0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλειόνων [125]


000-00-00 Serial Number=0857218504
Commentarii in Genesim Ante [Go Back]  
 [00057]  Σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνομα βασιλεύσοντος, καὶ πράξεις ἀνεγράφησαν, πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευόμενα, οὕτως·
 [00074]  Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί σε·» σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται, ὅτι διὰ τὸν λαὸν ὃν εὐεργέτησεν ὁ Κῦρος, ὁ Θεὸς μὴ γινώ σκοντι αὐτῷ τὴν καθ' Ἑβραίους θεοσέβειαν ἐδωρή σατο ἐθνῶν πλειόνων ἄρξαι·
000-00-00 Serial Number=0636577547
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00575]  ἀλλὰ καὶ περὶ ἄλλων πλειόνων·
 [00577]  ὅτι δὲ ἡ νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλ' ἐπὶ πλειόνων τέτακται, τὰ πολλὰ παραλιπόντες καὶ δεόμενα κατασκευῆς, ἔχοντα ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθ' ὁντινοῦν δυσωπῆσαι δυνάμενα, ὡς τῆς νόμος φωνῆς κειμένης ἐπὶ πλειόνων.
000-00-00 Serial Number=0158058524
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00059]  [1.3.19] Ἀλλ' ὅσον ἐπὶ τῇ δευτέρᾳ ἀποδόσει, τῷ ἀνθυποφέροντι διὰ τὸ μὴ ἐπιγεγράφθαι τὰς ἐπιστολὰς εὐαγγέλιον ὡς οὐ καλῶς πᾶσαν τὴν καινὴν διαθήκην εὐαγγέλιον ἡμῶν ὀνομα σάντων, λεκτέον ὅτι πολλαχοῦ τῶν γραφῶν δύο τινῶν ἢ πλειόνων τῷ αὐτῷ ὀνόματι ὀνομαζομένων κυριώτερον ἐπὶ τοῦ ἑτέρου τῶν λεγομένων κεῖται τὸ ὄνομα·
 [00808]  ἀλλὰ πάλιν τῶν πλειόνων εἰκόνων ἡ ἀρχέτυπος εἰκὼν ὁ πρὸς τὸν θεόν ἐστι λόγος, ὃς «ἐν ἀρχῇ» ἦν, τῷ εἶναι «πρὸς τὸν θεὸν» ἀεὶ μένων «θεός», οὐκ ἂν δ' αὐτὸ ἐσχηκὼς εἰ μὴ πρὸς θεὸν ἦν, καὶ οὐκ ἂν μείνας θεός, εἰ μὴ παρέμενε τῇ ἀδιαλείπτῳ θέᾳ τοῦ πατρικοῦ βάθους.
 [00809]  [2.3.19] Ἀλλ' ἐπεὶ εἰκὸς προσκόψειν τινὰς τοῖς εἰρημένοις, ἑνὸς μὲν ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαγγελλο μένου παρὰ δὲ τὸν ἀληθινὸν θεὸν θεῶν πλειόνων τῇ μετοχῇ τοῦ θεοῦ γινομένων, εὐλαβουμένους τὴν τοῦ πᾶσαν κτίσιν ὑπερέχοντος δόξαν ἐξισῶσαι τοῖς λοιποῖς τῆς «θεὸς» προσηγορίας τυγχάνουσι, πρὸς τῇ ἀποδεδομένῃ διαφορᾷ, καθ' ἣν ἐφάσκομεν πᾶσι τοῖς λοιποῖς θεοῖς διάκονον εἶναι τῆς θεότητος τὸν θεὸν λόγον, καὶ ταύτην παραστατέον.
 [01463]  Ὁ δὲ ἐγκαλῶν μοι εἰς σύνταξιν πλειόνων ἐρχομένῳ, τὸν τηλικοῦτον Μωσέα φήσει μόνας πέντε βίβλους κατα λελοιπέναι.
 [01522]  «Κατὰ τὸ εὐαγγέλιόν μου ἐν Χριστῷ Ἰησοῦ» καὶ μὴ φάσκειν «εὐαγ γέλια» ἐκεῖνοι ἐφιστάντες φασίν, οὐκ ἂν πλειόνων ὄντων εὐαγγελίων τὸν ἀπόστολον ἑνικῶς «τὸ εὐαγγέλιον» εἰρηκέ ναι, οὐ συνιέντες ὅτι ὡς εἷς ἐστιν ὃν εὐαγγελίζονται πλείονες, οὕτως ἕν ἐστι τῇ δυνάμει τὸ ὑπὸ τῶν πολλῶν εὐαγγέλιον ἀναγεγραμμένον καὶ τὸ ἀληθῶς διὰ τεσσάρων ἕν ἐστιν εὐαγγέλιον.
 [02198]  Μάλιστα δὲ ὑποπτευτέον τοὺς τόπους τῶν γραφῶν, ἔνθα κατάλογός ἐστιν ἅμα ὀνομάτων πλειόνων, ὡς ἐν τῷ Ἰησοῦ τὰ περὶ τῆς κληροδοσίας, καὶ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ἀρχῆθεν ἑξῆς μέχρι τῶν ἐγγύς που περὶ τὸν Ἀνάν·
 [02443]  [6.59.301] Ἐπισκεπτέον δὲ τῷ ἐντυγχάνοντι τὰ ἐν τοῖς προτέροις ἡμῖν εἰρημένα μετὰ παραθέσεως πλειόνων παραδειγμάτων περὶ τοῦ τί σημαίνεται κατὰ τὴν γραφὴν ἐκ τῆς «κόσμος» φωνῆς.
 [02528]  [10.3.14] Καὶ ἐπὶ ἄλλων δὲ πλειόνων εἴ τις ἐπιμελῶς ἐξετάζοι τὰ εὐαγγέλια περὶ τῆς κατὰ τὴν ἱστορίαν ἀσυμφωνίας, ἥντινα καθ' ἕκαστον πειρασόμεθα κατὰ τὸ δυνατὸν παραστῆσαι, σκοτοδινιάσας ἤτοι ἀποστήσεται τοῦ κυροῦν ὡς ἀληθῶς τὰ εὐαγγέλια, καὶ ἀποκληρωτικῶς ἑνὶ αὐτῶν προσθήσεται, μὴ τολμῶν πάντη ἀθετεῖν τὴν περὶ τοῦ κυρίου ἡμῶν πίστιν, ἢ προσιέμενος τὰ τέσσαρα εἶναι <ἐρεῖ τ'> ἀληθὲς αὐτῶν οὐκ ἐν τοῖς σωματικοῖς χαρακτῆρσιν.
 [02601]  τὸν γὰρ περὶ τῶν πλειόνων δογμάτων φωτισμὸν ὁ τῆς κατωτέρω «παρακλήσεως ἀγρὸς» οὐ χωρεῖ, ὀλιγωτέρων τυγχάνων δεκτικός.
 [02951]  [10.24.141] ∆ύναται δὲ καὶ φύσει ἱερὸν εἶναι ἡ εὐφυὴς ἐν λόγῳ ψυχὴ διὰ τὸν συμπεφυκότα λόγον ἀνωτέρω τυγχάνουσα τοῦ σώματος, εἰς ἣν ἀπὸ τῆς Καφαρναοὺμ κάτω που κειμένης ταπεινότερον ἀναβαίνει ὁ Ἰησοῦς, ἐν ᾗ εὑρίσκεται τὰ πρὸ τῆς ἀπὸ Ἰησοῦ παιδεύσεως γήϊνα καὶ ἀνόητα καὶ χαλεπὰ κινή ματα, καὶ τὰ νομιζόμενα <μὲν> οὐκ ὄντα δὲ καλά, ἅπερ τῷ πεπλεγμένῳ ἐξ ἀποδεικτικῶν <καὶ> ἐλεγκτικῶν δογμάτων λόγῳ ἀπελαύνεται ὑπὸ τοῦ Ἰησοῦ, ἵνα μηκέτι ὁ τοῦ πατρὸς αὐτοῦ οἶκος ἐμπορίου ᾖ, ἀλλὰ ἀπολάβῃ τὴν κατὰ τοὺς οὐρα νίους καὶ πνευματικοὺς νόμους ἐπιτελουμένην ὑπὲρ σωτηρίας αὐτῆς τε καὶ πλειόνων θεραπείαν τοῦ θεοῦ.
