0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προφῆται [187]


000-00-00 Serial Number=0611561179
Commentarii in Romanos Ante [Go Back]  
 [00123]  Τῇ τοίνυν δικαιοσύνῃ τοῦ Θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος (μικρότερος γάρ ἐστιν αὐτῆς), ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται καὶ ὁ ἐν αὐτοῖς πνευματικὸς λόγος *** Φυσικὰς μὲν γὰρ ἔχομεν ἀφορμὰς πρὸς σωφροσύνην καὶ τὸ ἐν ἀνθρώποις κοινωνικὸν καὶ δίκαιον καὶ φρόνησιν καὶ ἀνδρείαν, οὐδεμία δὲ ἀφορμὴ ἔστιν πρὸς τὸ πιστεῦσαι ὅτι Ἰησοῦς ‖ ἐστιν ὁ Χριστὸς τοῦ Θεοῦ.
 [00241]  Οἶμαι δὲ ὅτι ὥσπερ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς | [192] κατάρας γενόμενος ὑπὲρ ἡμῶν κατάρα, οὕτως ἠλευθέρωσεν ἡμᾶς πρὸς τὸ μὴ περιτέμνεσθαι ἀναλαβὼν εἰς ἑαυτὸν τὴν περιτομήν, καὶ ὁ νόμος μὲν καὶ οἱ προφῆται ἕως Ἰωάννου *** Καὶ ἡμεῖς δ' ἂν πυθοίμεθα πῶς <ἐ>λογίσθη καὶ πότε, ἤδη πατρὶ γενομένῳ ἢ ἔτι ἀτέκνῳ τυγχάνοντι.
000-00-00 Serial Number=0166152060
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00177]  τοιοῦτος ἦν Μωυσῆς καὶ οἱ προφῆται, Ἰουδαῖοι ὄντες καὶ πιστευθέντες τὰ λόγια τοῦ θεοῦ, καὶ εἴ τις παρ' αὐτοῖς τούτοις παραπλήσιος.
 [00511]  ἀλλὰ καὶ οἱ ἐπιθυμήαντε πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ὃ εἶδον οἱ ἀπόστολοι καὶ ἀκοῦαι ὧν ἤκουαν, οὐκ ἂν ἦλθον εἰς τὴν τῶν τοιούτων ἐπιθυμίαν καὶ ὄρεξιν ἔξω τυγχάνοντες τοῦ ἐν Χριστῷ Ἰησοῦ ζῇν τῷ θεῷ.
 [00612]  ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται, καὶ ὁ ἐν αὐτοῖς πνευματικὸς λόγος.
000-00-00 Serial Number=0816527367
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00115]  «Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, τὸν Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.».
 [00117]  ὁ γὰρ νόμος καὶ οἱ προφῆται «λόγοι» πιστεύονται εἶναι «περιέχοντες ἀπαγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον διὰ τὸ ὠφελεῖν εὐφραινόντων τοὺς ἀκούοντας, ἐπὰν παραδέ ξωνται τὰ ἀπαγγελλόμενα».
 [00118]  [1.6.33] Λεχθείη δ' ἂν πρὸς τοῦτο ὅτι πρὸ τῆς Χριστοῦ ἐπιδη μίας ὁ νόμος καὶ οἱ προφῆται, ἅτε μηδέπω ἐληλυθότος τοῦ τὰ ἐν αὐτοῖς μυστήρια σαφηνίζοντος, οὐκ εἶχον τὸ ἐπάγγελμα τοῦ περὶ τοῦ εὐαγγελίου ὅρου·
 [00409]  [1.23.142] Οἱ δὲ προφῆται παρὰ ταῦτα καὶ ἑτέροις ὀνόμασιν αὐτὸν καλοῦσιν·
 [01357]  «Εἰ Μωσῆς πεπίστευται διὰ τὸν λόγον καὶ τὰς δυνάμεις, οὐ δεηθεὶς μαρτύρων πρὸ αὐτοῦ τινων αὐτὸν καταγγειλάντων, ἀλλὰ καὶ ἕκαστος τῶν προφη τῶν παρεδέχθη ὑπὸ τοῦ λαοῦ ὡς ἀπὸ θεοῦ ἀποσταλεῖς, πῶς οὐχὶ μᾶλλον Μωσέως καὶ τῶν προφητῶν διαφέρων δύναται χωρὶς προφητῶν μαρτυρούντων τὰ περὶ αὐτοῦ ἀνῦσαι ὃ βούλε ται καὶ ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος;» [2.34.201] Παρέλκειν οὖν οἴονται τὸ ὑπὸ προφητῶν αὐτὸν νομίζεσθαι προκατηγ γέλθαι, τοῦτο πραγματευσαμένων, ὡς εἴποιεν ἂν ἐκεῖνοι, τῶν τὴν καινότητα τῆς θεότητος παραδέξασθαι τοὺς εἰς Χριστὸν πιστεύοντας οὐ βουλομένων, ἀλλὰ ἐπὶ τὸν αὐτὸν καταντῆσαι θεόν, ὃν καὶ πρὸ Ἰησοῦ Μωσῆς καὶ οἱ προφῆται ἐδίδαξαν.
 [01364]  [2.34.207] Τί οὖν θαυμαστόν, εἰ ὥσπερ ἐκοσμήθησαν τῷ μάρτυρες εἶναι Χριστοῦ πολλοὶ τῶν γνησίων Χριστοῦ μαθητῶν, οὕτως οἱ προφῆται τὸ προκαταγγεῖλαι Χριστὸν νοήσαντες αὐτὸν δῶρον ἀπὸ θεοῦ εἰλήφασι, διδάσκοντες οὐ μόνον τοὺς μετὰ τὴν Χριστοῦ ἐπιδημίαν, ἃ δεῖ φρονεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἀλλὰ καὶ τοὺς ἐν προτέραις ἐκείνων γενεαῖς;
 [01561]  [6.3.16] ∆ιόπερ οὐ πάντες οἱ προφῆται ἀλλὰ πολλοὶ ἐπεθύμησαν ἰδεῖν, ἃ οἱ ἀπόστολοι ἔβλεπον.
 [01579]  [6.4.21] Καὶ εἰ «Σοφὸς νοήσει τὰ ἀπὸ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην», ἀναγκαῖον ἤτοι προπετῶς ἀποφήνασθαί τινα περὶ τῶν προφητῶν ὡς οὐ σοφῶν, εἰ μὴ νενοήκασι «τὰ ἀπὸ τοῦ ἰδίου στόματος», ἢ τὸ εὔφημον καὶ ἀληθὲς παραδεξαμένους, ὅτι ἦσαν οἱ προφῆται σοφοί, ὁμο λογεῖν νενοηκέναι αὐτοὺς «<τὰ> ἀπὸ ἰδίου στόματος» καὶ ἐπὶ τοῖς χείλεσι πεφορεκέναι τὴν ἐπιγνωμοσύνην.
 [01588]  Εἰ γὰρ διὰ γραφῶν προφητικῶν τὸ πάλαι σεσιωπημένον μυστήριον πεφανέρωται τοῖς ἀποστόλοις καὶ οἱ προφῆται ἐνόουν «τὰ ἀπὸ ἰδίου στόματος», ἅτε ὄντες «σοφοί», τὰ πεφανερωμένα τοῖς ἀποστόλοις οἱ προφῆται ᾔδεσαν.
 [01593]  [6.5.27] Τὸ τοίνυν τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα εἶναι τῆς ἐπαγγελίας ἐν Χριστῷ, ὅσον μὲν ἐπὶ τῇ γνώσει τοῦ ἔσεσθαι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα, καὶ πότε ἔσεσθαι, καὶ διὰ τί, καὶ τίνα ὄντα, καὶ πῶς ξένα τῶν διαθηκῶν τυγχάνοντα καὶ ἀλλότρια τῆς ἐπαγγελίας σύσσωμα καὶ συμμέτοχα ὕστερον ἐσόμενα, ᾔδεσαν οἱ προφῆται, ἀποκαλυφθέντος αὐτοῖς τούτου.
 [01597]  [6.5.29] ∆ύναται δὲ καὶ τὸ «Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν» τὴν ὁμοίαν ἔχειν διήγησιν, οἱονεὶ ἐπιθυμησάντων κἀκείνων ἰδεῖν οἰκονομούμενον τὸ μυστήριον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἐνσωματώσεως καὶ καταβάσεως ἐπὶ τὴν οἰκονομίαν τοῦ σωτηρίου τοῖς πολλοῖς πάθους αὐτοῦ.
 [01614]  ∆ιὰ τοῦτο δὲ νοῶ αὐτὸν πρῶτόν μου ὄντα καὶ τιμιώτερον παρὰ τῷ πατρί, ἐπεὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἐγώ τε καὶ οἱ πρὸ ἐμοῦ προφῆται εἰλήφαμεν χάριν τὴν θειοτέραν καὶ μείζονα καὶ προφητικὴν ἀντὶ χάριτος τῆς κατὰ τὴν προαίρεσιν ἡμῶν ἀποδεχθείσης παρ' αὐτοῦ.
 [01770]  Οὔ [6.15.88] Εἰ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, καὶ τί ἄλλο ἂν λέγοιμεν εἶναι Ἰωάννην ἢ προφήτην;
 [01865]  Τίνα δὲ τρόπον, εἰ μὴ ἀγάπην εἶχον οἱ προφῆται καὶ διὰ τοῦτο χαλκὸς ἦσαν ἠχῶν ἢ κύμβαλον ἀλαλά ζον, ἐπὶ τὸν ἦχον αὐτῶν, ὡς ἐκεῖνοι εἰλήφασιν, ἀναπέμπει ὁ κύριος ὠφεληθησομένους;
 [03302]  Ἰδεῖν δὲ τῷ νῷ τὰ πιστευόμενα δεῖ τὸν ἐσόμενον μακάριον ὡς οἱ ἀπόστολοι, δυνηθέντα ἀκούειν τὸ «Μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν» καὶ τὸ «Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύ μησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.».
