0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τῇδε [64]


000-00-00 Serial Number=0821180642
Commentarii in Romanos Ante [Go Back]  
 [00033]  Οὗτοι δὲ καὶ τὴν πρόνοιαν διακόψαντες ἱστᾶσιν αὐτὴν μέχρι τῶν σελήνης ὅρων, τὸ κάτω ἀταξίᾳ παραδόντες καὶ αἴροντες Θεὸν καὶ πρ[νοιαν ἀπὸ τῶν τῇδε *** καὶ ἐκ τούτων οὖν δῆλον πῶς εἴρηται τὸ «Ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευ σεν».
000-00-00 Serial Number=0729615450
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00783]  γνωρίσαι μὲν γὰρ αὐτοῖς τὸν [τὸ] τηνικαῦτα τῆς Ἰουδαίας ἄρχοντα δι' ἐκείνων, ὅτι περ Ἰησοῦν ἄνθρωπόν τινα θαυματοποιητὴν γενόμενον οἱ τῇδε μετὰ θάνατον ἐγηγέρθαι κηρύττοντες θεὸν εἶναι παραδιδόασιν, τούσδε δυσχεράναντας ἀποψηφίσασθαι τοῦτο κοινῷ συνεδρίῳ διὰ τὸ παρὰ γνώμην αὐτῶν τετολμῆσθαι.
000-00-00 Serial Number=0486671865
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [06090]  ἀλλὰ καὶ εἴπερ μιμητὴς Χριστοῦ ἐστι Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, ἀνάγκη τὸν κατὰ ζῆλον καὶ μίμησιν τῆς Χριστοῦ εὐχῆς εὐξόμενον, ἄραντα τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἄνω καὶ ἀναβιβάσαντα αὐτοὺς ἀπὸ τῶν τῇδε πραγ μάτων καὶ μνήμης καὶ ἐννοιῶν καὶ λογισμῶν, οὕτως εἰπεῖν τῷ θεῷ τοὺς [28.4.26] λόγους τῆς εὐχῆς τοὺς περὶ μεγάλων καὶ ἐπουρανίων μεγάλους καὶ ἐπου ρανίους.
000-00-00 Serial Number=0705920100
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00164]  Ὅταν δὲ εἰσέλθῃ, τότε αὐτὴν ἀναβιβάζουσιν ἀπὸ τῶν τῇδε καὶ κάτω πραγμάτων, καὶ φέρουσιν ἐπὶ τὸν τροπικῶς καλούμενον αἰγιαλόν·
 [01770]  ἐπὰν δὲ σκανδαλίσωσιν τῶν δεικνυμένων ὑπὸ τοῦ Ἰησοῦ μικρῶν ἕνα πι στευόντεν εἰς αὐτόν, ὀνικὸν μύλον τὸ φθαρτὸν σῶμα τὸ βαρῦνον ψυχὴν ἀναλήψεται, κρεμάμενον ἐκ τοῦ καθ ελκομένου αὐτὸν ἐπὶ τὰ τῇδε πρά γματα τραχήλου, ἵνα διὰ τούτων καθαιρεθῇ αὐτῶν τὸ οἴημα καὶ τί σαντες δίκην ἐν τῷ συμφέροντι αὐ τοῖς διὰ τοῦ ὀνικοῦ μύλου γένωνται.
 [01835]  ἔτι δὲ καὶ τὸ «ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας» (δὶς εἰρημένον ἐν τῷ κατὰ Ἰωάννην) οὐκ ἀναφέρεται ἐπὶ τὰ κρείττονα τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ τοὺς χρῄζοντας πιστεύειν ἀνθρώπους ὅτι ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν τῇδε κόσμον ἀπέ στειλε.
 [02033]  ἐπεὶ δὲ αἱ κατὰ τὰς μονάδας δεκάδες καὶ ἑκατοντάδες λόγον μέν τινα κοινὸν ἀναλογίας ἔχουσι πρὸς τὸν ἐν μονάσιν ἀριθμόν, ᾔδει δὲ ἐπιτεινόμενόν τινα καὶ <ἐπὶ> πλεῖον <τὰ ἁμαρτήματα>, διὰ τοῦτ' οἶμαι τὸν Ἰησοῦν προσπαραλαμβάνειν τῷ ἑπτὰ ἀριθμῷ καὶ τὸν ἑβδομήκον τα, καὶ λέγειν ἄφεσιν μὲν δεῖν γενέ σθαι ἀδελφοῖς τοῖς ἐνταῦθα καὶ εἰς τὰ τῇδε πράγματα ἁμαρτήσασιν·
 [02035]  ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε φθάνει πράγματα καὶ ἐν τοῖς τῇδε ἡμαρτη μένοις <δικαίως παρέχεται>, εἴτε βράδιον γένοιτ' ἂν ἡ ἄφεσις εἴτε τάχιον.
