρίχα ξυρᾶται» καὶ ἐπὶ τούτοις «λούεται ὕδατι», μεθ' ὃ ἐπιφέρεται τό·
000-00-00 Serial Number=0768472672
Homiliae in Lucam Ante [Go Back]  
 [00174]  «ὅτι εἰς πᾶσαν τὴν γῆν ἐξῆλ θεν ὁ φθόγγος τῆς διδασκαλίας αὐ τοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκου μένης τὰ ῥήματα αὐτοῦ».
 [00432]  Τίς δέ ἐστιν ὁ «μετ' εἰρήνης» ἀπαλλασσόμενος ἢ ὁ νοήσας, ὅτι «θεὸς ἦν <ἐν Χριστῷ κόσμον> κατ αλλάσσων ἑαυτῷ» καὶ μηκέτι ἔργον τι ἔχθρας <ἔχων> πρὸς τὸν θεόν, ἀλλὰ πᾶσαν εἰρήνην ἀναλα βὼν δι' ἔργων ἀγαθῶν.
 [00537]  «Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχω ρον τοῦ Ἰορδάνου».
 [00684]  «πεσὼν προσκύνησόν μοι», καὶ παράλαβε πᾶσαν τὴν βασιλείαν τὴν ὑπ' ἐμέ.
000-00-00 Serial Number=0155988872
In Jeremiam Ante [Go Back]  
 [00295]  ἐγὼ» γὰρ «ἐφύτευσά σε ἄμπελον καρποφό ρον πᾶσαν ἀληθινήν».
 [00297]  «Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν», οὐκ ἐκ μέρους «ἀληθινήν» οὐδὲ τὴν μὲν ἀληθινὴν τὴν δὲ ψευδῆ, ἀλλ' «ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν·
 [00298]  πῶς ἐστράφης», ἐμοῦ κτίσαντός σε «πᾶσαν ἀληθινὴν» ἄμπελον, σὺ πῶς ἐστράφης εἰς πικρίαν καὶ γέγονας «ἀλλοτρία ἄμπελος»;
 [00302]  Ἀλλὰ χρὴ εἰδέναι, ὅτι ὁ λόγος πᾶσαν δύναμιν ἔχει·
 [00304]  «Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον», καὶ ὃ ἐὰν εἴπῃς, οὗ ἐστι χρεία, τοῦτό ἐστιν ἐν τῇ δυνάμει τοῦ λόγου.
 [00539]  διόπερ οἴονται τοὺς χρησμοὺς <ἀληθινοὺς εἶναι χρησμοὺς> καὶ τὰς θεραπείας ἀληθινὰς εἶναι θεραπείας, οὐχ ὁρῶντες διαφορὰν «πάσης δυνάμεως καὶ σημείων καὶ τεράτων ψεύδους ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις γινομένων» πρὸς πᾶσαν δύναμιν σημείων καὶ τεράτων ἀληθείας.
 [00884]  ἐγὼ γὰρ πειθόμενος εἴποιμι, ὅτι ὡς «ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων», οὕτως ὑποδείγματι καὶ σκιᾷ τῶν ἀληθινῶν κολάσεων ἐκολάσθη ὁ λαὸς ἐκεῖνος ἐπὶ τοῖς ἁμαρτήμασιν ἑαυτῶν, ὡς εἶναι πᾶσαν κόλασιν τὴν κατὰ <τὸν> νόμον καὶ τοὺς προφήτας ἀναγεγραμμένην περὶ τὸν λαὸν περιέχουσαν σκιὰν κολάσεων ἀληθινῶν.
 [01090]  Νυνὶ δὲ Παῦλος ὡς σοφὸς καὶ ἐξουσίαν ἔχων ἀποστολικὴν ἐτόλμησεν εἰπεῖν πᾶσαν τὴν ἐπὶ γῆς σοφίαν, καὶ τὴν ἐν αὐτῷ καὶ τὴν ἐν Πέτρῳ καὶ τοῖς ἀποστόλοις, πᾶσαν τὴν ἐπιδημήσασαν τῷ κόσμῳ εἶναι «τὸ μωρὸν τοῦ θεοῦ»·
 [01310]  Πρὶν ἔλθῃ γοῦν εἰς τὸν ἄρτον αὐτοῦ τὸ ξύλον, ὅτε ἄρτος μόνον ἦν καὶ ξύλον οὐκ ἦν ἐν τῇ διδασκαλίᾳ αὐτοῦ, «εἰς πᾶσαν τὴν γῆν» οὐκ «ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ»·
 [01384]  Οὕτως ἀνάβα μοι τῷ λόγῳ ἐπὶ τὴν διάταξιν πᾶσαν τὴν ἐν ζῴοις, τὴν ἐν φυτοῖς, τὴν ἐν τοῖς οὐρανίοις ἄστροις·
 [01990]  οὐ γὰρ ἔφθανεν ἡ προφητεία αὐτοῦ προφητεύοντος τότε εἰς πᾶσαν τὴν γῆν.
