0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλείονα [132]


000-00-00 Serial Number=0621177673
Adnotationes in Genesim Ante [Go Back]  
 [00030]  Ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀν θρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυ σίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε·
000-00-00 Serial Number=0861545742
Commentarii in Genesim Ante [Go Back]  
 [00278]  Καὶ ὅμως, ὡς προεῖπον, ἔχει, σοῦ καταψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἕν τι εὑρεῖν σχῆμα, καὶ δεύτερον, καὶ τρίτον, καὶ πλείονα, ὡς αὐτὸ ἐνεργῆ σαν ὅθεν τὰ ἀγαθὰ ἐρεῖ γεγενῆσθαι·
000-00-00 Serial Number=0182616830
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00106]  εἰ δὲ πᾶσιν ἀνθρώποις ὁ θεὸς διὰ τῶν ἐν τῷ φυσικῷ λόγῳ ἀφορμῶν τὴν ἀλήθειαν ἐφανέρωσεν, καὶ τὸ γνωστὸν ἑαυτοῦ ὡς ἕκαστος κεχώρηκεν ὅτε τὸν λόγον συμπεπλήρωκεν, δηλονότι ἀναγ καῖον ἔσται διὰ πάντα τὰ ἀσεβῶς γεγενημένα καὶ ἀδίκως πεπραγμένα, τοῖσδε μὲν πλείονα τοῖσδε δὲ ἐλάττονα, κατὰ ἀναλογίαν ἐλθεῖν τὴν ἀποκάλυψιν τῆς ὀργῆς τοῦ θεοῦ ἀπ' οὐρανοῦ.
000-00-00 Serial Number=0280377686
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00003]  [1.1.1] Ὃν τρόπον οἶμαι ὁ πάλαι «λαὸς» ἐπικληθεὶς «θεοῦ» εἰς φυλὰς διῄρητο δυοκαίδεκα καὶ τὴν ὑπὲρ τὰς λοι πὰς φυλὰς τάξιν λευϊτικήν, καὶ αὐτὴν κατὰ πλείονα τάγματα ἱερατικὰ καὶ λευϊτικὰ τὸ θεῖον θεραπεύουσαν, οὕτως νομίζω κατὰ «τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον» πάντα τὸν Χριστοῦ λαόν, χρηματίζοντα ἐν κρυπτῷ Ἰουδαῖον καὶ ἐν πνεύματι περιτετμημένον, ἔχειν τὰς ἰδιότητας μυστικώτερον τῶν φυλῶν·
 [00010]  [1.1.3] Καὶ μετὰ τὸ διῃρῆσθαι τὰς λοιπὰς φυλὰς παρὲξ τοῦ ∆ὰν ἑξῆς μετὰ πλείονα ἐπιφέρει·
 [00481]  [1.26.168] Ζητῶ δὲ εἰ ταὐτόν ἐστι τὸ «φῶς τοῦ κόσμου» τῷ «φωτὶ τῶν ἀνθρώπων», καὶ ἡγοῦμαι πλείονα δύναμιν παρί στασθαι τοῦ φωτὸς ὅτε «φῶς τοῦ κόσμου» προσαγορεύεται ἤπερ «φῶς τῶν ἀνθρώπων»·
 [00499]  [1.26.179] Ἀλλ' ἐπεὶ πλείονα καὶ οὐ κατὰ τὸ προκείμενον πρόβλημα δοκοῦμεν εἰρηκέναι, ἐπανελευσόμεθα ἐπὶ τὸ ἐξ ἀρχῆς, ὑπομιμνήσκοντες διὰ τί «φῶς τοῦ κόσμου» ὁ σωτὴρ λέγεται καὶ «φῶς ἀληθινὸν» καὶ «φῶς τῶν ἀνθρώπων».
 [00609]  [1.32.231] Τολμητέον γὰρ εἰπεῖν πλείονα καὶ θειοτέραν καὶ ἀληθῶς κατ' εἰκόνα τοῦ πατρὸς τὴν ἀγαθότητα φαίνεσθαι τοῦ Χριστοῦ, ὅτε «ἑαυτὸν ἐταπείνωσε γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», ἢ εἰ «ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», καὶ μὴ βουληθεὶς ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ γενέ σθαι δοῦλος.
 [01071]  [2.16.114] Τούτων δὲ ἡμῖν μνήμη γεγένηται ζητοῦσι τὸ «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν» διὰ τὸ οἱονεὶ τῷ χαρακτῆρι τῶν παραδόξων καί, εἰ δεῖ εἰπεῖν, παραδοξότερον παρὰ τὰ ὑπ' ἐκείνων λεγόμενα, δύνασθαι ἄν τινα ἑπόμενον τῇ γραφῇ δεῖξαι τοιαῦτα πλείονα.
 [01458]  Πλὴν ἑκατέρωθεν δόξομεν μανθάνειν, μὴ δεῖν ποιεῖν βιβλία πλείονα.
 [02011]  ὧν γινομένων πλείονα ἀπῄτησεν ἡμᾶς ἡ ἀκο λουθία θεωρῆσαι.
 [02197]  [6.41.215] Καὶ τί με δεῖ διατρίβοντα πλείονα παρατίθεσθαι, παρόντος τῷ βουλομένῳ τοῦ ἐξετάζειν καὶ γινώσκειν τὰ κατὰ τὰ ὀνόματα ἀληθῆ;
 [02537]  ∆όξει τοίνυν τῷ ἱστορίαν εἶναι νομίζοντι τὴν τούτων γραφήν, ἣ διὰ εἰκόνος ἱστορικῆς πρόσθοιτ' ἂν παραστῆσαι τὰ πράγματα, καὶ τὸν θεὸν ὑπολαμβάνοντι κατὰ περιγραφὴν εἶναι ἐν τόπῳ, μὴ δυνάμενον τῷ αὐτῷ πλείονας ἑαυτοῦ ἐμποιῆσαι φαντασίας πλείοσιν ἐν πλείοσιν τόποις καὶ πλείονα ἅμα λέγειν, ἀδύνατον εἶναι ἀληθεύειν οὓς ὑπεθέμην τέσσαρας, τῷ ἀδύνατον εἶναι ἐν τῷδέ τινι τῷ τεταγμένῳ καιρῷ τὸν θεὸν εἶναι, ἅτε καὶ κατὰ περιγραφὴν αὐτὸν νενοημένον ἐν τόπῳ εἶναι, καὶ τῷδε καὶ τῷδε λέγειν τάδε καὶ τάδε, καὶ ποιεῖν τάδε καὶ τὰ τούτοις ἐναντία, καὶ φέρε εἰπεῖν καθεζόμενον ἅμα καὶ ἑστῶτα εἶναι, εἰ ὁ μὲν τῷδε τῷ καιρῷ λέγοι αὐτὸν ἑστῶτα τάδε τινὰ εἰρη κέναι ἢ πεποιηκέναι ἐν τῷδε τῷ τόπῳ, ὁ δὲ καθεζόμενον.