 [02052]  πότερον δὲ ὥστε καὶ ὑπαγορευθῆναι τὰ τοιαῦτα τῇδε τῇ γραφῇ ἢ μή, θεὸς ἂν ὑποβάλοι ἐν Χριστῷ ποιῆσαι τὸ ἀρεστὸν αὐτῷ, μόνον ἵνα δοθῇ καὶ περὶ τούτων ὁ «διὰ τοῦ πνεύματος» διδό μενος «λόγος σοφίας» ἀπὸ τοῦ θεοῦ καὶ ὁ «κατὰ τὸ πνεῦμα» ἐπιχορη γούμενος «λόγος γνώσεως».
 [02733]  ὡς οὖν νοηθείη τὰ τοῦ ῥαφιδευτοῦ ἔργα κἀκείνη ἡ ῥαφίς, νοηθήσεται καὶ τὰ τῇδε λελεγμένα·
 [02935]  πλὴν εἷς ἄνθρωπος οἰκοδεσπότης (ὅσον ἐπὶ τῇ προκειμένῃ παρα βολῇ) πεντάκις ἐξελήλυθε καὶ ἐπὶ τὰ τῇδε ἐλήλυθε πράγματα, ἵν' ἐργάτας ἀνεπαισχύντους, ὀρθοτο μοῦντας «τὸν λόγον τῆς ἀληθείας» ἐξαποστείλῃ ἐπὶ τὸν ἀμπελῶνα, τοὺς ἐργασομένους αὐτοῦ τὰ ἔργα.
 [02970]  ἐγὼ ζητῶ καὶ τὰ ἔξω τοῦ ἀμ πελῶνος, ὅπου <καὶ> εὑρίσκονται οἱ ἐργάται ὑπὸ τοῦ ἐξελθόντος αὐτοὺς μισθώσασθαι, καὶ ἐπισκοπῶ μή ποτε ἡ χώρα τῶν πρὸ τοῦ σώματος ψυχῶν ἐστιν ὁ ἔξω τοῦ ἀμπελῶ νος τόπος, ἀμπελὼν δὲ οὐ μόνον τὰ τῇδε, ἀλλὰ καὶ τὰ ἔξω τοῦ σώματος, ἔνθα (οἶμαι) ἐργάζονται οἱ ἐργάται·
 [03188]  μὴ ὑπο λαμβανέτω δ' ἡμᾶς ὁ ἐντυγχάνων τῇδε τῇ γραφῇ κρατεῖν ὅτι ἐχρῆν πως διηγήσασθαι τὰ περὶ τῶν ἀνα γεγραμμένων καθίσεων τοῦ θεοῦ ἢ τοῦ Χριστοῦ.
 [03810]  ζητῶ δὲ κατὰ τὸν τόπον, εἰ ἕκαστος τῶν πεποιηκότων ἔν τινι ἐξουσίᾳ παράδοξα ἐν μιᾷ <ἀεὶ> πεποίηκεν, ἢ τινὲς μὲν κατ' ἀρχὰς ἐν τῇδε προκό ψαντες δὲ ἔν τινι μείζονι.
000-00-00 Serial Number=0764422953
Contra Celsum Ante [Go Back]  
 [00710]  [1.62] Μετὰ ταῦτα δ' ἐπεὶ μηδὲ τὸν ἀριθμὸν τῶν ἀποστόλων ἐπιστάμενος δέκα εἶπεν ἢ ἕνδεκά τινας ἐξαρτησάμενον τὸν Ἰησοῦν ἑαυτῷ ἐπιρρήτους ἀνθρώπους, τελώνας καὶ ναύτας τοὺς πονηροτάτους, μετὰ τούτων τῇδε κἀκεῖσε αὐτὸν ἀποδεδρακέναι, αἰσχρῶς καὶ γλίσχρως τροφὰς συνάγοντα, φέρε καὶ περὶ τούτων κατὰ τὸ δυνατὸν διαλάβωμεν.