 [02284]  οὐ γὰρ διεκρίθη πρὸς πᾶσαν τὴν γῆν.
 [02310]  καὶ ὡς ἄμπελος «ἐν τόπῳ πίονι», καὶ «ἄμπελον ἐξ Αἰγύπτου μετῆρεν», «ἐγὼ δὲ κατεφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν».
 [02852]  πᾶσαν ἐρεύνησον τὴν γραφήν, καὶ εὑρήσεις τὰ πλεῖστα περὶ τῶν δύο τούτων τῶν ἐθνῶν λεγόμενα.
 [03067]  καὶ δώσω πᾶσαν τὴν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰούδα καὶ πάντας τοὺς πόνους τῆς πόλεως ταύτης εἰς χεῖρας ἐχθρῶν αὐτῶν, ἵνα οἱ ἐχθροὶ διαρπάσωσι τοὺς θησαυροὺς καὶ λάβωσι τὰ προειρημένα καὶ ἀγάγωσι τὸν Ἰούδαν καὶ τὸν βασιλέα αὐτῆς εἰς Βαβυλῶνα.
 [03165]  καὶ δώσω τὴν ἰσχὺν πᾶσαν τῆς πόλεως ταύτης».
 [03184]  «Καὶ πᾶσαν τιμὴν» τῆς Ἱερουσαλὴμ παραλαμβάνει, ὅτε ἄνθρωπος γενόμενος ἐν τιμῇ ὑπὸ θεοῦ καὶ «ἐν τιμῇ ὤν» «οὐ συνῆκε» καὶ ἥμαρτεν.
 [03202]  ἐγενόμην εἰς γέλωτα, πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος·
 [03204]  ὅτι ἐγενήθη ὁ λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ χλευασμὸν πᾶσαν ἡμέραν.
 [03423]  «ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος».
 [03445]  «ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος»;
 [03453]  «πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος».
 [03454]  κατηγορία τῶν κατὰ τὴν γενεὰν ἐκείνην, ὅτι οὐδὲ ἡμέρας ὀλίγας τινὰς ἐποίησεν ὁ προφήτης μυκτηριζόμενος, ἀλλὰ «πᾶσαν ἡμέραν διετέλεσε μυκτηριζόμενος».
 [03551]  «ὁ λόγος» οὖν φησι «τοῦ κυρίου ἐγενήθη ἐμοὶ εἰς ὀνειδισμὸν καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν».
000-00-00 Serial Number=0090303063
In Jesu Nave homiliae Ante [Go Back]  
 [00051]  «καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη» καὶ ὅτι «ὁ Ἰησοῦς ἔλαβε πᾶσαν τὴν γῆν».
 [00052]  Νόει τοίνυν τοῦ Κυρίου Ἰησοῦ προτέραν μὲν κράτησιν τῆς γῆς, ὅτε ἔσπειρε τὸν λόγον αὐτοῦ εἰς πᾶσαν τὴν οἰκουμένην.
 [00289]  Τὸν δὲ δεύτερον ἐν ἀνατολαῖς ἔλαχεν «ὁ Γηρσώμ», ὡς ἂν ὁ Καὰθ μὴ πᾶσαν λάβῃ τὴν ἀνατολήν, ἀλλὰ κρᾶ σίς τις ᾖ Λευϊτικῶν καὶ Ἰσραηλιτικῶν ταγμάτων·
 [00290]  εἰ γὰρ πᾶσαν εἴλη φεν ὁ Καὰθ τὴν ἀνατολήν, ὕβρις ἦν τοῖς λοιποῖς.
000-00-00 Serial Number=0184272110
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00092]  (Ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλής, οὐδὲν θαυμαστὸν θείας δυνάμεως ἡγουμένης καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι.) [178] «Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων».
000-00-00 Serial Number=0649130106
Philocalia Ante [Go Back]  
 [00025]  ἐξ οὗ βασιλεῖς τε καὶ ἰδιῶται, κατὰ τὸν σοφὸν παροι μιαστὴν Σολομῶντα, γεύονται καὶ γλυκαίνονται, καὶ πρὸς πᾶσαν ὕγειαν ἔχουσιν ἐπιτήδειον.
 [00210]  ἦλθέ τε κατὰ τὸν Ἰὼβ ὁ τὸ μέγα κῆτος χειρωσάμενος, καὶ δεδωκὼς ἐξουσίαν τοῖς γνησίοις αὐτοῦ μαθηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐδὲν ὑπ' αὐτῶν ἀδικουμένοις.
 [00221]  [1.7] Πολὺ δ' ἂν εἴη νῦν ἀναλέγεσθαι τὰς περὶ ἑκάστου τῶν μελλόντων ἀρχαιοτάτας προφητείας, ἵνα δι' αὐτῶν ὁ ἀμφιβάλλων πληχθεὶς ὡς ἐνθέων, διψυχίαν πᾶσαν καὶ περισπασμὸν ἀποθέμενος, ὅλῃ ἑαυτὸν ἐπιδῷ τῇ ψυχῇ τοῖς λόγοις τοῦ θεοῦ.