 [03818]  κατὰ μὲν οὖν τὴν λέξιν σπου δὴν ἐμφαίνει πλείονα τῆς Σαμαρείτιδος καταλειπούσης τὴν ὑδρίαν καὶ οὐ τοσοῦτον πεφροντικυίας τοῦ σωματικοῦ καὶ ταπεινοτέρου καθήκοντος ὅσον τῆς τῶν πολλῶν ὠφελείας·
 [03955]  [13.34.225] Ὅσον οὖν προκόπτομεν, κρείττονα καὶ πλείονα φαγόμεθα, ἕως τάχα φθάσομεν ἐπὶ τὸ τὴν αὐτὴν βρῶσιν φαγεῖν τῷ υἱῷ τοῦ θεοῦ, ἣν ἐπὶ τοῦ παρόντος οἱ μαθηταὶ οὐκ οἴδασιν.
 [04040]  [13.39.257] Ἀλλ' εἰκὸς ὅτι ἐρεῖ τις πρὸς ταῦτα οὐδὲν λυπεῖν πλείονα αὐτὸν διατρίψαντα ἐν τῇ Ἰουδαίᾳ χρόνον ἐληλυθέναι ἐπὶ τὴν πηγὴν τοῦ Ἰακώβ, ἀπιόντα εἰς τὴν Γαλιλαίαν ὅτε «Ἔτι τετράμηνος», εἶπεν, «εἰς τὸν θερι-σμόν»·
 [04381]  [13.57.393] Οὐδὲν δὲ θαυμαστὸν εἰ ἐπείπερ τὰ πλείονα τῶν ἔργων τοῦ θεοῦ ἐστιν ἐν ἀποκρύφοις, πολλὰ ὑπὲρ σωτηρίας τῶν πολλαχοῦ ποιῶν ὁ Ἰησοῦς, ὧν τύποι τὰ λοιπὰ ἀναγε γραμμένα χωρία, δὶς τῇ Κανᾷ ταύτῃ ἐπιδημεῖ βεβαιῶν ἑαυτῷ κτῆσιν τῶν ἀπὸ ταύτης τῆς γῆς πιστευόντων εἰς τὸν πατέρα δι' αὐτοῦ.
 [04733]  διόπερ εἰ [ἔστιν] τις πλείονα δυνάμενος, ὀλιγώτερα μὲν ὡς πρὸς τὴν ἐνυπ άρχουσαν αὐτῷ δύναμιν ποιεῖ, πλείονα δὲ ὡς πρὸς ἑτέρων σύγ κρισιν ἐλάττονα δυναμένων, * * καὶ ἀποδέχεται τοὺς ὅλῃ δυνάμει τὰ ἐλάττονα πεποιηκότας παρὰ τοὺς πλείονα συνεισενεγκόντας ἐκ δυνάμεως πολλαπλασίονα φέρειν δυναμένης, <ὡς> γέγραπται ἃ παρε [19.8.47] θέμεθα τοῦ τε Λουκᾶ καὶ τοῦ Μάρκου.
 [04735]  οὐ γὰρ πεπείσθω τις τῶν ὑπολαμβανομένων πλείονα καὶ κρείττονα ποιεῖν, συγκρίνων ἑαυτὸν τοῖς ὅσον ἐπὶ ἀν θρωπίνῃ κρίσει ἐλάχιστα πράττουσιν, ὅτι πάντα ἃ δεδύνηται πεποίη κεν, ἢ ἐκεῖνος οὐ πάντα <εἰ ἃ> οἷός τε ἦν ἀπαιτεῖσθαι ἀπὸ τοῦ λόγου [19.8.48] ἀποδέδωκεν.
 [04770]  [19.11.64] Καὶ ταῦτα ἐν τῷ γαζοφυλακίῳ ἐν τῷ ἱερῷ, προστιθεὶς τοῖς προτέροις οὐ μόνον ταῦτα ἀλλὰ πλείονα ἕως τοῦ «Ἀμὴν λέγω «ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί».
 [05127]  [20.4.25] Ἐν τούτοις δὲ γενόμενος τοῖς τόποις πρόσχες εἰ μὴ λόγον ἔχει τὸ ἀφανίζεσθαί τινα τῶν σπερμάτων ὑπὸ θεοῦ, ἵνα μὴ πλείονα τὰ κακὰ ᾖ ἐπὶ τῆς γῆς, σπειρομένων τῶν μὴ ἐχόντων ἀφορμὰς ἀπὸ κρειττόνων πρὸς τὸ γεωργῆσαι τὰ ἀπὸ διαφερόντων σπερμάτων·
 [05772]  λα βόντες οὖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, πάντα πράττωμεν ἵνα γενώμεθα ἐκ τοῦ θεοῦ καὶ τὰ ῥήματα αὐτοῦ ἀκούσωμεν, καὶ προκόπτω μεν κἂν τῷ εἶναι ἐκ τοῦ θεοῦ, ἵνα προκόπτωμεν καὶ ἐν τῷ ἀκούειν ῥημάτων τοῦ θεοῦ, πλείονα ἐκ τούτων ἀεὶ τρανοῦντες, ἕως πάντα χωρήσωμεν τὰ ῥήματα τοῦ θεοῦ, ἢ ὅσα γε ἐνδέχεται χωρῆσαι καὶ νῦν [20.34.309] καὶ μετὰ ταῦτα τοὺς ἀξιουμένους τοῦ τῆς υἱοθεσίας πνεύματος.
 [07292]  ἀλλὰ γὰρ ἐπανέλθωμεν, πλείονα τοῦ δέοντος διὰ τὸν κόλπον τοῦ Ἰησοῦ παρα λαβόντες εἰς τὸν τόπον ἐπὶ τὸ προκείμενον, καὶ μαθόντες ὅτι ὃν ἠγάπα ὁ Ἰησοῦς ἦν ἀνακείμενος ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, πάντα πράττωμεν πρὸς τὸ ἐγκριθῆναι τῇ ἐξαιρέτῳ αὐτοῦ ἀγάπῃ·
 [07298]  νεύειν δὲ φιλομαθῶς Πέτρου ἔργον ἦν, καὶ ἀκολούθως τῷ τοιούτῳ νεύματι λέγειν τῷ συμφοιτητῇ, ὡς παρρησίαν πλείονα [32.21.276] ἔχοντι πρὸς τὸν διδάσκαλον·
000-00-00 Serial Number=0241672754
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00255]  πλείονα σαφῶς ἐμφαίνει καὶ ἐξαίρετον σοφίαν τῶν λόγων τοῦ Ἰησοῦ, ἀξίαν τοῦ «καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε».
 [00474]  εἰκὸς δὲ ὅτι οἱ μᾶλλον ἡμῶν συναγαγεῖν δυνάμενοι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας παρ' ἑαυτοῖς πλείονα καὶ κρείττονα δύναιντ' ἂν ἀποδοῦναι περὶ τούτων νοῦν.
 [00848]  Ἀπὸ τούτου οὖν τοῦ μέτρου τῆς δυνάμεως ἐταμιεύετο, τοῖς μὲν προηγουμένοις καὶ καλουμένοις υἱοῖς πλείονα ἐπιδιδούς, τοῖς δὲ μὴ τοιούτοις ἐλάττονα, ὡς τοῖς κυνιδίοις.
 [01239]  καὶ σὺ μὲν οὖν πλείονα συναγαγὼν παραδείγματα τοῦ στραφεὶς (καὶ μάλιστα ἐπὶ τοῦ Ἰησοῦ τεταγμένα) καὶ συνεξετάσας αὐτὰ ἀλλήλοις, εὕροις ἂν οὐ παρελκόντως τὴν λέξιν κειμένην.