 [00758]  τοῦτο πάλιν κακουργῶν ὁ Κέλσος διαβάλλει, καί φησι πρὸς τὸν Ἰησοῦν ὁ παρ' αὐτῷ Ἰουδαῖος ὅτι μετὰ τῶν μαθητῶν τῇδε κἀκεῖσε ἀποδιδράσκεις.
 [02317]  τὰ δὲ μετα τιθέντα τὴν ψυχὴν ἀπὸ τῶν τῇδε πραγμάτων ἐπὶ τὴν παρὰ θεῷ μακαριότητα καὶ τὴν καλουμένην αὐτοῦ βασιλείαν, καὶ διδάσκοντα καταφρονεῖν μὲν ὡς προσκαίρων πάντων τῶν αἰσθητῶν καὶ βλεπομένων σπεύδειν δὲ ἐπὶ τὰ ἀόρατα καὶ σκοπεῖν τὰ μὴ βλεπόμενα, ταῦτά φησι σοφίαν εἶναι θεοῦ.
 [02659]  [4.2] Ὅτι δὲ καὶ Χριστιανῶν τινες καὶ Ἰουδαῖοι, οἱ μὲν καταβεβηκέναι <λέγουσιν,> οἱ δὲ καταβήσεσθαι εἰς τὴν γῆν τινα θεὸν ἢ θεοῦ υἱὸν τῶν τῇδε δικαιωτήν, τοῦτ' αἴσχιστον, καὶ οὐδὲ δεῖται μακροῦ λόγου ὁ ἔλεγχος.
 [02713]  Οὐ χρεία οὖν εἰς τὴν τοῦ Χριστοῦ κάθοδον ἢ εἰς τὴν πρὸς ἀνθρώπους ἐπιστροφὴν τοῦ θεοῦ καταλείπεσθαι ἕδραν μείζονα καὶ μεταβάλλεσθαι τὰ τῇδε, ὡς ὁ Κέλσος οἴεται, λέγων·
 [02714]  Εἰ γὰρ ἕν τι τῶν τῇδε τοὐλάχιστον μεταβάλοις, ἀνατραπέντα οἰχήσεταί σοι τὰ πάντα.
 [03789]  Ἀεὶ δ' ἐπὶ τῶν φαύλων ἔξω τοῦ παχυτέρου σώματος δυνάμεων τάσσεται τὸ τῶν δαιμόνων ὄνομα, πλανώντων καὶ περισπώντων τοὺς ἀνθρώπους καὶ καθελ κόντων ἀπὸ τοῦ θεοῦ καὶ τῶν ὑπερουρανίων ἐπὶ τὰ τῇδε πράγματα.
 [04055]  ἐπεὶ δὲ νομίζομεν καὶ τῶν ἐξεταστικωτέρων τινὰς ἐντεύξεσθαι τῇδε τῇ γραφῇ, φέρε ὀλίγα τῶν βαθυτέρων παρακινδυνεύοντες ἐκθώμεθα, ἔχοντά τινα μυστικὴν καὶ ἀπόρρητον θεωρίαν, περὶ τοῦ ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμῆσθαι χωρία τῶν ἐπὶ γῆς·
 [04700]  Τὸν ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατ' ἀξίαν καὶ τὰ ἑξῆς, ἐν οἷς ἐστι καὶ τὸ Ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ νῷ μόνῳ θεατή, περὶ ὃν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος τοῦτον ἔχει τὸν τόπον.
 [04979]  Ταῦτα μὲν οὖν ὀλίγα ἀποτετολμημένως καὶ παρακεκιν δυνευμένως τῇδε τῇ γραφῇ πιστεύσαντες ἐξεθέμεθα τάχα οὐδέν·
 [05067]  Ἀλλ' οὐδὲ πνεῦμα τοῦ ἐπὶ πᾶσι θεοῦ φαμεν ὡς ἐν ἀλλοτρίοις τοῖς τῇδε γεγονέναι κατὰ τὸ Πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος, οὐδὲ κακῶς μηχανώμενά τινα ὡς ὑπὸ ἑτέρου τοῦ δημιουργοῦ παρὰ τὸν μέγαν θεὸν κατὰ τοῦ πνεύματος αὐτοῦ φαμεν, ἀνεχομένου τοῦ ἀνωτέρω θεοῦ, δεδεῆσθαι καθαιρέσεως.
