0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τοσοῦτον [173]


000-00-00 Serial Number=0544502437
Commentarii in Romanos Ante [Go Back]  
 [00359]  [5,] [3] [5]] «Οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ | θλῖψις ὑπομονὴν κατεργάζεται» τῶν γὰρ πολλῶν ἐνδιδόντων πρὸς τὰς θλίψεις καὶ λυπουμένων ἐπ' αὐταῖς ὡς δυσαρεστεῖσθαι, ἡμεῖς τοσοῦτον διὰ Ἰησοῦ Χριστοῦ ὑπὸ Θεοῦ ὠφελήθημεν ὥστε καυχᾶσθαι διὰ τὴν ἐκ Θεοῦ ἐν θλίψεσιν πολλὴν ὑπομονὴν ἐπὶ ταῖς θλίψεσιν ὡς ἐπὶ ὕλῃ ἀγαθῶν.
000-00-00 Serial Number=0293902993
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00782]  εἰς τοσοῦτον γὰρ ἐντεῦθεν τότε φρονήματος ἤρθησαν, ὥστε λόγος αὐτοὺς εἰωθότας κατὰ ψῆφον τῆς συγκλήτου θεοὺς ἀναγορεύειν οὓς ἂν βουληθεῖεν, ἐπὶ τοῦ σωτῆρος ἡμῶν τοὐναντίον ποιῆσαι·
000-00-00 Serial Number=0466050446
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00645]  [1.34.246] Ἕκαστος δὲ τῶν σοφῶν καθ' ὅσον χωρεῖ σοφίας, τοσοῦτον μετέχει Χριστοῦ, καθ' ὃ σοφία ἐστίν·
 [00646]  ὥσπερ ἕκαστος τῶν δύναμιν ἐχόντων κρείττονα ὅσον εἴληχε τῆς δυνάμεως, τοσοῦτον Χριστοῦ, καθ' ὃ δύναμίς ἐστι, κεκοινώνηκεν.
 [02435]  Κατατμηθῆναι γὰρ ὑπὸ τοῦ τομωτέρου πάσης μαχαίρας διστόμου λόγου ζῶντος θεοῦ καὶ ἐνεργοῦς καὶ καυστικωτέρου παντὸς πυρὸς ἀνάγκη τὸν ἐπὶ τοσοῦτον εἰς βάθος τῆς ἑαυτοῦ ψυχῆς τὴν κακίαν χωρήσαντα, ὡς γενέσθαι αὐτὸν γῆν ἀκανθοφόρον.
 [02560]  Μεθ' ὃν καὶ ἡμεῖς δέξασθαι οἷοί τε αὐτὸν ἐσόμεθα, ἕκαστος τοσοῦτον καὶ τοιοῦτον, ὁποίαν αὐτῷ ποιοῦμεν καὶ πηλίκην χώραν ἐν τῇ ψυχῇ ἡμῶν.
 [02592]  [10.8.36] Τίς δ' οὕτως σοφὸς καὶ ἐπὶ τοσοῦτον ἱκανὸς ὡς πάντα τὸν Ἰησοῦν ἀπὸ τῶν τεσσάρων εὐαγγελιστῶν μαθεῖν, καὶ ἕκαστον ἰδίᾳ χωρῆσαι νοῆσαι, καὶ πάσας αὐτοῦ τὰς καθ' ἕκαστον τόπον ἰδεῖν ἐπιδημίας καὶ λόγους καὶ ἔργα;
 [02618]  Νῦν γὰρ ἡμᾶς οὐκ ἀπαιτεῖ τὰ προκείμενα ἐπὶ τοσοῦτον παρεκβῆναι τοῦ λόγου.
 [03559]  [13.12.76] Καὶ ἡ ἑτερόδοξος δὲ γνώμη τῶν περὶ τὰς γραφὰς καλινδουμένων, διελεγχθέντων αὐτῆς τῶν τε προτέρων πέντε ἀνδρῶν καὶ τοῦ μετ' ἐκείνους καταλειφθέντας ὑπ' αὐτῆς δόξαντος εἶναι ἀνδρός, τὸν ἐλέγξαντα λόγον οὐ δυναμένη ἀρχῆθεν ὅ ἐστιν ἰδεῖν, προφήτην εἶναί φησιν, οἱονεὶ θεῖόν τινα καὶ ἔχοντά τι τοῦ ἀνθρωπίνου κρεῖττον, οὐ μὴν τοσοῦτον ὅσον ἦν.
 [03585]  [13.14.88] Ἔξεστιν οὖν καὶ ἐν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυ νεῖν τῷ πατρὶ ὅτε οὐ μόνον «ἔρχεται ὥρα» ἀλλὰ «καὶ νῦν ἐστιν», κἂν ἐν τοῖς Ἱεροσολύμοις διὰ τοὺς ἐπὶ τοσοῦτον μόνον φθάνοντας τυγχάνειν νομιζώμεθα.
 [03662]  [13.20.122] Ἐπεὶ δὲ μυθοποιοῦντες οἱ ἀπὸ τῆς γνώμης αὐτοῦ οὐκ οἶδ' ὅ τί ποτε τρανῶς παριστᾶσιν περὶ τῆς ἀπολωλυίας πνευματικῆς φύσεως οὐδὲν σαφὲς διδάσκοντες ἡμᾶς περὶ τῶν πρὸ τῆς ἀπωλείας αὐτῆς χρόνων ἢ αἰώνων οὐδὲ γὰρ τρανοῦν δύνανται ἑαυτῶν τὸν λόγον , διὰ τοῦτο αὐτοὺς ἑκόντες παραπεμψόμεθα, τοσοῦτον ἐπαπορήσαντες.
 [03740]  «Ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν» καὶ διὰ τοῦτο μὴ ἐνεγκόντι μηδὲ τὴν «ἀγαθὸς» προσηγορίαν τὴν κυρίαν καὶ ἀληθῆ καὶ τελείαν παραδέξασθαι αὐτῷ προσφερομένην, ἀλλὰ ἀναφέ ροντι <αὐ>τὴν εὐχαρίστως τῷ πατρὶ μετ' ἐπιτιμήσεως πρὸς τὸν βουλόμενον ὑπερδοξάζειν τὸν υἱόν, πάντων μὲν τῶν γενητῶν ὑπερέχειν οὐ συγκρίσει ἀλλ' ὑπερβαλλούσῃ ὑπεροχῇ φαμὲν τὸν σωτῆρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὑπερεχόμενον τοσοῦτον ἢ καὶ πλέον ἀπὸ τοῦ πατρός, ὅσῳ ὑπερέχει αὐτὸς καὶ τὸ ἅγιον πνεῦμα τῶν λοιπῶν, οὐ τῶν τυχόντων ὄντων.
 [03803]  [13.28.169] Οἱονεὶ δὲ καὶ ἀποστόλῳ πρὸς τοὺς ἐν τῇ πόλει χρῆται τῇ γυναικὶ ταύτῃ, ἐπὶ τοσοῦτον ἐξάψας αὐτὴν διὰ τῶν λόγων, ἕως ἀφεῖσα τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ ἀπελθοῦσα εἰς τὴν πόλιν εἴπῃ τοῖς ἀνθρώποις·
 [03818]  κατὰ μὲν οὖν τὴν λέξιν σπου δὴν ἐμφαίνει πλείονα τῆς Σαμαρείτιδος καταλειπούσης τὴν ὑδρίαν καὶ οὐ τοσοῦτον πεφροντικυίας τοῦ σωματικοῦ καὶ ταπεινοτέρου καθήκοντος ὅσον τῆς τῶν πολλῶν ὠφελείας·
 [04166]  ἅμα γὰρ αὐτοῖς χαίρουσιν ὁρῶντες τὴν δόξαν τοῦ υἱοῦ τοῦ θεοῦ, ἥντινα ἐπὶ τοσοῦτον πεφωτισμένην ὑπὸ τοῦ πατρὸς καὶ φωτίζουσαν τοὺς ὁρῶντας πρότερον οὐχ ἑωράκει Μωσῆς καὶ Ἠλίας, ὡς νῦν θεῶνται ἅμα τοῖς ἁγίοις ἀποστόλοις.
