0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σημεῖον [113]


000-00-00 Serial Number=0283539355
Adnotationes in Genesim Ante [Go Back]  
 [00045]  Ἅμα τε εἰς τὴν πόλιν ἀπεσώθη, καὶ τὸ πῦρ ἐπεφέρετο ταῖς πόλεσι, σημεῖον τῆς μελλούσης συντελείας.
000-00-00 Serial Number=0661142826
Commentarii in Romanos Ante [Go Back]  
 [00237]  «Πῶς οὖν ἐλογίσθη;» *** ἀποφαίνεται ὅτι μετὰ τὴν ἐκ πίστεως δικαίωσιν λαβὼν τὴν περιτομὴν σημεῖον καὶ σφραγῖδα εἴληφεν τῆς ἐν ἀκρ]οβυστίᾳ πίστεως, ἵνα εἰ καὶ ἀμφοτέρων (λέγω δὲ τῶν ἐκ περιτομῆς καὶ τῶν ἐν ἀκροβυστίᾳ) πατὴρ χρηματίζειν ἔμελλεν καθὸ μὲν | ἐλογίσθη ἡ πίστ̣ι̣ς̣ α̣υ᾿̣τω῀̣ ει᾿̣ς̣ δ̣ι̣κα̣ι̣ο̣σ̣υ´̣ν̣ην ἔτι̣ ὄντι ἐν ἀκροβυστίᾳ[···
 [00239]  ὀκταη̣μέρου ἀρξαμένης ἀπὸ τοῦ Ἰσαάκ *** Λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλείουσαν, δίκην τῶν ἐσφραγισμένων, τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων, ἵν' οἱ μετὰ τὴν πίσ τιν ἐκεῖνοι γενόμενοι ἐκ περιτομῆς τοῦ Ἀβραάμ, ἕτεροι ὄντες τῶν | ἐκ πίστεως δικαιωθησομένων τέκνων αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτερος ὦσι λαὸς παρὰ τὸν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησόμενον *** καὶ κατὰ τὸν Παῦλον δὲ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται *** Ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ·
 [00240]  ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ | ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφ[ρ]αγὶς καὶ τὸ σημεῖον ἐκεῖνο λυθήσεται, ἐνστάντος τοῦ πληρώματος τοῦ χρόνου μέχρις ὅτου τὴν σφραγῖδα τηρεῖσθαι ἐχρῆν, ὥστ' ἂν λεχθῆναι τῷ νῦν βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν ὅτι «Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει».
 [00484]  καὶ σημεῖον ἔλαβεν περιτομὴν σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων [4.12] δι' ἀκροβυστίας, εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην, καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
000-00-00 Serial Number=0986279190
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00360]  καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόν των δι' ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην·
 [00362]  λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλίνουσαν, δίκην τῶν ἐσφραγισμένων, τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων·
 [00365]  ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφραγὶς καὶ τὸ σημεῖον ἐκεῖνο ἐλύθη, ὥστ' ἂν λεχθῆναι τῷ βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν ὅτι ἐὰν περιτέμνηθε, Χριτὸ ὑμᾶ οὐδὲν ὠφελήει.
000-00-00 Serial Number=0574529767
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00495]  ἀλλὰ καὶ δεύτερον καὶ διάκονον καὶ δοῦλον τῆς γνώσεως Ἰησοῦ τὸν ἐν τῇ ἀνατολῇ φανέντα ἀστέρα δεδημιουργῆσθαι, ἤτοι ὅμοιον ὄντα τοῖς λοιποῖς ἄστροις ἢ τάχα καὶ κρείττονα, ἅτε τοῦ πάντων διαφέροντος γενόμενον σημεῖον.