 [03344]  «Ὃν ἔγραψεν Μωσῆς καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφτὸν ἀπὸ Ναζαρέτ.».
 [04173]  [13.48.315] Χρήσονται δὲ οἱ πρότεροι τῷ «Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι <ἃ> ἀκούετε καὶ οὐκ ἤκουσαν», καὶ τῷ «Ἰδού, πλεῖον Σολομῶνος ὧδε», καὶ τῷ «Ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ», καὶ τῷ ἐν τῷ ∆ανιὴλ γεγραμμένῳ μετά τινα ὅρασιν, ὅτι «Ἀνέστην, καὶ οὐκ ἦν ὁ συνιών», καὶ τῷ ἐν τῷ Ἡσαΐᾳ «Εἰσὶν οἱ λόγοι τοῦ βιβλίου τούτου ὡς βιβλίον ἀνθρώπου ἐσφραγισμένον, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ μὴ ἐπισταμένῳ γράμματα λέγοντες·
 [04180]  «Στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε» καὶ «Ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι», καὶ ὅτι εἰ ἐπεθύμουν πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ἃ ἔβλεπον οἱ ἀπόστολοι καὶ ἃ ἤκουον λέγοντος τοῦ σωτῆρος, οὐ πάντως τὰ τῶν νομικῶν γραφῶν καὶ προφητικῶν ἐπεθύμουν, ἀλλὰ τούτων μείζονα ἀπαγγελλόμενα πρὸς τοῖς πνευματικοῖς τοῦ νόμου καὶ τοῖς ἀπορρήτοις τῶν προφητῶν ὑπὸ τοῦ σωτῆρος τοῖς ἀποστόλοις, ὁποῖα ἦν τὸ «Ἤκουσα ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι» καὶ παραπλήσια τοῖς ὑπὸ τοῦ παρακλήτου λεγομένοις.
 [04185]  οὐχ ὡς ὑποδεέστεροι δὲ οἱ προφῆται καὶ Μωσῆς ἀρχῆθεν <οὐκ εἶδον> ὅσα οἱ ἀπόστολοι κατὰ τὴν Ἰησοῦ ἐπιδημίαν, ἀλλ' ὡς περιμένοντες τὸ πλήρωμα τοῦ χρόνου, ἐν ᾧ ἐχρῆν μετὰ τοῦ ἐξαιρέτου τῆς Ἰησοῦ Χριστοῦ ἐπιδημίας καὶ ἐξαίρετα παρὰ τὰ λελαλημένα πώποτε ἐν τῷ κόσμῳ ἢ γεγραμμένα ἀποκαλυφθῆναι ἀπὸ τοῦ οὐχ ἁρπαγμὸν ἡγησα μένου «τὸ εἶναι ἴσα θεῷ», ἀλλ' ἑαυτὸν κενώσαντος καὶ «μορφὴν δούλου» εἰληφότος.
 [04328]  καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου;» οἵτινες ἐπὶ τέλει καὶ τὸν ἐπὶ πᾶσι προφήτην, δι' οὗ οἱ προ φῆται προφῆται γεγένηνται, ἀτιμάσαντες·
 [04667]  καὶ ἔστιν γε τοῖς ἑτεροδόξοις λέγειν χαριζόμενον αὐτοῖς ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα Μωϋσῆς καὶ οἱ προφῆται·
 [05933]  [20.41.n] Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις·
 [05936]  καὶ οἱ προφῆται ἀπέθανον·
 [05956]  [20.42.388] Καὶ εἰκός γε, ὅτι ἔλεγον οἱ Ἰουδαῖοι ἐπὶ τῶν νῦν ἡμῖν ἐξεταζομένων ῥητῶν τὸ «Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται», με μαθηκότες τίνα τρόπον «δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν «κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος·
 [05977]  καὶ τοῦτον, εἰ καί τις ἄλλος, καὶ οἱ προφῆται τετηρήκασιν καὶ ἐξ οὗ [20.42.400] εἰλήφασιν τὸν λόγον θάνατον οὐκέτι ἐθεώρησαν.
 [05979]  «Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις» τὸ «Ἀβραὰμ ἀπέ «θανεν καὶ οἱ προφῆται» εἰρημένον ὑπὸ τῶν Ἰουδαίων·
 [05980]  οὔτε γὰρ ἔγνωσαν δαιμόνιον ἔχειν τὸν ἐπιτάσσοντα δαιμονίοις (οὐδεὶς γὰρ γινώσκει τὸ μὴ ὑπάρχον), οὔτε Ἀβραὰμ καὶ οἱ προφῆται ἐν θανάτῳ ἔτι ἦσαν, ὅτε ἔλεγον οἱ Ἰουδαῖοι τὸ «Ἀβραὰμ ἀπέθανεν καὶ οἱ «προφῆται».
000-00-00 Serial Number=0610457599
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00035]  [97] ὡς δὲ Χριστοῦ, ἀληθοῦς λόγου, προφῆται, καὶ Ἀντιχρίστου, ὄντος ψευδοῦς λόγου, ψευδοπροφῆται.
 [00238]  [287] ἐπεὶ δὲ καὶ «πέτρα ὁ Χριστός», καὶ οἱ μιμηταὶ αὐτοῦ ἀπόστολοι καὶ προφῆται πέτραι ὀνομάζονται ...
000-00-00 Serial Number=0930998445
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00105]  Ἐν τοῖς παντοδαποῖς δὲ ἐπαγγελλομένοις ἀλήθειαν λόγοις καὶ τοῖς φέρουσιν αὐτοὺς ζήτει τοὺς μαργα ρίτας, καὶ ἔστωσαν, ἵν' οὕτως ὀνομάσω, οἱ ἀπὸ τῆς οὐρανίου δρόσου συλλαμβάνοντες κόγχοι καὶ κύοντες ἐξ οὐρανοῦ λόγον ἀληθείας προφῆται οἱ καλοὶ μαργαρῖται, οὓς ὁ κατὰ τὴν προκειμένην λέξιν ζητεῖ ἔμπορος ἄνθρωπος.
 [00296]  Ἀτιμάζονται δὲ οἱ προφῆται πρῶτον μὲν διωχθέντες κατὰ ἱστορίαν ὑπὸ τοῦ λαοῦ, δεύτερον δὲ μὴ πιστευομένης αὐτῶν τῆς προφητείας ὑπὸ τοῦ λαοῦ.
 [00369]  Εἰς ταῦτ' οὖν δοκεῖ μοι ὅτι, ὥσπερ «ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου» μεθ' ὃν ἔληξεν ἡ προφητικὴ ἀπὸ Ἰουδαίων χάρις, οὕτως ἡ τῶν βασιλευσάντων ἐν τῷ λαῷ ἐξουσία μέχρι τοῦ ἀναιρεῖν τοὺς νομιζομένους ἀξίους θανάτου αὐτοῖς ὑπάρχουσα ἕως Ἰωάννου ἦν, καὶ ἀναιρεθέντος τοῦ τελευταίου τῶν προφητῶν παρανόμως ὑπὸ τοῦ Ἡρώδου ἀφῃρέθη ὁ Ἰουδαίων βασιλεὺς τῆς τοῦ ἀναιρεῖν ἐξουσίας.
 [01417]  ἐπὰν δὲ οὕτω νοηθῇ καὶ θεωρηθῇ μεταμορφωθεὶς ὁ υἱὸς τοῦ θεοῦ, ὡς τὸ πρόσωπον αὐτοῦ εἶναι <ὡς τὸν> ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς, εὐθέως ὀφθεῖεν ἂν τῷ τοιοῦτον ἰδόντι τὸν Ἰησοῦν Μωσῆς ὁ νόμος, καὶ Ἠλίας, συνεκδοχικῶς οὐχ εἷς μό νος ἀλλὰ πάντες οἱ προφῆται, κοι νολογούμενοι πρὸς τὸν Ἰησοῦν·
 [03782]  αἱ μέν εἰσι τοῦ κρείττονος τάγ ματος, καὶ ὥσπερ εἰσὶν ἄνθρωποι θεοῦ οὐχ οἱ τυχόντες καὶ ἄγγελοι θεοῦ μακάριοι καὶ προφῆται τοῦ θεοῦ θεοφορούμενοι, οὕτως εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, περὶ ὧν ὁ ἀπόστολος Χριστὸν δοξο λογῶν λέγει ἐν τῇ πρὸς Κολοσσαεῖς ὅτι·
 [03813]  ἐν ποίᾳ δὲ οὐ παρέ στησεν ἐκείνοις, οὐδὲ τὴν ἰδιότητα αὐτῆς ἀνέπτυξε καὶ ὅσα ἂν ὡρίσατο περὶ αὐτῆς παριστὰς αὐτῆς τὸ ἐξαίρετον παρὰ τὰς λοιπὰς ἐξου σίας, ἐν αἷς οἱ πρὸ αὐτοῦ προφῆται πεποιήκεισαν.
 [03862]  δοῦλοι δὲ οἱ πρὸς τοὺς γεωργοὺς πεμ φθέντες λαβεῖν τοὺς καρποὺς οἱ πρῶτοι προφῆται, οὓς οἱ ἄρχον τες καὶ σοφοὶ τοῦ λαοῦ ὕβρισαν τύπτοντες, τινὰς δὲ καὶ ἀνεῖλον καὶ ἄλλους λιθολεύστους πεποιήκασιν.
