0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινὶ [94]


000-00-00 Serial Number=0698426068
Commentarii in Romanos Ante [Go Back]  
 [00076]  Ἀλλ' ὁ νοῦν ἔχων φήσει ὅτι οὐκ ἔστιν ἀληθῶς Θεοῦ φόβος ὁ ἐν ἐκείνοις ὡς οὐδὲ ἀλήθεια *** Πλήθους ὄντος ἁμαρτημά|των, οὐ πάντως ἕκαστος ἔνοχός ἐστιν τοῖς πᾶσιν, ἀλλ' οἵδε μὲν τῷδε τῷ ἁμαρτήματι, ἕτεροι τῷδε, ὥστε πάντας τοὺς ὑπὸ ἁμαρ τίαν ὄντας ἐνόχους εἶναι, οὐ τὸν καθ' ἕνα τοῖς πᾶσιν ἀλλὰ τὸν καθ' ἕνα τινὶ τῶν πάν<των> ‖ καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν.
 [00127]  τ̣ί γὰρ πέπρακται καὶ κατώρθωται Ἰουδαίων τινὶ ἢ Ἕλληνι ἄξιον τοῦ τὸν πράξαντα δικαιωθῆναι;
 [00205]  [4,] [1] [8]] «Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπά τορα ἡμῶν κατὰ σάρκα;» δύο προειπὼν εἶναι νόμους, ὧν τὸν μὲν ἕτερον νόμον ἔργων ὠνόμασεν, τὸν δὲ ἕτερον νόμον πίστεως, καὶ φήσας ἐκκεκλεῖσθαι τὴν καύχησιν οὐ διὰ τοῦ νόμου τῶν ἔργων ἀλλὰ διὰ τοῦ νό|μου τῆς πίστεως καὶ τούτοις ἐπαγαγὼν ὡς ἄρα δύνασθαι δὲ πίστει δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔργων νόμου *** δεύτερον δὲ περὶ τοῦ Ἀβραὰμ παριστὰς ὅτι ἐκ πίστεως μᾶλλον ἐδικαιώθη ἤπερ ἐξ ἔργων *** οὐδὲν ἧττόν φησιν αὐτὸν κατορθῶσαι τὰ ἔργα ὡς φιλοῦντα παρακολουθεῖν τῇ ἀξίᾳ δικαιώσεως πί[σ]τει *** καθ' ὅλον δὲ τοῦτον | τὸν τόπον δύο ἔοικεν ὑποβάλλειν δικαιώσεις <ὧν> τὴν μὲν ἑτέραν ἐξ ἔργων ὠνόμασεν, τὴν δὲ λοιπὴν ἐκ πίστεως ····θαι ἀπὸ νόμου Θεοῦ *** ἡμεῖς δέ φαμεν ὅτι ·η·[······]·ς ἀνθρώπους ἔχει καύ χημα ὁ ἐξ ἔργων δικαιούμενος [·····] πᾶσαν λογικὴν φύσιν τὴν ἔξω [180] τοιούτων σωμάτων [·····]αν εἴη ὁ τελεί|ως προνοῶν καλὰ τοῦ Θεοῦ μὲν ἐνώπιον ἐν πίστ[ει ἣν λο]γίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, ἀνθρώπων δὲ ἐνώπιον καὶ τῶν λοιπῶν λ[ο]γικῶν φύσεων ἐξ ἔργων ἀφ' ὧν δίκαιον ἀποφαίνουσιν τὸν ποιητὴν καὶ μόνοι ἄλλοθεν μὴ δυνάμενοι δικαιοῦν τινα *** δικαιοσύνην οὖν ἀσκητέον συνέντας ὅτι ἡ ζωὴ δικαίῳ καὶ οὐκ ἄλλῳ τινὶ γίνεται προσπα|ραλαμβάνοντι τῇ δικαιοσύνῃ τὴν εἰς Θεὸν πίστιν τὴν ε··
000-00-00 Serial Number=0717508078
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00226]  οἶμαι δὲ ἐν τινὶ τῶν προφητῶν γεγράφθαι τὸ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, ἐν δὲ ψαλμοῖς οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
 [00487]  ὡσάν τις παραδείγματος ἕνεκεν ἐλεύθερος ὢν δοῦλον ἑαυτὸν παραδίδωσιν τῷ στρατηγῷ τῶν πολεμίων, ἵνα παρ' αὐτῷ γενόμενος ἐλευθερώσῃ τῇ ἑαυτοῦ οἰκονομικῇ δουλείᾳ τοὺς πολίτας ἀπὸ τοῦ ὑπ' ἐκείνῳ κινδύνου, διὰ τοῦ ἐνέδρᾳ τινὶ ἀποκτεῖναι τὸν στρατηγὸν καὶ τοὺς ὑπ' αὐτῷ πολεμίους·
000-00-00 Serial Number=0164107263
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00842]  οἱ δὲ παρακειμένῳ τινὶ αὐτῷ καὶ δοκοῦντι εἶναι αὐτῷ τῷ πρώτῳ λόγῳ, οἱ μηδὲν εἰδότες «εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον», οἱ τὸν λόγον σάρκα ὁρῶντες·
 [01736]  Οὗτος δὴ πρὸς τὸ πρῶτον ἀπορηθὲν ἑτέρως παρὰ τὸν ὑπολαμβάνοντα μετενσωμάτωσιν ἀπολογούμενος ἐρεῖ διὰ μὲν τὰ ἀρτίως κατασκευασθέντα λόγῳ τινὶ εἶναι τὸν Ἰωάννην Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι, ἀποκεκρίσθαι δὲ πρὸς τοὺς ἱερεῖς καὶ λευΐτας τὸ «Οὐκ εἰμὶ» στοχασάμενον τοῦ βουλήματος τῆς ἐρωτήσεως αὐτῶν.
 [02395]  ὅτι <ὁ> ἀναιρῶν τὸ ἰοβόλον ἢ κατακοιμίζων ἐπῳδῇ ἢ δυνάμει τινὶ κενῶν αὐτὸ τοῦ ἰοῦ πολλοὺς εὐεργετεῖ τῶν ὕστερον πεισομένων τι ἀπ' αὐτοῦ, εἰ μὴ ἀνῄρητο ἢ κατακεκοί μιστο ἢ τοῦ ἰοῦ κεκένωτο.