 [01546]  καὶ γὰρ δυνατὸν πλείονα πνεύματα εἶναι ἐν τῷ αὐτῷ, οὐ μόνον χείρονα ἀλλὰ καὶ κρείτ τονα·
 [01548]  εἰ δέ, ἵνα μεταδῷ ἡμῖν ὁ σωτὴρ πνεύματος «σοφίας καὶ συνέσεως», πνεύματος «βουλῆς καὶ ἰσχύος», πνεύματος «γνώσεως καὶ εὐσεβείας», καὶ ἐνε πλήσθη πνεύματος «φόβου θεοῦ», δυνατὸν καὶ ταῦτα νοεῖσθαι πλείονα ἐν τῷ αὐτῷ εἶναι κρείττονα πνεύ ματα.
 [01598]  οὐ γὰρ ἓν μόνον ὄρος, ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων πᾶσαν τὴν πίστιν·
 [01628]  οὐ γὰρ ἓν μόνον ὄρος ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων «πᾶσαν τὴν πί στιν», ἥτις ἐστὶν ὡς κόκκος σινά πεως·
 [01957]  <ἔστι δὲ> ὅταν μὴ [καὶ] «κατὰ τὰ ἔργα τῶν χειρῶν» τινι ἀποδιδῶται, ἀλλὰ πλείονα ὧν πεποίηκεν·
 [02068]  φέρε τοίνυν ἀπὸ τῶν εἰρημένων πρῶτον ἴδωμεν τὰ λογικὰ νομίσματα καὶ δόκιμα τοῦ δεσπότου ἀργύρια, ἅπερ ὁ μέν τις πλείονα ἕτερος δ' ἐλάττονα λαμβάνει.
 [02098]  οὐ γὰρ ἐπιλελήσμεθα τῶν προειρημένων) ἀπὸ τῶν ὀφειλόντων πλείονα·
 [02745]  ὥσπερ ἐπὶ τῆς δό σεως οὐ τὸ διδόμενον, ἀλλὰ τὴν <τοῦ διδόντος> προαίρεσιν ἀποδεχόμενος ὁ θεὸς δικαιοῖ καὶ <μᾶλλον> ἀποδέχε ται τὸν τὸ ἔλαττον προαιρέσει τελειο τέρᾳ δεδωκότα παρὰ τὸν τὸ πλεῖον ἐκ πλειόνων καὶ διαθέσει ὑποδεεστέρᾳ (ὡς δῆλόν ἐστιν ἐκ τῶν ἀναγε γραμμένων περὶ τῆς <μεγάλης> δό σεως τῶν πλουσίων καὶ τῶν δύο λεπτῶν, ἅτινα ἡ χήρα εἰς λόγον πενήτων ἔβαλεν εἰς τὸ γαζοφυλάκιον), οὕτως καὶ ἐπὶ τῶν διὰ τὴν πρὸς τὸ θεῖον ἀγάπην καταλιπόντων ἃ κέ κτηνται, ἵνα ἀπερισπάστως ἀκολου θῶσι τῷ Χριστῷ τοῦ θεοῦ πάντα πράττοντες κατὰ τὸν λόγον αὐτοῦ, οὐ πάντως μᾶλλον ἀπόδεκτος ὁ τὰ πλείονα καταλιπὼν τοῦ τὰ ἐλάττονα, καὶ μάλιστα ὅτε τύχοι ὅλῃ ψυχῇ τις καταλιπὼν τὰ ἐλάττονα, παρὰ τὸν δοκοῦντα καταπεφρονηκέναι τῶν πλειόνων.
 [02975]  οὐδένα γὰρ ὡς ἐλλιπέστερον τὸ ἔργον πεποιηκότα ὁ οἰκοδεσπότης ἐμέμ ψατο, εἰ καὶ ἐπὶ τῷ πλείονα καὶ μεί ζονα ἐλπίσαι μισθὸν ἐμέμψατο.
 [03052]  πλείονα δὲ εἰς κατασκευὴν τοῦ καὶ Ἰούδαν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις πρότερον γεγονέναι λέ λεκται ἡμῖν, ἡνίκα ἐξητάζομεν τὸ «τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέ γων» τὰ ἀναγεγραμμένα.
 [03416]  ἔστω γὰρ περὶ τυφλῶν ἀναβλέψεως καὶ παρέτων ἰάσεως καὶ νεκρῶν ἀνα στάσεως καὶ λεπρῶν καθαρίσεως πεπραγματεῦσθαι τοὺς εὐαγγελιστὰς εἰς οἰκοδομὴν τὴν περὶ τοῦ Ἰησοῦ τοῖς ἐντευξομένοις αὐτῶν τῇ γραφῇ, τί βούλεται αὐτοῖς τὸ προκείμενον ῥητόν, καθὸ ἡνίκα τοῖς Ἱεροσο λύμοις ἤγγισεν ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν καὶ ἐλήλυθεν εἰς Βηθ φαγὴν πλησίον τοῦ ὄρους τῶν Ἐλαιῶν, ἀπέστειλε δύο μα θητὰς ἐντελλόμενος αὐτοῖς περὶ ὄνου καὶ πώλου, ἵνα λύσαντες ἀγάγωσιν αὑτῷ, τῷ ἔσθ' ὅτε μὴ ὀκνήσαντι πλείονα ὁδὸν πεζεῦσαι, καὶ τοῖς ἑαυτοῦ ποσὶ τὴν ὁδοιπορίαν ἐκτελέσαι, ὡς ὅτε ἀπὸ Ἱεροσολύμων διήρχετο διὰ τῆς Σαμαρείας <εἰς τὴν Γαλι λαίαν καὶ> φθάσας ἐπὶ τὸ φρέαρ, κοπιάσας «ἐκ τῆς ὁδοιπορίας» ἐκα θέσθη παρ' αὐτῷ;
 [03569]  ὁ δὲ ἡμῶν διαφέ ρων πλείονα καὶ βλεπέτω καὶ διδα σκέτω.
 [03574]  τῶν τεσσά ρων <δὲ> εὐαγγελιστῶν ἀναγραψάν των τὰ κατὰ τὸν τόπον, πλείονα [τὰ] κατὰ τὸ δυνατὸν ἡμῖν ἐξήτασται ὑπαγορεύουσιν εἰς τὸ κατὰ Ἰωάννην καὶ ὡς οἷόν τε ἦν σαφηνίζουσι τὸ «καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦν τας βόας καὶ πρόβατα καὶ περιστε ρὰς» καὶ τὰ ἑξῆς.
 [03695]  χωρὶς γὰρ τῆς προαποδεδομένης περὶ συκῆς ὡς τοῦ λαοῦ διηγήσεως ἔστι καὶ ἐπὶ ἕκαστον ἀνάγειν τὸν λόγον, συκῆν ὄντα ἤτοι ξηραινομένην ἢ φέρουσαν καρπὸν καὶ ζῶσαν καὶ γε ωργουμένην, ἵνα πλείονα καρπὸν φέρῃ.
 [03791]  ὡς δὲ πλείονα τάγματα ἦν ὑπὸ τὸν θεόν, οὕτως καὶ ἐν τῇ ἐναντίᾳ χώρᾳ οὐ μόνον ἐξουσίαι εἰσὶν ἀλλὰ καὶ κοσμοκράτορες «τοῦ σκό τους τούτου» καὶ «πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις», τάχα δὲ καὶ ἀρχαί, ἐγὼ δ' οἶμαι ὅτι καὶ πάντα ὁμώνυμα τοῖς τοῦ θεοῦ ἐστι κατὰ τὴν ἐναν τιότητα.