 [04992]  ἀλλὰ καὶ ὁ δεικνύμενος κόσμος, ὑλικὸς γενόμενος, διὰ τοὺς δεηθέντας τῆς ἐνύλου ζωῆς τό πους μὲν ἔχει διαφόρους, οἵτινες πάντες ὡς μὲν πρὸς τὰ ἄϋλα καὶ τὰ ἀόρατα καὶ τὰ ἀσώματα κάτω εἰσίν, οὐ τοσοῦτον τόπῳ ὅσον τῇ πρὸς [19.20.133] τὰ ἀόρατα συγκρίσει.
 [05222]  καὶ ὡς καταφρο νήσαντες οἴκου πατρὸς οὐκ ἐπαινετοῦ, εὐλογηθησόμεθα μεγαλυνο μένου τοῦ ὀνόματος ἡμῶν, γινόμενοι εὐλογητοὶ ἐπὶ τοσοῦτον, ὡς τοὺς μὲν εὐλογοῦντας ἡμᾶς εὐλογεῖσθαι ὑπὸ τοῦ θεοῦ, τοὺς δὲ κατα ρωμένους ὑπὸ κατάραν ἔσεσθαι, πᾶσάν τε γῆς φυλὴν ἐν ἡμῖν εὐλο γεῖσθαι (ὅτε καὶ περὶ ἡμῶν εἴποι ἂν ὁ λόγος·
 [05955]  Πῶς δύ «ναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν;» ἀπεδείκνυμεν ὅτι οὐκ ἂν τοσοῦτον ἀνόητοι ἦσαν οἱ ἀκούοντες ὡς ὑπολαμβάνειν ὅτι προ καλεῖται ὁ λέγων τοὺς ἀκροατὰς εἰς τὸ προσελθεῖν καὶ ἐμφαγεῖν τῶν σαρκῶν αὐτοῦ.
 [06214]  καταπλαγέντες γὰρ οἱ ἰδόντες τὸν Ἰησοῦν ἐν τοῖς τοιούτοις τοσοῦτον δεδυνημένον, οἱ αὐχοῦντες μὲν περὶ λόγον ἀσχολεῖσθαι θεοῦ, τὸ πλήρωμα δὲ τοῦ λόγου μηδέπω παραδεξάμενοι, καὶ πιστεύσαιεν ἂν μάλιστα ὅσοι ἐληλύθασιν ὡς ἐπὶ νεκρῷ καὶ πάντη ἀπεγνωσμένῳ καὶ αὐτοὶ ἀπογνόντες τὸν τοιοῦτον, παραμυθήσασθαι τὴν ἐπὶ τῇ ἐκπτώσει τοῦ ἀδελφοῦ ὀδυνωμένην·
 [06631]  διόπερ δοκοῦντες ἑαυτῶν πάσχα λατρείαν προσφέρειν τῷ θεῷ, τοσοῦτον ἐδέησαν τοῦ ἁγνίσαι ἑαυτοὺς ὥστε ἐναγέστεροι γενέσθαι οὗ ἦσαν ἐναγεῖς πρὶν ἁγνίσωσιν ἑαυτούς.
 [07078]  ὁ δὲ λείπων ἔν τινι ἀριθμῷ τῶν ἐν τῷ πιστεύεσθαι σω ζόντων, ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι, τοσοῦτον λείπει τοῦ πᾶσαν ἔχειν τὴν πίστιν, ὅσοις ἀριθμοῖς πιστεύων ἐνδεῖ ἢ ὅσον ἀφέστηκεν τῆς περὶ τῶν πιστευομένων βεβαιότητος εἴτε πάντων εἴτε τινῶν·
 [07093]  καὶ οὕτως καθεξῆς μοι νόει, ἵνα θεωρήσωμεν ὁπηλίκον ἐστὶν τὸ ἀνελλιπῶς καὶ βεβαίως πᾶσαν τὴν πίστιν ἔχειν, τοσοῦτον δυναμένην, ὅτε πᾶσά ἐστιν ἐν ἀνθρώπου ψυχῇ, ὥστε ἅτινά ποτέ ἐστιν τὰ ὄρη μεθιστάνειν αὐτὰ δύνασθαι·
 [07098]  τοσοῦτον δὲ λείπει τῇ δυνάμει τῆς τῶν ὀρῶν μεταθέσεως ὅσον λείπει πρὸς τὸ πᾶσαν τὴν [32.16.196] πίστιν ἔχειν ὁ ἔτι κατ' αὐτὴν ἀτελής.
 [07237]  «Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει «με», ἐπὶ τοσοῦτον ἐκτραπῆναι καὶ ἐπιλαθέσθαι τῶν τοῦ διδασκάλου [32.19.259] μαθημάτων, ὡς καὶ ἐπὶ τὴν προδοσίαν αὐτοῦ φθάσαι.
 [07493]  ἐν τίνι οὖν ἐδοξάσθη τοσοῦτον ὅσον ἐν τῷ Ἰησοῦ, ἐπεὶ ἁμαρτίαν οὐκ ἐποίησεν μηδὲ εὑ [32.29.362] ρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, μηδὲ ἔγνω ἁμαρτίαν;
000-00-00 Serial Number=0126060724
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00269]  Ἐπὶ τοσοῦτον δὲ διέλαμψεν οὗτος ὁ Ἰάκωβος ἐν τῷ λαῷ ἐπὶ δικαιοσύνῃ ὡς Φλάβιον Ἰώσηπον ἀναγράψαντα ἐν εἴκοσι βιβλίοις τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν, τὴν αἰτίαν παραστῆσαι βουλόμενον τοῦ τὰ τοσαῦτα πεπονθέναι τὸν λαὸν ὡς καὶ τὸν ναὸν κατασκαφῆναι, εἰρηκέναι κατὰ μῆνιν θεοῦ ταῦτα αὐτοῖς ἀπηντηκέναι διὰ τὰ εἰς Ἰάκωβον τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ ὑπ' αὐτῶν τετολμημένα.
 [00279]  Μήποτε δὲ ἐμφαίνεται διὰ τούτων ἐπαπόρησις περὶ τοῦ μηδὲ ἄνθρωπον εἶναι, ἀλλά τι θειότερον τὸν Ἰησοῦν, υἱὸν μὲν ὄντα, ὡς ὑπελάμβανον, Ἰωσὴφ καὶ Μαρίας, ἀδελφὸν δὲ τεσσάρων <ἀρρένων>, οὐδὲν δ' ἧττον καὶ ἑτέρων θηλειῶν, καὶ μηδὲν ἔχοντά τινι τῶν ἐκ γένους παραπλήσιον μηδ' ἐκ παιδεύσεως καὶ διδασκαλίας ἐπὶ τοσοῦτον σοφίας καὶ δυνάμεως ἐληλακότα.
 [00282]  Πλὴν οἱ λέγοντες ταῦτα καὶ ἐπὶ τοσοῦτον ἐπαποροῦντες καὶ ἐκπλησσόμενοι οὐκ ἐπίστευον μέν, ἐσκανδαλίζοντο δὲ ἐν αὐτῷ, ὡσεὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας κρατούμενοι ὑπὸ δυνάμεων ἃς ἔμελλεν ἐν τῷ καιρῷ τοῦ πάθους θριαμβεύειν ἐν τῷ ξύλῳ.