 [02396]  [6.54.283] Εἰ δὲ καὶ τῶν δηχθέντων τινὶ φανερὸν γένοιτο περὶ τῆς ἐπὶ τῷ δήγματι βλάβης ἀπαλ λαγῆς, εἰ ἐνατενίσαι ἀποθανόντι τῷ βλάψαντι, ἢ ἐπιβαίῃ νεκροῦ, ἢ ἐφάψαιτο τεθνηκότος, ἢ γεύσαιτο μέρους τοῦδε, γένοιτ' ἂν καὶ τῷ προπεπονθότι ἴασις καὶ εὐεργεσία ἀπὸ τοῦ τὸ βλάψαν ἀνῃρηκότος.
 [02397]  Τοιοῦτόν τι δὴ νοητέον τῷ θανάτῳ τῶν εὐσεβεστάτων μαρτύρων γίνεσθαι, πολλῶν ἀφάτῳ τινὶ δυνάμει ὠφελουμένων ἀπὸ τοῦ θανάτου αὐτῶν.
 [02534]  [10.4.16] Ὁ δεύτερος κατὰ τὸν αὐτὸν τοῖς εἰρημένοις γεγο νέναι παρὰ τῷ προτέρῳ χρόνον ἔν τινι πόλει ἀπαγγελλέτω τὸν θεὸν ὦφθαι, ᾧ καὶ αὐτὸς νοεῖ, τινὶ δευτέρῳ ὄντι ἐν πολὺ ἀπεσχοινισμένῳ τόπῳ παρὰ τὸν τόπον τὸν τοῦ προτέρου, καὶ ἑτέρους λόγους ἀναγραφέτω κατὰ τὸν αὐτὸν καιρὸν εἰρῆσθαι ᾧ κατὰ τὴν ὑπόθεσιν εἰλήφαμεν δευτέρῳ.
 [02656]  ἢ τοῦτο ποιῆσαι μὴ δυνάμενος ἀφιστάσθω τοῦ λέγειν τὸν σωτῆρα μάτην τινὶ τόπῳ ἐπιδεδημηκέναι.
 [04644]  ὅρα δὲ εἰ μὴ καὶ ἄλλως ἡ γραφὴ τοὺς ἀνακεκραμένους τινὶ καὶ ἑνωθέν τας γινώσκειν ἐκεῖνό φησιν, ᾧ ἀνεκράθησαν καὶ κεκοινωνήκασιν·
 [04990]  κάτω γὰρ ὥσπερ τόπῳ τινὶ νοεῖται οὕτως καὶ δόγμασιν καὶ διανοίᾳ·
 [05881]  πῶς δὲ ἄλλῳ τινὶ ἀνατίθησι τὴν κρίσιν ὡς ὑποδεεστέρῳ τοῦ σωτῆρος, καθ' ὃ νομίζει, τῷ δημιουργῷ, οὐδ' οὕτω ἀποδεῖξαι δύναται, σαφῶς γεγραμμένου τοῦ «Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν «δέδωκεν τῷ υἱῷ»·
 [06543]  εἴπερ γὰρ καὶ ὁ πρόφασίς τινι γενόμενος ἁμαρτίας τῷ αὐτὸς ἐπὶ ταύτην κεκινηκέναι τὸν ἁμαρτάνοντα τίσει δίκας ἐπὶ τοῖς δι' αὐτὸν ἀνθρώπων τινὶ ἡμαρτημένοις, πῶς οὐχὶ καὶ ὁ παρὸν ἐκ κλῖναι, ἵνα μὴ ὁ δεῖνα προδότης χριστιανοῦ γένηται καὶ ἐπίβουλος τῆς κατὰ τὸν Ἰησοῦν θεοσεβείας, μὴ ἐκκλίνας μὲν καὶ προσπαροξύνας δὲ οὐχὶ καὶ περὶ τῆς ἐκείνου ἁμαρτίας δώσει λόγον, κἂν τὸ ὅσον ἐπὶ τῇ εἰς τὸ μαρτυρεῖν προθυμίᾳ καὶ τῇ εἰς τοῦτο ἀνδρείᾳ τιμῆς καὶ ἀποδοχῆς ἄξιος ᾖ παρὰ τῷ εὐσεβουμένῳ θεῷ καὶ ὁμολογουμένῳ [28.23.196] ὑπ' αὐτοῦ σωτῆρι;
000-00-00 Serial Number=0250274062
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00128]  Ὥσπερ ἐπὶ τῶν εἰκόνων καὶ τῶν ἀνδριάντων αἱ ὁμοιότητες οὐκ ἐξ ὅλων εἰσὶν ὁμοιότητες ἐκείνων πρὸς ἃ ταῦτα γίνεται, ἀλλ' ἡ μὲν ἐν ἑνὶ ἐπιπέδῳ ξύλῳ φέρε εἰπεῖν κηρογρα φουμένη εἰκὼν τῆς ἐπιφανείας μετὰ τοῦ χρώματος ἔχει τὴν ὁμοιότητα, οὐκέτι δὲ σῴζει τὰς εἰσοχὰς καὶ τὰς ἐξοχὰς ἀλλ' ἔμφασιν μόνην αὐτῶν, ἡ δὲ κατὰ τοὺς ἀνδριάντας πλάσις τὸ μὲν κατὰ τὰς εἰσοχὰς καὶ τὰς ἐξοχὰς πειρᾶται σῴζειν ὁμοίωμα, οὐκέτι δὲ καὶ τὰ κατὰ τὴν χρόαν, ἐὰν δὲ καὶ κήρινον ἐκμαγεῖον γένηται, σῴζειν μὲν πειρᾶται ἀμφότερα λέγω δὲ καὶ τὰ κατὰ τὴν χρόαν καὶ τὰ κατὰ τὰς εἰσοχὰς καὶ ἐξοχάς οὐ μὴν καὶ τῶν ἐν βάθει εἰκών ἐστιν, οὕτω μοι νόει καὶ ἐπὶ τῶν κατὰ τὸ εὐαγγέλιον ὁμοιώσεων τὴν βασιλείαν τῶν οὐρανῶν ὁμοιουμένην τινὶ ὁμοιοῦσθαι οὐ διὰ πάντα τὰ προσόντα τῷ εἰς ὃ ἡ ὁμοίωσις, ἀλλὰ διά τινα ὧν χρῄζει ὁ παραληφθεὶς λόγος.