 [02959]  [10.25.145] Καίτοιγε ᾧ μέλει τῆς ἀκριβεστέρας ἐξετάσεως ἐπισκο πήσει εἰ κατὰ τὸ ἐν τῷ βίῳ τούτῳ ἀξίωμα τοῦ Ἰησοῦ ἦν, νομιζομένου υἱοῦ εἶναι τέκτονος, τὸ τηλικοῦτο ποιῆσαι θαρρῆσαι ὥστε ἐξελάσαι πλῆθος ἐμπόρων, ἐπὶ τὴν ἑορτὴν ἀνεληλυθότων τοσούτῳ ἀποδίδοσθαι λαῷ πρόβατα τυθησόμενα κατ' οἴκους πατριῶν αὐτῶν, ἐν πλειόνων μυριάδων ἀριθμῷ τυγχάνοντα, καὶ βοῦς τοῖς πλουσιωτέροις καὶ τηλικαῦτα εὐξαμένοις παραθησομένους, περιστεράς τε, ἅστινας πολλοὶ ὡς ἐν πανηγύρει εὐωχηθησόμενοι ὠνοῦντο ἄν·
 [03683]  [13.21.130] Ὥρα οὖν ἐν τούτοις ἤτοι τηροῦντας τὰς λέξεις τὰ τοσαῦτα ἄτοπα παραδέξασθαι καὶ δύσφημα περὶ τοῦ θεοῦ, ἢ ἐφοδεῦσαι, ὥσπερ καὶ ἐπὶ ἄλλων πλειόνων ποιοῦμεν, καὶ ἐξετάσαι τί δύναται δηλοῦσθαι ἀπὸ τοῦ λέγεσθαι πνεῦμα ἢ πῦρ ἢ φῶς εἶναι τὸν θεόν.
 [03893]  ἢ εἴπερ τι ἐδύνατο σαφῆ ποιῆσαι τὸν λόγον, ἐχρῆν αὐτὸν διὰ πλειόνων παραμυθήσασθαι κατα σκευάζοντα τὴν ἰδίαν ἐκδοχήν.
 [04038]  [13.39.255] Καὶ φαίνεται διὰ τὸ ἐγνωκέναι τοὺς φαρισαίους «ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει <ἢ> Ἰωάννης» ἀφιεὶς «τὴν Ἰουδαίαν» καὶ ἀπερχόμενος «εἰς τὴν Γαλι λαίαν», ὅτε «ἔδει αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας», καὶ γενόμενος παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ φησι τὸ «Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχε ται;» [13.39.256] Ἐὰν δέ τις ὑπονοῇ μετὰ τὸ πάσχα πλειόνων μηνῶν <χρόνον> διατετριφέναι ἐν τῇ Ἰουδαίᾳ τὸν Ἰησοῦν βαπτίζοντα μετὰ τῶν μαθητῶν αὐτοῦ, ὥστε ἐνεστηκέναι ἤδη τὸν πρὸ τετραμήνου τοῦ θερισμοῦ καιρόν, παραθετέον αὐτῷ ὅτι δύο ἡμέρας μείνας ἐκεῖ παρὰ τοῖς Σαμαρεῦσιν μετὰ ταύτας ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ ἀναγέγραπται ὡς νεωστὶ τοῦ πάσχα προγεγενημένου καὶ τῶν ἐν Ἱερο σολύμοις πεπραγμένων αὐτῷ ὅτι·
 [04104]  [13.43.285] Ποσαχῶς ὁ θερισμὸς ἐν τῇ γραφῇ λέγεται καὶ ἐφ' ὅσων τάσσεται νομίζω ἀναγκαῖον εἶναι παραθέσθαι, ἵνα κατὰ τὸ δυνατὸν ἡμῖν καθοραθέντος τοῦ σημαινομένου δυνηθῶμεν ἐνθάδε ἰδεῖν ἐπὶ τίνος τῶν πλειόνων τέτακται ἡ λέξις.
 [04152]  [13.46.302] Οἶμαι δὴ ὅτι ἐπὶ πάσης τῆς ἐκ πλειόνων θεωρημάτων τέχνης καὶ ἐπιστήμης σπείρει μὲν ὁ τὰς ἀρχὰς εὑρίσκων, ἅστινας ἕτεροι παραλαμβάνοντες καὶ ἐπεξεργαζόμενοι αὐτὰς ἑτέροις τὰ ὑπὸ αὐτῶν εὑρημένα παραδιδόντες, αἴτιοι ἐξ ὧν εὑρήκασιν γίνονται τοῖς μεταγενεστέροις οὐ δυνηθεῖσιν τάς τε ἀρχὰς εὑρεῖν καὶ τὰ ἑξῆς ἐπισυνάψαι καὶ τὸ τέλος τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν ἐπιθεῖναι, τοῦ συμπληρω θεισῶν τῶν τοιούτων τεχνῶν καὶ ἐπιστημῶν πλήρη τὸν καρπὸν ὡς ἐν θερισμῷ αὐτῶν ἀναλαβεῖν.
 [04265]  ἡ δὲ αὔξησις καὶ <ὁ> πληθυσμὸς τῶν πολλῷ πλειόνων πιστευόντων οὐκέτι διὰ τὸν λόγον τῆς γυναικὸς ἀλλὰ διὰ τὸν λόγον αὐτόν.
 [05109]  εἴ τις γὰρ δύναται, τὴν μετὰ κλαυθμοῦ πορείαν τινῶν ψυχῶν εἰς γένεσιν ἐρχομένων κατα νοησάτω, φερουσῶν τὰ σπέρματα ἤτοι πλειόνων δικαίων ἢ ὀλιγω [20.4.19] τέρων καὶ ἀδίκων ὁμοίως.
 [05726]  καὶ ἀπὸ τῆς ἐνεργείας δὲ ἐπιστήσαντι σαφὲς ἔσται ὅτι οὐχ ἡ τυχοῦσα δωρεά ἐστιν τοῦ θεοῦ, πλειόνων δογ μάτων διαφόρων ὑπὸ πολλῶν κηρυσσομένων τῶν διδάσκειν τὰ ἀληθῆ ἐπαγγελλομένων, τὸ μηδενὶ ἢ μόνῳ τῷ ἀληθεῖ πιστεῦσαι·
 [05761]  τάχα οὖν οὕτως πλειόνων ὄντων τῶν ῥημάτων τοῦ θεοῦ, οὐ μόνον τῶν ἀναγεγραμμένων ἀλλὰ καὶ τῶν ἀρρήτων, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, καὶ τούτων περὶ ὧν φησὶν ὁ Ἰωάννης·
 [05764]  ὅσῳ δὲ πλειόνων ἀκούει ῥημάτων τοῦ θεοῦ, τοσαυταπλειόνως γενήσεται ἐκ τοῦ θεοῦ·
 [05942]  τὸ δ' ὅμοιον καὶ ἐπ' ἄλλων αὐτοῦ λόγων καὶ τῶν πρὸς αὐτοὺς ἀποκρίσεων ἐπὶ πλειόνων ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν·
 [06892]  ὥστ' ἂν ἐν σωματικοῖς εἰπεῖν χρείαν ἔχειν τὸν ἄνθρωπον οὐ πλειόνων, ἀλλὰ τούτων μόνων, περὶ ὧν φησιν ὁ Παῦλος·
 [07178]  πλειόνων γὰρ ἀρχόντων γενομένων, εἷς πέπτωκεν, ᾧ παραπλησίως μιμούμενοι τὴν ἐκείνου [32.18.234] πτῶσιν πίπτουσιν οἱ ἁμαρτάνοντες.