 [00349]  Ποίαν οὖν ἔχει πιθα νότητα τὸν ἐπὶ τοσοῦτον γνώριμον παντὶ λαῷ καὶ διαβόητον ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, ὃν ἔλεγον υἱὸν εἶναι «τοῦ τέκτονος» καὶ Μαρίας καὶ ἀδελφοὺς ἔχειν τοιούσδε καὶ ἀδελφάς, νομίζεσθαι εἶναι οὐχ ἕτερον Ἰωάννου, ᾧ πατὴρ ἦν Ζαχαρίας καὶ μήτηρ Ἐλισάβετ, οὐδ' αὐτοὶ ἄσημοι ἐν τῷ λαῷ;
 [00506]  Οὐ κατὰ τὸν παρόντα δέ ἐστι λόγον νῦν τοσοῦτον ἐκβῆναι τοῦ προκειμένου, ὡς συναγαγεῖν τὰ περὶ τῶν δώδεκα φυλῶν καὶ ἰδίᾳ τὰ περὶ ἑκάστης αὐτῶν καὶ εἰπεῖν τίς ἑκάστη τοῦ Ἰσραὴλ φυλή.
 [01170]  τίς γὰρ οὐκ ἂν ὁμολογήσαι ὅτι (φέρ' εἰπεῖν) Τιμόθεος γινώσκων Ἰη σοῦν εἶναι τὸν Χριστὸν οὐκ ἐπὶ τοσοῦτον πεφώτιστο εἰς τὴν περὶ αὐτοῦ γνῶσιν, ὅσον ὁ ἀπόστολος Παῦλος πεφώτιστο;
 [01201]  ἑλκύσω πρὸς ἐμαυτόν», οὐ κέτι τοσοῦτον ὅσον <πρότερον> δυ ναμένου τοῦ <ἄρχοντος τοῦ> κω λύοντος ἔρχεσθαι πρὸς τὸν Ἰησοῦν τοὺς ἑλκομένους ὑπ' αὐτοῦ.
 [01327]  οὔτε γὰρ τοσοῦτον ἐκαθα ρεύσαμεν, ἵνα ἡμῖν μηδόλως ἐπιλο γισθῇ τὰ φαῦλα, οὔτε ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν, ὥστε ἐπιλησθῆναι ἡμῶν τὰ κρείττονα.
 [01374]  ταῦτα δὲ προφητεύει ὁ λόγος τοῖς τελειωθησομένοις καὶ ἐκ τοῦ ἑστη κέναι παρὰ τῷ λόγῳ ἐπὶ τοσοῦτον προκόψασιν, ὥστε αὐτοὺς μηδὲ γεύ σασθαι θανάτου, ἕως ἂν ἴδωσι τὴν ἐπιφάνειαν καὶ τὴν δόξαν καὶ τὴν βασιλείαν καὶ τὴν ὑπεροχὴν τοῦ λόγου τοῦ θεοῦ, καθ' ἣν ὑπερέχει παντὸς τοῦ ἀντιπερισπῶντος καὶ περιέλκοντος λόγου φαντασίᾳ ἀλη θείας τοὺς μὴ δυναμένους διαρ ρῆξαι τοὺς τοῦ περισπασμοῦ δεσμοὺς καὶ ἀνελθεῖν ἐπὶ τὸ ὕψος τῆς ὑπεροχῆς τοῦ τῆς ἀληθείας λόγου.
 [01378]  ἀλλ' οὐκ ἂν οἶμαί τινα τολμῆσαι λέγειν ὅτι μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος οὐκέτι συνέσται τοῖς μαθηταῖς ὁ υἱὸς τοῦ θεοῦ, ἐπεὶ ἡ λέξις ἐπὶ τοσοῦτον ἔσεσθαι αὐτὸν μετ' αὐτῶν φησιν, ἕως ἡ συντέλεια τοῦ αἰῶνος ἐνστῇ·
 [01624]  ἐπὰν οὖν ἔχῃ τις «τὴν πᾶσαν πίστιν», ὥστε μηκέτι περί τινων ἐν τοῖς ἱεροῖς γράμμασι κειμένων ἀπιστεῖν, καὶ τοιαύτην αὐτὴν ἔχῃ, ὁποία ἦν ἡ πίστις τοῦ Ἀβραὰμ πιστεύοντος τῷ θεῷ ἐπὶ τοσοῦτον, ὥστε λογισθῆναι τὴν πίστιν αὐτοῦ «εἰς δικαιοσύνην», ἔχει «τὴν πᾶσαν πίστιν» ὡς κόκκον σινάπεως.
 [01629]  καὶ οὐδέν γε τούτῳ τῷ ἐπὶ τοσοῦτον πιστεύοντι ἔσται ἀδύνατον.
 [01737]  εἴποι δ' ἂν ὁ κατὰ τὸ ἁπλοῦν διη γούμενος τὸν τοῦ σωτῆρος ἐν τού τοις λόγον ὅτι, ἐὰν ἀνήρ τις ὢν ἐπὶ τοσοῦτον νεκρώσῃ τὰς ἀνδρικὰς ἐπιθυμίας, «πνεύματι τὰς πράξεις τοῦ σώματος» θανατῶν καὶ «πάντοτε τὴν νέκρω σιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι» περι φέρων, ὥστε παιδίου ἀγεύστου ἀφρο δισίων καὶ ἀνεννοήτου ἀνδρικῶν κι νημάτων ἔχειν κατάστασιν, ὁ τοιοῦ τος ἐστράφη καὶ γέγονεν ὡς τὰ παιδία.
 [01758]  ἀλλ' ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς τὰ παιδία ὁμοιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως.
 [01808]  ὅσον δὲ ἑαυτὸν σμικρύνει, τοσοῦτον γίνεται «μέγας» <ὑπ'> αὐτοῦ τοῦ ἐπιτέλλοντος σμικρύνειν αὑτὸν καὶ ποιοῦντος ἐπιδιδόναι εἰς μέγε θος·
 [01971]  ὅσῳ οὖν βελτίων ὁ δεσμεύων, <τοσοῦτον ὁ δεδεμένος πλεῖον ἢ ἐν ἑνὶ οὐρανῷ δέδεται, καὶ ὅσῳ βελτίων ὁ λύων> τοσοῦτον μακαριώτερος ὁ λελυμένος, ὡς πανταχοῦ τῶν οὐρανῶν εἶναι αὐ τοῦ τὸ λελύσθαι.
 [01981]  τὰ γὰρ ἡρμοσμένα ὄργανα «ἐν ἰσχύϊ καὶ ᾠδαῖς» εἶχεν ἐν ἑαυτοῖς τὴν μουσικὴν συμφωνίαν, ἥτις τοσοῦτον δύναται, ὡς δύο μό νων μετὰ τῆς πρὸς τὴν θείαν μουσι κὴν καὶ πνευματικὴν συμφωνίας αἴ τησιν προσαγόντων τῷ ἐν τοῖς οὐρα νοῖς πατρὶ περὶ οὑτινοσοῦν, τὸν πα τέρα διδόναι τὰ αἰτήματα τοῖς μετὰ τοῦ συμφωνεῖν ἐπὶ γῆς (ὅπερ ἐστὶ παραδοξότατον) αἰτήσασιν, ἅπερ αἰ τήσαιεν ἂν οἱ τὴν εἰρημένην συμ φωνίαν συμφωνήσαντες.
 [02071]  καὶ ἐπ' ἄλλαις παραβολαῖς εὑρίσκονταί τινες, τῇ μὲν ὀφειλέται δύο, ὁ μὲν πεντακοσίων ὁ δὲ πεντήκοντα δη ναρίων, ἤτοι ταῦτα πιστευθέντες καὶ κακῶς οἰκονομήσαντες (ἐλάτ τους τῇ δυνάμει τοῦ τὸ τάλαντον πεπιστευμένου), ἢ *** ὅτι μὲν εἰλήφασιν οὗτοι, οὐ μεμαθήκαμεν, ὅτι δὲ τοσοῦτον ὤφειλον, ἀπὸ τῆς παραβολῆς δεδιδάχθαι δοκοῦμεν.
