0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σωτηρίᾳ [54]


000-00-00 Serial Number=0342709661
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00609]  [1.32.231] Τολμητέον γὰρ εἰπεῖν πλείονα καὶ θειοτέραν καὶ ἀληθῶς κατ' εἰκόνα τοῦ πατρὸς τὴν ἀγαθότητα φαίνεσθαι τοῦ Χριστοῦ, ὅτε «ἑαυτὸν ἐταπείνωσε γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», ἢ εἰ «ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», καὶ μὴ βουληθεὶς ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ γενέ σθαι δοῦλος.
 [00898]  [2.7.54] Ἔργον δὲ τοῦ λόγου ὥσπερ κρίνειν ἐν δικαιο σύνῃ οὕτω καὶ πολεμεῖν ἐν δικαιοσύνῃ, ἵν' ἐκ τοῦ τοὺς ἐχθροὺς λόγῳ καὶ δικαιοσύνῃ οὕτω πολεμεῖν ἀναιρουμένων τῶν ἀλόγων καὶ τῆς ἀδικίας λέγεσθαι ἐνοικήσῃ καὶ δικαιώσῃ, ἐκβάλλων τὰ ἐναντία τῆς ψυχῆς τοῦ, ἵν' οὕτως εἴπω, ἐπὶ σωτηρίᾳ αἰχμαλωτισθέντος ὑπὸ Χριστοῦ.
 [00969]  [2.11.83] Ἢ τάχα ἔστι καὶ τοῦτο εἰπεῖν, ὅτι ἐδεῖτο ἡ κτίσις ὑπὲρ τοῦ ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἀλλὰ καὶ τὸ τῶν ἀνθρώπων γένος μακαρίας καὶ θείας δυνάμεως ἐνανθρωπούσης, ἥτις διορθώσεται καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ ὡσπερεὶ ἐπέβαλλέ πως τῷ ἁγίῳ πνεύματι ἡ πρᾶξις αὕτη, ἥντινα ὑπομένειν οὐ δυνάμενον προβάλλεται τὸν σωτῆρα, ὡς τὸ τηλικοῦτον ἆθλον μόνον ἐνεγκεῖν δυνά μενον, καὶ τοῦ πατρὸς ὡς ἡγουμένου ἀποστέλλοντος τὸν υἱὸν συναποστέλλει καὶ συμπροπέμπει τὸ ἅγιον πνεῦμα αὐτόν, ἐν καιρῷ ὑπισχνούμενον καταβῆναι πρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ συνεργῆσαι τῇ τῶν ἀνθρώπων σωτηρίᾳ.
 [03093]  τὰ δὲ τοῦ προνάου, ὅπου καὶ οἱ λευῖται, σύμβολον εἶναι τῶν ἔξω τοῦ πληρώματος ψυχικῶν εὑρισκομένων ἐν σωτηρίᾳ.
 [07117]  καὶ νῦν οὖν ὃν ἐὰν ἀποστέλλῃ ὁ σωτὴρ δια κονησόμενον τῇ τινων σωτηρίᾳ, ὁ ἀποστελλόμενος ἀπόστολός ἐστιν [32.17.205] Ἰησοῦ Χριστοῦ.
000-00-00 Serial Number=0164845288
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [01780]  ὅτι δὲ ὁ σωτὴρ καὶ τὸ ἅγιον πνεῦμα ἐξαπε στάλη ὑπὸ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, δεδήλωται ἐν τῷ Ἡσαΐᾳ ἐκ προσώπου τοῦ σωτῆρος λέγοντι·
 [01874]  ἀλλὰ κἂν «γυνὴ ἡ ἐν κόλπῳ ἢ φίλος ὁ ἴσος τῆς ψυχῆς» σκάνδαλα ἡμῶν γίνων ται, μὴ φεισώμεθα, ἀλλὰ ἐκκόψαντες αὐτοὺς ἀφ' ἑαυ τῶν βάλωμεν ἔξω τῆς ψυχῆς ἡμῶν ὡς οὐκ οἰκείους, ἀλλὰ πολεμίους ἡμῶν τῇ σωτηρίᾳ.