 [03957]  εἴποι γὰρ ἄν τις ὅτι οὐκ ἐπὶ τῷ λαβεῖν ἀποστέλλονται τοὺς καρ ποὺς οἱ προφῆται, ἀλλ' ἐπὶ τῷ γεωργῆσαι μᾶλλον καὶ συνεργῆσαι τοῖς καρποῖς.
 [04098]  οἱ δὲ ἀποστελλό μενοι δοῦλοι καλέσαι τοὺς κε κλημένους εἰς τοὺς γάμους οἱ κατὰ καιρόν εἰσι προφῆται ἐπιστρέ φοντες τοὺς ἀπὸ τοῦ λαοῦ διὰ τῶν προφητειῶν ἐπὶ τὴν εὐφροσύνην ἀγομένην ἐπὶ τῇ ἀποκαταστάσει τῆς ἐκκλησίας πρὸς Χριστόν.
000-00-00 Serial Number=0049881279
Contra Celsum Ante [Go Back]  
 [00196]  Εἰ δὲ κεχαρισμένως Μωϋσῆς καὶ οἱ προφῆται τῷ ἑαυτῶν λόγῳ πολλὰ ἀνέγραψαν περὶ τῶν παρὰ σφίσιν αὐτοῖς, διὰ τί τὸ παραπλήσιον οὐκ ἐροῦμεν καὶ περὶ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσι συγγραφέων;
 [00201]  Οὕτω δὲ καὶ Ἀσσυρίους ἀνέγραψαν ἑαυτοῖς πολεμίους οἱ Ἰουδαίων συγγραφεῖς, ἵνα μὴ δόξω προλαμ βάνειν λέγων τὸ οἱ προφῆται.
 [00355]  Ἐὰν δὲ καὶ τὰ τῶν φυσιογνωμονούντων κρατῇ, εἴτε Ζωπύρου εἴτε Λόξου εἴτε Πολέμωνος εἴτε οὕτινός ποτ' οὖν τοιαῦτα γράψαντος καὶ ἐπαγγειλαμένου εἰδέναι τι θαυμαστόν, οἰκεῖα τοῖς ἤθεσι τῶν ψυχῶν πάντ' εἶναι τὰ σώματα, τῇ οὖν μελλούσῃ παραδόξως ἐπιδημεῖν τῷ βίῳ καὶ μεγαλοποιεῖν ἔδει γενέσθαι σῶμα οὐχ, ὡς οἴεται Κέλσος, ἀπὸ Πανθήρα μοιχεύσαντος καὶ παρθένου μοιχευθείσης ἐκ γὰρ τοιούτων ἀνάγνων μίξεων ἔδει μᾶλλον ἀνόητόν τινα καὶ ἐπιβλαβῆ τοῖς ἀνθρώποις διδάσκαλον ἀκολασίας καὶ ἀδικίας καὶ τῶν λοιπῶν κακῶν γενέσθαι οὐχὶ δὲ σωφροσύνης καὶ δικαιοσύνης καὶ τῶν λοιπῶν ἀρετῶν , ἀλλ' ὡς καὶ προφῆται προεῖπον, ἀπὸ παρθένου, κατ' ἐπαγγελίαν σημείου γεννώσης τὸν ἐπώνυμον πράγματος, δηλοῦντος ὅτι ἐπὶ τῇ γενέσει αὐτοῦ μετ' ἀνθρώπων ἔσται θεός.
 [00387]  Εἰ μὲν γὰρ προγνωστικῷ μελλόντων, θεῖον εἶχον πνεῦμα οἱ προφῆται·
 [00401]  [1.37] ∆οκεῖ μοι οὖν μετρίως κατεσκευάσθαι οὐ μόνον ὅτι γεννηθήσεται ἐκ παρθένου ὁ σωτὴρ ἡμῶν ἀλλ' ὅτι καὶ προφῆται ἦσαν ἐν Ἰουδαίοις, προλέγοντες οὐ μόνον τὰ καθολικὰ περὶ μελλόντων, ὡς τὰ περὶ Χριστοῦ καὶ τὰ περὶ βασιλειῶν κοσμικῶν καὶ περὶ τῶν συμβησομένων τῷ Ἰσραὴλ καὶ περὶ τῶν πιστευόντων τῷ σωτῆρι ἐθνῶν καὶ πολλῶν ἄλλων τῶν περὶ αὐτοῦ λεχθέντων, ἀλλὰ καὶ τὰ καθ' ἕνα, ὡς περὶ τῶν ὄνων Κὶς ἀπολομένων, πῶς εὑρεθή σονται, καὶ περὶ τῆς νόσου, ἧς ἐνόσησεν ὁ τοῦ βασιλέως Ἰσραὴλ υἱός, ἢ εἴ τι ἄλλο ἀναγέγραπται τοιοῦτον.
 [00484]  ἐκ τῶν περὶ Ἰησοῦ ἀποδείξεων ἐν νόμῳ καὶ προφήταις ἀποδείκνυται ὅτι καὶ Μωϋσῆς καὶ οἱ προφῆται ἦσαν προφῆται τοῦ θεοῦ.
 [00485]  [1.46] Πεπλήρωται δὲ ὁ νόμος καὶ οἱ προφῆται τῶν παραπλη σίων παραδόξων τῷ ἀναγραφέντι περὶ τοῦ Ἰησοῦ παρὰ τῷ βαπτίσματι περὶ τῆς περιστερᾶς καὶ τῆς ἐξ οὐρανοῦ φωνῆς.
 [00513]  οἱ μακάριοι προφῆται τὴν θείαν αἴσθησιν εὑρόντες καὶ βλέποντες θείως καὶ ἀκούοντες θείως καὶ γευόμενοι ὁμοίως καὶ ὀσφραινόμενοι, ἵν' οὕτως ὀνομάσω, αἰσθήσει οὐκ αἰσθητῇ καὶ ἁπτόμενοι τοῦ λόγου μετὰ πίστεως, ὥστ' ἀπορροὴν αὐτοῦ ἥκειν εἰς αὐτοὺς θεραπεύσουσαν αὐτούς, οὕτως ἑώρων ἃ ἀναγράφουσιν ἑωρακέναι καὶ ἤκουον ἃ λέγουσιν ἀκηκοέναι καὶ τὰ παρα πλήσια ἔπασχον, ὡς ἀνέγραφον, ἐσθίοντες κεφαλίδα διδομένην αὐτοῖς βιβλίου.
 [00542]  οὐκ ἂν γὰρ καταλαβὼν τὰ ὑπὸ Χριστιανῶν λεγόμενα, ὅτι πολλοὶ προφῆται προεῖπον περὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας, περιέθηκε τῷ τοῦ Ἰουδαίου προσώπῳ ἃ ἥρμοζε Σαμαρεῖ μᾶλλον εἰπεῖν ἢ Σαδδουκαίῳ·
 [00556]  Λεκτέον οὖν πρῶτον ὅτι πολλοὶ προφῆται παντοδαπῶς προεῖπον τὰ περὶ τοῦ Χριστοῦ, οἱ μὲν δι' αἰνιγμάτων οἱ δὲ δι' ἀλληγορίας ἢ ἄλλῳ τρόπῳ τινὲς δὲ καὶ αὐτολεξεί.
 [00595]  Προείρητο δὲ καὶ ὅτι συνήσουσιν αὐτὸν οἱ ἀπὸ τῶν ἐθνῶν, παρ' οἷς οὐ γεγόνασιν οἱ προφῆται, καὶ λέλεκτο ὅτι εἶδος ἄτιμον ἐν ἀνθρώποις φαινόμενον ἔχων ὀφθήσεται.
 [00940]  Καὶ γὰρ οἱ προφῆται, ὡς μὴ καταπαύοντες τὸν νοῦν τῶν λεγομένων ἐν τῇ προφανεῖ ἱστορίᾳ μηδ' ἐν τῇ κατὰ τὰς λέξεις καὶ τὸ γράμμα νομοθεσίᾳ, ὅπου μέν φασιν ἱστορίας δῆθεν ἐκθησό μενοι τό·
 [00965]  Εἰ δὲ δεῖ προσθεῖναι καὶ ἄλλην αἰτίαν, φήσομεν ὅτι καὶ τοῦτ' αὐτὸ προεῖπον οἱ προφῆται.
 [00972]  Οὐκ ἔτι γὰρ προφῆται οὐδὲ τεράστια, ὧν κἂν ἴχνη ἐπὶ ποσὸν παρὰ Χριστιανοῖς εὑρίσκεται, καί τινα γὲ μείζονα·
 [01313]  διόπερ οὐκέτι χρεία ἡμᾶς ἀπολο γήσασθαι πρὸς τὸ λεγόμενον ὡς ὑπὸ τοῦ Ἰουδαίου, ὅτι μέγαν καὶ δυνάστην καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἐθνῶν καὶ στρατοπέδων κύριόν φασιν οἱ προφῆται εἶναι τὸν ἐπιδημήσοντα.
 [01391]  νῦν δὲ κοινοτέρας ἂν τοιαύτης ἀποκρίσεως πρὸς τὰ ἐπηπορημένα ἔχοιτο τὸ λεγόμενον, ὅτι καὶ περὶ τούτου προφῆται προεῖπον.