 [05174]  οὐρανοῦ γὰρ οὔπω γεγονότος οὐδὲ γῆς πω ἐρηρεισμένης οὐδ' ἡλίου πω τῇδε φερομένου, πῶς ἡμέραι ἦσαν;
 [05489]  [7.5] Ἀλλὰ καὶ εἴπερ πεπίστευται οὐ παρὰ Χριστιανοῖς καὶ Ἰουδαίοις μόνοις ἀλλὰ καὶ παρ' ἄλλοις πολλοῖς Ἑλλήνων καὶ βαρβάρων ὅτι ζῇ καὶ ὑπάρχει μετὰ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν ἡ ἀνθρωπίνη ψυχή, καὶ τῷ λόγῳ παρίσταται ὅτι ἡ μὲν καθαρὰ καὶ μὴ βαρουμένη ὑπὸ τῶν τῆς κακίας μολιβ δίδων μετέωρος φέρεται ἐπὶ τοὺς τόπους τῶν καθαρωτέρων καὶ αἰθερίων σωμάτων, καταλιποῦσα τὰ τῇδε παχέα σώματα καὶ τὰ ἐν αὐτοῖς μιάσματα, ἡ δὲ φαύλη καὶ ὑπὸ τῶν ἁμαρτά δων καθελκομένη ἐπὶ τὴν γῆν καὶ μηδ' ἀναπνεῦσαι δυναμένη τῇδε φέρεται καὶ καλινδεῖται, ἡ μέν τις ἐπὶ τὰ μνήματα, ἔνθα καὶ ὤφθη σκιοειδῶν ψυχῶν φαντάσματα, ἡ δέ τις ἁπαξαπλῶς περὶ τὴν γῆν·
 [05538]  Ὃ δέ φησιν εἶναι τελεώτατον παρὰ τοῖς τῇδε ἀνδράσιν ἴδωμεν.
 [05796]  [7.30] ∆οκεῖ δέ μοι καὶ τὰ περὶ τῶν τῇδε τιμίων εἶναι νομιζομένων λίθων, ἀπορροήν τινα λεγομένων ἔχειν ἀπὸ τῶν ἐν τῇ κρείττονι γῇ λίθων, εἰλῆφθαι τῷ Πλάτωνι ἀπὸ τῶν ἐν τῷ Ἡσαΐᾳ ἀναγεγραμμένων περὶ τῆς πόλεως τοῦ θεοῦ, περὶ ἧς γέγραπται·
 [05811]  Οἶδε δὲ ὁ ἀρχαιότατος Μωϋσέως καὶ τῶν προφητῶν λόγος τὰ ἀληθινὰ πάντα ὁμώνυμα τοῖς τῇδε καθολικωτέροις, οἷον ἀληθινὸν φῶς καὶ οὐρανὸν ἕτερον παρὰ τὸ στερέωμα καὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἄλλον παρὰ τὸν αἰσθητόν.