 [03253]  ἐπεδήμησε γὰρ τῷ γένει τῶν ἀνθρώ πων, ἵνα διακονήσῃ καὶ ἐπὶ τοσοῦτον ὁδεύσῃ διακονῶν ἡμῶν τῇ σωτηρίᾳ, ὡς δοῦναι τὴν ἑαυτοῦ ψυχὴν λύτρον ἀντὶ πολλῶν τῶν πιστευ σάντων εἰς αὐτόν.
000-00-00 Serial Number=0994031668
Contra Celsum Ante [Go Back]  
 [00701]  Οὐ γὰρ ἑώρα τὴν ἀκοίμητον φρουρὸν δύναμιν τῶν ἀξίων φρουρεῖσθαι καὶ τηρεῖσθαι τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ὧν πρῶτος πάντων τιμῇ καὶ ὑπεροχῇ πάσῃ μείζων ἦν ὁ Ἰησοῦς, βασιλεύς, οὐχ ὡς Ἡρώδης ᾤετο, ἐσόμενος, ἀλλ' ὡς ἔπρεπε τὸν θεὸν διδόναι βασιλείαν ἐπ' εὐεργεσίᾳ τῶν βασιλευομένων τῷ οὐ μέσην καὶ ἀδιάφορον, ἵν' οὕτως ὀνομάσω, εὐεργεσίαν εὐεργετήσοντι τοὺς ὑποτε ταγμένους ἀλλὰ νόμοις ἀληθῶς θεοῦ παιδεύσοντι καὶ ὑπάξοντι αὐτούς·
 [03569]  πολλὰ γοῦν ἴσασιν ἀλεξιφάρμακα καὶ ἀλεξίκακα καὶ δὴ καὶ λίθων τινῶν δυνάμεις ἐπὶ σωτηρίᾳ τῶν νεοσσῶν, οἷς ἂν ἐπιτύχωσιν ἄνθρωποι, θαυμαστόν τι κτῆμα ἔχειν νομίζουσι.
 [05351]  Καὶ ταῦτ' εἶπεν, ἐπεὶ μὴ εἶδε τὴν παρθενικὴν καὶ καθαρὰν γέννησιν καὶ ἀπὸ μηδεμιᾶς φθορᾶς τοῦ μέλλοντος ὑπηρετήσασθαι τῇ ἀνθρώπων σωτηρίᾳ σώματος.
 [05429]  Εἰ δὲ καὶ πολλά τις ποθεῖ σώματα πεπληρωμένα θείου πνεύματος ἰδεῖν, ἀνάλογον ἐκείνῳ τῷ ἑνὶ Χριστῷ διακονούμενα τῇ πανταχοῦ τῶν ἀνθρώπων σωτηρίᾳ, κατανοείτω τοὺς πανταχοῦ ὑγιῶς καὶ μετὰ βίου ὀρθοῦ διδάσκοντας τὸν Ἰησοῦ λόγον, χριστοὺς καὶ αὐτοὺς ὑπὸ τῶν θείων γραφῶν καλουμένους ἐν τῷ Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
 [06314]  Οὔτ' οὖν αἱρέσεις παρὰ θεῷ οὔτ' ἐστί τις θεὸς ἀντιστασιώτης αὐτῷ, κἂν οἷον Γίγαντές τινες ἢ Τιτᾶνες διὰ τὴν ἰδίαν φαυλότητα θεομαχεῖν θέλωσι μετὰ Κέλσου καὶ τῶν ἀραμένων πόλεμον πρὸς τὸν διὰ μυρίων παραστήσαντα τὰ περὶ τοῦ Ἰησοῦ καὶ πρὸς αὐτὸν τὸν ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν παντὶ τῷ κόσμῳ ἀθρόως ἑαυτὸν ὄντα λόγον, ὡς ἕκαστος χωρεῖ, ἐπιδεδωκότα.