 [02478]  Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
 [02948]  [10.24.138] Οἶμαι δὲ ἔτι καὶ σημεῖον πεποιηκέναι αὐτὸν διὰ τῶν εἰρημένων βαθύτερον, ὥστε σύμβολον ἡμᾶς νοεῖν γεγονέναι ταῦτα τοῦ μηκέτι μέλλειν τὴν περὶ τὸ ἱερὸν ἐκεῖνο λατρείαν ὑπὸ τῶν ἱερέων κατὰ τὰς αἰσθητὰς θυσίας ἐπιτε λεῖσθαι, μηδὲ τὸν νόμον τηρεῖσθαι κἂν ὡς ἐβούλοντο οἱ σωμα τικοὶ Ἰουδαῖοι, δύνασθαι ἔτι.
 [03116]  Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
 [03119]  [10.35.225] Οἱ σωματικοὶ καὶ τοῖς αἰσθητοῖς φίλοι δοκοῦσίν μοι νῦν διὰ τῶν Ἰουδαίων δηλοῦσθαι, οἵτινες ἐπὶ τοῖς ὑπὸ τοῦ Ἰησοῦ ἀπελαυνομένοις, ποιοῦσιν οἶκον ἐμπορίου τὸν οἶκον τοῦ πατρός, ἀγανακτοῦντες ὑπ' αὐτῶν περιεπο μένοις ἀπαιτοῦσιν σημεῖον, καθ' ὃ σημεῖον πρεπόντως φανή σεται ὁ λόγος, ὃν μὴ παραδέχονται ἐκεῖνοι, ταῦτα ποιῶν.
 [03120]  [10.35.226] Συνάπτων δὲ ὁ σωτὴρ ὡς ἕνα τῷ περὶ τοῦ ἱεροῦ ἐκείνου τὸν περὶ τοῦ ἰδίου σώματος λόγον, ἀποκρίνεται πρὸς τὸ «Τί σημεῖον δεικνύεις, ὅτι ταῦτα ποιεῖς;» τὸ «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.».
 [03156]  «Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με», εἴρηται, τῶν τε αἰτούντων σημεῖον Ἰουδαίων αὐτοῖς δειχθῆναι, καὶ τῆς τοῦ κυρίου πρὸς αὐτοὺς ἀποκρίσεως, συνάπτοντος τὸν τοῦ ναοῦ λόγον τῷ τοῦ ἰδίου σώματος, καὶ φάσκοντος·
 [04409]  Ὡς γὰρ Ἰωάννης προσδοκῶν τὴν Χριστοῦ ἐπιδημίαν περιέμενεν τὸ δοθὲν σημεῖον, ἵνα δι' αὐτοῦ γνῷ τὸν προφητευόμενον τὸ δὲ σημεῖον ἦν·
 [04419]  [13.59.410] Κατελθὼν δὲ ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν πῶς τοῦτο δεύτερον σημεῖον πεποίηκεν ὁ Ἰησοῦς, κατὰ τὸ δυνατὸν ἐν τοῖς ἑξῆς γενόμενοι κατὰ τὴν λέξιν ἐρευνήσομεν.
 [04470]  [13.62.n] Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
 [04481]  [13.62.436] Ὅρα δὲ τὴν οἰκονομίαν εἰ δυνάμεθα νοῆσαι τὸ καὶ ἐπισεσημειῶσθαι τὸν εὐαγγελιστὴν περὶ τοῦ δεύτερον τοῦτο τὸ σημεῖον γεγονέναι κατελθόντος ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν τοῦ κυρίου.
 [04511]  οἷον ἐν τῇ Σαμαρείᾳ σημεῖον ἦν τὸ «Πέντε ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνὴρ» ἐφ' ᾧ καὶ καταπλα-γεῖσα ἡ γυνή φησιν·
 [04518]  [13.64.449] Ἔτι πρὸς τὸ «Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς» καὶ τοῦτο λεκτέον, ὅτι οὐδαμοῦ μὲν ὠνομάσθη μόνα τὰ τέρατα·
 [04525]  [13.64.451] Ἡ γοῦν περιτο<μὴ> σημεῖον λέγεται ὑπὸ τοῦ θεοῦ ἐν τούτοις «Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν.