 [00227]  οὕτως οὐδὲ ἡ τῆς γραφῆς θειότης διατείνουσα εἰς πᾶσαν αὐτὴν, διὰ τὸ μὴ καθ' ἑκάστην λέξιν δύνασθαι τὴν ἀσθέ νειαν ἡμῶν παρίστασθαι τῇ κεκρυμμένῃ λαμπρότητι τῶν δογμάτων ἐν εὐτελεῖ καὶ εὐκαταφρονήτῳ λέξει ἀποκειμένῃ.
 [00267]  καὶ πᾶσαν δὲ διή γησιν νομιζομένην περὶ γάμων ἀπαγγέλλειν ἢ παιδοποιϊῶν ἢ πολέμων, ἢ ὧν δήποτε ἱστοριῶν ἂν παρὰ τοῖς πολλοῖς δεχθησομένων, ἀποφαίνονται εἶναι τύπους·
 [00606]  καὶ μετὰ πάσης ἀκριβείας ἐξητασμένως τὸ ἅγιον πνεῦμα ὑποβέβληκεν αὐτὰ διὰ τῶν ὑπηρετῶν τοῦ λόγου, μήποτε καὶ ἡμᾶς διαφεύγῃ ἡ ἀναλογία, [καθ' ἣν] ἐπὶ πᾶσαν ἔφθασε γραφὴν θεόπνευστον ἡ σοφία τοῦ θεοῦ μέχρι τοῦ τυχόντος γράμματος·
 [00712]  ἀλλὰ καὶ ὁ ἐσθίων Ἰωάννης μίαν κεφαλίδα, ἐν ᾗ γέγραπται τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν, τὴν πᾶσαν νενόηκε γραφὴν ὡς βίβλον μίαν, ἡδίστην κατὰ τὰς ἀρχὰς νοουμένην ὅτε τις αὐτὴν μασᾶται, πικρὰν δὲ τῇ ἑκάστου τῶν ἐγνωκότων συναισθήσει τῇ περὶ ἑαυτοῦ ἀναφαινομένην.
 [00733]  ἓν γὰρ οἶδεν τὸ τέλειον καὶ ἡρμοσμένον ὄργανον τοῦ θεοῦ εἶναι πᾶσαν τὴν γραφὴν, μίαν ἀποτελοῦν ἐκ διαφόρων φθόγ γων σωτήριον τοῖς μανθάνειν ἐθέλουσι φωνὴν, καταπαύου σαν καὶ κωλύουσαν ἐνέργειαν πᾶσαν πονηροῦ πνεύματος, ὡς κατέπαυσεν ἡ ∆αυεὶδ μουσικὴ τὸ ἐν τῷ Σαοὺλ πονηρὸν πνεῦμα καὶ πνῖγον αὐτόν.
 [01056]  δῆλόν ἐστιν ὅτι καὶ χαρακτῆρος ἐν τῷ λέγειν φροντιστέον αὐτῷ κοινωφελοῦς καὶ δυναμένου πᾶσαν ἐπα γαγέσθαι ἀκοήν.
 [01085]  αὐταῖς γὰρ λέξεσί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος, ὅτι Ἀποκαλύπτεται ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε·
 [01201]  [15.15] Πρὸς τοῦτο δὲ λεκτέον ὅτι σχεδὸν πᾶσαν ἱστορίαν, κἂν ἀληθὴς ᾖ, βούλεσθαι κατασκευάζειν ὡς γεγενημένην, καὶ καταληπτικὴν ἐμποιῆσαι περὶ αὐτῆς φαντασίαν, τῶν σφό δρα ἐστὶ χαλεπωτάτων, καὶ ἐν ἐνίοις ἀδύνατον.
 [01367]  καὶ διὰ ταῦτα πᾶσαν αἰκίαν ὑπομένειν μᾶλ λον αἱρούμεθα ἢ τὸν ∆ία ὁμολογῆσαι θεόν.
 [01406]  πόσῳ πλέον ὁ πολλῶν ψυχὰς θεραπεύσας καὶ ἐπιστρέψας καὶ βελτιώσας καὶ ἀναρτήσας αὐτὰς θεοῦ τοῦ ἐπὶ πᾶσι, καὶ διδάξας πᾶσαν πρᾶξιν ἀνα φέρειν ἐπὶ τὴν ἐκείνου ἀρέσκειαν καὶ πάντα ἐκκλίνειν ὅσα ἀπάρεστά εἰσι θεῷ, μέχρι τοῦ ἐλαχίστου τῶν λεγομένων ἢ πραττομένων ἢ καὶ εἰς ἐνθύμησιν ἐρχομένων;
 [01458]  σοφίαν οὖν τούτου τοῦ αἰῶνος λέγομεν τὴν κατὰ τὰς γραφὰς καταργουμένην πᾶσαν ψευδοδοξοῦσαν φιλοσοφίαν·
 [01493]  καὶ βλέπομέν γε, ὅτι Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ τῶν ἀποστόλων Ἰησοῦ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκου μένης τὰ ῥήματα αὐτῶν.