000-00-00 Serial Number=0202441275
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00044]  [108] υἱὸν δὲ ἀνθρώπου ἑαυτόν φησιν ὡς ἐνσώματον ἐλευσόμενον ὥσπερ δέ, ὅτε μετεμορφώθη παραλαβὼν τοὺς τρεῖς μαθητάς, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, οὕτως ἐν τῇ δευτέρᾳ παρουσίᾳ ἐνδοξότερον μετα μορφωθεὶς ἐπὶ πλειόνων ἥξει νεφε λῶν, ὡς ἂν οὐ τρισὶν ἀλλὰ πλείοσιν ὁρώμενος.
000-00-00 Serial Number=0680315971
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00225]  Συναχθήσεται δὲ ταῦτα, ἐπὰν καὶ ἀναγινώσκωμεν καὶ γινώσκωμεν καὶ μεμνημένοι τούτων «πνευματικὰ πνευμα τικοῖς» εὐκαίρως συγκρίνωμεν, οὐ τὰ ἀσύγκριτα πρὸς ἄλληλα συγκρίνοντες, ἀλλὰ συγκριτὰ καὶ ὁμοιότητά τινα ἔχοντα, λέξεως ταὐτὸν ταὐτὸν σημαινούσης καὶ νοημάτων καὶ δογμάτων, ἵν' «ἐπὶ στόματος δύο ἢ τριῶν» ἢ καὶ πλειόνων «μαρτύρων» τῶν ἀπὸ τῆς γραφῆς στήσωμεν καὶ βεβαιώσωμεν «πᾶν ῥῆμα» τοῦ θεοῦ.
 [00910]  Καὶ ἐκεῖνοι μὲν ἀπὸ ὀλιγωτέρων ἄρτων «δώδεκα κοφίνους» καταλείπουσιν, οὗτοι δὲ ἀπὸ πλειόνων ἑπτὰ σπυρίδας, τῷ χωρητικώτεροι εἶναι μειζόνων.
 [01611]  καὶ οὕτω δυσίατόν ἐστι τὸ νόσημα τοῦτο, ὡς καὶ τοὺς ἔχοντας χάριν θεραπεύειν δαιμονῶντας ὁτὲ μὲν ἀπαυδᾶν πρὸς τοῦτο, ὁτὲ δὲ μετὰ νηστειῶν καὶ προ σευχῶν καὶ πλειόνων καμάτων ἐπι τυγχάνειν.
 [01954]  καὶ γὰρ εἴπερ δεῖ «τοὺς πάντας ἡμᾶς» παραστῆναι «ἔμπροσθεν τοῦ βήμα τος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον», χρὴ ὅση δύναμις τὰ παρ' αὑτὸν ποι εῖν, ἵνα μὴ περὶ πλειόνων κομίσηται φαύλων διὰ τοῦ σώματος πεπραγμέ νων, κἂν μέλλῃ περὶ πάντων ὧν ἐποίησε χειρόνων ἀπολαμβάνειν·
 [01955]  φι λοτιμητέον δὲ περὶ πλειόνων εὐποι ιῶν μισθὸν κομίσασθαι, ἐπεὶ «ᾧ μέτρῳ» μετροῦμεν, «ἀντι μετρηθήσεται» ἡμῖν καὶ «κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν συμβήσεται» ἡμῖν.
 [01969]  οὐ γὰρ ὀλίγη διαφορὰ τὸν Πέτρον εἰληφέναι τὰς «κλεῖδας» οὐχ ἑνὸς οὐ ρανοῦ ἀλλὰ πλειόνων, [καὶ] ἵνα, ὅσα ἐὰν δήσῃ «ἐπὶ τῆς γῆς», ᾖ δεδεμένα οὐκ ἐν ἑνὶ <μόνον> οὐρανῷ ἀλλ' ἐν πᾶσιν οὐρανοῖς, πρὸς τοὺς πολλοὺς <δὲ ὄντας> δέον τας ἐπὶ τῆς γῆς καὶ λύοντας ἐπὶ τῆς γῆς <οὕτω λέγεσθαι>, ὥστε ταῦτα δεδέσθαι καὶ λελύσθαι οὐκ ἐν «οὐρανοῖς», ὡς ἐπὶ Πέτρου, ἀλλ' ἐν οὐρανῷ ἑνί·
 [02081]  καὶ ὥσπερ ἐστί τι κέρδος πλειόνων ἀργυρίων καὶ ἄλλο ἐλαττόνων καὶ διαφόρως πλειόνων καὶ ἐλαττόνων, οὕτως κατὰ τὰς καλὰς πράξεις οἱονεὶ συντί μησίς ἐστι κερδῶν πλειόνων ἢ ἐλαττόνων [ὃ] *** τοῦ μόνου ἐπισταμένου τὰ τοιαῦτα ἐξετάζειν (ὁρῶντος ἀπὸ τῆς διαθέσεως καὶ τοῦ λόγου καὶ τῆς πράξεως καὶ τῶν συνεργούντων τοῖς ἐφ' ἡμῖν ἐκ τῶν οὐκ ἐφ' ἡμῖν) <καὶ> λογίσασθαι ποῖον μὲν ἔργον μέγα κέρδος ἐστί, ποῖον δὲ ἔλαττον, ποῖον δὲ ἐλάχιστον, οὕτω δὲ καὶ ἐπὶ τῶν ἐναντίων ποῖον μὲν ἁμάρ τημα ἐν τῷ συναίρεσθαι λόγον τοῖς δούλοις εὑρίσκεται μεγάλη ζημία, ποῖον δὲ ἐλάττων καὶ ποῖον (εἰ δεῖ οὕτως ὀνομάσαι) ζημία τοῦ ἐσχάτου λεπτοῦ ἢ τοῦ ἐσχάτου κοδράντου.
 [02086]  ταῦτα δὲ ἡμεῖς μὴ ὡς χρόνου πολ λοῦ δεόμενα, ἵνα συναρθῇ ἡμῖν περὶ τῶν ὅλων χρόνων τῆς ἐνταῦθα ζωῆς λόγος, νομίζωμεν λέγεσθαι, ὥστ' ἂν ὑπολαβεῖν τοῦ βασιλέως συναίροντος ἑνὶ ἑκάστῳ τοσούτων δούλων λόγον τοσούτου χρόνου δεῖ σθαι τὰ πράγματα, ἕως ἐπὶ τὸ τέλος ἔλθῃ τὰ ἀπὸ τῆς ἀρχῆς τοῦ κόσμου ἕως τῆς συντελείας [τοῦ] αἰῶνος οὐχ ἑνός, ἀλλὰ καὶ πλειόνων αἰώνων ***.
 [02535]  χρὴ δὲ εἰδέναι, ὅτι ἐνταῦθα μὲν κυρίως τὸ ἀγαθὸν ἐπὶ τοῦ θεοῦ τέτακται μό νου, ἐν ἄλλοις δὲ καταχρηστικῶς καὶ ἐπὶ ἔργων ἀγαθῶν καὶ ἐπὶ ἀν θρώπου ἀγαθοῦ καὶ ἐπὶ δένδρου ἀγαθοῦ, καὶ σὺ δ' ἂν εὕροις καὶ ἐπ' ἄλλων πλειόνων τασσόμενον τὸ ἀγαθόν·
 [02745]  ὥσπερ ἐπὶ τῆς δό σεως οὐ τὸ διδόμενον, ἀλλὰ τὴν <τοῦ διδόντος> προαίρεσιν ἀποδεχόμενος ὁ θεὸς δικαιοῖ καὶ <μᾶλλον> ἀποδέχε ται τὸν τὸ ἔλαττον προαιρέσει τελειο τέρᾳ δεδωκότα παρὰ τὸν τὸ πλεῖον ἐκ πλειόνων καὶ διαθέσει ὑποδεεστέρᾳ (ὡς δῆλόν ἐστιν ἐκ τῶν ἀναγε γραμμένων περὶ τῆς <μεγάλης> δό σεως τῶν πλουσίων καὶ τῶν δύο λεπτῶν, ἅτινα ἡ χήρα εἰς λόγον πενήτων ἔβαλεν εἰς τὸ γαζοφυλάκιον), οὕτως καὶ ἐπὶ τῶν διὰ τὴν πρὸς τὸ θεῖον ἀγάπην καταλιπόντων ἃ κέ κτηνται, ἵνα ἀπερισπάστως ἀκολου θῶσι τῷ Χριστῷ τοῦ θεοῦ πάντα πράττοντες κατὰ τὸν λόγον αὐτοῦ, οὐ πάντως μᾶλλον ἀπόδεκτος ὁ τὰ πλείονα καταλιπὼν τοῦ τὰ ἐλάττονα, καὶ μάλιστα ὅτε τύχοι ὅλῃ ψυχῇ τις καταλιπὼν τὰ ἐλάττονα, παρὰ τὸν δοκοῦντα καταπεφρονηκέναι τῶν πλειόνων.