 [03792]  διειληφότες οὖν οἱ τὰ διαφέροντα ὀνόματα κεκληρωμένοι ἐν τῷ Ἰσραήλ, τουτέστιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, περὶ ἐξ ουσιῶν πλείονα <καὶ ταγμάτων τῶν ἐν οὐρανῷ μυστηρίων> εἴτε ἐκ παραδόσεων [εἴτε καὶ] ἐπιβάλλοντες εἴτε καὶ ἐξ ἀποκρύφων (οὐκ οἶδα εὐ λόγως ἢ καὶ ἀλόγως) κινούμενοι, ἑώ ρων τὸν Ἰησοῦν τὰ τεράστια ἐπιτε λοῦντα οὐ χωρίς τινος συνούσης αὐ τῷ ἐξουσίας.
 [03895]  καὶ σὺ δὲ συναγαγὼν εἴ που ὠνόμασται ἄνθρωπος ὁ θεὸς καὶ «πνευματικὰ πνευματικοῖς» ἐν τῷ περὶ τούτου συγκρίνων λόγῳ καὶ ζητήσας ὀρ θῶς τὰ κατὰ τοὺς τόπους, εὕροις ἂν ἀνάλογον τῇ ζητήσει σου πλείονα εἰς τὸ ἄνθρωπον λέγεσθαι τὸν θεόν.
 [04400]  εἴρηται δὲ πλείονα ἡμῖν εἰς τὸν τόπον διηγουμένοις τὸ χωρίον του<τὶ> τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς ἐν τοῖς εἰς αὐτὴν ἐξηγητικοῖς.
000-00-00 Serial Number=0281554639
Contra Celsum Ante [Go Back]  
 [00205]  [1.15] Πόσῳ δὲ βελτίων Κέλσου καὶ διὰ πολλῶν δείξας εἶναι ἐλλογιμώτατος καὶ πλείονα βασανίσας δόγματα καὶ ἀπὸ πλειόνων συναγαγὼν ἃ ἐφαντάσθη εἶναι ἀληθῆ ὁ πυθαγόρειος Νουμήνιος, ὅστις ἐν τῷ πρώτῳ περὶ τἀγαθοῦ λέγων περὶ τῶν ἐθνῶν, ὅσα περὶ τοῦ θεοῦ ὡς ἀσωμάτου διείληφεν, ἐγκατέταξεν αὐτοῖς καὶ Ἰουδαίους, οὐκ ὀκνήσας ἐν τῇ συγγραφῇ αὐτοῦ χρήσασθαι καὶ λόγοις προφητικοῖς καὶ τροπολογῆσαι αὐτούς.
 [00342]  Ὁρῶντες δὲ ταῦτα οἱ τοῦ Ἰησοῦ μαθηταὶ καὶ ἄλλα τούτων πλείονα, ἃ εἰκὸς αὐτοὺς ἐν ἀπορρήτῳ ἀπὸ τοῦ Ἰησοῦ μεμαθηκέναι, ἔτι δὲ καὶ δυνάμεώς τινος πληρω θέντες, ἐπεὶ ἔδωκεν αὐτοῖς μένος καὶ θάρσος οὐ ποιητική τις παρθένος ἀλλ' ἡ ἀληθῶς φρόνησις καὶ σοφία τοῦ θεοῦ, ἵν' ἔκδηλοι μετὰ πᾶσιν οὐ μόνοις Ἀργείοις γένοιντο ἀλλὰ καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, καὶ κλέος ἐσθλὸν ἄροιντο.
 [00452]  νυνὶ δὲ οὐδὲ τοῦθ' ὁ σοφώτατος Κέλσος ἑώρακεν, ὅτι Ἰουδαίῳ, πλείονα πιστεύοντι καὶ παραδοξότερα ἐκ τῶν προφητικῶν γραφῶν τῆς περὶ τοῦ εἴδους τῆς περισ τερᾶς ἱστορίας, τὸν τοιοῦτον περιέθηκε λόγον.
 [00805]  Ὁρᾷς οὖν ὡς διὰ τούτων οἱονεὶ παραδέχεται μαγείαν εἶναι, οὐκ οἶδα εἰ ὁ αὐτὸς ὢν τῷ γράψαντι κατὰ μαγείας βιβλία πλείονα·
 [00822]  Ἀλλὰ γὰρ περὶ τούτων ἐν τοῖς ἀνωτέρω πλείονα εἰρήκαμεν.
 [00918]  Οὐχ, ὡς λέγετε δέ, οἱ προϊόντες ἀτιμάζουσι τὰ ἐν τῷ νόμῳ γεγραμμένα ἀλλὰ πλείονα τιμὴν αὐτοῖς περιτιθέασιν ἀπο δεικνύντες, ὅσον ἔχει βάθος σοφῶν καὶ ἀπορρήτων λόγων ἐκεῖνα τὰ γράμματα τὰ ὑπὸ Ἰουδαίων οὐ τεθεωρημένα, τῶν ἐπιπολαιότερον καὶ μυθικώτερον αὐτοῖς ἐντυγχανόντων.
 [01255]  Οἷς δὲ μέλει τῆς ἐν ἱστορίαις φιλομαθίας, ὅλοις γενομένοις αὐτῆς καὶ καταλιποῦσι τὰ ἀναγκαιότερα περὶ τοῦ ὡς δὴ βιωτέον μαθήματα, πλείονα παραθήσονται δεικνύντες ὅσοι κοινωνήσαντες τραπέζης τισὶν ἐπεβούλευσαν αὐτοῖς.
 [01288]  Εἰ δὲ καὶ τὴν τάξιν τῶν λελεγμένων τηρῆσαι δεῖ, πρόσχες ὅτι πρότερον μὲν εἴρηται τό, ὡς ἂν εἴποι τις, κατὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ἓν τυγχάνον, ὕστερον δὲ τὰ κατὰ τὴν προθυμίαν τοῦ πνεύματος ὄντα πλείονα.
 [01289]  Ἓν μὲν γὰρ τὸ Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, πλείονα δὲ τό τε Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ καὶ τὸ Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
 [01671]  [2.64] Ὁ Ἰησοῦς εἷς ὢν πλείονα τῇ ἐπινοίᾳ ἦν, καὶ τοῖς βλέπουσιν οὐχ ὁμοίως πᾶσιν ὁρώμενος.
 [01672]  Καὶ ὅτι μὲν τῇ ἐπινοίᾳ πλείονα ἦν, καὶ σαφὲς ἐκ τοῦ Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωὴ καὶ τοῦ Ἐγώ εἰμι ὁ ἄρτος καὶ τοῦ Ἐγώ εἰμι ἡ θύρα καὶ ἄλλων μυρίων.