 [06560]  Εἰ δὲ καὶ πλῆθος ποθοῦμεν ὧν φιλανθρώπων τυγχάνειν θέλομεν, μανθάνομεν Ὅτι χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, αἵτινες ὡς συγγενεῖς καὶ φίλους τοὺς μιμουμένους τὴν εἰς θεὸν αὐτῶν εὐσέβειαν ὁρῶντες συμπράττουσιν αὐτῶν τῇ σωτηρίᾳ τῶν ἐπικαλουμένων τὸν θεὸν καὶ γνησίως εὐχομένων, ἐπιφαινόμενοι καὶ οἰόμενοι αὐτοῖς δεῖν ἐπακούειν καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος ἐπιδημεῖν ἐπ' εὐεργεσίᾳ καὶ σωτηρίᾳ τῶν εὐχομένων θεῷ, ᾧ καὶ αὐτοὶ εὔχονται.
 [06665]  Κἂν φεύγῃ δέ τις Χριστιανός, οὐ διὰ δειλίαν φεύγει, ἀλλὰ τηρῶν ἐντολὴν τοῦ διδασκάλου καὶ ἑαυτὸν φυλάττων καθαρὸν ἑτέρων ὠφεληθησομένων σωτηρίᾳ.
 [06862]  ὥστε τολμᾶν ἡμᾶς λέγειν ὅτι ἀνθρώποις μετὰ προαιρέσεως προτιθεμένοις τὰ κρείττονα εὐχομένοις τῷ θεῷ μυρίαι ὅσαι ἄκλητοι συνεύχονται δυνάμεις ἱεραί, συμπαρέχουσαι <ἑαυτὰς> τῷ ἐπικήρῳ ἡμῶν γένει καί, ἵν' οὕτως εἴπω, συναγωνιῶσαι δι' οὓς ὁρῶσιν ἀντιστρατευο μένους καὶ ἀνταγωνιζομένους δαίμονας τῇ σωτηρίᾳ μάλιστα τῶν ἑαυτοὺς ἀνατιθέντων θεῷ καὶ μὴ φροντιζόντων τῆς τῶν δαιμόνων ἔχθρας, ἐὰν ἐκεῖνοι ἐξαγριαίνωσι πρὸς τὸν ἄνθρω πον, φεύγοντα μὲν αὐτῶν τὰς διὰ κνίσσης καὶ αἵματος θεραπείας παντὶ δὲ τρόπῳ λόγων καὶ πράξεων σπεύδοντα οἰκειοῦσθαι καὶ ἑνοῦσθαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ καταλύ σαντος μυρίους δαίμονας Ἰησοῦ, ἡνίκα περιῄει ἰώμενος καὶ ἐπιστρέφων τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.
 [06988]  Καὶ οὐ φεύγοντές γε τὰς κοινοτέρας τοῦ βίου λειτουργίας Χριστιανοὶ τὰ τοιαῦτα περιΐστανται ἀλλὰ τηροῦντες ἑαυτοὺς θειοτέρᾳ καὶ ἀναγκαιοτέρᾳ λειτουργίᾳ ἐκκλησίας θεοῦ ἐπὶ σωτηρίᾳ ἀνθρώπων καὶ ἀναγκαίως ἅμα καὶ δικαίως ἡγούμενοι καὶ πάντων πεφροντικότες, τῶν μὲν ἔνδον, ἵν' ὁσημέραι βέλτιον βιῶσι, τῶν δὲ δοκούντων ἔξω, ἵνα γένωνται ἐν τοῖς σεμνοῖς τῆς θεοσεβείας λόγοις καὶ ἔργοις καὶ οὕτω θεὸν ἀληθῶς σέβοντες καὶ πολλοὺς ὅση δύναμις παιδεύοντες ἀνακραθῶσι τῷ τοῦ θεοῦ λόγῳ καὶ τῷ θείῳ νόμῳ καὶ οὕτως ἑνωθῶσι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἑνοῦντος αὐτῷ υἱοῦ θεοῦ λόγου καὶ σοφίας καὶ ἀληθείας καὶ δικαιοσύνης πάντα τὸν προτετραμμένον ἐπὶ τὸ κατὰ θεὸν ἐν πᾶσι ζῆν.