 [00940]  εὖ οἶδα δὲ ὅτι δόξει τινὶ βίαιον εἶναι τὸ τοιοῦτον τῆς περὶ τοῦ «αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου» ἐκδοχῆς·
 [01583]  τοιαῦτα δέ τινα εὕροις ἂν περί τινας ψυχὰς συμπτώματα, πολλάκις νομιζομένας ὑγιαίνειν ἐν σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς, εἶτ' ἔσθ' ὅτε ὡσπερεὶ ἐπιληψίᾳ τινὶ τῇ ἀπὸ τῶν παθῶν λαμβανο μένας καὶ καταπιπτούσας ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν καὶ σπωμένας περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ τὰς λοιπὰς ἐπιθυμίας.
 [01842]  ὥσπερ γὰρ οὐδὲν τῶν οὐαὶ συμβαίνει τινὶ τῶν Χριστοῦ μαθη τῶν, οὕτως οὐδὲ τὸ οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων.
 [01960]  καὶ ἄλλοι ἂν εὑρεθεῖεν τρόποι τῆς ἀνταποδόσεως, οὓς ἐὰν νοῶμεν, εἰ σόμεθα ὅτι λυσιτελεῖ μεθ' ὁποσαοῦν ἁμαρτήματα μετα νοεῖν, ἵνα πρὸς τῷ μὴ περὶ πλειό νων κολάζεσθαι ἡμᾶς καὶ περὶ ἀγα θῶν ἐλπίς τις ἡμῖν ὕστερόν ποτε τῶν πεπραγμένων ἀπολειφθῇ, κἂν πρὸ αὐτῶν μυρία ὅσα ἐπταισμένα τινὶ ᾖ·
 [02135]  καὶ ἵνα μὴ αὐτὴν ἐκτιθέ μενοι τὴν λέξιν μηκύνωμεν τὸν λόγον, δυναμένου τοῦ βουλομένου ἀπ' αὐτῆς τῆς γραφῆς λαβεῖν, φήσομεν ὅτι ἡ μὲν κατὰ Ματθαῖον παραβολή ἐστι δηλοῦσα ὅτι «ὡς ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ», καὶ τινὶ μὲν πέντε, τινὶ δὲ δύο, τινὶ δὲ ἓν τά λαντον.
 [02979]  Μετὰ ταῦτα ὀψίας γενομέ νης, τουτέστι τῆς συντελείας τῆς τοῦ αἰῶνος καὶ τῆς κατὰ τὴν παρα βολὴν ἡμέρας, λέγει τῷ ἐπιτρό πῳ ἑαυτοῦ ὁ κύριος, εἴτε τινὶ ἀγγέλῳ τῷ ἐπὶ τῶν μισθῶν εἴτε καὶ ἑνὶ ἐκ πολλῶν ἐπιτροπευσάντων ἐπιτρόπῳ, καθὸ λέλεκται «ὑπὸ ἐπι τρόπους καὶ οἰκονόμους» εἶναι τὸν κληρονόμον παρὰ τὸν χρόνον ὃν «νήπιός ἐστι».
 [03335]  ὁ μὲν οὖν τῇ ἱστορίᾳ ψιλῇ παριστά μενος καὶ μὴ βουλόμενος διαφωνεῖν τοὺς εὐαγγελιστάς, ἐρεῖ οὐχ ἅμα γεγονέναι τὸ κατὰ τὸν Ματ θαῖον καὶ τὸν Μᾶρκον, ἀλλὰ τινὶ μὲν ἐπιδημίᾳ τῇ ἐν Ἱεριχὼ γε γονέναι τὰ κατὰ τοὺς ἀναβλέψαντας δύο τυφλούς, ἑτέρᾳ δὲ τὰ κατὰ τὸν ἕνα τοῦτον υἱὸν Τιμαίου Βαρτιμαῖον, καὶ ἄλλῃ τὰ κατὰ τὸν Λουκᾶν.
 [04474]  καὶ ὥσπερ πλα νῶνται οἱ διὰ τὸ μὴ τροπολογεῖν τὰ προφητικὰ οἰόμενοι μέλλειν ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἐσθίειν καὶ πί νειν σωματικὰ βρώματα <καὶ πό ματα>, ἐπεὶ <καὶ> αἱ λέξεις τῶν <προφητικῶν> γραφῶν τοιαῦτα πε ριέχουσιν, οὕτως καὶ τὰ περὶ γάμων γεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν τηροῦντες ἐπὶ τοῦ ῥητοῦ καὶ οἰόμενοι συνουσίαις ἡμᾶς καὶ τότε χρήσεσθαι, δι' ἃς οὐδὲ σχολάζειν ἐστὶ «τῇ προσ ευχῇ» δυνατὸν ἐν μολυσμῷ πως ὄντων καὶ ἀκαθαρσίᾳ τινὶ τῶν χρω μένων ἀφροδισίοις.
000-00-00 Serial Number=0901380599
Contra Celsum Ante [Go Back]  
 [00692]  φέροντες μὲν δῶρα, <ἅ>, ἵν' οὕτως ὀνομάσω, συνθέτῳ τινὶ ἐκ θεοῦ καὶ ἀνθρώπου θνητοῦ προσήνεγκαν, σύμβολα μὲν ὡς βασιλεῖ τὸν χρυσὸν ὡς δὲ τεθνηξομένῳ τὴν σμύρναν, ὡς δὲ θεῷ τὸν λιβανωτόν·
 [00723]  Καὶ τίς οὐκ ἂν λέγοι ὅτι τὸ ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων δυνάμει τινὶ θείᾳ ἐν τοῖς ἀποστόλοις αὐτοῦ ἐπλήρωσεν ὁ Ἰησοῦς;
 [01625]  [2.60] Εἶτα ὡς δυναμένου τούτου συμβῆναι, λέγω δὴ τοῦ φαντασίαν τινὶ γίνεσθαι περὶ τοῦ τεθνηκότος ὡς ζῶντος, ἐπιφέρει ὡς Ἐπικούρειος καὶ λέγει κατά τινα διάθεσιν ὀνειρώξαντά τινα ἢ κατὰ τὴν αὐτοῦ βούλησιν δόξῃ πεπλανη μένῃ φαντασιωθέντα τὸ τοιοῦτον ἀπηγγελκέναι, ὅπερ, φησί, μυρίοις ἤδη συμβέβηκε.