 [01400]  Καὶ πρὸς ταῦτα δὲ φήσομεν ὅτι ἐγκαλοῦμεν Ἰου δαίοις, ἐντραφεῖσι νόμῳ καὶ προφήταις τοῖς Χριστὸν προκαταγγέλλουσιν, ἐπεὶ μήτε τὰ προσαγόμενα αὐτοῖς ὑφ' ἡμῶν εἰς ἀπόδειξιν περὶ τοῦ τοῦτον εἶναι τὸν Χριστὸν λύουσιν, ἀπολογίαν <ἂν> ποριζόμενοι τοῦ μὴ πιστεύειν τὴν λύσιν, μήτε ὡς μὴ λύοντες πιστεύουσι τῷ προφητευθέντι, ἐναργῶς παραστήσαντι ἐν τοῖς μαθητεύσασιν αὐτῷ καὶ μετὰ τὸν χρόνον τῆς ἐνσωματώσεως ἑαυτοῦ ὅτι ἐπ' ἀνθρώ πων ὠφελείᾳ ταῦθ' ὑπέμεινε, σκοπὸν ἔχων τῆς πρώτης ἐπιδημίας οὐχὶ κρίνειν τὰ ἀνθρώπων καὶ πρὸ τοῦ διδάξαι καὶ μαρτύρασθαι περὶ τῶν πρακτέων καὶ μὴ τοὺς μὲν πονηροὺς κολάζειν τοὺς δ' ἀγαθοὺς σῴζειν, ἀλλὰ σπεῖραι παραδόξως τὸν ἑαυτοῦ λόγον καὶ μετά τινος δυνάμεως θειοτέρας παντὶ τῷ ἀνθρώπων γένει, ὡς οἱ προφῆται καὶ ταῦτα παρέστησαν.
 [01609]  Τούτῳ δὲ παραδοξότερος οὗτος ἐκ νεκρῶν ἀναστὰς παρ' ἐκείνους, ὅτι ἐκείνους μὲν προφῆται ἀνέστησαν Ἠλίας καὶ Ἐλισσαῖος, τοῦτον δ' οὐδεὶς τῶν προφητῶν ἀλλ' ὁ ἐν τοῖς οὐρανοῖς πατήρ.
 [01858]  Ἐὰν δ' οἱ παρ' ἐμοὶ προφῆται καὶ αὐτὸς ὁ Ἰησοῦς ὑπὲρ ἐπιστροφῆς τῶν ἀκουόντων λέγῃ τὸ οὐαὶ καὶ ἃς νομίζεις λοιδορίας, οὐδὲν οἰκονομεῖται πρὸς τοὺς ἀκούοντας διὰ τῶν τοιούτων λόγων οὐδὲ προσάγει αὐτοῖς ὡς παιώνιον φάρμακον τὸν τοιοῦτον λόγον;
 [01886]  Καὶ ταῦτα δὲ προεῖπον οἱ προφῆται, ὡς ἄρα διὰ τὰ ἁμαρτήματα τοῦ τῶν Ἑβραίων λαοῦ ἐκλέξεται ὁ θεὸς οὐχὶ ἔθνος ἀλλὰ λογάδας πανταχόθεν, καὶ τὰ μωρὰ τοῦ κόσμου ἐκλεξάμενος ποιήσει τὸ ἀσύνετον ἔθνος γενέσθαι ἐν τοῖς θείοις λόγοις, αἰρομένης μὲν ἀπ' ἐκείνων τῆς τοῦ θεοῦ βασιλείας τούτοις δὲ διδομένης.
 [01909]  Ἆρα γὰρ ὡς ἔτυχε ταῦτ' ἔλεγον οἱ προφῆται σὺν οὐδεμιᾷ πιθανότητι, τῇ κινούσῃ αὐτοὺς ἐπὶ τὸ μὴ μόνον εἰπεῖν ἀλλὰ καὶ ἀναγραφῆς ἀξιῶσαι τὰ λεγόμενα;
 [01912]  Καὶ δύνανται ἡμῖν παραστῆσαι οἱ εὐήθειαν ἐγκαλοῦντες Ἰουδαίοις καὶ Χριστιανοῖς ὅτι ἐδύνατο συνεστηκέναι τὸ Ἰουδαίων ἔθνος, μηδεμιᾶς ἐπαγγελίας προγνώσεων οὔσης παρ' αὐτοῖς, καὶ ὅτι τὰ μὲν περὶ αὐτοὺς ἔθνη ἕκαστον κατὰ τὰ πάτρια ἐπίστευε χρησμοὺς λαμβάνειν καὶ μαντείας ἀπὸ τῶν παρ' αὐτοῖς νομιζομένων θεῶν, οὗτοι δὲ μόνοι, οἱ διδαχθέντες πάντων τῶν παρὰ τοῖς ἔθνεσι νομιζομένων θεῶν καταφρονεῖν ὡς οὐ θεῶν ἀλλὰ δαιμονίων ἐπεὶ ἔλεγον αὐτῶν οἱ προφῆται τὸ Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμό νια , οὐδένα τὸν ἐπαγγελλόμενον εἶχον προφητεύειν καὶ δυνάμενον περισπᾶν τοὺς πόθῳ προγνώσεως τῶν μελλόν των αὐτομολεῖν <βουλομένους> πρὸς τοὺς παρὰ τοῖς ἄλλοις δαίμονας;
 [01920]  Κἂν καθ' ὑπόθεσιν δὲ τῷ Κέλσῳ δοθῇ μὴ τὸν Ἰησοῦν εἶναι, ὃν κατήγγειλαν οἱ προφῆται, καὶ οὕτως οὐδὲν ἧττον οὐ περὶ ὄνου σκιᾶς ἐστιν ἡ τοῦ νοῦ τῶν προφη τικῶν γραφῶν ζήτησις·
 [02701]  ἤδη δὲ τῶν διακονουμένων τῷ θεῷ πολλαί εἰσι διαφοραί, καὶ ὀλίγοι εἰσὶν οἱ πάντῃ καὶ καθαρῶς πρεσβεύοντες τὰ τῆς ἀληθείας καὶ τὴν παντελῆ ἐπανόρθωσιν ἐργαζόμενοι, ὁποῖοι ἦσαν Μωϋσῆς καὶ οἱ προφῆται.
 [02872]  Ἐπὰν μέντοι, ὡς ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν, πολλὰ περὶ μελλόντων οἱ προφῆται λέγοντες ἀποδεικνύωνται περὶ πολλῶν παρεληλυ θότων ἠληθευκέναι καὶ δεῖγμα διδόναι τοῦ θεῖον πνεῦμα ἐν αὐτοῖς γεγονέναι, δῆλον ὅτι καὶ περὶ τῶν μελλόντων πιστευτέον αὐτοῖς, μᾶλλον δὲ τῷ ἐν αὐτοῖς θείῳ πνεύματι.
 [03706]  ὁποῖοί εἰσιν οἱ καθ' ἡμᾶς προφῆται καὶ Μωϋσῆς, ᾧ μεμαρτύρηκε διὰ τὴν πολλὴν καθαρότητα ὁ λόγος εἰπών·
 [04105]  ἀνόσιον δὲ τὸ μὴ ἐπιρρῖψαι αὑτὸν τῷ πάντων ἀρχόντων φανέντι καὶ ἀποδειχθέντι καθαρωτέρῳ καὶ δυνα τωτέρῳ, πρὸς ὃν εἶπεν ὁ θεός, ὡς οἱ προφῆται πρὸ πολλῶν προεῖπον γενεῶν·
 [04272]  [5.46] Ταῦτα δὴ καὶ τὰ τούτοις ἀνάλογον ἀπόρρητα ἐπιστά μενοι Μωϋσῆς καὶ οἱ προφῆται ἀπαγορεύουσιν ὄνομα θεῶν ἑτέρων ὀνομάζειν ἐν στόματι, μελετήσαντι τῷ ἐπὶ πᾶσι μόνῳ εὔχεσθαι θεῷ, καὶ ἀναμνημονεύειν ἐν καρδίᾳ, διδασκο μένῃ καθαρεύειν ἀπὸ πάσης ματαιότητος νοημάτων καὶ λέξεων.
 [04480]  ἐπεὶ οἱ καθ' ἡμᾶς προφῆται Ἰησοῦς τε καὶ οἱ ἀπόστολοι αὐτοῦ ἐνεῖδον τρόπῳ ἀπαγγελίας, οὐ τὰ ἀληθῆ μόνον περιεχούσης ἀλλὰ καὶ δυναμένης ἐπαγαγέσθαι τοὺς πολλούς, ἕως προτραπέντες καὶ εἰσαχθέντες ἕκαστος κατὰ δύναμιν ἀναβῶσιν ἐπὶ τὰ ἐν ταῖς δοκούσαις εἶναι εὐτελέσι λέξεσιν ἀπορρήτως εἰρημένα.
 [04506]  Πρῶτον δὲ ἡμῶν σοφοί, Μωϋσῆς ὁ ἀρχαιότατος καὶ οἱ ἑξῆς αὐτῷ προφῆται, οὐδαμῶς ῥητὸν ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν ἔγραψαν μέν, ὡς θεοῦ ἑαυτὸν ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι ὤφθη ὁ θεὸς φέρ' εἰπεῖν τῷ Ἀβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακώβ.
 [04530]  φέρε καὶ περὶ τούτου βραχέα διαλεχθῶμεν, πότερον μὲν εἶχέ τι Πλάτων σεμνότερον ὧν ἔγραψε καὶ θειότερον ὧν κατέλιπεν ἢ μή, καταλιπόντες ἑκάστῳ ἐξετάζειν κατὰ τὸ δυνατόν, δεικνύντες <δ'> ὅτι καὶ οἱ καθ' ἡμᾶς προφῆται ἐφρόνουν τινὰ μείζονα γραμμάτων, ἅπερ οὐκ ἔγραψαν.
 [04633]  Ἀνωτέρω γὰρ τούτων οἱ προφῆται διέστειλαν τὸ περὶ ἑκατέρας σοφίας·
 [04693]  Περὶ μὲν οὖν τῶν ἕτερον ἐπαγγελλομένων θεὸν παρὰ τὸν καὶ ὑπὸ Ἰουδαίων προσκυνούμενον οὐ πρόκειται νῦν ἡμῖν λέγειν, περὶ δὲ ἑαυτῶν ἀπολογεῖσθαι καὶ δεικνύναι ὅτι οὐ δύνανται οἱ παρ' ἡμῖν Ἰουδαίων προφῆται ἀπὸ Πλάτωνός τι εἰληφέναι·
 [04740]  οὔτ' ἀπὸ Περσῶν ἢ Καβείρων λαβόντες ἡμῶν οἱ προφῆται λέγουσί τινα οὐδ' οἱ τοῦ Ἰησοῦ ἀπόστολοι οὐδ' αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ.