 [01504]  γέγραπται δὴ ἐν τῇ Βαρνάβα καθολικῇ ἐπι στολῇ, ὅθεν ὁ Κέλσος λαβὼν τάχα εἶπεν εἶναι ἐπιρρήτους καὶ πονηροτάτους τοὺς ἀποστόλους, ὅτι Ἐξελέξατο τοὺς ἰδίους ἀποστόλους Ἰησοῦς, ὄντας ὑπὲρ πᾶσαν ἀνομίαν ἀνο μωτέρους.
 [01573]  καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν φρόνησιν Σολομὼν, καὶ τὰ κατ' αὐτόν·
 [01579]  προστέ θεικας σοφίαν καὶ ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοὴν ἣν ἤκουσα.
 [01604]  οἵτινες ἠλέγχθησαν τὸ οὐδὲν ὄντες ὡς πρὸς τὴν ἐν Μωσῇ σοφίαν ὑπὲρ πᾶσαν Αἰγυπτίων σοφίαν.
 [01703]  ἡμεῖς δὲ τοῦτο ποιοῦντες οὐ φιλανθρώπως αὐτὸ πράττομεν, τῇ ἀπὸ τοῦ λόγου ἰατρικῇ πᾶσαν λογικὴν φύσιν θεραπεῦσαι βουλόμενοι καὶ οἰκειῶσαι τῷ δημιουργήσαντι πάντα θεῷ;
 [01895]  εἰ μὴ ἄρα διὰ τούτων λεληθότως βούλεται ὁ Κέλσος, καὶ γὰρ ἐν πολλοῖς Πλατωνίζειν θέλει, ὁμοειδῆ εἶναι πᾶσαν ψυχὴν, καὶ μηδὲν διαφέρειν τὴν τοῦ ἀνθρώπου τῆς τῶν μυρμήκων καὶ τῶν μελισσῶν·
 [01921]  εἰ μὴ ἄρα λεληθότως διαβάλλειν βούλεται ὡς Ἐπικούρειος πᾶσαν τὴν τῶν τοιούτων χρῆσιν, ὡς ἐν ἐπαγγελίᾳ γοήτων κειμένην.
 [02196]  τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμὸς, θλίψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·
 [02766]  καὶ τὸ τοιοῦτο φθάνει ἐπὶ πᾶσαν τὴν περὶ τοῦ ἐφ' ἡμῖν τινὸς πρόγνωσιν, εἴτε κατὰ τὰς θείας γραφὰς εἴτε κατὰ τὰς Ἑλλήνων ἱστορίας.
 [02887]  καὶ ἔστιν εἰπεῖν πρῶτον μὲν ὅτι πιστευόμενα τὰ τῆς μεγαλειότητος τοῦ νοῦ τοῦ θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκάστου τῶν ὄντων ἐμπερι ειληφότος, ὥστε μηδὲ τὸ τυχὸν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέναι ἐν ἑαυτῷ, οὐ μὴν ἐναργῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην ὡς ἁρμό ζουσαν τῷ ἀγενήτῳ νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχάνοντι.
 [03298]  Ἐὰν τηρήσῃς τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ·
 [03304]  καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν πληγὴν Αἰγύπτου τὴν πονηρὰν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολλη θήσεταί σοι·
 [03305]  καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σὲ, ἕως ἂν ἐξολοθρεύσῃ σε.
 [03325]  ἐφ άψονταί τε καὶ τῶν εὐαγγελίων, λέγοντες τὸν σωτῆρα ἐληλυθότα ὡς κακὰ ἀφῃρηκέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωματικὴν καὶ τὴν κωφότητα καὶ τὴν πάρεσιν τῶν μελῶν, καὶ πᾶσαν νόσον καὶ πᾶσαν μαλα κίαν τεθεραπευκέναι, ἀγαθὰ ἀντὶ τῶν προκατειληφότων κακῶν δωρούμενον τό τε διορατικὸν τὸ σωματικὸν καὶ τὸ ἀκουστικὸν καὶ τὴν ἄλλην ὑγείαν καὶ ῥῶσιν·
 [03552]  οὕτω δ' ἡμεῖς καὶ πᾶσαν ἀπειλὴν καὶ πόνον καὶ κόλασιν τὰ προσαγόμενα ἀπὸ τοῦ θεοῦ νοοῦμεν γίνεσθαι οὐδέποτε κατὰ τῶν πα σχόντων, ἀλλ' ἀεὶ ὑπὲρ αὐτῶν.
 [03577]  Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν διήγαγέν σε κύριος ὁ θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε καὶ πειράσῃ σε, καὶ διαγνω σθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ.