 [01647]  Καὶ ἦν γε κατὰ τὴν ἀνάστασιν αὐτοῦ ὡσπερεὶ ἐν μεθορίῳ τινὶ τῆς παχύτητος τῆς πρὸ τοῦ πάθους σώματος καὶ τοῦ γυμνὴν τοιούτου σώματος φαίνεσθαι ψυχήν.
 [02013]  Καίτοι γε φίλη γὰρ ἡ ἀλήθεια φησὶ πρὸς τοῖς τελευταίοις ὁ Κέλσος ὅτι μήτε τούτοις εἴη μήτ' ἐμοὶ μήτε ἄλλῳ τινὶ ἀνθρώπων ἀποθέσθαι τὸ περὶ τοῦ κολασθήσεσθαι τοὺς ἀδίκους καὶ γερῶν ἀξιωθήσεσθαι τοὺς δικαίους δόγμα.
 [02157]  ὃν ἱστόρησεν εἰς κιβωτὸν καταδύντα καὶ ἔνδοθεν αὐτῆς εἰλημμένον μὴ εὑρῆσθαι ἔνδον, ἀλλ' ἔκτοθι δαιμονίᾳ τινὶ μοίρᾳ διαπτῆναι, ἡνίκα ὑπὲρ τοῦ αὐτὸν συλλαβεῖν διέκοψάν τινες τὴν κιβωτόν.
 [02162]  Εἰ δὲ βούλεται αὐτὸς συγχωρεῖσθαι μὴ εἶναι πλάσμα, λεγέτω, τί βουλομένη ἡ ὑπὲρ ἄνθρωπον δύναμις πεποίηκεν ἔκτοθι τῆς κιβωτοῦ δαιμονίᾳ τινὶ μοίρᾳ διαπτῆναι.
 [02165]  περὶ οὗ οἴεται ὁ Κέλσος ὅτι θεοπρόπιόν τι ἐθέσπισεν, ὡς ἄρα μοίρᾳ τινὶ δαιμονίᾳ διέπτη ἀπὸ τῆς κιβωτοῦ.
 [02202]  Πολλοῖς γὰρ καὶ τὰ τῆς ἀνατροφῆς ἐν τοιούτοις γεγένηται, ὡς μηδὲ φαντασίαν ἐπιτραπῆναι τῶν κρειττόνων λαβεῖν ἀλλ' ἀεὶ καὶ ἐκ πρώτης ἡλικίας ἤτοι ἐν παιδικοῖς εἶναι ἀκολάστων ἀνδρῶν ἢ δεσποτῶν ἢ ἐν ἄλλῃ τινὶ κωλυούσῃ ἀναβλέπειν τὴν ψυχὴν κακοδαιμονίᾳ.
 [02827]  Καὶ τινὶ μέν, ὡς ὠνόμασεν ἡ γραφή, λογικὸν ἄδολον γάλα γίνεται, τινὶ δὲ ὡς ἀσθενεστέρῳ οἱονεὶ λάχανον, τινὶ δὲ τελείῳ στερεὰ τροφὴ παραδίδοται.
 [02934]  Νυνὶ δὲ ὑπὲρ τῶν πανταχοῦ ἁμαρτωλῶν, ἵνα καταλίπωσι τὴν ἁμαρτίαν καὶ πιστεύσωσι τῷ θεῷ ἑαυτούς, ἐπιδεδημηκέναι κεκήρυκται ὁ Ἰησοῦς, πατρίῳ τινὶ τοῖς λόγοις τούτοις συνηθείᾳ καὶ Χριστὸς εἶναι λεγόμενος τοῦ θεοῦ.
 [02982]  οἵτινες διὰ τὸ καθαρὸν ἦθος καὶ τὸ ὑπὲρ ἄνθρωπον ἐλέγοντο εἶναι θεοὶ πατρίῳ τινὶ Ἰουδαίων ἔθει.
 [03110]  Καὶ γὰρ οὐ πίσσῃ οὐδ' ἄλλῃ τινὶ τοιαύτῃ ὕλῃ, ἀσφάλτῳ δὲ στερρῶς ἐκέχριστο.
 [03440]  Εἴπερ οὖν Ἰουδαῖοι μετὰ τὸ διαθεῖναι τὸν Ἰησοῦν ἅπερἐτόλμησαν κατ' αὐτοῦ ἡβηδὸν ἀπώλοντο καὶ ἐπυρπολήθησαν, οὐκ ἀπ' ἄλλης ὀργῆς ἢ ἧς ἑαυτοῖς ἐθησαύρισαν ταῦτα πεπόνθασι, τῆς τοῦ θεοῦ κατ' αὐτῶν κρίσεως θεοῦ καταστή ματι γεγενημένης, ὀνομαζομένης ὀργῆς πατρίῳ τινὶ Ἑβραίων ἔθει.
 [04305]  [5.49] Ἀλλ' οὐδὲ ἐπὶ τῷ συῶν ἀπέχεσθαι ὡς μεγάλῳ τινὶ Ἰουδαῖοι σεμνύνονται, ἐπὶ δὲ τῷ τὴν καθαρῶν καὶ ἀκαθάρτων ζῴων φύσιν μεμαθηκέναι καὶ τὴν τούτου αἰτίαν ἐγνωκέναι καὶ τὸν σῦν ἐν ἀκαθάρτοις τετάχθαι.