 [02648]  ∆οκεῖ δέ μοι ὅτι «ἀκούων Ἀνανίας τοὺς λόγους τούτους» διὰ τοῦτο «πεσὼν ἀπέψυξεν», ἐπεὶ οὐκ ἤνεγκε τὸν ἔλεγχον <Πέτρου>, ἀλλὰ βασανιζόμενος τοσοῦτον ἐκολάσθη ὡς καὶ ἐκψῦξαι, καθικομένων τῶν λόγων Πέτρου τῆς ψυχῆς αὐτοῦ.
 [02732]  ἡμεῖς δὲ τοσοῦτον παραθησόμεθα ὅτι ἐστί τινα ἐν τῷ νόμῳ γινόμενα τέχνῃ ῥαφιδευτοῦ χρῄζοντος ῥα φίδος, ἵνα κατὰ σοφίαν θεοῦ ποιήσῃ τὰ ἔργα <τις> ἧς ἀνείληφε τέχνης.
 [03253]  ἐπεδήμησε γὰρ τῷ γένει τῶν ἀνθρώ πων, ἵνα διακονήσῃ καὶ ἐπὶ τοσοῦτον ὁδεύσῃ διακονῶν ἡμῶν τῇ σωτηρίᾳ, ὡς δοῦναι τὴν ἑαυτοῦ ψυχὴν λύτρον ἀντὶ πολλῶν τῶν πιστευ σάντων εἰς αὐτόν.
 [03259]  διὸ καὶ «θάνατος αὐτοῦ» δόξας κεκυ ριευκέναι «οὐκέτι κυριεύει» γενομένου <μόνου> «ἐν νεκροῖς» ἐλευθέρου καὶ ἰσχυροτέρου τῆς τοῦ θανάτου ἐξου σίας, καὶ ἐπὶ τοσοῦτον ἰσχυροτέρου ὥστε καὶ πάντας τοὺς βουλομένους αὐτῷ ἀκολουθεῖν τῶν κρατουμένων ὑπὸ τοῦ θανάτου δύνασθαι ἐλευθε ροῦν, οὐδὲν ἰσχύοντος κατ' αὐτῶν ἔτι τοῦ θανάτου.
 [03271]  καὶ τίνι ἐδόθη ἐκείνη λύτρον πολε μίῳ κατέχοντι ἡμᾶς αἰχμαλώτους ἕως λάβῃ τὸ λύτρον, καὶ εἰ ἐχώρει τὸ τηλικοῦτον καὶ τοσοῦτον ἐκεῖνος λύτρον ἀντὶ τῶν αἰχμαλώτων λα βεῖν.
 [03944]  εἶτ' ἐπὰν ὁ λόγος συμπληροῦσθαι ἄρχηται, ὁ καιρὸς ἔστω τῆς πρώτης ἀνθήσεως, ὅσον δὲ προκόπτει γεωργουμένη ἡ ψυχὴ τοσοῦτον καὶ ὁ γεωργούμενος ἀμ πελὼν δείγματα φέρει μελλόντων βο τρύων, κυπριζόντων μὲν καὶ ὀσμὴν εὐωδίας (μελλούσης ἀρετῆς) φερόν των κατ' ἀρχάς, ὕστερον δὲ ἤδη καὶ ὀμφακιζόντων, ὅτε κακία μὲν <νεό τητι ἔν>εστιν οὐχ ἡ παραμένουσα δὲ ἀλλ' ἡ ἀναγκαίως ὑφισταμένη καὶ οὐδέποτε νευομένη ἐπὶ τὸ χεῖρον, ἀλλ' ἀεὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἐπ' ἀρετὴν ὁδεύουσα.
 [04154]  ἐγὼ δὲ οὕτως ἀκούω καὶ τοῦ «ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον», ἐπείπερ ὅσον μὲν <ἐν ἡμῖν> ἐστι τὰ τοῦ καταναλίσκεσθαι ἄξια, ἐπὶ τοσοῦτον «ὁ θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον» ἐκεῖνα·
 [04322]  ἀρκεῖ γὰρ καὶ ἐπὶ τοῖς εἰρημένοις ἡμᾶς ἐπὶ τοσοῦτον παρακεκινδυ νευκέναι.
000-00-00 Serial Number=0304171979
Contra Celsum Ante [Go Back]  
 [00207]  Καὶ Ἑκαταίου δὲ τοῦ ἱστορικοῦ φέρεται περὶ Ἰουδαίων βιβλίον, ἐν ᾧ προστίθεται μᾶλλόν πως ὡς σοφῷ τῷ ἔθνει ἐπὶ τοσοῦτον, ὡς καὶ Ἑρέννιον Φίλωνα ἐν τῷ περὶ Ἰουδαίων συγγράμματι πρῶτον μὲν ἀμφιβάλλειν, εἰ τοῦ ἱστορικοῦ ἐστι τὸ σύγγραμμα, δεύτερον δὲ λέγειν ὅτι, εἴπερ ἐστὶν αὐτοῦ, εἰκὸς αὐτὸν συνηρπάσθαι ἀπὸ τῆς παρὰ Ἰουδαίοις πιθανότητος καὶ συγκατατεθεῖσθαι αὐτῶν τῷ λόγῳ.
 [00305]  ἆρα τὸ ἐν τοσούτοις ἔτεσι βουληθέντα σπεῖραι τὸν ἑαυτοῦ λόγον καὶ διδασκαλίαν τὸν Ἰησοῦν τοσοῦτον δεδυνῆσθαι, ὡς πολλαχοῦ τῆς καθ' ἡμᾶς οἰκουμένης διατεθῆναι πρὸς τὸν λόγον αὐτοῦ οὐκ ὀλίγους Ἕλληνας καὶ βαρβάρους, σοφοὺς καὶ ἀνοήτους, ὥστε μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ χριστιανισμοῦ, ἵν' αὐτὸν μὴ ἐξομόσωνται, ὅπερ οὐδεὶς ὑπὲρ ἄλλου δόγματος ἱστόρηται ποιεῖν, ἀθεεὶ γεγένηται;
 [00469]  Ἐναργὲς δὲ δεῖγμα τοῦ δυνάμει αὐτοῦ ταῦτα γίνεσθαι τό, ὡς αὐτός φησι καὶ καταλαμβάνεται, μὴ ὄντων ἐργατῶν τῶν ἐργαζομένων τὸν θερισμὸν τῶν ψυχῶν, τοσοῦτον εἶναι θερισμόν, συγκομιζο μένων καὶ συναγομένων εἰς τὰς πανταχοῦ ἅλωνας τοῦ θεοῦ καὶ ἐκκλησίας.
 [00504]  Τὸν δὲ Ἰάκωβον τοῦτον ὁ Ἰησοῦ γνήσιος μαθητὴς Παῦλός φησιν ἑωρακέναι ὡς ἀδελφὸν τοῦ κυρίου, οὐ τοσοῦτον διὰ τὸ πρὸς αἵματος συγγενὲς ἢ τὴν κοινὴν αὐτῶν ἀνατροφὴν ὅσον διὰ τὸ ἦθος καὶ τὸν λόγον.
 [00742]  Εἰκὸς γὰρ ὅτι ἑώρα δεῖσθαι αὐτῷ ἀπολογίας τὸν περὶ Παύλου λόγον, πῶς διώξας τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ πικρῶς ἀγωνισάμενος κατὰ τῶν πιστευόντων, ὡς καὶ εἰς θάνατον παραδιδόναι ἐθέλειν τοὺς Ἰησοῦ μαθητάς, ὕστερον ἐπὶ τοσοῦτον μετεβάλετο, ὡς ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ φιλοτιμούμενον εὐαγγελίζεσθαι, ὥστε μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομεῖν, ἀλλ' ὅπου μηδὲ τὴν ἀρχὴν ἐκηρύχθη τὸ ἐν Χριστῷ εὐαγγέλιον τοῦ θεοῦ.