 [04527]  [13.64.452] Οὐδαμοῦ δὲ μόνα τὰ τέρατα ὠνομάσθη, ἐπείπερ οὐκ ἔστιν τι παράδοξον γενόμενον ἐν τῇ γραφῇ, ὃ μή ἐστι σημεῖον καὶ σύμβολον ἑτέρου παρὰ τὸ αἰσθητῶς γεγενημένον, ὡς εἴπερ ἦν τεράστιόν τι γινόμενον οὐ συμβολικὸν ἑτέρου, ἐγέγραπτο ἂν τοῦτο τὸ τέρας πεποιηκέναι τὸν Ἰησοῦν, ἢ φέρ' εἰπεῖν Μωσέα ἢ τινὰ τῶν ἁγίων.
 [04529]  «Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς»·
 [04531]  «Ἐὰν μὴ σημεῖα ἴδητε, οὐ μὴ πιστεύσητε» οὐ γὰρ τὰ σημεῖα γινόμενα προκαλεῖται ἐπὶ τὸ πιστεύειν, ᾗ σημεῖά ἐστιν, ἐὰν τύχῃ τὸ σημεῖον μὴ εἶναι καὶ τέρας ἀλλὰ «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε» ὑμῶν μὲν πιστευόντων διὰ τὸ παράδοξον, ἡμῶν δὲ πρὸς τούτῳ καὶ διὰ τὸ οὗ ἐστι σημεῖον ἐπιτελούντων αὐτό.
 [07281]  χαλεπὸν μὲν οὖν ἰδεῖν καὶ ὑπὲρ ἡμᾶς, τίνος σύμβολον εἶναι δύναται τὸ σημεῖον τοῦτο.
000-00-00 Serial Number=0306299031
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00038]  [99.10] οἷς λεκτέον κατὰ τὸ ῥητόν, ὅτι ὡς ἀπὸ τοῦ πολλοῦ τῆς ἐκπυρώσεως καπνοῦ ἢ ἀπὸ τοῦ μη κέτι τρέφεσθαι τοῖς ἀναθυμιάμασιν οἱ μεγάλοι φωστῆρες σκοτίζονται καὶ οὐ διδόασι τὸ φῶς, οὕτω μαραινομένου τοῦ ἐν τοῖς ἄστροις φωτὸς τὸ λεῖπον γεῶδες οὐ δυνάμενον μετεωρίζεσθαι ἔξεδρον ἀπὸ τῶν οὐρανῶν ἔσται, αἵ τε λογικαὶ τῶν οὐρανῶν δυνάμεις ξένον σάλον παθοῦσαι καὶ τοῦ διελη λυθότος αὐτοὺς πάλιν κατιόντος σα λευθήσονται, τάχα ἐπὶ τὸ βέλτιον, [100] τό τε σημεῖον, ᾧ εἰρηνοποιήθη τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς φανεῖται, ὡς τοὺς ἀπίστους εἰς συναίσθησιν ἐλθόντας θρηνῆσαι ἐπὶ τῷ κακῶς εἰρηκέναι Χριστιανισμόν.
000-00-00 Serial Number=0058928251
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00094]  Ἔτι δὲ καὶ τοῦτο σημεῖον ἀρίστου ἐστὶ μαργαρίτου τὸ τὴν περιφέρειαν τετορνευμένην ἔχειν καὶ τὸ χρῶμα λευκότατον καὶ διαυγέστατον καὶ τῷ μεγέθει μέγιστον.
 [00358]  «Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι», τοῦ ἐν Ἠλίᾳ πνεύματος καὶ τῆς ἐν ἐκείνῳ δυνάμεως μετεληλυθυιῶν ἐπὶ τὸν Ἰωάννην, οὕτως ᾤετο ὁ Ἡρώδης τὰς ἐν Ἰωάννῃ δυνάμεις ἐν μὲν τῷ Ἰωάννῃ ἐνηργηκέναι τὰ τοῦ βαπτίσματος καὶ τῆς διδασκαλίας »Ἰωάννης γὰρ ἐποίησε σημεῖον οὐδὲ ἕν» , ἐν δὲ τῷ Ἰησοῦ τὰς τεραστίους δυνάμεις.