 [04462]  Οὐκ ἂν οὖν οἱ μὴ χρώμενοι τῷ ἀποστόλῳ ὡς μακαρίῳ τινὶ καὶ σοφῷ λέγοιεν τό·
 [04867]  Τὸ δ' ἀπορροίας ἐκκλησίας ἐπιγείου καὶ περιτομῆς τάχα ἐλήφθη ἀπὸ τοῦ ὑπό τινων λέγεσθαι ἐκκλησίας τινὸς ἐπου ρανίου καὶ κρείττονος αἰῶνος ἀπόρροιαν εἶναι τὴν ἐπὶ γῆς ἐκκλησίαν, καὶ περιτομῆς τινος ἐν καθαρσίῳ τινὶ ἐκεῖ γεγενημένης σύμβολον εἶναι τὴν ἐν τῷ νόμῳ γεγραμμένην.
 [04905]  [6.39] Εἶτα πρὸς τοὺς χρωμένους, ὥς φησι, μαγείᾳ τινὶ καὶ γοητείᾳ καὶ καλοῦντας ὀνόματα βαρβαρικὰ δαιμόνων τινῶν τοιαῦτα, ὅτι ὅμοιον οὗτοι πράττουσι τοῖς ἐπὶ τοῖς αὐτοῖς ὑποκειμένοις τερατευομένοις πρὸς τοὺς μὴ εἰδότας ἄλλα μὲν αὐτῶν εἶναι τὰ ὀνόματα παρ' Ἕλλησιν ἄλλα δὲ παρὰ Σκύθαις.
 [05495]  Εἰ δὲ καὶ τὸ θῆλυ ἤθελεν, ὡς τάχα μὴ δυνάμενος ἢ μὴ τερπόμενος ἄλλῳ τινὶ ἢ τοῖς κόλποις τῶν γυναικῶν, πῶς οὐχὶ παρθένον μᾶλλον ἐχρῆν αὐτὸν ἐπιλέ ξασθαι ἤπερ γυναῖκα τὴν τὸ βούλημα αὐτοῦ θεσπίζουσαν;
 [05886]  [7.38] Νοῦν τοίνυν ἢ ἐπέκεινα νοῦ καὶ οὐσίας λέγοντες εἶναι ἁπλοῦν καὶ ἀόρατον καὶ ἀσώματον τὸν τῶν ὅλων θεόν, οὐκ ἂν ἄλλῳ τινὶ ἢ τῷ κατὰ τὴν ἐκείνου τοῦ νοῦ εἰκόνα γενομένῳ φήσομεν καταλαμβάνεσθαι τὸν θεόν·
 [05956]  Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ θείᾳ τινὶ χάριτι, οὐκ ἀθεεὶ ἐγγινομένῃ τῇ ψυχῇ ἀλλὰ μετά τινος ἐνθουσιασμοῦ, ἀποφαίνεται γινώσκεσθαι τὸν θεόν.
 [05973]  Ὅπερ οὖν ἐν τοῖς ὁρατοῖς ἥλιος, οὔτ' ὀφθαλμὸς ὢν οὔτ' ὄψις ἀλλ' ὀφθαλμῷ τε τοῦ ὁρᾶν αἴτιος καὶ ὄψει τοῦ δι' αὐτὸν συνίστασθαι καὶ ὁρατοῖς τοῦ ὁρᾶσθαι, πᾶσιν αἰσθητοῖς τοῦ γίνεσθαι, καὶ μὴν αὐτὸς αὑτῷ τοῦ βλέπεσθαι, τοῦτο ἐν τοῖς νοητοῖς ἐκεῖνος, ὅσπερ οὔτε νοῦς οὔτε νόησις οὔτ' ἐπιστήμη, ἀλλὰ νῷ τε τοῦ νοεῖν αἴτιος καὶ νοήσει τοῦ δι' αὐτὸν εἶναι καὶ ἐπιστήμῃ τοῦ δι' αὐτὸν γινώσκειν καὶ νοητοῖς ἅπασι καὶ αὐτῇ ἀληθείᾳ καὶ αὐτῇ οὐσίᾳ τοῦ εἶναι, πάντων ἐπέκεινα ὤν, ἀρρήτῳ τινὶ δυνάμει νοητός.
 [06240]  ∆ιὸ καὶ ἐπὶ μὲν ἀνθρώπων χώραν ἔχειν οἴεται τὸν δουλεύοντά τινι μὴ ἂν εὐλόγως καὶ ἄλλῳ δου λεύειν ἀνθρώπῳ, ὡς βλαπτομένου τοῦ ἑτέρου ἀπὸ τῆς διαφόρου δουλείας, μηδὲ τὸν φθάσαντα συνομωμοκέναι τινὶ συνομνύειν καὶ ἑτέρῳ ὡς βλάπτοντα, <καὶ> λόγον ἔχειν τὸ μὴ δουλεύειν ἅμα διαφόροις ἥρωσι καὶ τοῖς τοιούτοις δαίμοσιν·
 [06271]  <Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη>, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι, εὐφημῶν τὴν κτίσιν καὶ βλέπων, τίνα τρόπον ἐλευθερωθήσεται πᾶσα ἀπὸ τῆς δουλείας τῆς φθορᾶς καὶ καταντήσεται εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ, οὐ περισπᾶται πρὸς <τὸ> τῷ θεῷ καὶ ἄλλῳ τινὶ δουλεύειν μετ' αὐτοῦ οὐδὲ πρὸς τὸ δυσὶ κυρίοις δουλεύειν.