000-00-00 Serial Number=0701760709
Philocalia sive Ecloga Ante [Go Back]  
 [00155]  Καὶ τὸ τοιοῦτο φθάνει ἐπὶ πᾶσαν τὴν περὶ τοῦ ἐφ' ἡμῖν τινὸς πρόγνωσιν, εἴτε κατὰ τὰς θείας γραφὰς εἴτε κατὰ τὰς τῶν Ἑλλήνων ἱστορίας.
 [00276]  Καὶ ἔστιν εἰπεῖν πρῶτον μὲν ὅτι πιστευόμενα τὰ τῆς μεγαλειότητος τοῦ νοῦ τοῦ θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκάστου τῶν ὄντων ἐμπεριειληφότος, ὥστε μηδὲ τὸ τυχὸν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέναι ἐν ἑαυτῷ, οὐ μὴν ἐναργῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην ὡς ἁρμόζουσαν τῷ ἀγενήτῳ νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχάνοντι.
 [00452]  «Ἐὰν τηρήσῃς τὰς ἐντολάς μου καὶ τὰ προ στάγματά μου, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ·
 [00458]  Καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν πληγὴν Αἰγύπτου τὴν πονηράν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσεταί σοι·
 [00459]  καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολοθρεύσῃ σε.».
 [00479]  ἐφάψονταί τε καὶ τῶν εὐαγγελίων, λέγοντες τὸν σωτῆρα ἐληλυθότα ὡς κακὰ ἀφῃρηκέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωματικὴν καὶ τὴν κωφότητα καὶ τὴν πάρεσιν τῶν μελῶν, καὶ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τεθεραπευκέναι, ἀγαθὰ ἀντὶ τῶν προκατειληφότων κακῶν δωρούμενον τό τε διορατικὸν τὸ σωματικὸν καὶ τὸ ἀκουστικὸν καὶ τὴν ἄλλην ὑγείαν καὶ ῥῶσιν·
 [00701]  Οὕτω δ' ἡμεῖς καὶ πᾶσαν ἀπειλὴν καὶ πόνον καὶ κόλασιν τὰ προσαγόμενα ἀπὸ τοῦ θεοῦ νοοῦμεν γίνεσθαι οὐδέποτε κατὰ τῶν πασχόντων, ἀλλ' ἀεὶ ὑπὲρ αὐτῶν.
 [00726]  «Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν διήγαγέν σε κύριος ὁ θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε καὶ πειράσῃ σε, καὶ διαγνωσθῇτὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ.
000-00-00 Serial Number=0139755130
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00111]  ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλὴς, οὐδὲν θαυμαστὸν καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι.
 [00375]  καὶ καλεῖ τὸν Θωμᾶν, καὶ δι' αὐτοῦ πᾶσαν ἄπιστον ψυχὴν, ἀνοῖξαι τὴν ἰδίαν καρδίαν καὶ τὴν τῆς ἀναστά σεως χωρῆσαι πληροφορίαν·
000-00-00 Serial Number=0225613177
Scholia in Lucam Ante [Go Back]  
 [00268]  Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου·
 [00361]  Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου.
 [00394]  Μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνι θίου, πρῶτον τὰ ἱμάτια πλύνεται ὁ καθαρισθεὶς, εἶτα πᾶσαν τρίχα ξυρᾶται, καὶ ἐπὶ τούτοις λούεται ὕδατι, μεθ' ὃ ἐπιφέρεται τὸ, Καθαρὸς ἔσται.
 [00582]  Ἐπὰν οὖν ἴδῃς τινὰ τὴν περὶ τοῦ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα, καὶ τὴν λέξιν τῶν Εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν, γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς.
 [00617]  Ὡς γὰρ πᾶσαν νόσον καὶ μαλακίαν, ἃς ὁ Χριστὸς ἐν τοῖς ὄχλοις πρὶν ἰάσατο, ἀναφέρεις εὐλόγως ἐπὶ τὰ πάθη τὰ ἐν ταῖς ψυχαῖς, οὕτως τούτοις ἀναλογίζου τοῖς τε χωλοῖς καὶ κωφοῖς ἐξετασθῆναι καὶ τὰ περὶ τοῦ σεληνιαζομένου.
 [00746]  Τάχα δὲ καὶ μεσονύκτιον ὁ συνεσταλμένος οὗτός ἐστι καιρὸς τοῦ βίου, ὅτε ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Αἰγύπτου, ἔνθα μὴ κέχρισται ἡ φλιὰ τῷ τοῦ Χριστοῦ αἵματι.
 [00944]  Τίς γὰρ οὐκ ἂν ἀπορήσαι ὁρῶν, ὅτι πὴ μὲν ἡ λέπρα ἀκάθαρτον ποιεῖ τὸν ἄνθρωπον ἐγγενομένη χρωτὶ ζῶντι, πὴ δὲ πᾶσαν ἀκαθαρσίαν ἀπολύει ὅλον λεπρὸν γεγονότα.