 [00924]  [00924] [12.1] Καὶ προσελθόντες Σαδδουκαῖοι καὶ Φαρισαῖοι, πειρά ζοντες ἐπηρώτων αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς (16, [1[] [4]).]
 [00931]  [12.2] Ἐπὶ ταῦτα δὲ τῷ λόγῳ ἐληλύθαμεν διὰ τοὺς ἅμα προσελθόντας τῷ Ἰησοῦ Φαρισαίους καὶ Σαδδουκαίους, τοὺς ἐν τοῖς περὶ ἀναστάσεως διαφωνοῦντας, καὶ οἱονεὶ συμφωνήσαντας διὰ τὸ πειράσαι τὸν σωτῆρα ἡμῶν καὶ ἐπερωτῆσαι αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.
 [00932]  οὐ γὰρ ἀρκούμενοι τοῖς ἐν ταῖς ἰάσεσι πάσης νόσου καὶ πάσης μαλακίας «ἐν τῷ λαῷ» τεραστίοις καὶ τοῖς ἄλλοις παραδόξοις, ἃ ἐν γνώσει πολλῶν πεποιήκει ὁ σωτὴρ ἡμῶν, ἠβούλοντο αὐτὸν ἐπιδεῖξαι αὐτοῖς καὶ ἐξ οὐρανοῦ σημεῖον.
 [00933]  καὶ στοχάζομαι ὅτι ὑπενόουν μὲν τὰ ἐπὶ γῆς σημεῖα, ὡς δυνάμενα καὶ μὴ ἐκ θεοῦ εἶναι (οὐκ ὤκνησαν γοῦν λέγειν ὅτι «ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια» ὁ Ἰη σοῦς), ἐδόκει δ' αὐτοῖς μὴ δύνασθαι ἐξ οὐρανοῦ σημεῖον ἀπὸ Βεελζε βοὺλ ἤ τινος πονηρᾶς γίνεσθαι δυνάμεως.
 [00938]  «αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος»·
 [00939]  εἰ γὰρ μὴ ἦν σημεῖα καὶ οὐ «παρὰ κυρίου τοῦ θεοῦ» τινα τῶν εἰς βάθος καὶ τῶν εἰς ὕψος, οὐκ ἂν ἐλέλεκτο τὸ «αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος».
 [00940]  εὖ οἶδα δὲ ὅτι δόξει τινὶ βίαιον εἶναι τὸ τοιοῦτον τῆς περὶ τοῦ «αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου» ἐκδοχῆς·
 [00943]  Τάχα δὲ καὶ ταῦτα ὑφορώμενοι διὰ τὰς περὶ αὐτοῦ προφητείας οἱ Φαρισαῖοι (ζητῶ δ' εἰ καὶ Σαδδουκαῖοι) πειράζοντες ἐπηρώτων σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς τὸν Ἰησοῦν.
 [00954]  γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, ὅτε καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθε.
 [00955]  τὸ σημεῖον δὲ ἄρα τοῦ Ἰωνᾶ κατὰ τὴν ἐρώτησιν αὐτῶν οὐχ ἁπλῶς σημεῖον ἦν, ἀλλὰ καὶ ἐξ οὐρανοῦ·
 [00956]  ὥστε αὐτὸν καὶ τοῖς πει ράζουσι καὶ ἐπιζητοῦσι σημεῖον ἐξ οὐρανοῦ οὐδὲν ἧττον κατὰ τὴν πολλὴν αὐτοῦ ἀγαθότητα δεδωκέναι τὸ σημεῖον.
 [00959]  καὶ δοκεῖ μοι συνάπτειν τὸ ἀφ' ἑαυτοῦ σημεῖον ὁ σωτὴρ τῷ λόγῳ τοῦ κατὰ τὸν Ἰωνᾶν σημείου, λέγων οὐχ ὅμοιον ἐκείνῳ μόνον δίδοσθαι σημεῖον ὑπ' αὐτοῦ, ἀλλὰ καὶ αὐτὸ ἐκεῖνο.