 [06274]  [8.6] Ἀλλ' οὐδ' ὡς βλαπτομένου τοῦ θεοῦ, ὡς δοκεῖ βλάπ τεσθαι ἄνθρωπος ὑπὸ τοῦ καὶ ἄλλῳ παρ' αὐτὸν δουλεύοντος, ἐκκλίνομεν τὸ δουλεύειν ἄλλῳ τινὶ ἢ τῷ θεῷ διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς ἀληθείας αὐτοῦ, ἀλλ' ἵνα ἡμεῖς μὴ βλαβῶμεν ἑαυτοὺς χωρίζοντες τῆς τοῦ ἐπὶ πᾶσι θεοῦ μερίδος, ὡς οἰκείως αὐτοῦ τῇ μακαριότητι ζῶντας πνεύματι ἐξαιρέτῳ υἱοθεσίας·
 [06533]  Πάντα ταῦτα δαίμονες αὐτουργοῦσι <ὡς> δήμιοι, κρίσει τινὶ θείᾳ λαβόντες ἐξουσίαν ἐν καιροῖς τισι ταῦτ' ἐνεργεῖν εἴτε εἰς ἐπιστροφὴν ἀνθρώπων, ἐπὶ τὴν χύσιν τῆς κακίας ἐξοκει λάντων, εἴτε καὶ εἰς γυμνάσιον τοῦ λογικοῦ γένους·
 [06641]  [8.43] Καινὸν οὖν γέγονεν, ἐξ οὗ πέπονθε χρόνου ὁ Ἰησοῦς, κἀκεῖνο, λέγω δὲ τὸ κατὰ τὴν πόλιν καὶ πᾶν τὸ κατὰ τὸ ἔθνος καὶ τὸ κατὰ τὴν ἀθρόαν γένεσιν ἔθνους Χριστιανῶν ὡσπερεὶ τεχθέντος εἰσάπαξ καινὸν δὲ καὶ τὸ τοὺς ξένους τῶν διαθηκῶν τοῦ θεοῦ καὶ ἀλλοτρίους τῶν ἐπαγγελιῶν τοὺς μακρὰν τῆς ἀληθείας δυνάμει τινὶ θείᾳ παραδέχεσθαι αὐτήν.
 [06696]  Καὶ γάρ, εἰ χρὴ καὶ τῷ εἰκότι χρῆσθαι λόγῳ περὶ τῆς ἀρχῆθεν Χριστιανῶν συστάσεως, φήσομεν ὅτι οὐ πιθανὸν οὔτε τοὺς Ἰησοῦ ἀποστόλους, ἄνδρας ἀγραμμάτους καὶ ἰδιώτας, ἄλλῳ τινὶ τεθαρρηκέναι πρὸς τὸ καταγγεῖλαι τοῖς ἀνθρώποις χριστιανισμὸν ἢ τῇ δοθείσῃ αὐτοῖς δυνάμει καὶ τῇ ἐν τῷ λόγῳ εἰς τὰ δηλούμενα πράγματα χάριτι, ἀλλ' οὐδὲ τοὺς ἀκροωμένους αὐτῶν μετατεθεῖσθαι ἐκ πατρίων πολυχρο νίων ἐθῶν, μὴ ἀξιολόγου τινὸς δυνάμεως αὐτοὺς καὶ τεραστίων πραγμάτων μετακινησάντων ἐπὶ τὰ οὕτως ξένα καὶ ἀλλότρια τῶν συντρόφων αὐτοῖς δογμάτων.
 [06826]  Ὥρα δ' ἡμῖν κατὰ τὸν Κέλσον μαγγανεύειν μᾶλλον καὶ γοητεύειν ἤπερ χριστιανίζειν, καὶ ἀπείρῳ τινὶ ἀριθμῷ δαιμόνων μᾶλλον πιστεύειν ἢ τῷ αὐτόθεν ἐμφανεῖ καὶ ζῶντι καὶ ἐναργεῖ θεῷ τῷ ἐπὶ πᾶσι διὰ τοῦ πολλῇ δυνάμει ἐπισπείραντος τὸν καθαρὸν τῆς θεοσεβείας λόγον τῇ πάσῃ τῶν ἀνθρώπων οἰκουμένῃ, οὐ ψεύσομαι δὲ προστιθεὶς καὶ λέγων ὅτι καὶ τῶν ἄλλων λογικῶν καὶ δεομένων διορθώ σεως καὶ θεραπείας καὶ μεταβολῆς τῆς ἀπὸ τῆς κακίας.
000-00-00 Serial Number=0656740189
De oratione Ante [Go Back]  
 [00057]  «καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον ἐν τόπῳ τινὶ, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν·
 [00221]  Ἔτι δὲ οὐκ ἄλογον καὶ τοιούτῳ τινὶ παραδείγματι χρήσασθαι πρὸς τὸ προτρέψασθαι ἐπὶ τὸ εὔξασθαι καὶ ἀποτρέψασθαι τοῦ ἀμελεῖν τῆς εὐχῆς.
 [00298]  χρηστέον δὲ εἰκόνι τινὶ τοιαύτῃ εἰς τὸν λόγον τοῦτον πρὸς τὸ παραδέξασθαι τὸ νενοημένον ἡμῖν.
 [00320]  «καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτὸν» καὶ ἐν ἄλλοις·
 [00518]  δεύ τερον δὲ ὅτι οὐχ οἷόν τε ἐστὶ τὴν αὐτὴν προσευχὴν καὶ ἐν τῷ ὄρει λέγεσθαι, ἔνθα «ἰδὼν τοὺς ὄχλους ἀνέβη,» ὅτε «καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν» (ἐν γὰρ τῷ εἱρμῷ τῆς περὶ τῶν μακαρισμῶν ἀπαγγελίας καὶ τῶν ἑξῆς ἐντολῶν παρὰ τῷ Ματθαίῳ αὕτη ἀναγεγραμμένη εὑ ρίσκεται), καὶ «ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο,» εἰρῆσθαι πρός τινα «τῶν μαθητῶν» ἀξιώσαντα διδαχθῆ ναι «προσεύχεσθαι, ὡς καὶ Ἰωάννης ἐδίδασκε τοὺς μαθητὰς αὐτοῦ.».
 [00543]  οὕτως ὁ ἀπέχων ἑαυτοῦ «τὸν μισθὸν,» εἴ τι δώσει τινὶ ἢ ἐν εὐχαῖς, ἅτε μὴ σπείρας «εἰς τὸ πνεῦμα» ἀλλὰ «εἰς τὴν σάρκα,» «θερίσει» μὲν τὴν «φθορὰν,» οὐ «θερίσει» δὲ τὴν «αἰώνιον ζωήν.».