000-00-00 Serial Number=0206015110
Scholia in Matthaeum Ante [Go Back]  
 [00342]  Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
 [00358]  Οὐ ταύτῃ δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλ' ὅτι καὶ ἐκ τοῦ οὐρανοῦ γέγονεν ὅπερ ἐζήτουν, καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὅπερ οὐδὲ πρότερον συνέβη, ἀλλ' ἐν Αἰγύπτῳ μόνον, ὅτε καὶ τὸ Πάσχα ἐτελεῖτο·
000-00-00 Serial Number=0238381088
Selecta in Exodum Ante [Go Back]  
 [00043]  Ἀλλ' εἴποιμι ἂν ὅτι ἐὰν ἔχῃς ζύμην [12.285] πονηρίας, καὶ μὴ ἐξολοθρεύσῃς πᾶσαν ζύμην κακίας ἀπὸ τοῦ ἡγεμονικοῦ σου·
 [00100]  «Καὶ ἔλαβε ἑξακόσια ἅρματα ἐκλεκτὰ, καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων, καὶ τριστάτας ἐπὶ πάντων.».
 [00110]  «Ἐὰν ἀκοῇ ἀκούσῃς Κυ ρίου τοῦ Θεοῦ σου, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς [12.289] Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ.».
 [00228]  Οὐκοῦν ἵνα ἀγάγῃς τὴν ἑορτὴν ἐν μηνὶ τῶν νέων, νέον σε γενέσθαι δεῖ, καὶ πᾶσαν ἀποθέσθαι παλαιό-τητα.
000-00-00 Serial Number=0158067822
Selecta in Ezechielem Ante [Go Back]  
 [00380]  Καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα.
 [00429]  Ποιοῦσιν εἴδωλα οἱ ἁμαρτάνοντες πρεσβύτεροι ἔνδον ἑαυτῶν κατασκευάζοντες διὰ μὲν τοῦ τῆς κα κίας ἰοῦ πᾶσαν ὁμοίωσιν ἑρπετοῦ, διὰ δὲ τῆς ἀκολά στου ἐπιθυμίας πᾶσαν ὁμοίωσιν κτήνους.
 [00627]  Ζῇ Κύριος ὁ Θεὸς τῶν δυ-νάμεων, ὁ Θεὸς Ἰσραὴλ, ᾧπέρ ἐσμεν ἐνώπιον αὐτοῦ, εἰ ἐπὶ τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ἀνὰ πᾶσαν γῆν ἔσται.
 [00700]  Τὴν κίνησιν τοῦ νοῦ ᾐνίξατο διὰ τοῦ σκέλους, ἐν ᾧ ἐκινήθη εἰς πᾶσαν πάροδον.
 [00920]  Πέρας ἐθνῶν ἐστι Κυρίου χεὶρ ἐπὶ πᾶσαν Αἴγυπτον καὶ Αἰθιοπίαν·
000-00-00 Serial Number=0536153615
Selecta in Genesim Ante [Go Back]  
 [00027]  ἐκ μὲν τοῦ Ζαχαρίου, ὅτι Ἑπτὰ ὀφθαλμοὶ Κυρίου οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.
 [00105]  οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.
 [00301]  Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θά λασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν.
 [00310]  Ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδό μων.
 [00378]  Καὶ κατέστρεψε πάσας τὰς πόλεις ταύτας, καὶ πᾶσαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοι κοῦντας ἐν ταῖς πόλεσι, καὶ πάντα τὰ ἀνατέλ [12.117] λοντα ἐκ τῆς γῆς.
 [00668]  ∆ιὰ τοῦτο δὲ ἐξεπλάγη τὸν Ἰω σὴφ, καὶ ἀθρόως αὐτὸν προήγαγεν εἰς τὸ πιστεῦ σαι τὴν πᾶσαν Αἴγυπτον, καὶ τὸν σῖτον αὐτῆς, καὶ τὴν σωτηρίαν τῶν Αἰγυπτίων, αὐτῷ·
000-00-00 Serial Number=0427958250
Selecta in Jesum Nave Ante [Go Back]  
 [00073]  διά τοι τοῦτο τοῦ λαοῦ τὴν Βαβυ λωνικὴν αἰχμαλωσίαν ὑποστάντος, Ἔσδρας νομικώτα τος ὢν, καὶ ἀποστομίζων πᾶσαν τὴν Παλαιὰν ∆ιαθή κην, ἔγραψε τὸν νόμον, καὶ ἕτερά τινα τὰ γεγονότα καὶ ἀποκαλυφθέντα.
000-00-00 Serial Number=0361858308
Selecta in Job Ante [Go Back]  
 [00097]  οὗτοι δὲ περὶ ὧν ὁ λόγος, πᾶσαν τὴν ζωὴν ἐν εὐθυμίᾳ διηνυκότες, οὕτως εἰς τὴν ἐν τῷ θανάτῳ ἦλθον ἀνάπαυσιν.
 [00193]  καὶ ἕως ὅτε πᾶσαν ἑαυτῶν τὴν φρόνησιν κενώσητε·
000-00-00 Serial Number=0669716239
Selecta in Judices Ante [Go Back]  
 [00018]  ∆ι' ὅλης τῆς περὶ τὸν Σαμψὼν ἱστορίας αἱ τρίχες φαίνονται τὴν πᾶσαν αὐτῷ περιποιεῖν ἰσχύν.