 [00960]  πρόσχες γὰρ τῷ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
 [00962]  ἅμα δὲ καὶ καθολικόν τι μανθάνομεν ὅτι, εἴπερ τὸ σημεῖον σημαίνει τι, ἕκαστον τῶν ἀναγεγραμμένων σημείων (εἴτε ὡς ἐν γενομένῃ ἱστορίᾳ εἴτε ὡς <ἐν> ἐντολῇ) δηλωτικόν τινός ἐστιν ὕστερον πληρουμένου·
 [00963]  οἷον τὸ σημεῖον Ἰωνᾶ, ἐξιόντος μετὰ τρεῖς ἡμέρας ἀπὸ τῆς κοιλίας «τοῦ κήτους», τῆς τοῦ σωτῆρος ἡμῶν ἦν ἀναστάσεως μετὰ «τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας» ἀνισταμένου ἀπὸ τῶν νεκρῶν, καὶ ἡ περι τομὴ λεγομένη «σημεῖον» τῆς παρὰ τῷ Παύλῳ δηλουμένης ἐν τῷ·
 [00965]  ζήτει δὲ καὶ σὺ πᾶν τὸ ἐν τοῖς παλαιοῖς γράμμασι σημεῖον τίνος ἐν τῇ καινῇ γρα<φῇ τύπος πράγ>ματός ἐστι, καὶ τὸ ἐν τῇ καινῇ διαθήκῃ ὀνομασθὲν σημεῖον τίνος ἐστὶν ἢ ἐν τῷ μέλλοντι αἰῶνι δη λωτικὸν ἢ καὶ ἐν ταῖς ὕστερον γενεαῖς μετὰ τὸ γεγονέναι τὸ σημεῖον.
 [00978]  αὐτὸ δὲ τὸ «ἄρ' οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει» παρειλήφαμεν βουλόμενοι σαφῶς παραστῆσαι, διὰ τί τοῖς πειράζουσι Φαρισαίοις καὶ Σαδδουκαίοις καὶ ἐπιζητοῦσι σημεῖον ἐξ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς ὁ Ἰησοῦς εἶπεν οὐ μόνον τὸ γενεὰ πονηρά, ἀλλὰ καὶ μοιχαλίς.
 [02289]  σημεῖον δὲ τοῦ βιβλίου τῆς ἀποστασίας καὶ τὸ μήτε ἑορτά ζειν αὐτοὺς δύνασθαι κἂν κατὰ τὸ γράμμα, τοῦ βουλήματος τοῦ νόμου προστάξαντος «ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεὸς» ἑορτάζειν αὐτούς.
 [02472]  σημεῖον δὲ τῆς τῶν νηπίων προσαγωγῆς οἱ πολλοὶ τῆς ἐκκλη σίας ἐν Χριστῷ νήπιοι καὶ θηλά ζοντες, «χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς», πρὸς οὓς λέγοι ἂν <ὁ λέγων> («ὡς ἂν τροφὸς θάλπουσα τὰ ἑαυτῆς τέκνα» θάλπων αὐτοὺς) τὸ «γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·
000-00-00 Serial Number=0644729555
Contra Celsum Ante [Go Back]  
 [00360]  Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.
 [00364]  ∆ιὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον·
 [00375]  Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος, ἑξῆς δὲ τὸ διδόμενον σημεῖον τὸ Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν.
 [00376]  Ποῖον οὖν σημεῖον τὸ νεάνιδα, μὴ παρθένον τεκεῖν;
 [00380]  Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου, ἀπαντήσομεν·
 [00383]  ἀλλὰ καὶ τὸ σημεῖον τοῦτο εἰς βάθος ἢ εἰς ὕψος λέγεται εἶναι, ἐπεὶ Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
 [00971]  Ἔστιν οὖν ἰδεῖν μετὰ τὴν Ἰησοῦ ἐπιδημίαν Ἰουδαίουςκαταλελειμμένους πάντῃ καὶ μηδὲν ἔχοντας τῶν πάλαι νομιζομένων αὐτοῖς εἶναι σεμνῶν ἀλλὰ καὶ μηδὲν σημεῖον τοῦ εἶναί τινα θειότητα παρ' αὐτοῖς.