000-00-00 Serial Number=0307192743
De oratione Ante [Go Back]  
 [00201]  καὶ τῷδε μέν τινι τοιῷδε ἐσομένῳ τόνδε τὸν ἄγγελον λειτουργὸν ἐπιπέμψω, ἀπὸ τοῦδε ἀρξόμενον τοῦ χρόνου συνεργεῖν αὐτοῦ τῇ σωτηρίᾳ καὶ μέχρι τοῦδε συνεσόμενον, τῷδε δὲ τόνδε, φέρε εἰπεῖν, τὸν τοῦδε τιμιώτερον, τῷ τοῦδε ἐσομένῳ κρείττονι.
 [00208]  «ὁ θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς» καὶ τὰ ἑξῆς.) εἰδὼς δὲ τὰ μέλλοντα, καὶ ὁποῖον τόνον ἕξει πρὸς τὴν θεοσέβειαν ὁ Παῦλος, ἐν ἐμαυτῷ μὲν, πρὶν κτίσαι τὸν κόσμον ἐπιβαλλόμενος τῇ ἀρχῇ τῆς κοσμοποιΐας, αὐτὸν ἐπιλέξομαι καὶ ταῖσδε συνεργούσαις ἀνθρώπων σωτηρίᾳ δυνάμεσιν ἅμα τῷ γεννηθῆναι παραθήσομαι, ἀφορίζων αὐτὸν «ἐκ κοιλίας μη τρὸς» καὶ ἐπιτρέπων κατὰ τὰς ἀρχὰς ἐν νεότητι ζήλῳ μετὰ ἀγνοίας ἐγγινομένῳ προφάσει θεοσεβείας διώκειν τοὺς εἰς τὸν Χριστόν μου πεπιστευκότας καὶ τηρεῖν «τὰ ἱμάτια» τῶν λιθοβολούντων τὸν θε ραπευτήν μου καὶ μάρτυρα Στέφανον, ἵνα νεανιευσάμενος ὕστερον ἀφορμῆς λαβόμενος καὶ μεταβαλόμενος ἐπὶ τὰ βέλτιστα «μὴ καυ χήσηται» «ἐνώπιον» ἐμοῦ ἀλλὰ λέγῃ·
000-00-00 Serial Number=0903048873
De principiis Ante [Go Back]  
 [00075]  εἰ μὴ ἄρα ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτόν, καὶ πάντως ἐπείσθη ἂν ἅτε οὐκ ὢν χοϊκὸς ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος, χρῄζει δὲ αὐτοῦ ὁ θεὸς ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα ἐπὶ πλεῖον ἀπειθοῦντος, διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρδίαν.
 [00222]  πρὸς γὰρ τὴν τῶν ἀνέμων πνοὴν καὶ τὴν τῶν ἀέρων εὐκρασίαν καὶ τὴν τῶν ἀστέρων λαμπρότητα, συνεργούντων τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ, πόστον ἂν ἀριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα ἀποκαταστάσεως ἡ κυβερνητικὴ τέχνη;
000-00-00 Serial Number=0696962416
Exhortatio ad martyrium Ante [Go Back]  
 [00041]  διόπερ «καρδίᾳ» μὲν ὁ θεὸς τοῖς τοιούτοις «πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται» τοῖς τοιούτοις «εἰς σωτηρίαν», καταλαμβάνουσιν ὅτι οὔτε δικαιωθήσονται, ἐὰν μὴ οὕτω πιστεύσωσι τῷ θεῷ τῆς καρδίας αὐτῶν οὕτω διακειμένης, οὔτε ἐν σωτηρίᾳ ἔσονται, ἐὰν μὴ ὁποία ἡ διάθεσις ᾖ, τοιοῦτος καὶ ὁ λόγος.
 [00286]  ὡς δ' οὐδὲν ἤνυε τὴν ἀρχὴν μηδὲ προσέχοντος τοῦ νεανίου ὡς ἀλλοτρίοις τῆς ἑαυτοῦ προαι ρέσεως τοῖς λεγομένοις, «προσκαλεσάμενος τὴν μητέρα παρῄνει γί νεσθαι τοῦ μειρακίου σύμβουλον ἐπὶ σωτηρίᾳ».