 [02923]  ἐγὼ δ' οἶμαι ὅτι, ὥσπερ ἐπ' ἐξόδῳ συντελείας τοῦ ἐνιαυτοῦ εἴρη ταί τινα δεῖν γίνεσθαι, οὕτως (οἱονεὶ) <καὶ> «ἐπὶ» πλειόνων «αἰώνων συν τελείᾳ», εἴτε ἐνιαυτόν τινα συμπλη ρούντων εἴτε ὅ τι δήποτε, «εἰς ἀθέτησιν ἁμαρτίας ἐφανερώθη» ὁ Ἰησοῦς ἡμῶν, ἵνα μετὰ τὴν ὡς <ἑνὸς> ἐνιαυτοῦ ἡμερῶν συντέλειαν τῶν αἰώνων πάλιν ἄλλη ἀρχὴ διαδέξηται, καὶ «ἐνδείξηται ὁ θεὸς ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ» εἰς οὓς αὐτὸς οἶδε δεῖν ἐνδείξασθαι.
 [03199]  ἐτηρήσαμεν δὲ ὥσπερ ἐπ' ἄλλων πλειόνων καὶ τὴν τάξιν τῶν ἀναγεγραμμένων τη ροῦντας Ματθαῖον καὶ Μᾶρκον, εἴτε θεραπειῶν εἴτε λόγων, οὕτως καὶ ἐν ταῦθα.
000-00-00 Serial Number=0101123035
Contra Celsum Ante [Go Back]  
 [00205]  [1.15] Πόσῳ δὲ βελτίων Κέλσου καὶ διὰ πολλῶν δείξας εἶναι ἐλλογιμώτατος καὶ πλείονα βασανίσας δόγματα καὶ ἀπὸ πλειόνων συναγαγὼν ἃ ἐφαντάσθη εἶναι ἀληθῆ ὁ πυθαγόρειος Νουμήνιος, ὅστις ἐν τῷ πρώτῳ περὶ τἀγαθοῦ λέγων περὶ τῶν ἐθνῶν, ὅσα περὶ τοῦ θεοῦ ὡς ἀσωμάτου διείληφεν, ἐγκατέταξεν αὐτοῖς καὶ Ἰουδαίους, οὐκ ὀκνήσας ἐν τῇ συγγραφῇ αὐτοῦ χρήσασθαι καὶ λόγοις προφητικοῖς καὶ τροπολογῆσαι αὐτούς.
 [00330]  Καίτοι γε οἱ ἐν ἀνθρώποις ἔνδοξοι σπάνιον εἰ ἐπὶ πλειόνων ἅμα τὴν δόξαν ἀναλαβεῖν δεδύνηνται.
 [00476]  [1.45] Μέμνημαι δέ ποτε ἔν τινι πρὸς Ἰουδαίων λεγομένους σοφοὺς διαλέξει χρησάμενος τοιούτῳ λόγῳ, πλειόνων κρινόντων τὸ λεγόμενον·
 [00557]  Καὶ ἐπεὶ ἐν τοῖς ἑξῆς φησιν ἐν τῇ τοῦ Ἰουδαίου πρὸς τοὺς ἀπὸ τοῦ λαοῦ πιστεύοντας προσωποποιΐᾳ τὰς εἰς τὰ περὶ τούτου ἀναφερομένας προφητείας δύνασθαι καὶ ἄλλοις ἐφαρμόζειν πράγμασι, δεινῶς καὶ κακούργως τοῦτο λέγων, ὀλίγας ἀπὸ πλειόνων ἐκθησόμεθα·
 [01670]  Ἀπὸ πλειόνων δὲ ὡς ἐν τοιούτῳ συγγράμματι, γραφομένῳ πρὸς τὸν κατὰ Χριστιανῶν καὶ τῆς πίστεως αὐτῶν λόγον, ὅρα εἰ δυνησόμεθα εὐλόγως ὀλίγα παραθέμενοι καθικέσθαι τῶν ἀκουσομένων τῆς ἀπολογίας.
 [01738]  Ἡμεῖς δὲ καὶ τὰ περὶ τῆς ταφῆς καὶ τοῦ μνημείου καὶ τοῦ θάψαντος ἀναγεγραμμένα εὐκαιρότερον διὰ πλειόνων ἐν ἄλλοις, ἔνθα προηγουμένως ἔστι περὶ τούτων λέγειν, διηγη σόμεθα.
 [01794]  ἀρκεῖ τὰ περὶ τοῦ πάθους ἡμῖν διὰ πλειόνων ἐν τοῖς ἀνωτέρω λελεγμένα.
 [01887]  Ἀρκεῖ δ' ἀπὸ πλειόνων ἐπὶ τοῦ παρόντος παραθέσθαι τὴν ἀπὸ τῆς ᾠδῆς τοῦ ∆ευτερονομίου προφητείαν περὶ τῆς τῶν ἐθνῶν κλήσεως οὕτως ἔχουσαν, λεγομένην ἐκ προσώπου κυρίου·
 [01922]  Ἐν δὲ τοῖς ἀνωτέρω προείπομεν ὀλίγας ἀπὸ πλειόνων παραθέμενοι προφητείας περὶ τοῦ τὸν Ἰησοῦν εἶναι τὸν προφητευόμενον Χριστόν·
 [02116]  Οὗ τὴν εἰς τὸν βίον ἐπιδημίαν πολλοῖς πρότερον ἔτεσιν οὕτω διὰ πλειόνων κεκηρύχθαι συμβέβηκεν, ὥστε τὸ Ἰουδαίων ὅλον ἔθνος ἠρτημένον τῆς περὶ τοῦ ἐλπιζομένου ἐπιδημήσειν προσδοκίας εἰς τὴν πρὸς ἀλλήλους ζήτησιν ἐληλυθέναι τοῦ Ἰησοῦ ἐπιδημήσαντος, καὶ πολὺ μὲν πλῆθος αὐτῶν ὡμολογηκέναι Χριστὸν καὶ πεπιστευκέναι αὐτὸν εἶναι τὸν προφητευόμενον τοὺς δὲ μὴ πιστεύοντας, καταφρο νήσαντας τῆς πρᾳότητος τῶν διὰ τὰ Ἰησοῦ μαθήματα οὐδὲ μέχρι τοῦ τυχόντος στασιάζειν βουληθέντων, τολμῆσαι κατὰ τοῦ Ἰησοῦ τοιαῦτα, ἅτινα φιλαλήθως καὶ εὐγνωμόνως ἀνέγραψαν οἱ μαθηταὶ αὐτοῦ, οὐχ ὑπεκκλέψαντες τῆς περὶ αὐτοῦ παραδόξου ἱστορίας τὸ δοκοῦν τοῖς πολλοῖς αἰσχύνην τῷ λόγῳ Χριστιανῶν φέρειν.