 [01058]  Ὁ γὰρ παραδιδοὺς αὐτὸν ἔδωκε τῷ ἐληλυθότι ἐπὶ τὸ συλλαβεῖν τὸν Ἰησοῦν σημεῖον ὄχλῳ λέγων·
 [01548]  Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας, ὃ ἐλάλησε πρός σε λέγων·
 [01915]  παρὰ δὲ μόνοις Ἰουδαίοις, φάσκουσιν ἀνακεῖσθαι τῷ τῶν ὅλων θεῷ, οὐδὲν ἦν σημεῖον ἢ τεράστιον, τὸ συνεργοῦν καὶ βεβαιοῦν αὐτῶν τὴν εἰς τὸν κτίσαντα τὰ ὅλα πίστιν μετὰ καὶ ἐλπίδος τῆς περὶ ἄλλου ζῆν μείζονος;
 [03655]  ἀλλὰ κατὰ μὲν τὸν ποιητὴν καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε, κατὰ δέ τι σημεῖον καὶ Ἀπόλλων ἀγγέλῳ χρῆται ἱέρακι·
000-00-00 Serial Number=0293758750
De principiis Ante [Go Back]  
 [00322]  καὶ «δέδοται σημεῖον τῷ οἴκῳ ∆αυείδ»·
000-00-00 Serial Number=0314871848
Enarrationes in Job Ante [Go Back]  
 [00720]  ∆όξει μὲν οὖν καὶ σημεῖον εἶναι τὸ, ∆άκτυλον ἐπι θέντες ἐπὶ στόματι αὐτῶν, σιωπῆς.
000-00-00 Serial Number=0784430504
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00036]  καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι δυσσεβοῦντας, ἀλλ' εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον·
000-00-00 Serial Number=0464560688
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00139]  ἔστι δὲ καὶ ἄλλο σημεῖον, ὅτι οἱ λόγοι κυρίου ὡς πέλυξ κόπτων πέτραν.
 [00326]  «ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς·
000-00-00 Serial Number=0095251679
Fragmenta in Psalmos Ante [Go Back]  
 [02530]  Τετραχῶς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ νόμου τὴν βουλὴν ὡς τύπον τινὰ δηλοῦσαν, η ὡς σημεῖον ἐμφαίνουσαν, η ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν, η θεσπίζουσαν ὡς προφητείαν.
 [02752]  Ει ποτε ἐν κινδύνοις ὁποίοις δήποτε γενόμενος ἐῤῥύσθην, σημεῖον ελαβον ἀπὸ Θεοῦ·
 [03177]  [85.17] Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀ γαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, οτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρακάλεσάς με.
 [03178]  Οὐχ ἁπλῶς σημεῖον, ἀλλὰ σημεῖον ἀγα θὸν, ἀντὶ τοῦ·
 [03179]  Ποίησον σημεῖον ἐμοὶ φέρον τὸ σωτήριον.
 [04835]  [118p.5] Οταν δὲ τελειώμεθα ἐν τοῖς στοιχεί οις, ὁ ἑπτὰ ἀριθμὸς ἀτιμητέος ἡμῖν, οτι δὴ καὶ τῇ υλῃ ἀνίεται ουτος, ειπερ ἐστὶν ὁ ἑπτὰ σημεῖον ὑλικῆς παχύτητος·
000-00-00 Serial Number=0377434075
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00320]  ἐπι στατέον δὲ καὶ τῷ μεμενηκέναι τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ μόνον τὸν Ἰησοῦν, εἰ γὰρ καὶ ἐπ' ἄλλον ἔμενεν κατελθόν, οὐκ ἦν σημεῖον δεικνύον τὸν βαπτίζοντα ἐν ἁγίῳ πνεύματι.