 [04850]  ὅπερ μὴ συνέντες οἱ ἐχθροὶ θεῷ, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν, ᾠήθησαν ἄλλον μὲν εἶναι τὸν Ἰαὼ ἕτερον δὲ τὸν Σαβαὼθ καὶ τρίτον παρὰ τοῦτον τὸν Ἀδωναῖον, ὃν λέγουσιν αἱ γραφαὶ Ἀδωναΐ, καὶ ἄλλον τὸν Ἐλωαῖον, ὃν οἱ προφῆται ὀνομάζουσιν ἑβραϊστὶ Ἐλωαΐ.
 [05017]  οὐ γὰρ ἐδυνήθη ἐπιστήσας τοῖς χρόνοις Μωϋσέως καὶ τῶν προφητῶν ἰδεῖν ὅτι καθόλου τὸ εἶναί τινα υἱὸν θεοῦ πρὸ Ἑλλήνων καὶ ὧν φησιν ὁ Κέλσος παλαιῶν ἀνδρῶν οἱ παρ' Ἰουδαίοις προφῆται ἐπροφήτευσαν.
 [05441]  Οὐδὲν οὖν καταγέλαστόν ἐστιν ἐν τῷ Ἰουδαίοις, παρ' οἷς γεγόνασιν οἱ προφῆται, πεπέμφθαι τὸν υἱὸν τοῦ θεοῦ·
 [05484]  [7.4] Ὅθεν ἡμεῖς ἀποδείκνυμεν συνάγοντες ἀπὸ τῶν ἱερῶν γραμμάτων ὅτι οἱ ἐν Ἰουδαίοις προφῆται, ἐλλαμπόμενοι ὑπὸ τοῦ θείου πνεύματος τοσοῦτον, ὅσον ἦν καὶ αὐτοῖς τοῖς προφητεύουσι χρήσιμον, προαπέλαυον τῆς τοῦ κρείττονος εἰς αὐτοὺς ἐπιδημίας·
 [05508]  Καὶ ὁ ∆ωδώνης δὲ μεδέων δυσχειμέρου, παρ' ᾧ εἰσιν οἱ προφῆται ἀνιπτόποδες χαμαιεῦναι, ἀποδοκιμάσας τὸ τῶν ἀνδρῶν εἰς προφητείαν γένος ταῖς ∆ωδωνίσι χρῆται, ὡς καὶ ὁ Κέλσος παρέστησεν.
 [05555]  Οἱ μὲν οὖν προφῆται ὅσα ἦν αὐτόθεν νοηθῆναι τοῖς ἀκούουσι χρήσιμα καὶ συμβαλλόμενα τῇ τῶν ἠθῶν ἐπανορ θώσει χωρὶς πάσης ἐπικρύψεως κατὰ τὸ βούλημα τοῦ θεοῦ εἰρήκασιν, ὅσα δὲ μυστικώτερα ἦν καὶ ἐποπτικώτερα καὶ ἐχόμενα θεωρίας τῆς ὑπὲρ τὴν πάνδημον ἀκοήν, ταῦτα δι' αἰνιγμάτων καὶ ἀλληγοριῶν καὶ τῶν καλουμένων σκοτεινῶν λόγων καὶ τῶν ὀνομαζομένων παραβολῶν ἢ παροιμιῶν ἀπεφήναντο·
 [05569]  Οὐδὲ γὰρ κατὰ τοὺς Κέλσου χρόνους γεγόνασί τινες προφῆται τοῖς ἀρχαίοις παραπλήσιοι, ἐπεὶ κἂν παραπλησίως τοῖς πάλαι γραφεῖσιν ἀνεγράφησαν καὶ ἑξῆς προφητεῖαι ὑπὸ τῶν ἀποδεξαμένων καὶ θαυμασάντων αὐτάς.
 [05570]  ∆οκεῖ δέ μοι πάντῃ δῆλον εἶναι τὸ τοῦ Κέλσου ψεῦδος, ὅτι οἱ δῆθεν προφῆται, ὧν αὐτήκοος ἐγένετο, ἐλεγ χθέντες ὑπὸ Κέλσου ὡμολόγησαν αὐτῷ οὗ τινος ἐδέοντο, καὶ ὅτι ἐπλάσσοντο λέγοντες ἀλλοπρόσαλλα.
 [05583]  Ἃ μὲν οὖν πείσεται Χριστὸς προεῖπον οἱ προφῆται, καὶ τὴν αἰτίαν τιθέντες τοῦ, δι' ὃ πείσεται·
 [05593]  Φέρε ἐὰν προείπωσιν οἱ προφῆται τὸν μέγαν θεόν, ἵνα μηδὲν ἄλλο φορτικώτερον εἴπω, δουλεύειν ἢ νοσήσειν ἢ ἀποθανεῖν, τεθνήξεσθαι δεήσει τὸν θεὸν ἢ δουλεύειν ἢ νοσήσειν, ἐπειδὴ προείρητο, ἵνα πιστευθῇ ἀποθανὼν ὅτι θεὸς ἦν;
 [05594]  Ἀλλ' οὐκ ἂν προείποιεν τοῦτο οἱ προφῆται·
 [05607]  Καὶ νομίζει κατασκευάζεσθαι ὅτι, κἂν ἀληθῶς ὦσι προειρηκότες οἱ προφῆται περὶ υἱοῦ θεοῦ τοιαῦτα, ἀδύνατον ἦν αὐτὸν παθεῖν <οὕτως> ἢ δρᾶσαι χρῆναι πιστεύειν τοῖς προειρημένοις·
 [05609]  Εἰ οἱ ἀληθῶς προφῆται τοῦ ἐπὶ πᾶσι θεοῦ δουλεύειν ἢ νοσεῖν ἢ καὶ τεθνήξεσθαι φήσαιεν τὸν θεόν, συμβήσεται ταῦτα περὶ τὸν θεόν, ἀψευδεῖν γὰρ ἀνάγκη τοὺς τοῦ μεγάλου θεοῦ προφήτας·
 [05610]  ἀλλὰ καὶ εἰ οἱ ἀληθῶς προφῆται τοῦ ἐπὶ πᾶσι θεοῦ τὰ αὐτὰ ταῦτά φασιν, ἐπεὶ τὰ τῇ φύσει ἀδύνατα οὐκ ἔστιν ἀληθῆ, οὐκ ἂν συμβαίη περὶ τὸν θεὸν ἃ λέγουσιν οἱ προφῆται.
 [05612]  Συνάγεται οὖν τὸ οὐκ ἄρα προεῖπον οἱ προφῆται τὸν μέγαν θεὸν δουλεύ σειν ἢ νοσήσειν ἢ τεθνήξεσθαι, καὶ ὑπάγεταί γε ὁ λόγος τρόπῳ τοιούτῳ·
 [05644]  Ἀλλ' οὐκ ἂν προείποιεν τοῦτο οἱ προφῆται·
 [05655]  Εἰ προεῖπον οἱ τοῦ Ἰουδαίων θεοῦ προφῆται τοῦτον ἐκείνου παῖδα ἐσόμενον, πῶς ἐκεῖνος μὲν διὰ Μωϋσέως νομοθετεῖ πλουτεῖν καὶ δυναστεύειν καὶ καταπιμπλάναι τὴν γῆν καὶ καταφονεύειν τοὺς πολεμίους ἡβηδὸν καὶ παγγενεὶ κτείνειν, ὅπερ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς τῶν Ἰουδαίων, ὥς φησι Μωϋσῆς, ποιεῖ, καὶ πρὸς ταῦτα, ἂν μὴ πείθωνται, διαρρήδην αὐτοὺς τὰ τῶν πολεμίων δράσειν ἀπειλεῖ, ὁ δ' υἱὸς ἄρα αὐτοῦ, ὁ Ναζωραῖος ἄνθρωπος, ἀντινομοθετεῖ μηδὲ παριτητὸν εἶναι πρὸς τὸν πατέρα τῷ πλουτοῦντι ἢ φιλαρχιῶντι ἢ σοφίας ἢ δόξης ἀντιποιουμένῳ, δεῖν δὲ σίτων μὲν καὶ ταμείου μὴ μᾶλλόν τι φροντίζειν ἢ τοὺς κόρακας, ἐσθῆτος δὲ ἧττον ἢ τὰ κρίνα, τῷ δ' ἅπαξ τυπτήσαντι παρέχειν καὶ αὖθις τύπτειν;
 [05661]  Οἱ γοῦν προφῆται καὶ διὰ τὸ καθαρῶς βεβιωκέναι τὸ θεῖον πνεῦμα χωρήσαντες περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερού μενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς·
 [05999]  οἱ δὲ προφῆται, αἰνιττόμενοι ὅ τι περὶ τῶν γενέσεως πραγμάτων σοφόν, θυσίαν περὶ ἁμαρτίας λέγουσιν ἀναφέρεσθαι καὶ περὶ τῶν ἄρτι γεγενημένων ὡς οὐ καθαρῶν ἀπὸ ἁμαρτίας.
 [06116]  καίτοι γε ἡ πρώτη Ἰουδαίων λέξις, ᾗ οἱ προφῆται χρησάμενοι καταλελοίπασιν ἡμῖν βιβλία, Ἑβραίων διαλέκτῳ καὶ σοφῇ συνθέσει τῶν ἐν τῇ διαλέκτῳ κατ' ἐκείνους ἀναγέγραπται.