 [00722]  [25.2] ἀλλ' ἐρεῖ τις πρὸς ἀμφότερα, τό τε «ἁγιασθήτω τὸ ὄνομά σου» καὶ τὸ «ἐλθέτω ἡ βασιλεία σου20,» ὅτι, εἰ ὁ εὐχόμενος ἐπὶ τῷ ἐπακούεσθαι εὔχεται καὶ ἐπακούεταί ποτε, δηλονότι ἁγιασ θήσεταί ποτε τινὶ κατὰ τὰ προειρημένα «τὸ ὄνομα» τοῦ θεοῦ, ᾧ καὶ «ἡ [20βασιλεία»] τοῦ θεοῦ ἐνστήσεται.
 [00906]  εἰ γὰρ «σκιὰν» ἔχει «ὁ νόμος τῶν μελλόν των,» ἀνάγκη τὰ πολλὰ σάββατα πολλῶν τινων ἡμερῶν εἶναι «σκιὰν» καὶ τὰς νουμηνίας διὰ χρονικῶν διαστημάτων ἐνίστασθαι, οὐκ οἶδα ὑπὸ ποίας σελήνης συνοδευούσης τινὶ ἡλίῳ ἐπιτελουμένας.
 [01025]  τῶν δὲ ἀποστόλων ἐν τῷ εὔχεσθαι μὴ ἐπιτε τευχότων, τίς ἐλπὶς τῶν ὑποδεεστέρων τινὶ παρ' ἐκείνους εὐχομένῳ ἐπηκόου θεοῦ τυχεῖν;
000-00-00 Serial Number=0952123821
Exhortatio ad martyrium Ante [Go Back]  
 [00595]  νυνὶ δὲ φθόγγοι τινὲς καὶ συλλαβαὶ καὶ μετὰ προσπνεύσεως ἢ ψιλότητος ἢ ἐκτάσεως ἢ συστολῆς ὀνομασίαι ἀπαγγελλόμεναι ἄγουσι τάχα τινὶ φύσει ἀθεωρήτῳ ἡμῖν τοὺς καλου μένους.
000-00-00 Serial Number=0319085717
Fragmenta in Psalmos Ante [Go Back]  
 [00214]  Στέφανος, φησὶν, ἡμῖν τῶν πόνων χάρις, ἡ τὸ τέλος τούτῳ, καθάπερ οπλῳ τινὶ, φράτ τουσα ἡμᾶς.
 [06520]  οἱ γὰρ τοῖς αλλοις τὰς παγίδας πηγνύντες, καθά περ τινὶ δικτύῳ τῇ θείᾳ συλληφθήσονται τι μωρίᾳ, καὶ απερ δρῶσιν ὑπομενοῦσιν, καὶ πείσονται, α τοῖς αλλοις ἐπάγουσιν.
000-00-00 Serial Number=0646361649
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00324]  καὶ ὁ ∆αυεὶδ ἐν τινὶ ἁμαρτίᾳ γεγονὼς ἀξιοῖ τὸν θεὸν λέγων·
 [00407]  βόας γὰρ καὶ πρόβατα καὶ περιστερὰς πωλεῖσθαι ἐκεῖ ὥσπερ <ἐν> ἐμπορίῳ τινὶ εἶπεν ὁ εὐαγγελιστής.
 [00471]  ἁγιάζεται γὰρ μυστικῇ τινὶ ἐπικλήσει.
 [00761]  ἐπειδὴ δὲ καὶ τὰ αἰσθητὰ οἱ πέντε ἄν δρες αὐτῆς ἐλέγοντο εἶναι, μεθ' ἃ συγκατέθετο οὐκ ἠκριβωμένως νοητῷ τινὶ λόγῳ ἐκ τῆς Ἰησοῦ παιδεύσεως, εὐθυβολώτατα εἴρηται·
000-00-00 Serial Number=0817548990
Homiliae in Job Ante [Go Back]  
 [00106]  οὐκ ἀπὸ σκοποῦ ἀλ γύνομαι, καθάπερ τειχίῳ τινὶ τοῖς δεινοῖς κυκλούμενος.
000-00-00 Serial Number=0532441556
Homiliae in Lucam Ante [Go Back]  
 [00039]  [1.10] Εἰκὸς δὲ ὑπολαμβάνειν τινάς, ὅτι Θεοφίλῳ τινὶ ἔγραψε τὸ εὐαγγέλιον.
 [00768]  οἱ δὲ τῶν ἔξω τῆς ἐκκλησίας οὐκ εἰσὶ ἄξιοι τούτου, ἑτέρῳ τινὶ ἐξυπ ηρετούμενοι.
000-00-00 Serial Number=0639900088
In Jeremiam Ante [Go Back]  
 [00839]  οἷον τοῦ πυρὸς προσφερομένου τινὶ καὶ μὴ αἰσθανομένου τοῦ καιομένου, θελήσωσιν ἐκεῖνοι, καταλα βόντες σύγκρισιν μὴ αἰσθανομένων ἐπὶ ταῖς ἀλγηδόσιν καὶ αἰσθανομένων, μᾶλλον αἰσθάνεσθαι ἐπὶ τῷ πυρὶ ἢ μὴ αἰσθά νεσθαι·
 [01619]  οἶδά τινας ἐν τῷ βίῳ τούτῳ ὑπὲρ κολάσεως βουλομένους νήσῳ τινὶ παραδοῦναι καὶ ὑπὲρ βα σάνου τοὺς οἰκείους τινὸς τῶν λυπησάντων τὴν βασιλείαν καὶ διασκορπίζοντας, ἐνταῦθα μὲν τὴν γυναῖκα, ἐνταῦθα δὲ τὸν ἕνα υἱόν, εἶτα ἀλλαχοῦ τὸν ἕτερον, ἵνα μηδὲ ἐν τῇ συμφορᾷ ἀπολαύσωσιν ἡ μήτηρ τοῦ υἱοῦ, ἢ ὁ ἀδελφὸς τοῦ ἀδελφοῦ.