 [00415]  «Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα «ποιεῖς;» ∆υνάμει, λέγοντες, πηλίκος εἶ καὶ ποίαν θεοσέβειαν τελεῖν δυνάμενος, ὅτι τοιαῦτα πράττεις, τολμῶν ὅλον πολυάνθρωπον ἔθνος ἀπελαύνειν μόνος;] [33] Ἐπίστευον δὲ οὐκ εἰς αὐτόν, ἀλλ' εἰς τὸ ὄνομα αὐτοῦ.
 [00908]  οἷον ἓν τῶν καλῶν ἔργων ἦν τὸ ἐν Κανᾷ σημεῖον, ὅτε ὑστέρησεν ὁ πρότερος οἶνος διὰ τὸ «Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου, τὸ καλοῦ οἴνου εὐπορηκέναι ἡμᾶς, οἷς συνανάκειται Ἰησοῦς.
 [01078]  ἅμα γὰρ τῷ ἄρξασθαι καὶ ἐπαύσατο, καὶ ὡς ἔπος εἰπεῖν σημεῖον ἦν χρόνου.
000-00-00 Serial Number=0445620775
Homiliae in Leviticum Ante [Go Back]  
 [00063]  Τοιοῦτον καὶ τὸ «δεθὲν» ἐν τῇ γενέσει τοῦ Φαρὲς καὶ τὸ δειχθὲν ἀπὸ Ῥαὰβ τῆς πόρνης τοῖς κατασκόποις «σημεῖον».
000-00-00 Serial Number=0184359014
In Jeremiam Ante [Go Back]  
 [00180]  «Μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι», σημεῖον δὲ τοῦ μὴ εἶναι αὐτὸν νεώτερον, ἀλλ' «ἄνδρα τέλειον», τὸ «πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις·
000-00-00 Serial Number=0075749278
In Jesu Nave homiliae Ante [Go Back]  
 [00007]  «Στήτω ὁ ἥλιος», οὐκ ἀνέβλεψεν εἰς τὸν οὐρανόν, οὐκ ἔδειξε σημεῖον οὐράνιον.
000-00-00 Serial Number=0266263545
Philocalia Ante [Go Back]  
 [00200]  καὶ δέδοται σημεῖον τῷ οἴκῳ ∆αυείδ·
 [02020]  ἀλλὰ κατὰ μὲν τὸν ποιητὴν καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων, «αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε·» κατὰ δέ τι σημεῖον καὶ Ἀπόλλων ἀγγέλῳ χρῆται ἱέρακι·
 [03547]  εἰ γὰρ τὸ ὑποπίπτειν ἐπιτιμίοις διὰ τὰ ἁμαρτήματα μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον, ἐπιτιμώμενος καὶ ὁ Φαραὼ μετὰ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ κολαζόμενος ἅμα τῷ λαῷ αὐτοῦ, ὅρα εἰ μὴ οὐ μάτην ἐπιτετίμηται μηδὲ ἐπὶ τῷ ἰδίῳ κακῷ.
000-00-00 Serial Number=0538165569
Philocalia sive Ecloga Ante [Go Back]  
 [00696]  Εἰ γὰρ τὸ ὑποπίπτειν ἐπιτιμίοις διὰ τὰ ἁμαρτήματα μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον, ἐπιτιμώμενος καὶ ὁ Φαραὼ μετὰ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ κολαζόμενος ἅμα τῷ λαῷ αὐτοῦ, ὅρα εἰ μὴ οὐ μάτην ἐπιτετίμηται μηδὲ ἐπὶ τῷ ἰδίῳ κακῷ.
000-00-00 Serial Number=0879625022
Scholia in Matthaeum Ante [Go Back]  
 [00354]  Τοῦτό ἐστι τὸ σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν, λέγων·
 [00355]  Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπι [17.309] ζητεῖ, καὶ ἑξῆς·
000-00-00 Serial Number=0321250081
Selecta in Ezechielem Ante [Go Back]  
 [00382]  Ὥσπερ γὰρ εἰσὶν οἳ ποιοῦσι φαλάκρωμα ἐπὶ νεκρῷ, οὕτως οἱ αἰσχυνόμενοι ἐπὶ τοῖς ἰδίοις πταίσμα σιν, ἀποθέμενοι τὸν κόσμον τῆς νοητῆς αὐτῶν κεφα λῆς, καὶ ξυράμενοι, φοροῦσιν ἐπ' αὐτῆς τὸ σημεῖον τοῦ πένθους.