 [01701]  ὅτε ὡς μὴ χωροῦσι πλείονα Κορινθίοις ὁ Παῦλος γράφων φησίν·
 [01990]  Ὡς γὰρ δόκιμος ἐν ἰατρικῇ ὁ διὰ τὸ γυμνάσασθαι ἐν ποικίλαις αἱρέσεσι καὶ εὐγνωμόνως ἐξητα κέναι τὰς πλείονας ἑλόμενος τὴν διαφέρουσαν, καὶ ὡς ὁ πάνυ προκόπτων ἐν φιλοσοφίᾳ ἀπὸ τοῦ πλείονα ἐγνωκέναι ἐγγυμνασάμενος αὐτοῖς καὶ τῷ κρατήσαντι προσθέμενος λόγῳ·
 [02022]  Ἀλλ' ἐὰν τοῦτο λέγῃ οὐ γὰρ ἄλλο τι οἶμαι φήσειν αὐτόν , ἀπαντήσομεν ὅτι πλείονα ἐν τοῖς ἀνωτέρω ἡμῖν εἰς κατασ κευὴν τῶν κατὰ τὸν Ἰησοῦν εἴρηται, ὅτι καὶ τὰ δοκοῦντα κατ' ἄνθρωπον αὐτῷ συμβεβηκέναι χρησίμως γέγονεν τῷ παντὶ καὶ σωτηρίως τῷ ὅλῳ κόσμῳ.
 [02219]  [3.41] Ἐπεὶ δ' ἐγκαλεῖ ἡμῖν, οὐκ οἶδ' ἤδη ὁποσάκις, περὶ τοῦ Ἰησοῦ ὅτι ἐκ θνητοῦ σώματος ὄντα θεὸν νομίζομεν καὶ ἐν τούτῳ ὅσια δρᾶν δοκοῦμεν, περισσὸν μὲν τὸ ἔτι πρὸς τοῦτο λέγειν, πλείονα γὰρ ἐν τοῖς ἀνωτέρω λέλεκται·
 [03340]  [4.63] Οὐκ οἶδα δὲ τίνα τρόπον πρόνοιαν τιθεὶς ὅσον ἐπὶ ταῖς λέξεσι τοῦ βιβλίου τούτου οὔτε πλείονα οὔτ' ἐλάττονα ἀλλ' οἱονεὶ ὡρισμένα φησὶν εἶναι τὰ κακά, ἀναιρῶν δόγμα κάλλισ τον περὶ τοῦ ἀόριστον εἶναι τὴν κακίαν καὶ τὰ κακὰ καὶ τῷ ἰδίῳ λόγῳ ἄπειρα.
 [03341]  Καὶ ἔοικε τῷ μήτε ἥττω μήτε πλείονα κακὰ γεγονέναι ἢ εἶναι ἢ ἔσεσθαι ἀκολουθεῖν ὅτι, ὥσπερ κατὰ τοὺς ἄφθαρτον τὸν κόσμον τηροῦντας τὸ ἰσοστάσιον τῶν στοιχείων ἀπὸ τῆς προνοίας γίνεται, οὐκ ἐπιτρεπούσης πλεονεκτεῖν τὸ ἓν αὐτῶν, ἵνα μὴ ὁ κόσμος φθαρῇ·
 [03342]  οὕτως οἱονεὶ πρόνοιά τις ἐφέστηκε τοῖς κακοῖς, τοσοῖσδε τυγχά νουσιν, ἵνα μήτε πλείονα γένηται μήτε ἥττονα.
 [03549]  [4.84] Ἐπεὶ δὲ καὶ τοῖς ἀποθνῄσκουσιν μύρμηξί φησι τοὺς ζῶντας ἴδιόν τι ἀποκρίνειν χωρίον, κἀκεῖνο αὐτοῖς εἶναι πάτρια μνήματα, λεκτέον ὅτι ὅσῳ πλείονα λέγει τῶν ἀλόγων ζῴων ἐγκώμια, τοσούτῳ πλεῖον, κἂν μὴ θέλῃ, αὔξει τὸ τοῦ πάντα κοσμήσαντος λόγου ἔργον καὶ δείκνυσι τὴν ἐν ἀνθρώ ποις ἐντρέχειαν, δυναμένην κοσμεῖν τῷ λόγῳ καὶ τὰ πλεο νεκτήματα τῆς φύσεως τῶν ἀλόγων.
 [04093]  καὶ τοῦτ' ἐπὶ πλείονα χρόνον νοῶν γινόμενον καὶ ἀεὶ θεραπείαν προσαγομένην καὶ ἐκ διαλειμμάτων τούτους ἐπιστρέφοντας, ὁράτω αὐτοὺς καταλειπομένους κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτανομένων τοῖς λαχοῦσι τὰς ἄλλας χώρας, πρότερον μὲν ἐπὶ τὸ ἔλαττον αὐτοὺς κολασθέντας καὶ τίσαντας δίκην, ὡσπερεὶ παιδευθέντας, ἐπανελθεῖν εἰς τὰ οἰκεῖα·
 [04586]  Εἰς ἕκαστον γὰρ πει ρώμεθα λέγειν καὶ πλείονα ὧν ἐν τοῖς ἀνωτέρω ἐξεθέμεθα.
 [04846]  Ἐδυνάμην δὲ καὶ ἄλλα πλείονα παραθέμενος παραστῆσαι ὅτι ἴσμεν μὲν τὰ τῶν ἀπατεώνων, ἀρνούμεθα δὲ αὐτὰ ὡς ἀλλότρια καὶ ἀσεβῆ καὶ οὐ συνυπάρχοντα τοῖς μέχρι θανάτου ὑφ' ἡμῶν ὁμολογουμένοις ἀληθῶς Χριστιανῶν λόγοις.
 [05222]  [6.64] Πάλιν δὲ αὖ ἑαυτῷ συνείρει πλείονα λέγων ὡς ὑφ' ἡμῶν διδόμενα, ἅπερ οὐδεὶς τῶν ἐν Χριστιανοῖς νοῦν ἐχόντων δίδωσιν.
 [05532]  Σημεῖα δὲ τοῦ ἁγίου πνεύματος κατ' ἀρχὰς μὲν <ἐπὶ> τῆς Ἰησοῦ διδασκαλίας μετά τε τὴν ἀνάληψιν αὐτοῦ πλείονα ἐδείκνυτο, ὕστερον δὲ ἐλάττονα·
 [05536]  Πρῶ τον δὴ λέγει πλείονα εἶναι εἴδη προφητειῶν, μὴ ἐκτιθέμενος αὐτά·
 [06168]  οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς καὶ διὰ τὸ Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ ἄλλα πλείονα τούτοις παραπλήσια οὐ μόνον ἐκτρέπονται νεὼς καὶ βωμοὺς καὶ ἀγάλματα, ἀλλὰ καὶ ἐπὶ τὸ ἀποθνῄσκειν, ὅτε δεῖ, ἑτοίμως ἔρχονται ὑπὲρ τοῦ μὴ μολῦναι τὴν περὶ τοῦ θεοῦ τῶν ὅλων ὑπόληψιν διά τινος τοιούτου παρανομήματος.
 [06801]  Καὶ διὰ τοῦτό γε τὰς νομιζομένας προσήκειν τιμὰς οἷς φησι Κέλσος τὰ τῇδε ἐπιτετράφθαι οὐκ ἀποδίδομεν, ἐπεὶ Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν καὶ οὐ δυνάμεθα ἅμα θεῷ δουλεύειν καὶ μαμωνᾷ, εἴθ' ὅ τι ποτὲ ἓν ἢ πλείονα καλουμένῳ.