 [05819]  Καὶ ἀπεξεδύσατο μὲν ἐπὶ τὴν τῇδε γένεσιν ἐρχομένη τὸ χρήσιμον πρὸς τὴν ἐν τῇ ὑστέρᾳ τῆς κυούσης <διάπλασιν>, ἕως ἦν ἐν αὐτῇ, χορίον·
 [05926]  Τίνες δὲ καὶ οἱ σοφοὶ ἢ οἱ φιλόσοφοι, παρ' ὧν βούλεται πολλὰ καὶ θεῖα ἀκοῦσαι ἡμᾶς ὁ Κέλσος, καταλιπόντας θεράποντα θεοῦ Μωϋσέα καὶ προφήτας τοῦ τῶν ὅλων δημιουργοῦ, ἀληθῶς ἐνθέως μυρία ὅσα εἰρηκότας, καὶ αὐτὸν <τὸν> ἐπιλάμψαντα τῷ γένει τῶν ἀνθρώπων καὶ καταγγεί λαντα ὁδὸν θεοσεβείας καὶ μηδένα τὸ ὅσον ἐφ' ἑαυτῷ ἄγευστον καταλιπόντα τῶν ἰδίων μυστηρίων, ἀλλὰ δι' ὑπερβάλλουσαν φιλανθρωπίαν ἔχοντα μὲν διδόναι τοῖς συνετωτέροις θεολο γίαν, ἐπᾶραι τὴν ψυχὴν ἀπὸ τῶν τῇδε πραγμάτων δυναμένην, οὐδὲν <δ'> ἧττον συγκαταβαίνοντα καὶ ταῖς ὑποδεεστέραις ἕξεσιν ἰδιωτῶν ἀνδρῶν καὶ ἁπλουστέρων γυναικῶν οἰκετῶν τε καὶ ἁπαξαπλῶς τῶν ὑπὸ μηδενὸς ἢ Ἰησοῦ μόνου βεβοη θημένων πρὸς τό, ὡς ἐνεχώρει, βέλτιον αὐτοὺς βιοῦν μετὰ δογμάτων ὧν ἐδύναντο περὶ θεοῦ χωρεῖν;
 [06549]  Ἢ τοίνυν οὐδαμῇ οὐδαμῶς βιωτέον οὐδὲ τῇδε παριτητέον, ἢ τὸν ἐπὶ τοῖσδε παρελθόντα εἰς τὸν βίον δαίμοσι τοῖς τὰ ἐπὶ γῆς εἰληχόσιν εὐχαριστητέον καὶ ἀπαρχὰς καὶ εὐχὰς ἀποδοτέον, ἕως ἂν ζῶμεν, ὡς ἂν φιλανθρώπων αὐτῶν τυγχάνοιμεν.
 [06770]  Οὐ λοιδορούμεθα οὖν τοῖς τῇδε δαίμοσιν ἀλλ' ἐλέγχομεν τὰς ἐπ' ὀλέθρῳ τοῦ γένους τῶν ἀνθρώπων ἐνεργείας αὐτῶν, προφάσει χρησμῶν καὶ θεραπείας σωμάτων καὶ ἄλλων τινῶν χωρίσαι τοῦ θεοῦ βουλομένων τὴν ἐμπεσοῦσαν ψυχὴν εἰς τὸ σῶμα τῆς ταπεινώσεως·
 [06797]  Πρὸς δὲ τούτοις οὐδὲ ἀποδίδομεν τὰς νομιζομένας προσήκειν τιμὰς οἷς λέγει Κέλσος τὰ τῇδε ἐπιτετράφθαι.
 [06801]  Καὶ διὰ τοῦτό γε τὰς νομιζομένας προσήκειν τιμὰς οἷς φησι Κέλσος τὰ τῇδε ἐπιτετράφθαι οὐκ ἀποδίδομεν, ἐπεὶ Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν καὶ οὐ δυνάμεθα ἅμα θεῷ δουλεύειν καὶ μαμωνᾷ, εἴθ' ὅ τι ποτὲ ἓν ἢ πλείονα καλουμένῳ.
 [06805]  Καὶ πάλιν Κέλσος μὲν οὐ θέλει ἡμᾶς ἀχαρίστους εἶναι πρὸς τοὺς τῇδε δαίμονας, οἰόμενος ἡμᾶς ὀφείλειν αὐτοῖς χαριστήρια·
 [06856]  Εἰ ὧδε ἔχοιεν, τί τὸ δεινὸν τοὺς τῇδε ἄρχοντας εὐμενίζεσθαι, τούς τε ἄλλους καὶ τοὺς ἐν ἀνθρώποις δυνάστας καὶ βασιλέας, ὡς οὐδὲ τούτους ἄνευ δαιμονίας ἰσχύος τῶν τῇδε ἠξιωμένους;
 [06870]  Οὐδὲ τούτους ἄνευ δαιμονίας ἰσχύος τῶν τῇδε εἶναι ἠξιωμένους.