 [02153]  Καὶ Ἔλεγέ γε τοῦτο περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ, καὶ τῶν προφητῶν προκηρυξάντων τὸ τοιοῦτο διὰ πλειόνων καὶ διὰ τοῦ·
 [02670]  Ἡμεῖς μὲν οὖν ἀπὸ πλειόνων ὀλίγα εἴπομεν πρὸς τὴν Κέλσου πεῦσιν εἰπόντος·
 [03114]  εἰ μὴ ἄρα οὐδὲ Μωϋσέως οἴεται εἶναι τὴν γραφὴν ἀλλά τινων πλειόνων·
 [03345]  Ὅθεν ὡς τῶν κακῶν πλειόνων καὶ ἡττόνων γινομένων ἔστι λαβεῖν ὅτι οἱ καλούμενοι ἀμφίβολοι ἦσάν ποτε προεστηκότες, πάσχοντες καὶ διατι θέντες καὶ ταῖς ἐπιθυμίαις τῶν εἰσιόντων δουλεύοντες·
 [03499]  Ἀλλὰ καὶ ἡμῖν μὲν ἀρκύων καὶ ὅπλων δεῖ καὶ ἀνθρώπων πλειόνων βοηθῶν καὶ κυνῶν κατὰ τῶν θηρευομένων·
 [03597]  [4.88] Θέλων δ' ἔτι διὰ πλειόνων μηδὲ τὰς περὶ τοῦ θείου ἐννοίας ἐξαιρέτους εἶναι παρὰ τὰ θνητὰ πάντα ἐν τῷ γένει τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων ζῴων τινὰ ἀποφῆναι ἐννοοῦντα περὶ τοῦ θεοῦ, περὶ οὗ τοσαῦται διαφωνίαι γεγόνασι καὶ τοῖς ὀξυτέροις τῶν πανταχοῦ ἀνθρώπων, Ἑλλήνων καὶ βαρβάρων, φησὶν ὅτι εἰ δ' ὅτι θείας ἐννοίας ἄνθρωπος ἐπείληπται, νομίζεται ὑπερέχειν τῶν λοιπῶν ζῴων·
 [03610]  [4.89] Ἐχρῆν οὖν τὸν Κέλσον, διὰ τῶν προκειμένων βουλό μενον θειότερα καὶ σοφώτερα ἀποδεῖξαι τὰ ἄλογα ζῷα τῶν ἀνθρώπων, κατασκευάσαι διὰ πλειόνων ὡς ὑπάρχουσαν τὴν τοιάνδε μαντικὴν καὶ τὴν ἀπολογίαν μετὰ τοῦτ' ἐναργεστέρως ἀποδεῖξαι καὶ ἀποδεικτικῶς ἀποδοκιμάσαι μὲν τοὺς λόγους τῶν ἀναιρούντων τὰς τοιασδὶ μαντείας ἀποδεικτικῶς δ' ἀνατρέψαι καὶ τοὺς λόγους τῶν εἰπόντων ἀπὸ δαιμόνων ἢ θεῶν γίνεσθαι τὰς κινήσεις τοῖς ζῴοις πρὸς τὸ μαντεύσασθαι καὶ μετὰ ταῦτα κατασκευάσαι περὶ τῆς τῶν ἀλόγων ζῴων ψυχῆς ὡς θειοτέρας.
 [03765]  Ὀλίγα δ' ἀπὸ πλειόνων, ἃ δοκοῦμεν εἶναι συνᾴδοντα μὲν τοῖς προειρημένοις οὐ τὸν αὐτὸν δὲ πάντῃ ἐκείνοις ἔχοντα νοῦν, ἐκθησόμεθα·
 [03771]  εἰ δὲ τίθης οὐδὲν ἧττον πρόνοιαν, ὡς οὐ συγκατατιθέμενος Κέλσῳ λέγοντι μήτε θεὸν μήτε θεοῦ παῖδα κατεληλυθέναι ἢ κατέρχεσθαι πρὸς ἀνθρώπους, διὰ τί οὐχὶ ἐπιμελῶς ἐξετάσεις ἐκ τῶν περὶ Ἰησοῦ ἡμῖν λελεγμένων καὶ τῶν περὶ αὐτοῦ προφητευο μένων, τίνα μᾶλλον χρὴ νομίζειν θεὸν καὶ θεοῦ παῖδα κατεληλυθέναι πρὸς ἀνθρώπους, τὸν τοσαῦτα οἰκονομήσαντα καὶ ποιήσαντα Ἰησοῦν ἢ τοὺς προφάσει χρησμῶν καὶ μαντειῶν μὴ ἐπανορθοῦντας μὲν τὰ ἤθη τῶν θεραπευομένων καὶ προσέτι δ' ἀποστάντας τῆς εἰλικρινοῦς καὶ καθαρᾶς πρὸς τὸν τῶν ὅλων ποιητὴν σεβασμίου τιμῆς καὶ σχίζοντας τὴν τῶν προσεχόντων αὐτοῖς ψυχὴν προφάσει τιμῆς πλειόνων θεῶν ἀπὸ τοῦ ἑνὸς καὶ μόνου ἐναργοῦς καὶ ἀληθινοῦ θεοῦ;
 [03956]  Ἀκούομεν δὲ καὶ τοῦ διὰ πλειόνων διδάσκοντος λόγου τὴν διαφορὰν τοῦ οἱονεὶ σπειρομένου πρὸς τὸ ὡσπερεὶ ἐγειρόμενον ἀπ' αὐτοῦ καὶ λέγοντος·
 [04248]  Οὐδὲν οὖν κοινὸν πρὸς Πέρσας ἦν Ἰουδαίοις, ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων, πλειόνων ὄντων, ἀναβαίνοντας καὶ θυσίας ἐπιτελοῦντας, οὐδὲν παραπλήσιον ἐχούσας ταῖς κατὰ τὸν Μωϋσέως νόμον·
 [04286]  Οὕτω δὲ καὶ ἄλλη μὲν ἡ Ἐπικούρου ἀνδρεία, ὑπομένοντος πόνους διὰ φυγὴν πόνων πλειόνων, ἄλλη δ' ἡ τοῦ ἀπὸ τῆς Στοᾶς, δι' αὐτὴν αἱρουμένου πᾶσαν ἀρετήν, ἄλλη δ' ἡ <τοῦ> ἀπὸ Πλάτωνος, τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς φάσκοντος αὐτὴν εἶναι ἀρετὴν καὶ ἀποτάσσοντος αὐτῇ τόπον τὸν περὶ τὸν θώρακα.
 [04330]  καὶ μόνοι ἡμεῖς τὸ καθαρῶς καὶ ἀμιγὲς πρὸς τὸ ψεῦδος ἀληθὲς ἐν τῇ Ἰησοῦ Χριστοῦ διδασκαλίᾳ ἀποφαι νόμενοι εἶναι οὐχ αὑτοὺς ἀλλὰ τὸν διδάσκαλον συνίσταμεν, ὑπὸ τοῦ ἐπὶ πᾶσι θεοῦ διὰ πλειόνων μαρτυρηθέντα καὶ τῶν προφητικῶν ἐν Ἰουδαίοις λόγων καὶ αὐτῆς τῆς ἐναργείας·
 [04356]  Καὶ πρὸς ἑκάτερον δὲ διὰ πλειόνων οἴεται ἀπαντᾶν, οὐδενὸς δὴ τῶν ὡς ἀληθῶς Χριστιανῶν λέγοντος μόνον τὸν Χριστὸν ἐπιδεδημηκέναι τῷ <γένει τῶν ἀνθρώπων·> καὶ ἄλλους ὦφθαί φησιν ἀνθρώποις ὁ Κέλσος, εἰ μὲν δὴ φαῖεν ὅτι μόνος.
 [04604]  Οὐ κύβους οὖν ἀναρριπτοῦντες μαντευόμεθα, ποῖ τραπώμεθα καὶ τίνι προσθώμεθα, ὡς δυναμένων πλειόνων περισπάσαι ἡμᾶς τῇ ἐπαγγελίᾳ τοῦ θεόθεν ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων.