000-00-00 Serial Number=0328107715
De oratione Ante [Go Back]  
 [00200]  τῷδε δὲ ἐπὶ ποσὸν εὐξομένῳ «ὑπερεκπερισσοῦ ὧν» αἰτεῖται ἢ νοεῖ δωρήσομαι τάδε τινὰ, ἐμοὶ γὰρ τόνδε πρέπει νικᾶν ἐν ταῖς εὐποιΐαις καὶ χορηγεῖν πλείονα ὧν αἰτῆσαι κεχώρηκε.
 [00327]  [13.2] τί δὲ δεῖ καταλέγειν τοὺς διὰ τοῦ ὃν δεῖ τρόπον προσεύξασ θαι μεγίστων ἐπιτετευχότας ἀπὸ θεοῦ, παρὸν ἑκάστῳ ἑαυτῷ ἀπὸ τῶν γραφῶν ἀναλέξασθαι πλείονα;
 [00561]  δῆλον δὲ ὅτι τῷ δικαίῳ, ἐὰν δὴ οὕτως εὐχώ μεθα, οὐ μόνον θεῷ ἀλλὰ καὶ πατρὶ ἐντευξόμεθα, ὡς υἱῶν μὴ ἀπο λειπομένῳ ἀλλὰ παρόντι ἡμῶν «τῷ κρυπτῷ» καὶ ἐφορῶντι αὐτὸ καὶ πλείονα τὰ ἐν τῷ ταμείῳ ποιοῦντι, ἐὰν αὐτοῦ «τὴν θύραν» ἀποκλείσωμεν.
 [00729]  λεκτέον πρὸς ταῦτα ὅτι, ὥσπερ ὁ εὐχόμενος λόγου «γνώσεως» τυχεῖν καὶ λόγου «σοφίας» καθηκόντως ἀεὶ περὶ τούτων εὔξεται, ἀεὶ μὲν πλείονα θεωρήματα «σοφίας» καὶ «γνώσεως» ἐν τῷ ἐπακούεσθαι ληψόμενος, πλὴν «ἐκ μέ ρους» γινώσκων μὲν ὅσα ποτ' ἂν χωρῆσαι ἐπὶ τοῦ παρόντος δυνηθῇ, τοῦ <δὲ> τελείου καὶ καταργοῦντος «τὸ ἐκ μέρους» «τότε» φανερω θησομένου, ὅτε «πρόσωπον πρὸς πρόσωπον» ὁ νοῦς προσβάλλει χωρὶς αἰσθήσεως τοῖς νοητοῖς·
 [00960]  τινὲς δὲ τὰ πλεῖστα ἀποτιννύντες <ὀλίγα ὀφείλουσι20, τινὲς δὲ> ὀλίγα ἀποδιδόντες τὰ πλείονα ὀφείλουσι20·
 [01037]  [29.6] εἰ δὲ, ἐπεὶ μὴ πλείονα περὶ τοῦ πένητος εἰρήκαμεν, καταφρο νεῖ τις, ὡς μὴ [20πειρασμοῦ] τοῦ περὶ τῆς πενίας, ἴστω ὅτι ὁ ἐπιβου λεύων ἐπιβουλεύει ὑπὲρ «τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα,» καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Σολομῶντα.
 [01236]  ἔνεστι δέ τινα ἑαυτῷ πλείονα ἀναλεγόμενον ὁρᾶν, ὡς ὁ τόπος τῆς δοξολογίας πολλαχοῦ διέσπαρται.
 [01252]  οὐκ ἀπογινώσκω δὲ, «τοῖς ἔμπροσθεν» ὑμῶν ἐπεκτεινομένων καὶ τῶν ὄπισθεν ἐπιλανθανομένων εὐχομένων τε ἐν τούτοις ὄντων περὶ ἡμῶν, πλείονα καὶ θειότερα εἰς πάντα ταῦτα δυνηθῆναι χωρῆσαι ἀπὸ τοῦ διδόντος θεοῦ καὶ λαβὼν πάλιν περὶ τῶν αὐτῶν διαλαβεῖν μεγαλοφυέστερον καὶ ὑψηλότερον καὶ τρανότερον·
000-00-00 Serial Number=0877352297
De principiis Ante [Go Back]  
 [00022]  ὁ δέ τις ἔμπαλιν, τῶν αὐτῶν συμ βεβηκότων τῷ πλείονα μαθήματα ἀνειληφότι καὶ ἠσκηκότι·
000-00-00 Serial Number=0600407124
Dialogus cum Heraclide Ante [Go Back]  
 [00050]  Καὶ αἱ θεῖαι γραφαὶ πολλὰ δύο ἐδί δαξαν εἶναι ἕν, καὶ οὐ μόνον δύο ἀλλὰ καὶ πλείονα τῶν δύο τινὰ καὶ εἰ πολλῷ πλείονα τῷ ἀριθμῷ ἐδίδαξαν εἶναι ἕν.
000-00-00 Serial Number=0006376922
Epistula ad Africanum Ante [Go Back]  
 [00037]  Καὶ ἐν ἄλλοις δὲ πολλοῖς ἁγίοις βιβλίοις εὕρομεν, πὴ μὲν πλείονα παρ' ἡμῖν κείμενα ἢ παρ' Ἑβραίοις, πὴ δὲ λείποντα.
000-00-00 Serial Number=0000564694
Exhortatio ad martyrium Ante [Go Back]  
 [00144]  εἴπερ πιστεύετε ὅτι Παῦλος ἡρπάγη «εἰς τρίτον οὐρανὸν» καὶ «ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», ἀκολούθως εἴσεσθε ὅτι τῶν τότε Παύλῳ ἀποκαλυφθέντων ῥημάτων ἀῤῥήτων, μεθ' ἃ καταβέβηκεν ἀπὸ τοῦ τρίτου οὐρανοῦ, πλείονα καὶ μείζονα εὐθέως γνώσεσθε, μετὰ τὴν γνῶσιν οὐ καταβη σόμενοι, ἐὰν αἴροντες τὸν σταυρὸν ὀπίσω τοῦ Ἰησοῦ ἀκολουθῆτε, ὃν ἔχομεν «ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς.».
 [00158]  τούτων δὲ ἕνεκεν τῶν ῥητῶν ηὐξάμην ἂν τοσαῦτα κτησάμενος ἐπὶ γῆς, ὁπόσα ἔχεις, ἢ καὶ τούτων πλείονα γενέσθαι μάρτυς ἐν Χριστῷ τῷ θεῷ, ἵνα «πολλαπλασίονα» λάβω ἢ, ὡς ὁ Μάρκος φησὶν, «ἑκατονταπλα σίονα·» <ἃ> πολλῷ πλείονά ἐστιν ὀλίγων, ὁποῖα καταλείψομεν, ἐὰν ἐπὶ μαρτύριον κληθῶμεν, ἑκατονταπλασιαζομένων.
 [00647]  εἰ δ' ὑμεῖς μάλιστα νῦν ὡς ἄξιοι πλείονα βλέπειν τῶν τοῦ θεοῦ μυστηρίων μείζονα καὶ πλουσιώτερα καταλαμβάνοντες καὶ πρὸς τὸ προκείμενον ἀνυσιμώτερα τούτων ὡς παιδικῶν καὶ εὐτελῶν καταφρονήσετε, κἀγὼ ἂν τὸ τοιοῦτον περὶ ὑμῶν εὐξαίμην.