 [00475]  Καὶ δὸς σημεῖον.
 [00476]  Οἱ μὲν Ἑβδομήκοντα τῷ ἐν δεδυμένῳ φασὶ τὸν ποδήρη προστετάχθαι ὑπὸ τῆς δόξης τοῦ Κυρίου, σημεῖον δοῦναι ἐπὶ τὰ μέτωπα τῶν καταστεναζόντων καὶ ὀδυνωμένων·
 [00628]  Οὕτω καὶ ὁ Κύριος ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ, ὅτι, Ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ.
 [00629]  Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον·
000-00-00 Serial Number=0785864651
Selecta in Genesim Ante [Go Back]  
 [00418]  Καὶ ὅρα σοφίαν, οἷον τίθησι σημεῖον.
000-00-00 Serial Number=0461051702
Selecta in Jesum Nave Ante [Go Back]  
 [00065]  Τὸ δὲ, ἐπὶ ἓξ ἡμέρας κυκλοῦν τὴν πόλιν τοὺς ἱερεῖς, σημεῖον ἂν εἴη τοῦ διὰ τῶν ἓξ ἡμερῶν τοῦ παρόντος αἰῶνος τοὺς ἁγίους ἅπαντας σαλπίζειν καὶ κηρύττειν ἄφεσιν ἁμαρτιῶν τοῖς μετανοεῖν βου λομένοις.
000-00-00 Serial Number=0915898263
Selecta in Job Ante [Go Back]  
 [00170]  ∆όξει μὲν οὖν καὶ σημεῖον εἶναι σιωπῆς τὸ, δάκτυλον ἐπιθεῖναι ἐπὶ τῷ στόματι·
000-00-00 Serial Number=0047635436
Selecta in Numeros Ante [Go Back]  
 [00029]  Ὥσπερ ὁ χαλ-κοῦς ὄφις σημεῖον τῆς ἀπιστίας αὐτῶν, οὕτω καὶ τὰ πυρεῖα τῶν περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρὼν πε ρίθεμα ὄντα τῷ θυσιαστηρίῳ.
000-00-00 Serial Number=0351093352
Selecta in Psalmos Ante [Go Back]  
 [01504]  Σημεῖον γὰρ, φησὶ, τοῦ φωτὸς τοῦ ἐν τῇ προσόψει σου, φθάσαν εἰς ἡμᾶς, ἐντετύπωται ἡμῖν, καὶ αὐτὸ τὸ φῶς τῆς προσόψεώς σου ἐγκεχάρακται, ὥστε τὸν εἰδότα ὁρᾷν σημεῖον τοῦ φωτὸς σεσημειω μένον Θεοῦ τηνικαῦτα νοεῖν τοῦτο γενόμενον ἐν ἡμῖν.
 [01517]  ∆ίελθε μέσην Ἱερουσα λὴμ, καὶ δὸς σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς.
 [01521]  ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.».
 [01523]  ἢ τί τὸ σημεῖον τὸ ἐπὶ τὰ μέτωπα διδόμενον τῶν τῆς ἀληθείας ζηλωτῶν καὶ στεναζόντων ἐπὶ ταῖς παραβάσεσι ταῖς γινομέναις ἐν τῷ λαῷ, ἢ ἡ κοινωνία τῆς θειότητος εἰς τοὺς ὑγιῶς αὐτὴν νοοῦντας φθάνουσα;
 [02948]  Ὁ εἰς σημεῖον ἀντιλεγόμενον γενόμενος ταῦτά φησι Χριστὸς, ὃν ὁ Θεὸς κατέστησεν εἰς κεφαλὴν ἐθνῶν.
 [08905]  εἴπερ ἐστὶν ὁ ἑπτὰ σημεῖον ὑλικῆς παχύτητος·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»