 [00743]  Τί οὖν ἄτοπον βουλό μενον παραστῆσαι τῷ γένει τῶν ἀνθρώπων τὸν Ἰησοῦν, ὁπηλίκην ἔχει ψυχῶν ἰατρικήν, τοὺς ἐπιρρήτους καὶ πονηρο τάτους ἐπιλέξασθαι καὶ τούτους προαγαγεῖν ἐπὶ τοσοῦτον, ὥστ' αὐτοὺς παράδειγμα εἶναι ἤθους καθαρωτάτου τοῖς δι' αὐτῶν προσαγομένοις τῷ Χριστοῦ εὐαγγελίῳ;
 [01724]  [2.68] Ἴδωμεν δὲ τίνα τρόπον φησὶν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι εἰ δ' οὖν τό γε τοσοῦτον ὤφειλεν εἰς ἐπίδειξιν θεότητος, ἀπὸ τοῦ σκόλοπος γοῦν εὐθὺς ἀφανὴς γενέσθαι.
 [01874]  Ἢ ὑμῖν μὲν ἔξεστιν ἀπολογεῖσθαι περὶ τοῦ μὴ ἀεὶ ἐπιφαίνεσθαι τῷ γένει τῶν Ἑβραίων τὸν θεόν, ἡμῖν δὲ οὐ δίδοται ἡ αὐτὴ ἀπολογία περὶ τοῦ Ἰησοῦ, ἅπαξ καὶ ἀναστάντος καὶ πείσαντος περὶ τῆς ἑαυτοῦ ἀναστάσεως τοὺς μαθητὰς καὶ ἐπὶ τοσοῦτον πείσαντος, ὥστε δι' ὧν πάσχουσι δεικνύναι πᾶσιν ὅτι βλέποντες τὴν αἰώνιον ζωὴν καὶ τὴν ὑποδεδειγμένην αὐτοῖς καὶ λόγῳ καὶ ἔργῳ ἀνάστασιν παίζουσι πάντα τὰ ἐν τῷ βίῳ ἐπίπονα;
 [01893]  Πῶς δὲ καὶ ἀνθρώπου φύσις, μηδὲν ἔχουσα κρεῖττον ἐν ἑαυτῇ, δύναται τοσοῦτον ἐπιστρέψαι πλῆθος;
 [01944]  οὔτ' ἂν Χριστιανοὶ οἱ ἀπὸ στάσεως ἀρξάμενοι τοὺς ἐπὶ τοσοῦτον ἡμέρους προσήκαντο νόμους, δι' ὧν ὡς πρόβατα μὲν ἀναιρεῖσθαι αὐτοῖς ἐγίνετο μηδέ ποτε δὲ ἀμύνασθαι οἷοί τ' ἦσαν τοὺς διώκοντας, ἐπεὶ διδαχθέντες μὴ ἀμύνασθαι τοὺς πολεμίους ἐτήρησαν τὴν ἥμερον καὶ φιλάνθρωπον νομοθεσίαν.
 [02003]  Ὅσον γὰρ τοῦτο οὐκ ἀληθῶς ἐλέγχεται, κἂν δοκῇ ὑπὸ τῶν ἀπίστων ἐλέγχεσθαι, ἐπὶ τοσοῦτον ὁ λόγος ὡς θεοῦ λόγος συνίσταται, καὶ ὁ Ἰησοῦς υἱὸς ὢν θεοῦ καὶ πρὶν ἐνανθρωπῆσαι καὶ ἐνανθρωπήσας ἀποδείκνυται.
 [02109]  Ἢ Ἡρόδοτος μὲν καὶ Πίνδαρος ἀψευδεῖν παρὰ σοὶ νομίζονται, οἱ δ' ἀποθνῄσκειν μελετήσαντες ὑπὲρ τῶν Ἰησοῦ μαθημάτων καὶ τοιαῦτα περὶ ὧν ἐπείσθησαν τοῖς ἑξῆς καταλιπόντες γράμματα, περὶ πλασμάτων, ὡς οἴει, καὶ μύθων καὶ τερατειῶν τοσοῦτον ἀγωνίζονται, ὡς καὶ ζῆν περιστατικῶς δι' αὐτὰ καὶ ἀποθνῄσ κειν βιαίως;
 [02299]  ∆ανιὴλ δὲ καὶ οἱ μετ' αὐτοῦ αἰχμαλωτισθέντες τοσοῦτον προέκοψαν καὶ ἐν τοῖς μαθήμασιν, ἅτινα ἤσκουν ἐν Βαβυλῶνι οἱ περὶ τὸν βασιλέα σοφοί, ὡς πάντων αὐτῶν διαφέροντας ἀποδειχθῆναι τούτους δεκαπλασίως.
 [02508]  Εἰσὶ γὰρ καὶ κατὰ πᾶσαν φιλοσοφίας αἵρεσιν καὶ κατὰ τὸν θεῖον λόγον οἱ τοσοῦτον μεταβεβληκέναι ἱστορούμενοι, ὥστε αὐτοὺς ἐκκεῖσθαι παράδειγμα τοῦ ἀρίστου βίου.
 [02520]  Ἀλλ' ὅμως ἴσχυσε λόγος καὶ τούτους ἐπιστρέψας ποιῆσαι ἐπὶ τοσοῦτον διαβε βηκέναι ἐν φιλοσοφίᾳ, ὥστε τὸν μὲν ὑπὸ Πλάτωνος κριθῆναι ἄξιον τοῦ τὸν περὶ τῆς ἀθανασίας διεξοδεῦσαι Σωκράτους λόγον καὶ τὴν ἐν τῷ δεσμωτηρίῳ εὐτονίαν αὐτοῦ παραστῆσαι, οὐ φροντίσαντος τοῦ κωνείου ἀλλ' ἀδεῶς καὶ μετὰ πάσης γαλήνης τῆς ἐν τῇ ψυχῇ διεξοδεύσαντος τοσαῦτα καὶ τηλι καῦτα, οἷς μόγις παρακολουθεῖν καὶ οἱ πάνυ καθεστηκότες καὶ ὑπὸ μηδεμιᾶς ἐνοχλούμενοι περιστάσεως δύνανται·
 [02524]  Ἐπὰν δὲ οὕς φησιν εἶναι ἰδιωτικοὺς λόγους ὁ Κέλσος κατανοήσωμεν, ὡσπερεὶ ἐπῳδὰς δυνάμεως πεπλη ρωμένους, καὶ τοὺς λόγους θεωρῶμεν, ἀθρόως προτρέποντας πλήθη ἐπὶ τὸν ἐξ ἀκολάστων εἰς τὸν εὐσταθέστατον βίον καὶ τὸν ἐξ ἀδίκων εἰς τὸν χρηστότερον καὶ τὸν ἐκ δειλῶν ἢ ἀνάνδρων εἰς τὸν ἐπὶ τοσοῦτον εὔτονον, ὡς καὶ θανάτου διὰ τὴν φανεῖσαν αὐτοῖς εὐσέβειαν καταφρονεῖν·
 [02624]  ἐπὶ τοσοῦτον ὑπὸ τοῦ λόγου κρατούμενοι, ὡς φόβῳ τῶν κατὰ τὸν λόγον ὀνομαζομένων αἰωνίων κολάσεων πάσης τῆς παρ' ἀνθρώποις κατ' αὐτῶν ἐπινοουμένης βασάνου καὶ μετὰ μυρίων πόνων θανάτου καταφρονεῖν·
 [02728]  Νῦν ἆρα μετὰ τοσοῦτον αἰῶνα ὁ θεὸς ἀνεμνήσθη δικαιῶσαι τὸν ἀνθρώπων βίον, πρότερον δὲ ἠμέλει;
 [02735]  Καὶ δεῖ ὑπὲρ τοῦ ταῦτα σαφηνισθῆναι καὶ ἀπαντηθῆναι πρὸς τὰ λεγόμενα περὶ τῆς Χριστοῦ ἐπιδημίας, ὅτι νῦν ἆρα μετὰ τοσοῦτον αἰῶνα ὁ θεὸς ἀνεμνήσθη δικαιῶσαι τὸ ἀνθρώπων γένος, πρότερον δὲ ἠμέλει;
 [02832]  Ἐπεὶ μηδεὶς τῶν πρότερον θεραπεύειν ἐπαγγειλαμένων τοσοῦτον ἐδύνατο, ὅσον αὐτὴ ἐπεδείξατο δι' ὧν πεποίηκε, καὶ ἑκουσίως εἰς τὰς ἀνθρωπίνας κῆρας ὑπὲρ τοῦ γένους ἡμῶν καταβᾶσα.