000-00-00 Serial Number=0569209874
Expositio in Proverbia Ante [Go Back]  
 [00492]  Τοῖς εἰς τὰ ἴδια σπείρουσι, καὶ πλείονα ποιοῦσιν, ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττούμενοι·
 [01216]  νοῦν, ψυχὴν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱὸν, πνεῦμα, ὀφθαλμὸν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα, καὶ ἄλλα πλείονα ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι κατ' εἶδος.
000-00-00 Serial Number=0647148848
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00218]  ἀναστραφέντες δὲ ἐν τοῖς παραπτώμασιν, ἐπεὶ ἤμεθα ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ἐποιοῦμεν οὐχ ἕν τι ἀλλὰ πλείονα θελήματα, καὶ οὐ μόνον τῆς σαρκὸς ἀλλὰ καὶ τῶν διανοιῶν·
 [00323]  ὅταν δὲ μὴ τὸ αὐτὸ λέγωμεν πάντε, καὶ διὰ τοῦτο μὴ ᾖ ἐν ἡμῖν χίματα, οὐ σπουδά ζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος διακόπτομεν αὐτὴν εἰς πλείονα.
000-00-00 Serial Number=0749208391
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00179]  πᾶν κλῆμα ἐν ἐμοὶ μένον καὶ ποιοῦν καρπὸν καλόν, ὁ πατήρ μου καθαίρει ἵνα πλείονα καρπὸν φέρῃ·
 [00512]  φροντίζει δὲ θεὸς ἐν ἀγγείῳ τὸ βιβλίον βληθῆναι πρὸς διαμονὴν πλείονα.
 [00577]  τῶν οὖν πονηρῶν τὸ θυμίαμα, φησίν, οὐκ ἠδύνατο κύριος ἔτι φέρειν, καθάπερ ἡμεῖς κἂν ὑπομείνωμέν τινα δυσωδίαν, ἀλλ' οὖσαν πλείονα φεύγομεν.
000-00-00 Serial Number=0372900367
Fragmenta in Psalmos Ante [Go Back]  
 [02796]  Ωσπερ δὲ οἱ πρωτότοκοι τὰ διπλᾶ κληρονομοῦσι, καὶ πλείονα τιμὴν εχουσι παρὰ τοῖς γονεῦσι, καὶ εἰσὶ πρωτότοκοι Θεοῦ οἱ ἀπογεγραμμέ νοι ἐν οὐρανῷ, τὸν αὐτὸν τρόπον καὶ οἱ τῶν Αἰγυπτίων πρωτότοκοι διπλῆν τὴν κόλασιν κληρονομοῦσι.
 [02889]  πολλαπλασίως ἀπόδος ἐκείνοις, σύνα ψον αὐτοῖς τιμωρίαν ἀκόριστον, καὶ πλείονα τῆς ἡμετέρας.
 [03689]  καὶ μὴν τῶν ἀνθρώπων τὴν φύσιν αὐτὸς ἐδημιούργησε λογικὴν, καὶ διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων καθ' ἑκάσ την γενομένων ἡμέραν πλείονα τὴν γνῶσιν ἐργάζεται.
 [05314]  ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διά θεσιν ἐνδεξάμενος, ἱκετεύει τοίνυν τὸν δια πλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν.
000-00-00 Serial Number=0899712622
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00703]  τῷ γὰρ μεσημβρινῷ καιρῷ, ἐν ᾧ ὁ ἥλιος καθά πτεται, ὁδὸν ἀνύσας πλείονα κάματον ἀνεδέξατο, ἀναλωθείσης τῆς ὑγρότητος τοῦ σώματος αὐτοῦ ὑπὸ τοῦ φλογμοῦ τοῦ καύσωνος.
000-00-00 Serial Number=0563111305
Homiliae in Job Ante [Go Back]  
 [00181]  Εἰκότως οὖν φημὶ οὐχ ἁπλῶς γεγονέναι σε ἄδικον, ἐπεὶ πάσχεις τοιαῦτα, οἷα οὐδεὶς τῶν κακῶν, ἀλλ' ἐν τούτοις γεγεννῆσθαι, δη λονότι πλείονα κακίαν [τῶν κακῶν] ὑπὲρ τοὺς ἄλλους ἐσχηκέναι.
000-00-00 Serial Number=0528908908
Homiliae in Lucam Ante [Go Back]  
 [00008]  φέρεται γὰρ καὶ τὸ κατὰ Θωμᾶν εὐαγγέλιον καὶ τὸ κατὰ Ματθίαν καὶ ἄλλα πλείονα.
 [00306]  Ἔστω γὰρ τὸ «πληθύνεσθαι», ἐπειδὴ ὁ πληθυσμὸς ἀριθμὸν πλείονα προσάγει τῶν πλη [11.67] θυνομένων πῶς οὖν ἐπὶ τοῦ ῥητοῦ προστάσσει ὁ θεὸς τὸ «αὐξάνειν»;
 [00621]  [27.157] Ὁ τὸν λόγον τοῦ εὐαγγελίου δι δάσκων οὐχ ἓν πρᾶγμα εὐαγγελίζε ται, ἀλλὰ πλείονα·
000-00-00 Serial Number=0701035142
In Jeremiam Ante [Go Back]  
 [00357]  Ἥμαρτεν οὖν πρῶτονἸσραὴλ πλείονα, ὁ ὑπὸ τῷ Ἱεροβοὰμ καὶ τοῖς διαδόχοις αὐτοῦ, καὶ τοσαῦτα ἥμαρτε παρὰ τὸν Ἰούδαν ὥστε αὐτοὺς καταδικασθῆναι ὑπὸ τῆς προνοίας γενέσθαι αἰχμαλώτους «εἰς Ἀσσυρίους», ὡς λέγει ἡ γραφή, «μέχρι τῆς σήμε ρον».
 [01079]  Ὥσπερ οὖν οὐχὶ δικαιοσύνη τὰ Σοδόμων ἁμαρτήματα ἀλλὰ ἀδικία, ὡς πρὸς τὴν πλείονα <δὲ> ἀδικίαν δικαιοσύνη ἐστίν, οὕτως ἐκ τοῦ ἐναντίου γνῶσις·
 [01103]  Οἷον ἐπὶ παραδείγματος, ἵνα νοήσῃς ὅτι «τὸ μωρὸν τοῦ θεοῦ» «ἐμώρανεν τὴν σοφίαν τοῦ κόσμου», δεδόσθω με ἀγωνίζεσθαι, δοκοῦντά με εἰδέναι πολλὰ καὶ πλείονα, πρός τινα ἀνόητον καὶ ἀπαίδευτον καὶ μηδὲν συνιέντα καὶ μὴ ἀγωνιζόμενον ὑπὲρ λόγων γενναίων ὁποιωνδήποτε·
 [01787]  καὶ πάλιν ἀλλαχοῦ λέγεται, ὅτι «τὰ πλείονα τῶν ἔργων τοῦ θεοῦ ἐστιν ἐν ἀποκρύφοις».
 [02346]  εἰ καὶ ἀνέγνωμεν οὕτως, ἀλλὰ καὶ δεῖ εἰδέναι ὅτι τὰ πλείονα τῶν ἀντιγράφων τῆς ἐκδόσεως τῶν Ἑβδομήκοντα οὐκ ἔχει οὕτως, ὕστερον δὲ ἐπισκεψάμενοι καὶ τὰς λοιπὰς ἐκδόσεις ἔγνωμεν γραφικὸν εἶναι ἁμάρτημα.