000-00-00 Serial Number=0604968131
Selecta in Leviticum Ante [Go Back]  
 [00105]  κατὰ δὲ τὰς ὀφρῦς, πᾶσαν οἴησιν, καὶ ἵν' οὕτως ὀνομάσω, ὀφρύωσιν ἀποτιθέμενος.
000-00-00 Serial Number=0660235405
Selecta in Psalmos Ante [Go Back]  
 [00019]  ὥστε πᾶσαν ἀστείαν ψυχὴν Θεὸν ὑπάρ χειν, κἂν ἐν ἀνθρώπῳ περιέχηται·
 [00100]  «Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!» Σαφῶς γὰρ παρέστησε τὰς ἀνὰ πᾶσαν τὴν οἰκουμέ νην ληνοὺς τοῦ Θεοῦ.
 [00365]  Εἰ δὲ «τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπτα [12.1081] πλασίως,» καὶ μετὰ πάσης ἀκριβείας ἐξητασμένως τὸ ἅγιον Πνεῦμα ὑποβέβληκεν αὐτὰ διὰ τῶν ὑπηρε τῶν τοῦ λόγου, μήποτε καὶ ὑμᾶς διαφεύγῃ ἡ ἀναλο γία, καθ' ἣν ἐπὶ πᾶσαν ἔφθασε Γραφὴν ἡ σοφία τοῦ Θεοῦ θεόπνευστον μέχρι τοῦ τυχόντος γράμματος·
 [00437]  ὅτι κέκραγε πρὸς Θεὸν, καὶ αἰτεῖ αὐτὸν τὰ κάλλιστα προκαλούμενος ἐπὶ τὸ παρασχεῖν ὁ τέλειος, πάντα κατὰ τὸν λόγον ποιῶν, ὥστε πᾶσαν αὐτοῦ πρᾶξιν εὐχὴν εἶναι.
 [00551]  Λέγοιεν δ' ἂν, ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν, ἐν αἰχμαλωσίαις γενόμενοι καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀποβεβληκότες.
 [00787]  Καὶ πᾶσαν δὲ τὴν γῆν οἱ ἐν πάσῃ τῇ γῇ πεπιστευκότες κρινοῦσιν ἕκα στοι τῶν ἐν μέρει τοὺς ἐκεῖ ἀπίστους.
 [01355]  «Ἐὰν τηρήσῃς τὰς ἐντολάς μου καὶ τὰ προστάγμα τά μου, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ·
 [01360]  καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν πλη γὴν Αἰγύπτου τὴν πονηρὰν, ἣν διηυλαβοῦ ἀπὸ προσ ώπων αὐτῶν·
 [01361]  καὶ κολληθήσεταί σοι, καὶ πᾶσαν μα λακίαν, καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει Κύριος ἐπὶ σὲ, ἕως ἂν ἐξολοθρεύσῃ σε·» καὶ πάλιν τοῖς πα ραβαίνουσι τὰς ἐντολὰς λέγεται τό·
 [01378]  ἐφάψονταί τε καὶ τῶν Εὐαγγελίων λέγοντες τὸν Σωτῆρα ἐληλυθότα, καὶ ὡς κακὰ ἀφῃρη κέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωμα τικὴν, καὶ τὴν κωφότητα, καὶ τὴν πάρεσιν τῶν με λῶν, καὶ πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν τεθερα πευκέναι, ἀγαθὰ ἀντὶ τῶν προειληφότων κακῶν δωρούμενον, τό τε διορατικὸν σωματικὸν καὶ τὸ ἀκουστικὸν, καὶ τὴν ἄλλην ὑγείαν καὶ ῥῶσιν·
 [02384]  Ὁ κατὰ τὸν ἐντὸς, φησὶν, ἄν θρωπον καὶ κατὰ τὸν ἐκτὸς ἀπηλλαγμένος πάσης κακίας καὶ μώμου παντὸς, πᾶσαν δὲ ἀρετὴν μετιών.
 [02533]  Εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἐκ προσώπου δὲ αὐτοῦ τὸ κρῖμα ἐξέρχεται, ἐκ τοῦ Υἱοῦ ἄρα·
 [02598]  καί φη σιν, ὅτι πᾶσαν φυσικὴν ἀπέκλεισαν εὐσπλαγχνίαν, οὐ δεμίαν χώραν τῆς φιλαδελφίας λογισμοῖς δεδωκότες.
 [02799]  Ἐντεῦθεν γινώσκομεν, ὅτι πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἰσχυρότεροι ἡμῶν ἦσαν οἱ δαίμονες, νῦν δὲ τούτων ἡμεῖς ἐπικρατέστεροι, οἷς ἔδωκεν ὁ Χριστὸς «πατεῖν ἐπάνω ὄφεων καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.».