000-00-00 Serial Number=0877671719
De oratione Ante [Go Back]  
 [00347]  [13.4] ταῦτα δέ μοι ἀναγκαιότατα μετὰ τὸν κατάλογον τῶν ὠφε ληθέντων διὰ προσευχῆς εἰρῆσθαι νομίζω, ἀποτρέποντι τὴν πνευ ματικὴν καὶ τὴν ἐν Χριστῷ ζωὴν ποθοῦντας ἀπὸ τοῦ περὶ τῶν μικρῶν καὶ ἐπιγείων εὔχεσθαι καὶ παρακαλοῦντι ἐπὶ τὰ μυστικὰ, ὧν τύποι ἦσαν τὰ προειρημένα μοι, τοὺς ἐντυχόντας τῇδε τῇ γραφῇ.
 [00955]  καὶ τί με δεῖ λέγειν, παρὸν τὰ ἑαυτῶν ἀναλέγεσθαι ἐκ τῶν εἰρημένων τοὺς ἐντυγχάνοντας τῇδε τῇ γραφῇ, ὅσα ὀφείλοντες ἤτοι μὴ ἀποδιδόντες κατασχεθησόμεθα ἢ ἀποδιδόντες ἐλευθερωθησό μεθα;
000-00-00 Serial Number=0359153450
De principiis Ante [Go Back]  
 [00146]  ὥσπερ οὖν εἰ ἐγκαλοῖ τις τῷ γεωργῷ, μὴ τάχιον τὰ σπέρματα ἐπὶ τὴν πετρώδη γῆν βαλόντι, ὁρῶν ἄλλην τινὰ πετρώδη γῆν λαβοῦσαν τὰ σπέρματα καὶ ἀνθοῦσαν, ἀποκρίναιτο ἂν ὁ γεωργὸς ὅτι βράδιον σπερῶ τὴν γῆν ταύτην, ἐπι βαλὼν τὰ δυνάμενα παρακατασχεῖν τὰ σπαρησόμενα, κρείττονος ἐσο μένου τῇδε τῇ γῇ τοῦ βραδυτέρου καὶ ἀσφαλεστέρου παρὰ τὴν τάχιον εἰληφυῖαν καὶ ἐπιπολαιοτέρως, πεισθείημεν ἂν ὡς εὐλόγως λέγοντι τῷ γεωργῷ καὶ ὡς ἐπιστημόνως πεποιηκότι·
000-00-00 Serial Number=0388524175
Epistula ad Africanum Ante [Go Back]  
 [00255]  «∆ότε τῇδε τὸ ζῶν παιδίον·
000-00-00 Serial Number=0066464245
Exhortatio ad martyrium Ante [Go Back]  
 [00060]  «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», «καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε», λαμβάνοντι μὲν ὑμᾶς ἀπὸ τῶν τῇδε χωρίων, προστιθέντι δὲ αὐτῷ εἰς «τὴν», ὡς ὁ ἀπόστολος ὠνόμασεν, «αὔξησιν τοῦ θεοῦ» ἐν αὐτῷ.
000-00-00 Serial Number=0171987295
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00035]  «Παρακαλῶ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ, μὴ συστέλλεσθαι διὰ τὰς συμφορὰς, νομίζειν δὲ τὰ γινό μενα μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γέ νους ἡμῶν εἶναι·
000-00-00 Serial Number=0124888361
Fragmenta in Lucam Ante [Go Back]  
 [00016]  «πᾶσιν»] τοῖς αὐτόπταις καὶ ὑπηρέταις, ἵνα μὴ τῇδε κἀκεῖσε περιφερόμενος ἀποτραπῇς τῆς εὐθείας ὁδοῦ·
000-00-00 Serial Number=0395274520
Fragmenta in Psalmos Ante [Go Back]  
 [00346]  Καθάπερ ὁ λέων τῇδε κἀκεῖσε μεταφέρει τὸ ομμα, θήραν ἐπιζητῶν, ουτως νύκτωρ καὶ μεθ' ἡμέραν ἁρπαγῆς καὶ πλεονεξίας ἐπινοεῖ μηχανήν·
 [04538]  καὶ τῇδε κἀκεῖσε περιφερομένων, ἀεὶ διετέλεσα.
000-00-00 Serial Number=0384347975
In Jeremiam Ante [Go Back]  
 [02658]  εἰ νένευκέ σου ἡ ψυχὴ περὶ τὰ τῇδε πράγματα, σὺ σεαυτῷ αἴτιος γίνῃ, τοῦ Ἰησοῦ λέγοντος·
000-00-00 Serial Number=0453931808
Philocalia Ante [Go Back]  
 [00065]  Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ·
 [00066]  ἐκλογὴ κεφαλαίων ἐκ διαφόρων συγγραμμάτων τοῦ δυσσεβοῦς Ὠριγένους.] p.c Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ.