000-00-00 Serial Number=0008275986
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00068]  φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειό νων παραδόξων πιστοποιουμένου·
000-00-00 Serial Number=0682672679
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00611]  διόπερ διὰ τῆ ἀγάπη ἐδούλευαν ταῖς ἐκκλησίαις οἱ ἀπόστολοι, λειτουργοῦντες καὶ ὑπηρετοῦντες τῇ τῶν ἀνθρώπων σωτηρίᾳ.
 [00679]  χώραν τε οὐχ ἕξει ἡ ἐχθρὰ τῇ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους ἀπιστία, ἔνθα ὁ τῆς πίστεως ἐστὶ θυρεός·
000-00-00 Serial Number=0771970391
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00245]  τέλεον γὰρ ἐφ' ὑμετέρᾳ σωτηρίᾳ ἐγκα ταλέλειμμαι, μὴ ἔχουσα τὸν ἀεί με παραμυθούμενον μετὰ πεῖραν κακῶν.
000-00-00 Serial Number=0354113877
Fragmenta in Psalmos Ante [Go Back]  
 [00088]  Απειλεῖ γὰρ ἐπὶ σωτηρίᾳ Θεὸς, εφη, καὶ τοῖς Νινευΐταις επεμψεν Ιωνᾶν.
 [00404]  Φυ λάξεις ἡμᾶς, ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ, ουτοι δ' αν ειεν ἀντικείμεναι δυ νάμεις.
 [03798]  οἱ ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ ἠ γαλλιάσαντο.
000-00-00 Serial Number=0495073557
Homiliae in Lucam Ante [Go Back]  
 [00615]  τὸ γὰρ αὐτὸ βάπτισμα τοῖς μὲν ἀναξίοις καὶ κακοῖς βαπτιζομένοις εἰς «πῦρ» καὶ εἰς κρίμα γίνεται, τοῖς δὲ καλῶς καὶ ἐπὶ σωτηρίᾳ κατα βαίνουσιν εἰς «πνεῦμα ἅγιον» καὶ σωτηρίαν γίνεται.
000-00-00 Serial Number=0097524107
In Jeremiam Ante [Go Back]  
 [00843]  Ὅτε τὰ καθαρτικὰ ποιεῖ ὁ προνοῶν τῶν ὅλων θεὸς ἐπὶ ψυχῆς σωτηρίᾳ, τὸ ἐπ' αὐτῷ συνετέλεσεν·
 [01664]  καὶ ὡς συνήνεγκεν τὸ παράπτωμα τοῦ Ἰσραὴλ τῇ σωτηρίᾳ τῶν ἐθνῶν, οὕτως συνοίσει ἡ κόλασίς <τινων> τῇ ἑτέρων σωτηρίᾳ.
 [02332]  ἐγὼ πεποίηκα τάδε καὶ τάδε, καὶ ἡ οἰκονομία μου ἔπραξε τάδε καὶ τάδε, καὶ τῇ σωτηρίᾳ σου ὑπέμεινα.
 [03229]  Ἱστορίας παραθήσομαι, πῶς ὁ θεὸς ἐπὶ σωτηρίᾳ ἀπατᾷ καὶ λέγει τινά, ἵνα παύσηται ὁ ἁμαρτωλὸς τοῦ ποιεῖν, ἃ ἐποίησεν ἄν, εἰ μὴ ἠκηκόει τῶνδε τινῶν τῶν λόγων.
000-00-00 Serial Number=0151683688
Philocalia Ante [Go Back]  
 [01917]  πολλὰ γοῦν ἴσασιν ἀλεξιφάρμακα καὶ ἀλεξίκακα, καὶ δὴ καὶ λίθων τινῶν δυνάμεις ἐπὶ σωτηρίᾳ τῶν νεοσσῶν·
 [02237]  εἰ μὴ ἄρα, ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτὸν καὶ πάντως ἐπείσθη ἂν, ἅτε οὐκ ὢν χοϊκὸς, ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος, χρῄζει δὲ αὐτοῦ ὁ θεὸς, ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα, ἐπὶ πλεῖον ἀπειθοῦντος·
 [02419]  πρὸς γὰρ τὴν τῶν ἀνέμων πνοὴν καὶ τὴν τῶν ἀέρων εὐκρασίαν καὶ τὴν τῶν ἀστέρων λαμπρότητα συνεργούντων τῇ τῶν ἐμπλεόν των σωτηρίᾳ, πόστον ἂν ἀριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα ἀποκαταστάσεως ἡ κυβερνητικὴ τέχνη;
 [03517]  φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου·
000-00-00 Serial Number=0592171252
Philocalia sive Ecloga Ante [Go Back]  
 [00666]  Φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου·
000-00-00 Serial Number=0899309635
Selecta in Genesim Ante [Go Back]  
 [00764]  Οὐκοῦν ἔσθ' ὅτε συγχρώμενος ἑτέρων ἁμαρτίαις ὁ Θεὸς, οἰκεῖα βουλεύεται ἐπὶ ἄλλων σωτηρίᾳ.