 [02915]  ὅρα πῶς καὶ μεταποιοῦμεν τὰ ὀνόματα οἱ τέλειοι ἄνδρες πρὸς τὰ βρέφη, καὶ τὸν μὲν ἄρτον ἰδίως ὀνομάζομεν αὐτοῖς, τὸ δὲ πιεῖν ἄλλῃ λέξει ὀνομάζομεν, τελείων οὐ χρώμενοι διαλέκτῳ ᾗ χρώμεθα πρὸς τοὺς τελείους ὁμήλικας, ἀλλὰ ἄλλῃ λέξει τινὶ παιδικῇ καὶ βρεφώδει.
000-00-00 Serial Number=0748615801
In Jesu Nave homiliae Ante [Go Back]  
 [00285]  δι' ὧν οἱ κλῆροι κατὰ θείαν κρίσιν ἀνήγοντο τοῖς πρώτοις τὰ πρωτεῖα παρέχοντες καὶ τοῖς [453] ἄλλοις ἑξῆς, ὡς καὶ ἐν τοῖς Ἀριθμοῖς τάξει τινὶ περὶ τὴν σκηνὴν ἐστρατοπεδεύοντο οἱ ἐκ τοῦ «Καὰθ» καὶ «Γηρσὼμ» καὶ «Μεραρί».
000-00-00 Serial Number=0566694736
Philocalia Ante [Go Back]  
 [01411]  ἀλλ' ἀλόγῳ τινὶ, κἂν μὴ βούλωνται τοῦτο ὁμολογεῖν, φορᾷ ἔρχονται ἐπὶ τὸ ἀσκῆσαι, φέρ' εἰπεῖν, τὸν Στωϊκὸν λόγον, καταλιπόντες τοὺς λοιπούς·
 [01484]  δυνάμει τινὶ θείᾳ ἐν τοῖς ἀποστόλοις αὐτοῦ ἐπλήρω σεν ὁ Ἰησοῦς;
 [01736]  πολλοῖς γὰρ καὶ τὰ τῆς ἀνατροφῆς ἐν τοιούτοις γεγένηται ὡς μηδὲ φαντασίαν ἐπιτραπῆναι τῶν κρειττόνων λαβεῖν, ἀλλ' ἀεὶ καὶ ἐκ πρώτης ἡλικίας ἤτοι ἐν παιδικοῖς εἶναι ἀκολάστων ἀνδρῶν ἢ δεσποτῶν, ἢ ἐν ἄλλῃ τινὶ κωλυούσῃ ἀναβλέπειν τὴν ψυχὴν κακοδαιμονίᾳ.
 [02586]  [22.9] Νοείσθωσαν τοίνυν πάντες οἱ ἐπὶ γῆς μιᾷ τινὶ δια λέκτῳ θείᾳ χρώμενοι, καὶ ὅσον γε συμφωνοῦσι πρὸς ἀλλή λους τηρείσθωσαν ἐν τῇ θείᾳ διαλέκτῳ·
 [02964]  δικαίως δ' ἂν καὶ τοῦτο ἐροίμην, πότερον ἐπλήρου τὴν ὕλην ὁ θεὸς, ἢ ἐν μέρει τινὶ ὑπῆρχεν αὐτῆς.
 [02965]  εἰ μὲν γὰρ ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεὸν, πλεῖ στον ὅσον μικρότερον αὐτὸν τῆς ὕλης λέγει·
000-00-00 Serial Number=0367279708
Scholia in Lucam Ante [Go Back]  
 [00025]  Εἰκὸς δὲ ὑπολαμβάνειν τινὰς, ὅτι Θεοφίλῳ τινὶ [17.313] ἔγραψε τὸ Εὐαγγέλιον, ὃς εἷς ἦν τῶν πεπιστευκότων, οὕτως ζέων τῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξεις τε καὶ λόγους·
 [00068]  Εἰκὸς ὑπολαμβάνειν, ὅτι Θεοφίλῳ τινὶ ἔγραψε τὸ Εὐαγγέλιον, ὃς εἷς ἦν τῶν πεπιστευκότων, οὕτω ζέων τῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυ ρίου πράξεις τε καὶ λόγους·
000-00-00 Serial Number=0138559461
Selecta in Ezechielem Ante [Go Back]  
 [00361]  Ἐὰν ἅγιός τις ᾖ, κρατήσει ὧν κρατεῖν δεῖ, καὶ περιέσται οὐκ ἄλλῳ τινὶ ἢ τῷ ὀφθαλμῷ τῆς ἰδίας ζωῆς, ὅς ἐστιν ὁ νοῦς, ἐν ᾧ τὴν ἐν τῷ ἀληθεῖ ζωὴν βλέπομεν, καὶ περιγινόμεθα πάντων τῶν ἀντιπαλαιόντων ἡμῖν.
000-00-00 Serial Number=0493116200
Selecta in Psalmos Ante [Go Back]  
 [01037]  Ταῦτα δὲ ἡμῖν εἴρη ται ἐξετάζουσι τὸ, «Ἐπάταξας τοὺς ἐχθραίνοντάς μοι ματαίως·» πάντων τῶν ἐχθραινόντων τινὶ, ματαίως ἐχθραινόντων.
 [01497]  τὸν αὐτὸν τρόπον ὁ Θεὸς δυ νάμει τινὶ φθάνων ἐπὶ τὸν ἑκάστων νοῦν, ἐὰν μη δαμόθεν οὗτος ἐφ' ὃν φθάνει συγκεκαλυμμένος ᾖ, μηδὲ ἀπὸ παθῶν τι κωλυτικὸν πεπονθὼς τῆς ἰδίας ὀξυδερκίας, αἴτιος γίνεται, τοῦ τε αὐτὸν νοεῖσθαι καὶ ἐπὶ τὰ ἄλλα νοητὰ φθάνειν τὸν φωτιζόμενον ὑπ' αὐτοῦ νοῦν.
 [02566]  Πολλοὶ δὲ ἔλεοι γί νονται Θεοῦ, διὰ τὸ ἀκολουθίᾳ τινὶ ἀνθρωπίνῃ συμ βαίνειν, οὐ θαυμαστούμενοι ὑπὸ τοῦ ποιοῦντος αὐ [12.1220] τούς.
 [04285]  Οὐκ ἐν ἄλλῳ τινὶ ἐπαινεθήσομαι, ἀλλ' ἐν σοφίᾳ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»