 [05010]  Τοσαῦτα δὴ ἀπὸ πλειόνων ἔδοξεν εὔλογον εἶναί μοι παραθέσθαι εἰς τὸ κἂν ἐπ' ὀλίγον συνιέναι τὸν ἀκροατὴν περὶ τοῦ βουλήματος τῶν θείων λόγων, διδασκόντων τὰ περὶ τοῦ διαβόλου καὶ τοῦ Ἀντιχρίστου·
 [05056]  ὅπερ κατὰ τὸ δυνατὸν ἡμῖν πρὸ πλείονος χρόνου τῆς ἐνεστηκυίας πρὸς τὸν Κέλσον συντάξεως πεποιήκαμεν, ἀπὸ τῆς πρὸ πλειόνων ἐτῶν ἕξεως, ἧς ἐχωροῦμεν τότε, διαλαβόντες περὶ τῶν κατὰ Μωϋσέα ἓξ τῆς κοσμοποιΐας ἡμερῶν.
 [05406]  Πρὸς τόδε <μὲν οὖν> διὰ πλειόνων ἐν τοῖς πρὸ τούτων ἀπελογη σάμεθα·
 [05757]  [7.27] Ἑξῆς δὲ τούτοις ὁ Κέλσος διὰ πλειόνων τὰ μὴ λεγό μενα ὑφ' ἡμῶν τιθεὶς ὡς λεγόμενα ὑφ' ἡμῶν περὶ τοῦ θεοῦ, ὡς σώματος τῇ φύσει τυγχάνοντος καὶ ἀνθρωποειδοῦς σώματος, ἀνατρέπειν ἐθέλει τὰ μὴ τεθειμένα ὑφ' ἡμῶν, ἅπερ περισσὸν παραθέσθαι ἢ τὴν ἀνατροπὴν αὐτῶν.
 [06020]  Ἔργον δέ ἐστι ταῦτ' ἐπιμελῶς νοήσαντα ἰδεῖν διαφορὰν τῶν ἐκ διαλειμμάτων πλειόνων χωρησάντων τὴν τῆς ἀληθείας κατάληψιν καὶ βραχεῖαν ἐπίνοιαν θεοῦ καὶ τῶν ἐπὶ πλεῖον θεοφορηθέντων καὶ ἀεὶ μετὰ θεοῦ ἑστηκότων καὶ διὰ παντὸς ὑπὸ θείου πνεύματος ἀγομένων·
 [06463]  Ἀλλ' ἐπεὶ ὅλης συντάξεως χρῄζει διὰ πλειόνων ἀποδεικνυ μένης ἡ περὶ τούτων εἰς τὴν πρὸς Κορινθίους ἐπιστολὴν διήγησις, ἀρκεσθησόμεθα καὶ τοῖς ἐπ' ὀλίγον ἀποδεδομένοις·
 [06741]  Ἐχρῆν τοίνυν καὶ τὸν Κέλσον, ἅπαξ παραδέξασθαι λέγοντα τὰ περὶ τῶν εὖ βιωσάντων δόγματα ὡς εὐδαιμονη σόντων καὶ περὶ τῶν ἀδίκων ὡς πάμπαν αἰωνίοις κακοῖς συσχεθησομένων, ἀκολούθως ἑαυτῷ ποιεῖν καί, εἰ οἷόν τ' ἦν, μετὰ τὸν φαινόμενον αὐτῷ προηγούμενον λόγον ἐπικατασκευάσαι καὶ διὰ πλειόνων ἀποδεῖξαι ὅτι ἀληθῶς οἱ ἄδικοι πάμπαν αἰωνίοις κακοῖς συσχεθήσονται καὶ οἱ εὖ βιώσαντες εὐδαιμονήσουσι.
 [06752]  Ὅρα δὴ καὶ ἐν τούτοις περὶ πόσων ἀνθρωπίνως ἀμφι βάλλων καὶ παραθέμενος πλειόνων δόγματα περὶ τῆς αἰτίας τῆς γενέσεως ἡμῶν ἐμφαίνει τινὰ εὐλάβειαν, μὴ τολμῶν ἀποφήνασθαί τι τούτων ψεῦδος εἶναι.
000-00-00 Serial Number=0212908387
De engastrimytho Ante [Go Back]  
 [00007]  τεσσάρων οὐσῶν περικοπῶν, ὧν ἑκάστη πράγματα οὐκ ὀλίγα ἔχει, ἀλλὰ καὶ τοὺς δυναμένους ἐξετάζειν δυνάμενα ἀσχολῆσαι ὥρας οὐ μιᾶς συνάξεως ἀλλὰ καὶ πλειόνων, ὁτίποτε βούλεται ὁ ἐπίσκοπος προτεινάτω τῶν τεσσάρων, ἵνα περὶ τοῦτο ἀσχοληθῶμεν.
000-00-00 Serial Number=0942432702
De oratione Ante [Go Back]  
 [00608]  τί δὲ τὸ εἰπεῖν «ἐν πνεύματι ἁγίῳ» κύριον Ἰησοῦν, οὐ πάνυ ἐστὶ σαφὲς, προφερομέ νων τὴν φωνὴν ὑποκριτῶν μυρίων καὶ ἑτεροδόξων πλειόνων, ἐνίοτε καὶ δαιμόνων, νικωμένων ὑπὸ τῆς ἐν τῷ ὀνόματι δυνάμεως.
 [00790]  [27.2] ἡμεῖς δὲ ἑπόμενοι αὐτῷ διδασκάλῳ, διδάσκοντι τὰ περὶ τοῦ ἄρ του20, διὰ πλειόνων ταῦτα παραθησόμεθα.
 [00879]  [27.11] οὐκ ἄκαιρον δὲ ζητοῦσιν ἡμῖν «0τὸν ἐπιούσιον» «ἄρτον» καὶ τὸ «ξύλον τῆς ζωῆς» καὶ τὴν σοφίαν τοῦ θεοῦ τήν τε κοινὴν ἁγίων ἀνθρώπων καὶ ἀγγέλων τροφὴν ἐπιστῆσαι καὶ περὶ τῶν ἐν Γενέσει γεγραμμένων τριῶν ἀνδρῶν, καταχθέντων παρὰ τῷ Ἀβραὰμ καὶ μεταλαβόντων πεφυραμένων τριῶν μέτρων «σεμιδάλεως» εἰς ἐγκρυφιῶν ποίησιν, μή ποτε γυμνῶς τροπικῶς ταῦτα εἴρηται, δυ ναμένων τῶν ἁγίων μεταδοῦναί ποτε τροφῆς νοητῆς καὶ λογικῆς οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ θειοτέραις δυνάμεσιν ἤτοι εἰς ὠφέ λειαν αὐτῶν ἢ εἰς ἐπίδειξιν ὧν δεδύνηνται περιποιῆσαι ἑαυτοῖς τρο φιμωτάτων, εὐφραινομένων καὶ τρεφομένων ἐν τῇ τοιαύτῃ ἐπιδείξει τῶν ἀγγέλων καὶ ἑτοιμοτέρων γινομένων πρὸς τὸ παντὶ τρόπῳ συν εργῆσαι καὶ πρὸς τὸ ἑξῆς συμπνεῦσαι τῇ πλειόνων καὶ μειζόνων καταλήψει τοῦ ἐπὶ προτέροις παρεσκευασμένου τροφίμοις μαθήμασιν, εὐφράναντος καὶ, ἵν' οὕτως εἴπω, ἀναθρέψαντος αὐτούς.
 [00892]  οὐκοῦν τὸ καθαρὸν βρῶμα καὶ τὸ ἀκάθαρτον κατὰ τὸν Μωϋσέως νόμον ἐν ὀνομασίαις διακρινόμενον πλειόνων ζῴων, τὴν ἀναφορὰν ἔχον ἐπὶ τὰ διάφορα ἤθη τῶν λογικῶν, διδάσκει τούσδε μὲν τροφί μους ἡμῖν τυγχάνειν τούσδε δὲ ἐναντίως ἔχειν, ἕως καθαρίσας πάν τας ποιήσῃ τροφίμους ὁ θεὸς ἢ τοὺς ἀπὸ «παντὸς γένους.».