 [06126]  οἱ δ' ἐν Ἰουδαίοις προφῆται καὶ οἱ τοῦ Ἰησοῦ μαθηταί, οἱ μακρὰν χαίρειν εἰπόντες τῇ ποικίλῃ τῶν λέξεων συνθέσει καὶ τῇ, ὡς ὠνόμασεν ἡ γραφή, σοφίᾳ ἀνθρώπων καὶ σοφίᾳ κατὰ σάρκα, τὴν γλῶσσαν αἰνισσομένη, ὁμοιωθεῖεν ἂν τοῖς τὴν αὐτὴν τῶν βρωμάτων ποιότητα ὑγιεινοτάτην προνοησαμένοις συνθέσει λέξεων σκευάσαι καὶ εὐτρεπίσαι φθανούσῃ ἐπὶ τὰ πλήθη τῶν ἀνθρώπων καὶ μὴ ξενιζούσῃ τὴν διάλεκτον αὐτῶν μηδὲ διὰ τοῦ ξενισμοῦ ἀποστρεφούσῃ ἀκούειν ὡς ἀσυνήθων τῶν τοιῶνδε διαλέξεων.
 [06667]  Τί δεῖ καταλέ [8.45] γειν ὅσα ἐκ χρηστηρίων τοῦτο μὲν προφῆται καὶ προφήτιδες τοῦτο δὲ ἄλλοι κάτοχοι καὶ ἄνδρες καὶ γυναῖκες ἐνθέῳ φωνῇ προεῖπον;
 [06683]  οἱ δὲ παρ' ἡμῖν προφῆται οὐ μόνον ὑπὸ τῶν κατ' αὐτοὺς ἐθαυμάσθησαν διὰ τὴν ἐνάργειαν τῶν λεγομένων ὑπ' αὐτῶν ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς χρόνοις.
 [06684]  Ἐκ γὰρ ὧν ἔχρησαν οἱ προφῆται καὶ πόλεις ὠρθώθησαν καὶ ἄνθρωποι ὑγιάσθησαν καὶ λιμοὶ ἐπαύσαντο, ἀλλὰ καὶ εἰς ἀποικίαν σαφῶς τὴν ἀπ' Αἰγύπτου εἰς τὴν Παλαιστίνην κατὰ χρησμοὺς ἐλήλυθεν ὅλον τὸ Ἰουδαίων ἔθνος·
000-00-00 Serial Number=0889216661
De engastrimytho Ante [Go Back]  
 [00054]  ἐν ᾅδου καὶ Ἡσαΐας, ἐν ᾅδου καὶ Ἱερεμίας, ἐν ᾅδου πάντες οἱ προφῆται, ἐν ᾅδου.
 [00139]  τίς μείζων, οἱ προφῆται ἢ Ἰησοῦς ὁ Χριστός;
 [00165]  Μωσῆς μέν, οἱ δὲ ἑξῆς προφῆται οὐχί;
 [00173]  Ἰησοῦς εἰς ᾅδου γέγονεν, καὶ οἱ προφῆται πρὸ αὐτοῦ, καὶ προκηρύσσουσι τοῦ Χριστοῦ τὴν ἐπιδημίαν.
 [00227]  «σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδο κῶμεν;» [8] Οὐ παρεξέβην οὐδὲ ἐπελαθόμην τοῦ προκειμένου, ἀλλὰ τοῦτο θέλομεν κατασκευάσαι ὅτι, εἰ πάντες εἰς ᾅδου καταβεβήκασι πρὸ τοῦ Χριστοῦ πρόδρομοι Χριστοῦ οἱ προφῆται Χριστοῦ, οὕτως καὶ Σαμουὴλ ἐκεῖ καταβέβηκεν·
 [00233]  οὕτως καὶ οἱ προφῆται καὶ Σαμουήλ, κἂν κατα βῶσιν ὅπου αἱ ψυχαὶ αἱ κάτω, κάτω <μὲν> δύνανται εἶναι τόπῳ, οὐ κάτω δέ εἰσιν τῇ προαιρέσει.
 [00266]  καὶ ὁ κοιμώμενος δέ, ὁ ἀπηλλαγμένος τοῦ βίου, χρείαν εἶχεν τῶν προ φητῶν, ἵνα πάλιν οἱ προφῆται αὐτῷ κηρύξωσιν τὴν Χριστοῦ ἐπιδη μίαν.
 [00274]  περιέμενον οὖν τὴν τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ ἐπιδημίαν καὶ πα τριάρχαι καὶ προφῆται καὶ πάντες, ἵν' οὗτος τὴν ὁδὸν ἀνοίξῃ.
 [00289]  οὐκ ἔλεγον οἱ ἀρχαῖοι οὐδὲ οἱ πατριάρχαι οὐδὲ οἱ προφῆται, ὃ δυνάμεθα ἡμεῖς εἰπεῖν, ἐὰν καλῶς βιώσωμεν·
000-00-00 Serial Number=0470758855
De oratione Ante [Go Back]  
 [00987]  ὁ δὲ ἐμπνευσθεὶς ὑπὸ τοῦ Ἰησοῦ ὡς οἱ ἀπόστολοι καὶ «ἀπὸ τῶν καρπῶν» γινώσκεσθαι δυνάμενος, ὡς χωρήσας τὸ πνεῦμα τὸ ἅγιον καὶ γενόμενος πνευματικὸς τῷ ὑπὸ τοῦ πνεύματος ἄγεσθαι τρόπον υἱοῦ θεοῦ ἐφ' ἕκαστον τῶν κατὰ λόγον πρακτέων, ἀφίησιν ἃ ἐὰν ἀφῇ ὁ θεὸς καὶ κρατεῖ τὰ ἀνίατα τῶν ἁμαρτημάτων, ὑπηρετῶν ὥσπερ οἱ προφῆται ἐν τῷ λέγειν οὐ τὰ ἴδια ἀλλὰ τὰ τοῦ θείου βουλήματος τῷ θεῷ οὕτω καὶ αὐτὸς τῷ μόνῳ ἐξουσίαν ἔχοντι ἀφιέναι θεῷ.
000-00-00 Serial Number=0364987254
Excerpta in Psalmos Ante [Go Back]  
 [00203]  Ἀλλὰ καὶ Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, ὡς ἐφ' ἕτερον ἁγίασμά φασιν οἱ προφῆται.
 [00792]  Καὶ ἐπειδὴ οὐ θέλομεν τὸν ἄρτον, τὸν ἐκ τοῦ οὐρανοῦ, οὗ προφῆται κήρυκες καὶ δίκαιοι, νεφέλαι καλούμενοι διὰ τὸ ὑψοῦ φέρεσθαι αὐτῶν τὸν νοῦν·
000-00-00 Serial Number=0953237116
Expositio in Proverbia Ante [Go Back]  
 [00397]  Θύματα ἐνταῦθά φησι τοὺς ὅσοι προφῆται τῇ παρ αινέσει Χριστοῦ σφραγισθέντες καὶ σφαγιαζόμενοι, διὰ τὸ κιρνᾷν αὐτοὺς τῷ τῆς γνώσεως κρατῆρι τὴν ὡς οἶνον ἡδὺν ἐπίγνωσιν αὐτοῦ τοῖς ἐχέφροσι·
 [01054]  ὁ δὲ ἀπ' αὐτῶν ἐκβάλλων τῶν πραγμάτων τοὺς λόγους, ἀφ' ὧν εἰλήφασιν ἅγιοι προφῆται καὶ οἱ ἀπό στολοι, ἐν τῷ ποιεῖν τε καὶ διδάσκειν, τρώγει κη ρίον·
000-00-00 Serial Number=0813182354
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00199]  Εἰ πᾶς ὁ εὐλογημένος παρὰ Κυρίου πλούσιος, οἱ δὲ πορευόμενοι ἐν νόμῳ Κυρίου εὐλογοῦνται ὑπὸ Κυρίου, ἐπορεύθησαν δὲ ἐν νόμῳ Κυρίου προφῆται·
000-00-00 Serial Number=0046762168
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00023]  οὐ τετεύχασι δὲ σωματικῶς τῶν εὐλογιῶν, φέρ' εἰπεῖν, οἱ προφῆται·
 [00559]  διόπερ καὶ οἱ προφῆται, μηδαμῶς ἐλέγχοις ὑπεύθυνοι τυγχάνοντες, ἤλεγχον τοὺς ἁμαρτάνοντας.
000-00-00 Serial Number=0843276143
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00328]  ταῦτα δὲ Πέρσαις καὶ Μήδοις οἱ προφῆται παρεκελεύοντο, ὡς κρατήσουσιν ἤδη Βαβυλῶνος, ἐπὶ τῶν αὐτῆς τειχῶν ὡς ἁλωσομένης ἀνατείνειν τοῦ πολέμου τὸ σύνθημα, δι' οὗ δηλοῦσι τοῖς στρατιώταις τὴν ἔφοδον.
 [00550]  ἐμερίσαντο γὰρ οἱ προφῆται, οὗτος μὲν τὴν Ἰουδαίαν, τὴν δὲ Βαβυλῶνα ∆ανιὴλ καὶ οἱ τρεῖς παῖδες.
 [00607]  «ἐκ» γὰρ «τοῦ πληρώματος αὐτοῦ» λαβόντες οἱ προφῆται λέγουσι·
000-00-00 Serial Number=0149473965
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00296]  ἀπώλοντο δὲ καὶ βασιλεὺς καὶ ἄρχοντες καὶ οἱ ψευδο προφῆται καὶ ὁ νόμος αὐτῆς ἀνάγκῃ δουλείας, ὃν δὴ προαιρέσει καὶ πρὶν ἁλῶναι κατέλυσαν.
 [00311]  τὸ οὖν τοσοῦτον πάθος , ὃ μὴ προφῆται θεραπεῦσαι δεδύνηνται, μόνου δεῖται θεοῦ.