 [01527]  τοῦτο πάλιν κακουργῶν ὁ Κέλσος διαβάλλει, καί φησι πρὸς τὸν Ἰησοῦν ὁ παρ' αὐτῷ Ἰουδαῖος ὅτι «Μετὰ τῶν μαθητῶν τῇδε κἀκεῖσε ἀποδιδράσκεις.».
 [01608]  τὰ δὲ μετατιθέντα τὴν ψυχὴν ἀπὸ τῶν τῇδε πραγ μάτων ἐπὶ τὴν παρὰ θεῷ μακαριότητα καὶ τὴν καλουμένην αὐτοῦ βασιλείαν, καὶ διδάσκοντα καταφρονεῖν μὲν ὡς προσκαίρων πάντων τῶν αἰσθητῶν καὶ βλεπομένων, σπεύ δειν δὲ ἐπὶ τὰ ἀόρατα καὶ σκοπεῖν τὰ μὴ βλεπόμενα, ταῦτά φησι σοφίαν εἶναι θεοῦ.
 [02325]  ὥσπερ οὖν, εἰ ἐγκαλοῖ τις τῷ γεωργῷ μὴ τάχιον τὰ σπέρματα ἐπὶ τὴν πετρώδη γῆν βαλόντι, ὁρῶν ἄλλην τινὰ πετρώδη γῆν λαβοῦσαν τὰ σπέρματα καὶ ἀνθοῦσαν, ἀποκρίναιτο ἂν ὁ γεωργὸς ὅτι Βράδιον σπερῶ τὴν γῆν ταύτην ἐπιβαλὼν τὰ δυνάμενα παρακατασχεῖν τὰ σπαρησόμενα, κρείττονος ἐσομένου τῇδε τῇ γῇ τοῦ βραδυτέρου καὶ ἀσφαλεστέρου παρὰ τὴν τάχιον εἰληφυῖαν καὶ ἐπιπολαιοτέρως·
 [02558]  ἐπεὶ δὲ νομίζομεν καὶ τῶν ἐξεταστικωτέρων τινὰς ἐντεύξε σθαι τῇδε τῇ γραφῇ, φέρε ὀλίγα τῶν βαθυτέρων παρακιν δυνεύοντες ἐκθώμεθα, ἔχοντά τινα μυστικὴν καὶ ἀπόρρητον θεωρίαν, περὶ τοῦ ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμῆ σθαι χωρία τῶν ἐπὶ γῆς·
 [03543]  Παρακαλῶ δὲ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσθαι διὰ τὰς συμφορὰς, νομίζειν δὲ τὰ γινόμενα μὴ πρὸς ὄλεθρον ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι·
000-00-00 Serial Number=0822267711
Philocalia sive Ecloga Ante [Go Back]  
 [00692]  «Παρακαλῶ δὲ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς, νομίζειν δὲ τὰ γινόμενα μὴ πρὸς ὄλεθρον ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι·
000-00-00 Serial Number=0923497796
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00617]  καὶ βούλεται αὐτὸν ὀξέως καὶ διορατικῶς ὁρῶντα ἀπὸ τῶν τῇδε πραγμάτων ἐκκλῖναι, τάχει μὲν καὶ ὀξυδερκίᾳ, ὡμοιωμένον δορκάδι, νεβρῷ δὲ τοῖς τῶν πολεμίων ὡς ὄφεων καὶ σκορπίων καταφρονητικῶς ἔχειν, καὶ ἀνελθεῖν πρὸς τοὺς ἀνεστηκότας ὡς ὄρη, καὶ πάσης πνέοντας εὐωδίας·
000-00-00 Serial Number=0188594162
Scholia in Lucam Ante [Go Back]  
 [00674]  παντὶ δὲ ἁμαρτάνοντι καὶ σκοποῦντι τὰ τῇδε ζῇ ὁ πονηρὸς πατήρ.
 [00707]  Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ, καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ.
000-00-00 Serial Number=0124445200
Scholia in Matthaeum Ante [Go Back]  
 [00210]  ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε εἴτε βρα δὺ, εἴτε τάχιον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»