 [00907]  εἰ δὲ καὶ «πρῶτος» «μὴν» καὶ δεκάτη ἡμέρα «ἕως τεσσαρεσκαιδεκά της» καὶ τῶν ἀζύμων ἑορτὴ ἀπὸ τεσσαρεσκαιδεκάτης «ἕως μιᾶς καὶ εἰκάδος» «σκιὰν» περιέχει «μελλόντων,» «τίς σοφὸς καὶ» ἐπὶ τοσοῦ τον θεῷ «φίλος,» ὡς πλειόνων μηνῶν τὸν πρῶτον ἰδεῖν καὶ τὴν δε κάτην αὐτοῦ ἡμέραν καὶ τὰ ἑξῆς;
 [00916]  οὕτω μή ποτε, πλειόνων αἰώνων οἱονεὶ ἐνιαυτὸν αἰώνων συμπληρούντων, συντέλειά ἐστιν ὁ ἐνεστὼς αἰὼν, μεθ' ὃν μέλλοντές τινες αἰῶνες ἐνστήσονται, ὧν ἀρχή ἐστιν ὁ μέλλων, καὶ ἐν ἐκείνοις τοῖς μέλλουσιν ἐνδείξεται ὁ θεὸς τὸν πλοῦτον «τῆς χάρι τος αὐτοῦ ἐν χρηστότητι»·
 [01197]  «ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν,» εἰκός ἐστι, πλειόνων συνεληλυθότων γνησίως εἰς δόξαν Χριστοῦ, παρεμβαλεῖν τὸν ἑκάστου ἄγγελον τὸν «κύκλῳ» ἑκάστου «τῶν φοβουμένων» μετὰ τούτου τοῦ ἀνδρὸς, ὃν φρουρεῖν καὶ οἰκο νομεῖν πεπίστευται·
 [01199]  καὶ εἰ μό νου τοῦ Τωβὴτ ὁ Ῥαφαήλ φησιν εἰς «μνημόσυνον» ἀνενηνοχέναι τὴν προσευχὴν καὶ μετ' αὐτὸν Σάῤῥας, τῆς ὑστέρως νύμφης γενομένης αὐτοῦ διὰ τὸ γεγαμῆσθαι αὐτὴν τῷ Τοβίᾳ, τί λεκτέον, πλειόνων ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ συνοδευόντων καὶ σωματοποιου μένων ἐν Χριστῷ;
000-00-00 Serial Number=0996718645
De principiis Ante [Go Back]  
 [00507]  ὁ δὲ σύμπας τόπος, ὅντινα ᾤκουν οἱ ἀπὸ τοῦ ἔθνους, δεδομένος αὐτοῖς ἀπὸ τοῦ θεοῦ, καλεῖται Ἰουδαία, ἧς μητρόπολις Ἱερουσαλήμ, μητρόπολις δηλονότι πλειόνων πόλεων, ὧν τὰ ὀνόματα πολλαχοῦ μὲν καὶ ἄλλοθι διεσπαρμένως κεῖται, ὑφ' ἓν δὲ κατειλεγμέναι εἰσὶν ἐν Ἰησοῦ τῷ τοῦ Ναυῆ.
000-00-00 Serial Number=0792784154
Enarrationes in Job Ante [Go Back]  
 [00129]  Καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν, ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ καὶ ἀληθῆ τὰ λεγόμενα.
000-00-00 Serial Number=0465317607
Epistula ad Africanum Ante [Go Back]  
 [00097]  Μέμνημαι μέν τοί γε φιλομαθεῖ Ἑβραίῳ, καὶ χρηματίζοντι παρ' αὐτοῖς σοφοῦ υἱῷ, ἀνατραφέντι [11.64] ἐπὶ τὸ διαδέξασθαι τὸν πατέρα, συμμίξας περὶ πλειόνων·
 [00307]  ὥστε μετὰ πλειόνων ἐπιτραπῆναι ἀπελθεῖν ἀνορθῶσαι τὸν ναόν.
000-00-00 Serial Number=0453027308
Expositio in Proverbia Ante [Go Back]  
 [00981]  εἰ δὲ ἀπληστότερος εἶ, καὶ ὀρέγῃ τῶν ὑψηλῶν καὶ πλειόνων καὶ μειζόνων, ἅτινά εἰσι θεῖα καὶ Θεοῦ, μὴ ἐπιθύμει τῶν τοῦ πονηροῦ ἐδεσμάτων·
 [01351]  καὶ γὰρ ὁ μεταξὺ δύο ἢ καὶ πλειόνων, περὶ ἑνὸς πράγματος κρίνων, διδάσκει τὸ δίκαιον, καὶ ἀπέχεσθαι ἀδικίας·
000-00-00 Serial Number=0911468029
Fragmenta in Psalmos Ante [Go Back]  
 [00256]  Αλλὰ νῦν οὐ μιᾶς ληνοῦ, πλειόνων δὲ ληνῶν ὁ λόγος μνημονεύει, διὰ τὰ πολλὰ θυσιαστήρια τὰ καθ' ολης τῆς γῆς διὰ Χρισ τοῦ ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνεστῶτα.
 [03889]  Βούλεται γὰρ κατὰ μέρος τὴν κτίσιν α πασαν εἰπεῖν, ὡς διὰ πλειόνων προσώπων πληθυνθῆναι τὸν υμνον.
 [04069]  Εν μὲν τοῖς πρὸ τούτου ψαλμοῖς διὰ πλειόνων προτρέπεται τὴν ἑαυτοῦ ψυχὴν εὐλογεῖν τὸν Κύριον ὁ προφήτης, καὶ διεξέρ χεταί τινα περὶ αὐτοῦ ἐν αὐτῇ·
 [04828]  Καὶ οὐκ οιμαι, οσον ἐπέβη ἱστορία, αλλο θι διὰ πλειόνων τὰ ἠθικὰ εἰρῆσθαι περὶ τῆς διαφορᾶς νόμου καὶ προστάγματος καὶ περὶ τῶν λοιπῶν, ὡς ἐν τούτῳ τῷ ψαλμῷ.
 [05067]  Ο δὲ δυσωπούμενος τὴν μαρτυρουμένην ὑπὸ τῶν πλειόνων εκδοσιν, τὴν εσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, φησὶν, οτι πεπυκνωμένη καὶ στέγειν δυναμένη ἐστὶν, ὡς μηδὲν αὐτῆς ἀ ποῤῥεῖν, ἡ τοῦ δικαίου ψυχή·
 [05544]  ἀλλὰ πλειόνων ον των τῶν λογικῶν ζώων (εἰς ἀγγέλους γὰρ διῄρηνται καὶ ἀνθρώπους), οἱ μὲν αγγελοι τὴν νοερὰν ἀεὶ ζῶσι καὶ μακαρίαν ζωήν·
000-00-00 Serial Number=0958936393
Homiliae in Job Ante [Go Back]  
 [00063]  μὴ πρὸ πάντων ἀνθρώπων ὑπέστης, καὶ ἄχρι τοῦ νῦν διατείνας τὸν βίον, πλειόνων πραγμάτων πεῖραν ἔσχηκας παρὰ τοὺς ὁμοφυεῖς.
000-00-00 Serial Number=0485659719
Homiliae in Lucam Ante [Go Back]  
 [00311]  ὅπερ ἐστὶν ἐπιδιδοὺς τῇ αὐξήσει τῆς προαιρέσεως ἐπὶ τὸ ἀγαθόν, τῇ αὐξήσει τῆς ψυχῆς ἐπὶ τὸ βέλτιστον, τῇ αὐξήσει τοῦ νοῦ ἐπὶ τὸ διορατικόν, τῇ αὐξήσει τῆς μνήμης ἐπὶ τὸ δραστικώτερον, ὥστε πλειόνων μνημονεύειν.
000-00-00 Serial Number=0085604489
In Jeremiam Ante [Go Back]  
 [03659]  διὰ τοῦτο ὑπὸ πλειόνων ἐβασανίζετο.