 [02876]  Καὶ οὐδέ ποτε γὲ ἱστόρηται, ἐξ οὗ Ἰουδαῖοί εἰσι, τοσοῦτον αὐτοὺς χρόνον ἐκβεβλῆσθαι τῆς σεμνῆς ἁγιστείας καὶ λατρείας, κρατηθέντας ὑπὸ δυνατωτέρων·
 [03003]  ὧν τοσοῦτον δύναται τὰ ὀνόματα συναπτόμενα τῇ τοῦ θεοῦ προσηγορίᾳ, ὡς οὐ μόνον τοὺς ἀπὸ τοῦ ἔθνους χρῆσθαι ἐν ταῖς πρὸς θεὸν εὐχαῖς καὶ ἐν τῷ κατεπᾴδειν δαίμονας τῷ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακὼβ ἀλλὰ γὰρ σχεδὸν καὶ πάντας τοὺς τὰ τῶν ἐπῳδῶν καὶ μαγειῶν πραγματευομένους.
 [03603]  Εἰ δ' ὄρνιθες ἄρα καὶ ὅσα ἄλλα ζῷα μαντικὰ ἐκ θεοῦ προγινώσκοντα διὰ συμβόλων ἡμᾶς διδάσκει, τοσοῦτον ἔοικεν ἐγγυτέρω τῆς θείας ὁμιλίας ἐκεῖνα πεφυκέναι καὶ εἶναι σοφώτερα καὶ θεοφιλέστερα.
 [03615]  καὶ οὐ θαυμαστὸν εἰ Κέλσου, τοῦ ἐπὶ τοσοῦτον τὸν ἄνθρωπον ἐξευτελίζοντος.
 [03628]  Λεκτέον οὖν ὅτι, εἴπερ τις θεία φύσις ἦν ἐν αὐτοῖς τῶν μελλόντων προ γνωστικὴ καὶ ἐπὶ τοσοῦτον πλουσία, ὡς ἐκ περιουσίας καὶ τῷ βουλομένῳ τῶν ἀνθρώπων δηλοῦν τὰ ἐσόμενα, δηλονότι πολὺ πρότερον τὰ περὶ ἑαυτῶν ἐγίνωσκον·
 [03659]  Καὶ γὰρ παρατετήρηται τοῖς περὶ ταῦτα δεινοῖς ὅτι αἱ ἐναργέστεραι προγνώσεις διὰ τῶν τοιούτων ζῴων γίνονται, ἅτε μὴ δυναμένων τῶν δαιμόνων ἐν τοῖς ἡμερωτέροις τῶν ζῴων τοσοῦτον, ὅσον δύνανται διὰ τὸ παραπλήσιον τῆς κακίας καὶ οὐ κακίαν μὲν οἱονεὶ δὲ κακίαν οὖσαν ἐν τοῖς τοιοισδὶ τῶν ζῴων ἐνεργῆσαι τάδε τὰ ζῷα.
 [03853]  Οὐ τοίνυν ἦν εὔλογον τοὺς διδαχθέντας μεγαλοφυῶς ὑπεραναβαίνειν πάντα τὰ δημιουργήματα καὶ ἐλπίζειν τὰ ἄριστα περὶ αὐτῶν παρὰ τῷ θεῷ ἐπὶ τῷ καλλίστῳ βίῳ καὶ ἀκούσαντας τὸ Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου καὶ τὸ Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς, ἀσκοῦντας ἔχειν τὴν λαμπρὰν καὶ ἀμάραντον σοφίαν, ἢ καὶ ἀνειληφότας αὐτὴν οὖσαν ἀπαύ γασμα φωτὸς ἀϊδίου, καταπλαγῆναι τὸ αἰσθητὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων φῶς ἐπὶ τοσοῦτον, ὥστε διὰ τὸ αἰσθητὸν φῶς ἐκείνων νομίσαι ἑαυτοὺς κάτω που εἶναι, ἔχοντας τηλικοῦτον νοητὸν γνώσεως φῶς καὶ φῶς ἀληθι νὸν καὶ φῶς τοῦ κόσμου καὶ φῶς τῶν ἀνθρώπων, κἀκείνοις προσκυνῆσαι·
 [04244]  ἵν' ἔχωμεν παράδειγμα πόλεως οὐρανίας, ἣν ἐζήτησε μὲν διαγράψαι καὶ Πλάτων οὐκ οἶδα δὲ εἰ τοσοῦτον δεδύνηται, ὅσον Μωϋσῆς ἴσχυσε καὶ οἱ μετ' αὐτόν, γένος τι ἐκλεκτὸν καὶ ἔθνος ἅγιον καὶ θεῷ ἀνακείμενον ἐντρέφοντες λόγοις καθαροῖς ἀπὸ πάσης δεισιδαιμονίας.
 [04299]  Ἀλλὰ ταῦτα μὲν περιεργότερά πως εἶναι δοκοῦντα καὶ οὐ κατὰ τὴν τῶν πολλῶν ἀκοὴν παρακεκινδυνευμένως ἐπὶ τοσοῦτον λελέχθω, οἷς ἔτι ἓν ὡς Χριστιανῷ πρέπον προσθεὶς ἐπὶ τὰ ἑξῆς μεταβήσομαι.
 [04430]  Ἀλλὰ λανθάνει τὸν Κέλσον ὅτι οὐδαμῶς τὸν Ἰησοῦν ὁμολογοῦσιν υἱὸν θεοῦ Σιμωνιανοί, ἀλλὰ δύναμιν θεοῦ λέγουσι τὸν Σίμωνα, τερατευόμενοι περὶ αὐτοῦ τινα, οἰηθέντος ὅτι, ἐὰν τὰ παρα πλήσια προσποιήσηται οἷς ἔδοξε προσπεποιῆσθαι τὸν Ἰησοῦν, δυνήσεται καὶ αὐτὸς παρ' ἀνθρώποις τοσοῦτον ὅσον Ἰησοῦς τοῖς πολλοῖς.
 [04454]  Πάντων δέ, φησίν, ἀκούσει τῶν ἐπὶ τοσοῦτον διεστη κότων καὶ σφᾶς αὐτοὺς ταῖς ἔρισιν αἴσχιστα διελεγχόντων λεγόντων τό·
 [04459]  [5.65] Ἐπεὶ δέ φησιν ὅτι πάντων ἀκούσει τῶν ἐπὶ τοσοῦτον διεστηκότων λεγόντων τό·
 [04784]  Εἰδέναι δ' αὐτὸν ἐχρῆν ὅτι οἱ τὰ τοῦ ὄφεως ἑλόμενοι ὡς καλῶς τοῖς πρώτοις ἀνθρώποις συμβουλεύσαντος καὶ Τιτᾶνας καὶ Γίγαντας τοὺς μυθικοὺς ὑπερβαλόντες καὶ Ὀφιανοὶ διὰ τοῦτο καλούμενοι τοσοῦτον ἀποδέουσι τοῦ εἶναι Χριστιανοί, ὥστ' οὐκ ἔλαττον Κέλσου κατηγορεῖν αὐτοὺς τοῦ Ἰησοῦ καὶ μὴ πρότερον προσίεσθαί τινα ἐπὶ τὸ συνέδριον ἑαυτῶν, ἐὰν μὴ ἀρὰς θῆται κατὰ τοῦ Ἰησοῦ.