 [00337]  πάντες μὲν οὖν οἱ προφῆται ταῦτα προὔλεγον, ἐξ ἡμερῶν δὲ ἀρχαίων ὁ Μωσῆς ἐν τῷ ∆ευτερονομίῳ ταῦτα προε μήνυσεν.
 [00622]  ἀλλ' ἡμεῖς οἱ προφῆται οὐκ ἄλλον ἡγούμενοι τὸ πνεῦμα τοῦ προσώπου ἡμῶν , μετὰ τὴν ἡμῶν σύλληψιν μηκέτι τόπον ἔχοντες ἐν αὐτοῖς, ὑπὸ τῇ τοῦ Χριστοῦ σκιᾷ ζησόμεθα , οὐκέτι παρὰ Ἰουδαίοις, ἀλλ' ἐν ὅλοις τοῖς ἔθνεσιν , ὅτε «ἀρθεῖσα ἡ βασιλεία τοῦ θεοῦ ἀπ' αὐτῶν» διὰ τὸ κατὰ τοῦ Χριστοῦ τόλμημα «ἐδόθη τοῖς ἔθνεσιν».
 [00623]  ἰδοὺ γὰρ ζῶσιν ἐν ἡμῖν οἱ προφῆται, λαλοῦντες περὶ αὐτοῦ καὶ κηρύσσοντες, ἀλλ' οὐκέτι παρ' ἐκείνοις, τοῖς ἔτι καὶ νῦν αὐτὸν ταῖς ἑαυτῶν διαφθοραῖς περιβάλλουσιν, ὁσημέραι βλασφημοῦντες αὐτόν.
 [00638]  ἔζησαν οὖν ἐν ἡμῖν οἱ προφῆται καὶ ἐν τῇ τοῦ νόμου σκιᾷ.
000-00-00 Serial Number=0581161261
Fragmenta in Psalmos Ante [Go Back]  
 [00285]  ὁποῖα προφῆται καὶ ἀπόστολοι πε ποιηκέναι ἱστοροῦνται·
 [00379]  οθεν ὡς ἀγγέλου ταῦτα λαλήσαντος, οὐδὲ τέθεικεν ολως τὸ ονομα ἐν τῇ ἀπογραφῇ αὐτῆς ὁ Μωϋσῆς, καθὼς οἱ λοιποὶ προφῆται βίβλοις τῶν οἰκείων προφητειῶν.
 [00776]  Οἱ γὰρ προφῆται δι' αὐτοῦ λαλοῦντες ελεγον, οτι τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα, ηγουν τὸ Πνεῦμα τὸ αγιον.
 [02675]  Καὶ ἐπειδὴ οὐ θέλομεν τὸν αρτον τὸν ἐκ τοῦ οὐ ρανοῦ, ου προφῆται κήρυκες καὶ διάκονοι, νεφέλαι καλούμενοι, διὰ τὸ ὑψοῦ φέρεσθαι αὐτῶν τὸν νοῦν, καὶ διὰ τὸ ἐν τάξει νεφελῶν τοῖς νοητοῖς ὑετοῖς κατάρδειν ἑτέρους, ἐξα ποστελεῖ ἡμῖν ὁ Θεὸς κρέας ὡσεὶ χοῦν, εως ἐξέλθῃ ἐκ τῶν μυκτηρίων ἡμῶν, καὶ εως πληρώσῃ ἡμᾶς νόσοις καὶ μαλακίαις, ὡς τὴν δυσώδη καὶ πολύδακρυν ἁμαρτίαν ἐπιζη τοῦντας.
 [02974]  Οργανα δὲ Θεοῦ οἱ μακάριοι προφῆται, καὶ ωσπερ ὁ ἀκούων χορδῆς καὶ ηχου τοῦ ἐν τῇ λύρᾳ, οὐκ ἐκείνης ἀκούει, ἀλλὰ τοῦ μουσικοῦ κρούοντος μουσικῶς τὸ ἐπιτήδειον οργανον, ουτως ὁ ἀκούων προφήτου, μὴ νομιζέτω ἀνθρώπου ἀκούειν, ἀλλὰ Θεοῦ τοῦ οργα νον εὑρόντος ἐπιτήδειον, καὶ συγχρησαμέ νου αὐτῷ εἰς δέον.
 [04366]  Καθὸ τὰς ὑπὲρ αὐτῶν ἱκετείας ἀνέφερον οἱ προφῆται.
 [04899]  Η ἐπείπερ οἱ προφῆται ειρηνται ει ναι ὁδοὶ, ἐὰν ἀναγινώσκοντες τὸν νόμον καὶ τοὺς προφήτας, κατευθυνθῶμεν ὑπὸ Θεοῦ πρὸς τὸ τούτους νοῆσαι, οὐ μὴ αἰσχυνθῶ μεν.
 [05411]  Στόμα δὲ Θεοῦ οἱ προφῆται, οιτινες διηκονήσαντο τοῖς μαρτυρίοις, ταῖς ἐντολαῖς, τοῖς δικαιώμασιν, τοῖς προστάγ μασι τοῦ Θεοῦ.
 [05486]  Η στολὴ αὐτοῦ καλὴ, ὁ νόμος καὶ οἱ προφῆται, καλῶς ὑφανθέντα·
000-00-00 Serial Number=0922757089
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00206]  ἐπεὶ καὶ ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου παρείλκυσαν, ὡς αὐτὸν πέρας γεγονέναι τῆς παλαιᾶς γραφῆς, μεθ' ἣν ἡ ἐπιδημία τοῦ σωτῆρος γέγονε, πάνυ συνᾳδόντως τὸ «Ὁ ὀπίσω «μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν» εἴρηται.
 [00349]  [24] Οὐ τοῦτο δὲ εἰπεῖν βούλεται, ὅτι οἱ προφῆται οὕτως ἔγραψαν ὅτι Ἰησοῦς ἔσται ὁ υἱὸς Ἰωσὴφ ἀπὸ Ναζαρέτ, ἀλλ' ἀντὶ τοῦ «Τὸν Ἰωσὴφ υἱὸν» «τὸν ἀπὸ Ναζαρὲτ» τοῦτον εὑρήκαμεν ὄντα ἐκεῖνον περὶ οὗ Μωϋσῆς τε ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εἶπον.
 [00625]  ἀλλὰ καὶ οἱ προφῆται, ἔχοντες τὸν ἄνωθεν ἐρχό μενον πρὸς αὐτοὺς λόγον, ἃ εἶδον διανοίᾳ καὶ ἤκουσαν τοῖς ὠσὶ τοῦ ἔσω ἀνθρώπου λαλοῦσιν οὐράνια καὶ θεϊκά.
 [00655]  «Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ «οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν» λαμβάνοντος τὴν περὶ αὐτοῦ μαρτυρίαν καὶ σφραγίζοντος ὅτι ὁ θεὸς ἀληθής ἐστιν, προεπαγγει λάμενος τὸ εὐαγγέλιον διὰ τῶν προφητῶν.
 [00668]  〛 εἰ γὰρ καὶ οἱ πρὸ τοῦ Ἰωάννου προφῆται ἐκ τῆς γῆς ἐλάλουν, πῶς περὶ Χριστοῦ μαρτυροῦσιν;
 [00908]  οἷον ἓν τῶν καλῶν ἔργων ἦν τὸ ἐν Κανᾷ σημεῖον, ὅτε ὑστέρησεν ὁ πρότερος οἶνος διὰ τὸ «Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου, τὸ καλοῦ οἴνου εὐπορηκέναι ἡμᾶς, οἷς συνανάκειται Ἰησοῦς.
 [00969]  εἰς σωτηρίαν γὰρ οὐ τῶν πολλῶν κατὰ τὸ γράμμα τοῦ νόμου ἐντολῶν χρεία, ἀλλ' ὀλίγων, ἐν οἷς κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται, τῶν περὶ ἀγάπης νενομοθετημένων.
 [01207]  οἱ μὲν γὰρ πρὸ Ἰωάννου προφῆται μάρτυρες γεγόνασι τοῦ φωτὸς ἐπὶ τῷ τοὺς Ἑβραίους πιστεῦσαι δι' αὐτῶν.
 [01239]  ἐπεὶ δὲ προφῆται καὶ Μωσῆς πολλὰ τεθέανται ἄλλα, καὶ ἐν τῇ με ταμορφώσει τοῦ ὄρους οὐ πάντες ἀπέλαυσαν οἱ μαθηταί, ἀλλ' οὐδὲ τῆς κατὰ τὴν ἀνάστασιν ὄψεως ἐκοινώνησαν ἅπαντες·
000-00-00 Serial Number=0925496459
Homiliae in Ezechielem Ante [Go Back]  
 [00046]  Οὐκ ἐξιστάμενοι οἱ προφῆται προεφήτευον τῷ λαῷ, ἀλλ' ἐν τῷ κατὰ φύσιν ἱστάμενοι καὶ ἑκόντες καὶ εἰδότες ὑπούργουν τῷ πρὸς αὐτοὺς γιγνομένῳ λόγῳ·
000-00-00 Serial Number=0022197783
Homiliae in Lucam Ante [Go Back]  
 [00001]  [1.3] Ὥσπερ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τού των τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται, καὶ ἦν χάρισμα τῷ λαῷ διάκρισις πνευ μάτων, ἀφ' οὗ ἐκρίνετο ὅ τε ἀληθὴς προφήτης καὶ ὁ ψευδώνυμος·
 [00731]  Καὶ ὁ σωτὴρ δὲ ἀπεφήνατο περὶ τῶν δύο ἐντολῶν τούτων λέγων, ὅτι ἐν αὐταῖς «ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται».