 [04702]  Κεφαλίδα βιβλίου πᾶσαν τὴν νομικὴν λέγει Γραφήν·
 [05245]  Καὶ πάλαι μὴν Κύριος ἦν οὐκ ἐπὶ πᾶσαν τὴν γῆν, καὶ ὕψιστος ὀλί γοις, καὶ φοβερὸς εὐλαβέσιν εὐαριθμήτοις, καὶ βασι λεὺς οὐ πολλοῖς, καὶ μέγας σπανίοις, ὁποῖος ἦν ὁ μέγας Ἰσαὰκ καὶ ὁ μέγας Μωσῆς·
 [05249]  ἀπὸ δὲ τῆς Χριστοῦ παρου σίας μέγας ἐστὶν ἐπὶ πᾶσαν τὴν γῆν.
 [05264]  Ἔδωκεν ἡμῖν ἐξουσίαν τοῦ πα τεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
 [05641]  Τάχα δὲ καὶ προγνοὺς, ὅτι κατὰ καιροὺς ἐπιλάμ ψει τοῖς ἐπὶ γῆς ὁ Χριστὸς ἐξαλείψων πᾶσαν ἁμαρ τίαν τοῦ κόσμου, ἔλεος μέγα τὴν οὕτω λαμπρὰν εἰ κότως χάριν καλεῖ·
 [06004]  Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, κ.
 [06413]  Οὕτως αὐτοῖς πᾶσαν τὴν σπουδὴν εἰς τὸ μηδὲν περι τρέψαι ὁ θεῖος ἐθέλησεν ὀφθαλμός·
 [06478]  Ἐπάκουσον οὖν ἡμῶν, φησὶν, ὁ μι κρὸν ὕστερον πᾶσαν ἀνθρώπων τὴν φύσιν τῷ τῆς δι καιοσύνης καταυγάσων φωτί.
 [07015]  Τίς δὲ καὶ «ὁ προσθεὶς ἐπὶ πᾶσαν τὴν αἴνεσιν» τοῦ Θεοῦ τὴν ἐν νόμῳ καὶ προφήταις ἢ ὁ Υἱός;
 [07071]  Ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου, κ.
 [07705]  «Ἐγὼ, φησὶν, ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθι νήν·
 [08015]  αὐτὸς γὰρ «ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιο σύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,» καὶ «τὴν κρίσιν δὲ πᾶσαν αὐτῷ δέδωκεν ὁ Πατήρ.».
 [08311]  Ὁ κτησάμενος πᾶσαν τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος δύναται διηγεῖσθαι πάντα τὰ θαυμάσια αὐτοῦ.
 [08439]  Ὥσπερ οἱ νοσοῦντες πᾶν βρῶμα βδελύσσονται, οὕ τως οἱ ἀκάθαρτοι πᾶσαν γνῶσιν ἀπωθοῦνται.
 [08704]  οὐ θυσίας, οὐδὲ ὁλοκαυ τώσεις, ἀλλ' αὐτὴν πᾶσαν τὴν ἑαυτοῦ ζωήν.
 [08756]  Ἔλεος γὰρ Κυρίου ὑπὲρ πᾶσαν σάρκα, καὶ οὔτε περιτομὴ, οὔτε ἀκροβυστία χωρὶς ἐλέους σωθῆναι δύναται.
 [09178]  Πάντα περιεσκεμμένως ἐποίησα, καὶ διὰ τοῦτο ἐπέστρεψα ὁδεύων τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου, ἵνα μὴ ἔξωθεν τῶν μαρτυρίων τοῦ Θεοῦ ὁδεύω, πᾶσαν τὴν ἐμὴν γνώμην εἰς τὰς σὰς ἀναθεὶς ἐντολάς.
 [09390]  διὰ τοῦτο ἐμί σησα πᾶσαν ὁδὸν ἀδικίας, κ.
 [09547]  ∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρ θούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα, κ.
 [09550]  Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας οὐδὲ πᾶσαν ὁδὸν ἄδικον ἐμίσησεν.
 [09553]  Ὁ τὰς ἐντο λὰς τοῦ Θεοῦ ἀγαπῶν μισεῖ πᾶσαν κακίαν, ὡς ἀντι κειμένην αὐταῖς.
 [09596]  «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστο μον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐν θυμήσεων καὶ ἐννοιῶν καρδίας.».
 [09704]  Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα·
 [09999]  Ἐῤῥύσθημεν τῶν θηρευτῶν δαιμόνων τῆς παγίδος, συντρίψαντος Χριστοῦ τὸν διάβολον, δόντος τε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ὡς πρὸς μόνους αὐτὴν ἰσχύουσαν τοὺς ῥᾳθυμοῦντας·
 [09999]  Ὧν οὐ τάφος ἀνεῳγμένος ὁ λάρυγξ, τού των ὑψώσεις Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομ φαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τῶν ἑτοίμως ἐχόντων ἐκδικεῖν πᾶσαν παρακοὴν, καὶ καθαιρούν των πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»