 [05062]  Πρὸς ἃ τοσοῦτον ἀποδέομεν ἀπολογεῖσθαι, ὥστε τρανότερον ἡμᾶς ἐθέλειν τῆς ἐκείνων δόξης ὡς ἐσφαλμένων κατηγορεῖν καὶ ἵστασθαι οὐ πρὸς ἃ μὴ οἴδαμεν αὐτῶν ὡς ὁ Κέλσος ἀλλὰ πρὸς ἃ ἀκριβῶς γινώσκομεν, πῇ μὲν ἀπ' αὐτῶν ἀκούσαντες, πῇ δὲ τοῖς συγγράμμασιν αὐτῶν ἐπιμελῶς ἐντυχόντες.
 [05349]  Ἐδύνατο γὰρ ἤδη πλάσσειν ἀνθρώπους εἰδὼς καὶ τούτῳ περιπλάσαι σῶμα καὶ μὴ τὸ ἴδιον πνεῦμα εἰς τοσοῦτον μίασμα ἐμβαλεῖν·
 [05484]  [7.4] Ὅθεν ἡμεῖς ἀποδείκνυμεν συνάγοντες ἀπὸ τῶν ἱερῶν γραμμάτων ὅτι οἱ ἐν Ἰουδαίοις προφῆται, ἐλλαμπόμενοι ὑπὸ τοῦ θείου πνεύματος τοσοῦτον, ὅσον ἦν καὶ αὐτοῖς τοῖς προφητεύουσι χρήσιμον, προαπέλαυον τῆς τοῦ κρείττονος εἰς αὐτοὺς ἐπιδημίας·
 [05504]  Καὶ τάχα οὐ τοσοῦτον διὰ φιλοσοφίαν ἀνδρῶν εἶπεν αὐτὸν ἁπάντων σοφώτατον ὅσον διὰ τὰς θυσίας καὶ ἃς προσήνεγκε κνίσσας αὐτῷ τε καὶ τοῖς λοιποῖς δαίμοσι.
 [05663]  Εἴπερ δὲ ἀνέγνω τὸν Μωϋσέως νόμον ὁ Κέλσος, εἰκὸς ὅτι τὸ δανιεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανιῇ, λεγόμενον πρὸς τὸν τηροῦντα τὸν νόμον, ᾠήθη τοιοῦτον εἶναι, ὥστ' ἐν ἐπαγγελίᾳ λέγεσθαι τῷ δικαίῳ τοσοῦτον πλουτήσειν τὸν τυφλὸν πλοῦτον, ὥστε διὰ τὸ πλῆθος τῶν χρημάτων οὐ μόνον Ἰουδαίοις δανείζειν τὸν δίκαιον ἀλλ' οὐδ' ἄλλῳ ἑνὶ ἔθνει ἢ δευτέρῳ ἢ τρίτῳ ἀλλὰ πολλοῖς.
 [05668]  Οὐδὲ γὰρ ἱστόρηταί τις τοσοῦτον πλουτήσας, ὡς δεδανεικέναι ἔθνεσι πολλοῖς.
 [05684]  Καὶ ὁ μὲν πρὸς τὸ ῥητὸν οὐ τοσοῦτον ὑφ' ἡμῶν ὅσον ὑπὸ τοῦ ἔν τινι τῶν προφητῶν λέγοντος θεοῦ εἴρηται εἶναι δικαιώματα οὐ καλὰ καὶ προστάγματα οὐ καλά·
 [05816]  Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.
 [05990]  [7.48] Οἱ δ' ὑπ' αὐτῶν ἐπὶ ἰδιωτείᾳ ἐξουθενούμενοι καὶ μωροὶ καὶ ἀνδράποδα εἶναι λεγόμενοι, κἂν μόνον πιστεύωσιν ἑαυτοὺς τῷ θεῷ, παραδεξάμενοι τὴν τοῦ Ἰησοῦ διδασκαλίαν τοσοῦτον ἀποδέουσιν ἀσελγείας καὶ ἀκαθαρσίας καὶ πάσης τῆς ἐν συνουσίαις ἀσχημοσύνης, ὡς καὶ τρόπον τελείων ἱερέων, πᾶσαν συνουσίαν ἀποστραφέντων, πολλοὺς αὐτῶν παντελῶς καθαρεύειν, οὐ μόνον ἀπὸ πάσης μίξεως.
 [06638]  Σταύρου, σταύρου αὐτόν προὐτιμήσαντο <γὰρ> τὸν λῃστὴν διὰ στάσιν καὶ φόνον βληθέντα εἰς φυλακὴν ἀπολυθῆναι τοῦτον, τὸν δὲ Ἰησοῦν διὰ φθόνον παραδοθέντα <σταυρωθῆναι> , μετ' οὐ πολὺ ἐξεπολεμήθη καὶ ἐπὶ τοσοῦτον ἐπολιορκήθη χρόνῳ πλείονι, ὥστ' ἐκ βάθρων αὐτὴν ἀνάστατον γενέσθαι καὶ ἐρημωθῆναι, ἀναξίους κρίνοντος τοὺς τὸν τόπον ἐκεῖνον οἰκοῦντας τοῦ θεοῦ τῆς κοινοτέρας ζωῆς.
 [06937]  Καὶ ἐπὶ τοσοῦτον πάντα ἡ θεία περιείληφε πρόνοια, ὡς μηδὲ τὰς τρίχας τῆς κεφαλῆς ἡμῶν ἐκπεφευγέναι τὸ ὑπ' αὐτοῦ ἠριθμῆσθαι.
000-00-00 Serial Number=0232911944
De oratione Ante [Go Back]  
 [00241]  ἐπαιρό μενοι γὰρ οἱ ὀφθαλμοὶ τοῦ διανοητικοῦ ἀπὸ τοῦ προσδιατρίβειν τοῖς γηΐνοις καὶ πληροῦσθαι φαντασίας τῆς ἀπὸ τῶν ὑλικωτέρων καὶ ἐπὶ τοσοῦτον ὑψούμενοι, ὥστε καὶ ὑπερκύπτειν τὰ γεννητὰ καὶ πρὸς μόνῳ τῷ ἐννοεῖν τὸν θεὸν κἀκείνῳ σεμνῶς καὶ πρεπόντως τῷ ἀκούοντι ὁμιλεῖν γίνεσθαι, πῶς οὐχὶ τὰ μέγιστα ἤδη ὤνησαν αὐτοὺς τοὺς ὀφθαλμοὺς, «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου» κατοπτριζομένους καὶ «τὴν αὐτὴν εἰκόνα» μεταμορφουμένους «ἀπὸ δόξης εἰς δόξαν;» ἀποῤῥοῆς γὰρ νοητοῦ τινος θειοτέρου μεταλαμ βάνουσι τότε, ὅπερ δηλοῦται ἐκ τοῦ·
 [00878]  μὴ γὰρ ἐπὶ τοσοῦτον πτωχεύσαι ὁ νοῦς ἡμῶν, ὡς οἰηθῆναι σωματικοῦ τινος ἄρτου20, τοῦ ἱστορουμένου οὐρα νόθεν ἐπὶ τοὺς ἐξεληλυθότας τὴν Αἴγυπτον καταβεβηκέναι, τοὺς ἀγγέλους ἀεὶ μεταλαμβάνοντας τρέφεσθαι, τούτου αὐτοῦ κεκοινω νηκότων τῶν Ἑβραίων τοῖς ἀγγέλοις, τοῖς λειτουργικοῖς τοῦ θεοῦ πνεύμασιν.