000-00-00 Serial Number=0854835510
In Jeremiam Ante [Go Back]  
 [00184]  Πᾶν ὁτιοῦν πάσχουσιν οἱ προφῆται·
 [00392]  Ποῦ γὰρ προφῆται ἔτι παρ' αὐτοῖς;
 [01763]  φωτεινὰ ὄρη οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ, οἱ προφῆται, Μωσῆς ὁ θεράπων, οἱ ἀπόστολοι Ἰησοῦ Χριστοῦ.
 [01916]  ὅπερ δὲ πάσχουσιν ὑπὸ τῶν ἀκολάστων καμνόντων ἰατροί, τοῦτο πάσχουσι καὶ οἱ προφῆται καὶ οἱ διδάσκαλοι ὑπὸ τῶν οὐ βουλομένων θεραπεύεσθαι.
 [02159]  δὸς ἡμᾶς παθεῖν ἃ πεπόνθασιν οἱ προφῆται, δὸς καὶ ἡμᾶς μισηθῆναι ὡς ἐμισήθησαν οἱ προφῆται, λόγους τοιούτους δὸς ἐφ' οἷς μισηθησόμεθα, δὸς τοσαύταις περιστάσεσι περιπεσεῖν <ὅσ>αις οἱ ἀπό στολοι.
 [03451]  ὅρα ποταποὺς βίους ἐβίωσαν οἱ προφῆται, πῆ μὲν καταγελώμενοι, πῆ δὲ κινδυνεύοντες καὶ καταβαλλόμενοι καὶ λιθοβολούμενοι ὑπὸ τοῦ λαοῦ, ἀναιρούμενοι, μισούμενοι, ἐκδιωκόμενοι·
 [03552]  Εἶτα κατανόησον ὥς εἰσιν οἱ προφῆται εὐγνώμονες ἄνθρωποι, καὶ οὐκ ἀποκρυπτόμενοι τὰ ἴδια ἁμαρτήματα ὡς καὶ ἡμεῖς, καὶ λέγοντες οὐκ ἐπὶ τῶν τότε μόνον, ἀλλ' ἐπὶ πασῶν τῶν γενεῶν εἰ ἡμαρτήκασι.
000-00-00 Serial Number=0676197231
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00050]  Μωυσῆς δὲ οὗτος καὶ οἱ προφῆται, ὧν [132.30] ἕκαστος «ἀγρὸς ἦν πλήρης, ὃν εὐλόγησε Κύριος» καὶ «ἀμπελών»·
 [00149]  Εἴποιμεν ἂν «ὑετὸν» γεγονέναι τὸν πρὸ τῆς ἐπιδημίας «καιρὸν τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν» τὸν νομικὸν καὶ προφητικὸν λόγον, πεπαῦσθαι δὲ τοῦτον, ἐπειδὴ «ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου»·
000-00-00 Serial Number=0191787362
Philocalia Ante [Go Back]  
 [00538]  ἐκ γὰρ τοῦ πληρώ ματος αὐτοῦ λαβόντες οἱ προφῆται λέγουσι·
 [00879]  ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται, καὶ ὁ ἐν αὐτοῖς πνευματικὸς λόγος.
 [01097]  πρῶτον δὲ ἡμῶν σοφοὶ, Μωσῆς ὁ ἀρχαιότατος καὶ οἱ ἑξῆς αὐτῷ προφῆται, οὐδαμῶς ῥητὸν ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν, ἔγραψαν μὲν, ὡς θεοῦ ἑαυτὸν ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι ὤφθη ὁ θεὸς φέρ' εἰπεῖν τῷ Ἀβραὰμ, ἢ τῷ Ἰσαὰκ, ἢ τῷ Ἰακώβ.
 [01140]  καίτοι γε ἡ πρώτη Ἰουδαίων λέξις, ᾗ οἱ προφῆται χρησάμενοι καταλελοίπασιν ἡμῖν βιβλία, Ἑβραίων διαλέκτῳ καὶ σοφῇ συνθέσει τῶν ἐν τῇ διαλέκτῳ κατ' ἐκείνους ἀναγέγραπται.
 [01151]  οἱ δὲ ἐν Ἰουδαίοις προφῆται καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ, οἱ μακρὰν χαίρειν εἰπόντες τῇ ποικίλῃ τῶν λέξεων συνθέσει καὶ τῇ, ὡς ὠνόμασεν ἡ γραφὴ, σοφίᾳ ἀνθρώπων καὶ σοφίᾳ κατὰ σάρκα, τὴν γλῶσσαν αἰνισσομένη, ὁμοιωθεῖεν ἂν τοῖς τὴν αὐτὴν τῶν βρωμάτων ποιότητα ὑγιεινοτάτην προνοησαμέ νοις συνθέσει λέξεων σκευάσαι καὶ εὐτρεπίσαι φθανούσῃ ἐπὶ τὰ πλήθη τῶν ἀνθρώπων καὶ μὴ ξενιζούσῃ τὴν διά λεκτον αὐτῶν, μηδὲ διὰ τοῦ ξενισμοῦ ἀποστρεφούσῃ ἀκούειν ὡς ἀσυνήθων τῶν τοιῶνδε διαλέξεων.
 [01366]  [17.5] Ταῦτα δὴ καὶ τὰ τούτοις ἀνάλογον ἀπόρρητα ἐπι στάμενοι Μωσῆς καὶ οἱ προφῆται ἀπαγορεύουσιν ὄνομα θεῶν ἑτέρων ὀνομάζειν ἐν στόματι μελετήσαντι τῷ ἐπὶ πᾶσι μόνῳ εὔχεσθαι θεῷ, καὶ ἀναμνημονεύειν ἐν καρδίᾳ διδασκομένῃ καθαρεύειν ἀπὸ πάσης ματαιότητος νοημάτων καὶ λέξεων.
 [02076]  ὁποῖοί εἰσιν οἱ καθ' ἡμᾶς προφῆται καὶ Μωσῆς, ᾧ μεμαρτύρηκε διὰ τὴν πολλὴν καθαρότητα ὁ λόγος εἰπών·
 [02609]  ἀνόσιον δὲ τὸ μὴ ἐπιρρίψαι ἑαυτὸν τῷ πάντων ἀρχόντων φανέντι καὶ ἀποδειχθέντι δυνατωτέρῳ, πρὸς ὃν εἶπεν ὁ θεὸς, ὡς οἱ προφῆται πρὸ πολλῶν προεῖπον γενεῶν·
 [03332]  πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται·
000-00-00 Serial Number=0893491089
Philocalia sive Ecloga Ante [Go Back]  
 [00486]  Πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται·
000-00-00 Serial Number=0480457544
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00056]  Μωϋσῆς δὲ οὗτος, καὶ οἱ προφῆται, ὧν ἕκαστος ἀγρὸς ἦν πλήρης, ὃν εὐλόγησε Κύριος·
 [00181]  πεπαῦσθαι δὲ τοῦτον, ἐπειδὴ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου·
 [00353]  εἰργάσαντο δὲ κηρίον καὶ μέλι προφῆται καὶ ἀπόστολοι.
000-00-00 Serial Number=0330825269
Scholia in Lucam Ante [Go Back]  
 [00006]  Ὥσπερ δὲ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τούτων τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται·
000-00-00 Serial Number=0883420825
Scholia in Matthaeum Ante [Go Back]  
 [00226]  ∆οῦλοι πρῶτοι καὶ δεύτεροι παθόντες ἄτοπον, οἱ κατὰ διαφόρους και ροὺς ἀποσταλέντες προφῆται, οἷς τὸν μὲν ἔδηραν, ὡς Μιχαίαν, πατάξαντος ἐπὶ σιαγόνα Σεδεκίου·
 [00300]  Ἢ πωλοῦντές εἰσι προφῆται, ἀπόστολοι, εὐαγγελι σταὶ, δι' ὧν τις μαθητευθεὶς τὴν ἀρετὴν ἐργάζεται.
000-00-00 Serial Number=0102037966
Selecta in Genesim Ante [Go Back]  
 [00871]  Ὅτι παρηκολούθουν οἱ προφῆται νοοῦντες περὶ ὧν προεφήτευον.
000-00-00 Serial Number=0254475117
Selecta in Psalmos Ante [Go Back]  
 [01293]  Ὁ δὲ Παῦλος ἐν ᾧ κρέμαται ὁ νόμος καὶ οἱ προφῆται, βουλόμενος παραστῆσαι ὁποῖός ἐστι, (λέγω δὲ τὴν ἀγάπην·) φη σίν·
 [01386]  Πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν Γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται·
 [02007]  Οἱ γὰρ προσδοκήσαντες αὐτὴν ὡσπερ εὶ ἔξω ἔβλεπον καθειργμένοι ἐν ᾅδου, πρῶτον [12.1192] μὲν οἱ προφῆται, ἔπειτα οἱ λοιποὶ πάντες δίκαιοι·
 [02434]  ἀσυγκρίτως γὰρ ὑπερέσχον κατὰ μὲν ἀνδρείαν ἀπόστολοί τε, προφῆται καὶ μάρ τυρες, κατὰ δὲ σωφροσύνην Ἰωσὴφ καὶ Σωσάννα, καὶ κατὰ τὰς ἑτέρας ὁμοίως.
 [03488]  «Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου,» λέγουσιν οἱ προφῆται, ἐπεὶ «πέτρα ἦν ὁ Χριστός.».
 [06955]  Μήποτε τράπεζα ἀφ' ἧς ἡ λογικὴ τροφὴ τοῦ λαοῦ ἦν, ὁ νόμος καὶ οἱ προφῆται.
 [08836]  Ταύτην τὴν ἡμέραν οὐ νομοθέται, οὐ προφῆται πε ποιήκασιν, ἀλλ' αὐτὸς ὁ τῆς δικαιοσύνης ἥλιος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»