000-00-00 Serial Number=0779591262
Selecta in Psalmos Ante [Go Back]  
 [00681]  ἐπὶ σωτηρίᾳ δηλονότι αὐτὸν ἔπεμπε τὸν Ἰωνᾶν.
 [00682]  Τάχα δὲ καὶ ἐνθάδε ἐπὶ σωτηρίᾳ λαλήσει πρὸς αὐτοὺς τοὺς ἁμαρτάνοντας, ἐν ὀργῇ αὐτοῦ.
 [02929]  Ὁ ἱκανωθεὶς ὑπὸ Θεοῦ διάκονος εἶναι ∆ια θήκης Καινῆς ὡς πᾶν ἐπαγόμενον ὕψωμα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖν, καταδιώξας τοὺς ἐχθροὺς τῇ ἀπὸ Θεοῦ σωτηρίᾳ λόγους, καταδιώξεται αὐτοὺς, καὶ οὐ πρότερον τοῦ ἐκλιπεῖν αὐτοὺς, ἀπο στραφήσεται πολεμῶν αὐτοῖς.
 [03964]  ∆ιδάσκει δὲ καί τινας ἀοράτους ἐχθροὺς τῆς ἀνθρωπίνης ψυχῆς διαφθονεῖσθαι τῇ κα τὰ Θεὸν αὐτῆς σωτηρίᾳ, ἐφεδρεύειν τε καὶ ἐπιβου λεύειν αὐτῇ, εἶτ' ἐπιτηρεῖν εἴ που γένοιτό τι αὐτῇ σφάλμα ἢ ὄλισθος, ἢ πτῶσις·
 [04071]  Καὶ ἐπὶ τῇ τῶν σωζομένων σωτηρίᾳ φη σίν·
 [04339]  Λύτρον ἐστὶ δόμα τι τοῖς πολεμίοις διδόμε νον πρὸς τῶν ἡττηθέντων, ἢ πρὸς τοῦ τῶν ἡττηθέν των προνοουμένου ἐπὶ σωτηρίᾳ καὶ ἀφέσει τῶν αἰχμαλωτισθέντων.
 [04851]  Εἰ δὲ «χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι,» πῶς οὐκ εἰκότως, ψυχῆς μετὰ γυμνασίαν εἰς τὰ ἅγια τὰ ἐπουράνια εἰσαγομέ νης, φωνὴν εὔφημον γίνεσθαι πλήθους πανηγυριζόν των ἐπὶ τῇ τοῦ σωζομένου σωτηρίᾳ;
 [08601]  Τὰ ὄρη καὶ οἱ βουνοὶ νοεραὶ φύσεις εἰσὶ χαίρουσαι ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ.
 [09999]  Καὶ γὰρ τὸν χρυσὸν ὁ Κύριος ἔκτισε, καὶ αὐ τὸς τὴν γυναῖκα ἐποίησεν, οὐδὲν δὲ τῶν γεγονότων ὑπὸ Θεοῦ ἐναντιοῦται τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἀλλ' ἡ πορνεία καὶ ἡ πλεονεξία δεσμοῦσι τὸν νοῦν, ἀναγκάζουσι χρονίζειν τὰ νοήματα τῶν πραγμάτων ἐν καρδίᾳ.
 [09999]  Ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ, κ.
 [09999]  ὑψώσει γὰρ Θεὸς πραεῖς ἐν σωτηρίᾳ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»