000-00-00 Serial Number=0182925940
Philocalia Ante [Go Back]  
 [00468]  μητρόπολις δηλονότι πλειόνων πόλεων, ὧν τὰ ὀνόματα πολλαχοῦ μὲν καὶ ἄλλοθι διεσπαρμένως κεῖται, ὑφ' ἓν δὲ κατειλεγμέναι εἰσὶν ἐν Ἰησοῦ τῷ τοῦ Ναυῆ.
 [00660]  ὁ δὲ ἐγκαλῶν μοι εἰς σύνταξιν πλειόνων ἐρχομένῳ τὸν τηλι κοῦτον Μωσέα φήσει μόνας πέντε βίβλους καταλελοι πέναι.
 [00678]  λόγος γὰρ εἷς συνεστὼς ἐκ πλειόνων θεωρημάτων, ὧν ἕκαστον θεώρημα μέρος ἐστὶ τοῦ ὅλου λόγου.
 [00715]  Κατὰ τὸ εὐαγγέλιόν μου ἐν Χριστῷ Ἰησοῦ, καὶ μὴ φάσκειν εὐαγ γέλια, ἐκεῖνοι ἐφιστάντες φασὶν οὐκ ἂν πλειόνων ὄντων εὐαγγελίων τὸν ἀπόστολον ἑνικῶς τὸ εὐαγγέλιον εἰρηκέναι, οὐ συνιέντες ὅτι, ὡς εἷς ἐστὶν ὃν εὐαγγελίζονται πλείονες, οὕτως ἕν ἐστι τῇ δυνάμει τὸ ὑπὸ τῶν πολλῶν εὐαγγέλιον ἀναγεγραμμένον, καὶ τὸ ἀληθῶς διὰ τεσσάρων ἕν ἐστιν εὐαγγέλιον.
 [00825]  ἀλλὰ καὶ περὶ ἄλλων πλειόνων·
 [00827]  ὅτι δὲ ἡ νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλ' ἐπὶ πλειόνων τέτακται, τὰ πολλὰ παραλιπόντες καὶ δεόμενα κατασκευῆς, ἔχοντα ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθ' ὁντινοῦν δυσωπῆσαι δυνάμενα, ὡς τῆς νόμος φωνῆς κει μένης ἐπὶ πλειόνων·
 [01828]  ἀλλὰ καὶ ἡμῖν μὲν ἀρκύων καὶ ὅπλων δεῖ, καὶ ἀνθρώπων πλειόνων βοηθῶν καὶ κυνῶν κατὰ τῶν θηρευομένων·
 [01913]  [20.13] Ἑξῆς δὲ τούτοις, ὡσπερεὶ ἐπὶ πλειόνων καταβι βάσαι ἀγωνιζόμενος τὸ τῶν ἀνθρώπων γένος καὶ ἐξομοιῶσαι τοῖς ἀλόγοις, καὶ μηδὲν ὅ τι καταλιπεῖν θέλων τῶν ἐν τοῖς ἀλόγοις ἱστορουμένων ἐμφαινόντων τὸ μεῖζον, καὶ τὰ τῆς γοητείας φησὶν εἶναι καὶ ἔν τισι τῶν ἀλόγων·
 [01947]  [20.15] Θέλων δ' ἔτι διὰ πλειόνων μηδὲ τὰς περὶ τοῦ θείου ἐννοίας ἐξαιρέτους εἶναι παρὰ τὰ θνητὰ πάντα ἐν τῷ γένει τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων ζώων τινὰ ἀποφῇναι ἐννοοῦντα περὶ τοῦ θεοῦ, περὶ οὗ τοιαῦται διαφωνίαι γεγόνασι καὶ τοῖς ὀξυτέροις τῶν πανταχοῦ ἀνθρώπων, Ἑλλήνων καὶ βαρβάρων, φησὶν ὅτι «Εἰ δ', ὅτι θείας ἐννοίας ἄνθρωπος ἐπείληπται, νομίζεται ὑπερέχειν τῶν λοιπῶν ζώων·
 [01962]  [20.16] Ἐχρῆν οὖν τὸν Κέλσον, διὰ τῶν προκειμένων βουλόμενον θειότερα καὶ σοφώτερα ἀποδεῖξαι τὰ ἄλογα ζῶα τῶν ἀνθρώπων, κατασκευάσαι διὰ πλειόνων ὡς ὑπάρ χουσαν τὴν τοιανδὶ μαντικήν·
 [02657]  σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν βασιλειῶν καὶ ὄνομα βασιλεύσοντος καὶ πράξεις ἀνεγράφησαν πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευόμενα οὕτως·
 [02669]  σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται, ὅτι διὰ τὸν λαὸν, ὃν εὐεργέτησεν ὁ Κῦρος, ὁ θεὸς μὴ γινώσκοντι αὐτῷ τὴν καθ' Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθνῶν πλειόνων ἄρξαι·
 [03517]  φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου·
000-00-00 Serial Number=0886994302
Philocalia sive Ecloga Ante [Go Back]  
 [00046]  Σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν βασιλειῶν καὶ ὄνομα βασιλεύσοντος καὶ πράξεις ἀνεγράφησαν πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευόμενα οὕτως·
 [00062]  Σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται, ὅτι διὰ τὸν λαόν, ὃν εὐεργέτησεν ὁ Κῦρος, ὁ θεὸς μὴ γινώσκοντι αὐτῷ τὴν καθ' Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθνῶν πλειόνων ἄρξαι·
 [00666]  Φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου·
000-00-00 Serial Number=0724191070
Selecta in Ezechielem Ante [Go Back]  
 [00150]  ὥστε μὴ τὸν περὶ τῶν πλειόνων λόγον καὶ μυστικώτατον ἐν ἡμῖν εἶναι μετα διδόναι τοῖς παραπικραίνουσι τὸ Θεῖον καὶ μὴ χωροῦσι λόγους ἐλεγκτικούς.
000-00-00 Serial Number=0551895201
Selecta in Genesim Ante [Go Back]  
 [00074]  Ἤδη τινὲς ἄτοπον ὑπολαμβάνοντες τὸν Θεὸν δίκην οἰκοδόμου μὴ διαρ κέσαντος χωρὶς ἡμερῶν πλειόνων πληρῶσαι τὴν οἰ κοδομὴν, ἐν πλείοσιν ἡμέραις τετελεκέναι τὸν κόσμον, φασὶν ὑφ' ἓν πάντα γεγονέναι, καὶ ἐντεῦθεν τοῦτο κατασκευάζουσιν·
000-00-00 Serial Number=0488399506
Selecta in Psalmos Ante [Go Back]  
 [00497]  καὶ τούτου ἐπὶ πολὺ γιγνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γενέσθαι μέρος.
 [00769]  Ἀποκριτέον δὲ πρὸς τὴν ζήτησιν πλειόνων κατὰ τὸν τόπον ἀπο ρουμένων, ὅτι τάχα μέν τινες, τῷ εἶναι νήπιοι, καὶ ἄκοντες ἐπὶ τὴν τοιαύτην παίδευσιν ἕλκονται·
 [00888]  Ὅσῳ δέ τις ἐν πλείοσιν ἀγαθοῖς ἔργοις γίνεται καὶ ὑγιέσι δόγμασιν, ὡς μείζων ὑπὸ πλειόνων θλίβεται, πολλῶν ἐπανισταμένων αὐτῷ, ὥστ' ἂν πολλοὺς πάλιν εἰπεῖν, «Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ,» ἀπογνόντας τὰ κατ' αὐτὸν, εἰ ὑπὸ μηδενὸς τῶν τοιούτων εἰς σωτη ρίαν βλαβήσεται.
 [09999]  Χορδαὶ πλείους ἁρμονίως συντεθειμέναι, καὶ μουσικῶς ἑκάστη ἐν οἰκείᾳ χώρᾳ τεταγμένη, αἱ πολλαί εἰσιν ἐντολαὶ καὶ τὰ περὶ πλειόνων δόγματα, οὐδεμίαν ἔχοντα πρὸς ἄλληλα διαφω [12.1685] νίαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»