000-00-00 Serial Number=0163599312
Philocalia Ante [Go Back]  
 [00655]  πλὴν ἑκατέρω θεν δόξομεν μανθάνειν, μὴ δεῖν ποιεῖν βιβλία πλείονα.
 [01052]  παρέθετο γὰρ πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινοποιῶν τὰ δυνάμενα ἑλεῖν τινὰ καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων·
 [01278]  καὶ ὡς ὁ πάνυ προκόπτων ἐν φιλοσοφίᾳ ἀπὸ τοῦ τὰ πλείονα ἐγνω κέναι ἐγγυμνασάμενος αὐτοῖς καὶ τῷ κρατήσαντι προσθέμε νος λόγῳ·
 [01759]  πλείονα γὰρ ἐν τοῖς ἀνωτέρω λέλεκται.
 [01898]  [20.11] Ἐπεὶ δὲ καὶ «τοῖς ἀποθνήσκουσι μύρμηξί» φησι [20.11] «τοὺς ζῶντας ἴδιόν τι ἀποκρίνειν χωρίον, κἀκεῖνο αὐτοῖς εἶναι πάτρια μνήματα·» λεκτέον ὅτι, ὅσῳ πλείονα λέγει τῶν ἀλόγων ζώων ἐγκώμια, τοσούτῳ πλεῖον, κἂν μὴ θέλῃ, αὔξει τὸ τοῦ πάντα κοσμήσαντος λόγου ἔργον, καὶ δείκνυσι τὴν ἐν ἀνθρώποις ἐντρέχειαν δυναμένην κοσμεῖν τῷ λόγῳ καὶ τὰ πλεονεκτήματα τῆς φύσεως τῶν ἀλόγων.
 [02150]  ὁ δέ τις ἔμπαλιν, τῶν αὐτῶν συμβεβηκότων τῷ πλείονα μα θήματα ἀνειληφότι καὶ ἠσκηκότι, οἱ μὲν γαργαλισμοὶ καὶ οἱ ἐρεθισμοὶ συμβαίνουσιν, ὁ λόγος δὲ, ἅτε ἐπὶ πλεῖον ἰσχυροποιηθεὶς καὶ τραφεὶς τῇ μελέτῃ, καὶ βεβαιωθεὶς τοῖς δόγμασι πρὸς τὸ καλὸν ἢ ἐγγύς γε τοῦ βεβαιωθῆναι γεγενημένος, ἀνακρούει τοὺς ἐρεθισμοὺς καὶ ὑπεκλύει τὴν ἐπιθυμίαν.
 [02597]  καὶ τοῦτ' ἐπὶ πλείονα χρόνον νοῶν γινόμενον, καὶ ἀεὶ θεραπείαν προσαγομένην, καὶ ἐκ διαλειμμάτων τούτους ἐπιστρέφοντας, ὁράτω αὐτοὺς καταλειπομένους κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτανομένων τοῖς λαχοῦσι τὰς ἄλλας χώρας, πρότερον μὲν ἐπὶ τὸ ἔλαττον αὐτοὺς κολασθέντας καὶ τίσαντας δίκην, ὡσπερεὶ παιδευθέντας, ἐπανελθεῖν εἰς τὰ οἰκεῖα·
 [02926]  καὶ ὅμως ὡς προεῖπον ἔχει, σοῦ καταψευσα μένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἕν τι εὑρεῖν σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸ τὸ ἐνεργῆσαν ὅθεν τὰ ἀγαθὰ ἐρεῖ γεγενῆσθαι.
000-00-00 Serial Number=0276578188
Philocalia sive Ecloga Ante [Go Back]  
 [00315]  Καὶ ὅμως ὡς προεῖπον ἔχει, σοῦ καταψευσα μένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἕν τι εὑρεῖν σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸ τὸ ἐνεργῆσαν ὅθεν τὰ ἀγαθὰ ἐρεῖ γεγενῆσθαι.
000-00-00 Serial Number=0123127401
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00509]  τὰ γὰρ μέλη τῆς νύμφης συστήματα τυγχάνοντα πλείονα, χοροὶ μέν εἰσι, τῷ τὸ θεῖον ὑμνεῖν συμφώνως θεολογοῦντες αὐτῷ·
000-00-00 Serial Number=0964522243
Scholia in Lucam Ante [Go Back]  
 [00016]  Πολλοὶ μὲν οὖν ἐπεχείρησαν καὶ τὸ κατὰ Ματθίαν, καὶ ἄλλα πλείονα.
 [00445]  Εἶεν δ' ἄν τινες τοῦ τοιούτου ἀκροασταὶ καὶ μαθηταὶ, πλείονα μὲν οὐ χωρήσαν τος ἐξ ὀλίγων ὧν εἴληφε κηρύσσοντος.
 [00935]  τότε δὲ πίπτων, ἵνα πλείονα καρπὸν φέρῃ·
000-00-00 Serial Number=0484710276
Selecta in Ezechielem Ante [Go Back]  
 [00182]  Ἐχρῆν δὲ ὑπὲρ τῶν πλείονα ἡμαρτηκότων πλείονα αὐτὸν κοιμᾶσθαι χρόνον, οὐκ ἐπὶ τὸ δεξιὸν καὶ κρεῖττον, ἀλλ' ἐπὶ τὸ ἀριστερὸν μέρος·
 [00209]  καὶ τὰ πλείονα δὲ ʹ καὶ ρʹ ἡμέρας.
000-00-00 Serial Number=0228528500
Selecta in Genesim Ante [Go Back]  
 [00751]  Καὶ ἔδει τὰ μὲν ὑποδεέστερα ἀπὸ τῶν νόθων τοῦ Ἀβραὰμ φέρεσθαι παίδων, τὰ δὲ πλείονα, ἀπὸ τῶν γνησίων, ὡς τῆς Αἰγύπτου χρείαν τούτων ἐχούσης.
000-00-00 Serial Number=0771426857
Selecta in Leviticum Ante [Go Back]  
 [00005]  ὅπως δὲ ἐτελέσθησαν οἱ ἱερεῖς χρισθέντες, καὶ ὅπως κατεσκευάσθη ἡ σκηνὴ καὶ σύμπηξιν ἔλαβεν ἁρμόνιον, καὶ ἄλλα πλείονα ἱστορεῖ τὸ Λευϊτικόν.
000-00-00 Serial Number=0757172704
Selecta in Psalmos Ante [Go Back]  
 [03710]  Ἐφωτίσθη γὰρ ἐν ταύτῃ τῇ βοηθείᾳ ἧς πεῖραν ἔλαβον, ὅθεν οὐδὲ ἄλ λην πλείονα παράταξιν δέδοικα, σκεπούσης με τῆς τοιαύτης βοηθείας.
 [03833]  Ἐμοὶ δοκεῖ διαφέρειν εὐχὴ δεή σεως, καὶ δοκεῖ μοι ὁ Ἀπόστολος πλείονα ὀνόματα εἰς ταύτην τὴν διαφορὰν διαθέσθαι λέγων·
 [09574]  Ἢ τάχα τῶν μὲν ὀλίγα ἁμαρτανόντων κυριεύει ἡ ἀνομία, τῶν δὲ πλείονα κατακυριεύει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»