 [00909]  τίς δὲ ἐπὶ τοσοῦτον τὸν Χριστοῦ κεχώρηκε νοῦν, ὡς τοὺς ἑβδόμους ἐνιαυτοὺς τῆς ἐλευθερίας τῶν Ἑβραίων οἰκετῶν καὶ «τῆς ἀφέσεως» τῶν χρεῶν ἀνέσεώς τε ἀπὸ γεωργίας τῆς ἁγίας γῆς ἐκλαβεῖν;
 [01104]  «οὐδὲ πέντε» μόνας ποιήσετε «ἡμέρας» ἐσθίοντες τὰ «κρέα» οὐδὲ τὰς τούτων διπλασίους οὐδὲ ἔτι τὰς ἐκείνων διπλασίους, ἀλλ' ἐπὶ τοσοῦτον «φάγεσθε,» ἐφ' ὅλον κρεωφαγοῦντες μῆνα, «ἕως ἐξέλθῃ ἐκ τῶν μυκτήρων» μετὰ χολερικοῦ πάθους τὸ νενομισμένον ὑμῖν καλὸν καὶ ἡ περὶ αὐτὸ ψεκτὴ καὶ αἰσχρὰ ἐπιθυμία·
 [01174]  πάντα πειρασμὸν καὶ λο γισμῶν ταραχὴν ἀποβεβληκότα ἑαυτόν τε ὑπομνήσαντα κατὰ τὸ δυ νατὸν τοῦ μεγέθους, ᾧ προσέρχεται, καὶ ὅτι ἀσεβές ἐστι τούτῳ χαῦνον καὶ ἀνειμένον προσελθεῖν καὶ ὡσπερεὶ καταφρονοῦντα, ἀπο θέμενον πάντα τὰ ἀλλότρια, οὕτως ἥκειν ἐπὶ τὸ εὔξασθαι, πρὸ τῶν χειρῶν ὡσπερεὶ τὴν ψυχὴν ἐκτείναντα καὶ πρὸ τῶν ὀφθαλμῶν τὸν νοῦν πρὸς τὸν θεὸν ἐντείναντα καὶ πρὸ τοῦ στῆναι διεγείραντα χα μόθεν τὸ ἡγεμονικὸν καὶ στήσαντα αὐτὸ πρὸς τὸν τῶν ὅλων κύ ριον, πᾶσαν μνησικακίαν τὴν πρός τινα τῶν ἠδικηκέναι δοκούντων ἐπὶ τοσοῦτον ἀποθέμενον, ὅσον τις καὶ αὐτῷ <ἀ>μνησικακεῖν τὸν θεὸν βούλεται, ἠδικηκότι καὶ εἰς πολλοὺς τῶν πλησίον ἡμαρτηκότι ἢ ὁποῖα δή ποτε παρὰ τὸν ὀρθὸν λόγον πεπραγμένα ἑαυτῷ συν ειδότι.
 [01221]  καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.
000-00-00 Serial Number=0244970858
De principiis Ante [Go Back]  
 [00027]  ὥστε παρὰ πολὺ γεγονέναι τὴν προτροπὴν καὶ τὴν ἐπὶ τὸ κρεῖττον μετα βολήν, πολλάκις τῶν ἀκολαστοτάτων βελτιόνων γινομένων παρὰ τοὺς τῇ φύσει πρότερον οὐ δοκοῦντας εἶναι τοιούτους, καὶ τῶν ἀγριωτάτων ἐπὶ τοσοῦτον ἡμερότητος μεταβαλλόντων, ὥστε τοὺς μηδὲ πώποτε οὕτως ἀγριωθέντας ἀγρίους εἶναι δοκεῖν συγκρίσει τοῦδέ τινος μεταβεβληκότος ἐπὶ τὸ ἥμερον.
 [00136]  «καὶ ἀποκεκάλυπται νηπίοις», τοῖς μετὰ τὴν νηπιότητα ἐπὶ τὰ κρείττονα ἐληλυθόσι καὶ μεμνημένοις ὅτι οὐ παρὰ τὴν ἑαυτῶν αἰτίαν τοσοῦτον ὅσον παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μα καριότητος ἐληλύθασιν.
 [00538]  οὐ μὴν οὐδὲ τὰ λεγόμενα ἐν τῷ Ἰεζεκιὴλ περὶ Αἰγύπτου, ὡς «τεσσαράκοντα ἔτεσιν ἐρημωθησομένης», ὥστε «πόδα ἀνθρώπου» μὴ εὑρεθῆναι ἐκεῖ, καὶ ὡς ἐπὶ τοσοῦτον πολεμηθησομένης ποτέ, ὥστε δι' ὅλης αὐτῆς τὸ αἷμα γενέσθαι μέχρι τῶν γονάτων, νοῦν τις ἔχων ἐκλήψεται περὶ τῆς παρακειμένης Αἰγύπτου τοῖς τὰ σώματα ὑπὸ ἡλίου μεμελανισμένοις Αἰθίοψι.
000-00-00 Serial Number=0251457691
Dialogus cum Heraclide Ante [Go Back]  
 [00160]  Καὶ οἶδα περὶ τούτου τραχύτερον ἐνεχθεὶς πρὸς τὸν ἄλλον Ἡρακλείδαν καὶ Κέλερα τὸν πρὸ αὐτοῦ, καὶ τοσοῦτον τραχύτερον ὥστε καταλιπεῖν καὶ θελῆσαι ἀπελθεῖν·
000-00-00 Serial Number=0791506469
Enarrationes in Job Ante [Go Back]  
 [00065]  Οὐκ ἐπέκαμψεν αὐτὸν χρη μάτων ἀπώλεια, οὐδὲ παίδων θάνατος ἄωρος, οὐδὲ βάσανος σώματος ἀπαραμύθητος, οὐδὲ χρόνου μῆκος τοσοῦτον.
 [00128]  Ἐάν τις ζητῇ, διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φί λοι παραγεγόνασιν, ἐννοείτω πρῶτον μὲν, ὅτι δια φόρους ᾤκουν χώρας, καὶ μετὰ πλεῖστον χρόνον πολλοὶ μὲν ἤκουσαν ἴσως, τὸ δὲ παράδοξον τῆς συμ φορᾶς καὶ ἄπιστον ἐδόκει, εἰ καὶ ἐπὶ κοπρίας ὁ Ἰὼβ [17.65] καὶ ἀνεπικούρητος κάθηται.
000-00-00 Serial Number=0430332303
Excerpta in Psalmos Ante [Go Back]  
 [00527]  Ἀλλ' οἱ μὲν τοσοῦτον ζη τοῦσι τὸ τῆς χρείας, ὅσον τὸ τῆς δικαιοσύνης·
 [00628]  Ὅσον μὲν οὖν πλουτοῦμεν ἐν ἔργοις δικαίοις, τοσοῦτον μᾶλλον βοηθούμεθα πρὸς τὸ μὴ ἐγκαταλείπεσθαι μέχρι τέλους.
000-00-00 Serial Number=0924438298
Expositio in Proverbia Ante [Go Back]  
 [00769]  ὅσον δὲ ὁ ἥλιος τῆς σελήνης ὑπερφυὴς, τοσοῦτον ὁ ἐλεῶν τοὺς ἐν πτωχείᾳ ἀρετῶν καὶ ἀνακτώμενος αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου·
000-00-00 Serial Number=0647869825
Fragmenta de principiis Ante [Go Back]  
 [00080]  (Ἐν τῇ ἐπινοουμένῃ ἀρχῇ τοσοῦτον ἀριθμὸν τῷ βουλήματι αὐτοῦ ὑποστῆσαι τὸν θεὸν νοερῶν οὐσιῶν ὅσον ἠδύνατο διαρκέσαι·
000-00-00 Serial Number=0547826707
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00021]  ἢ μήτε εὐποροῦντες ἀποδεί ξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικὸν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέ σθαι περὶ τοῦ κτίσαντος ὡς πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὁδὸν, ἐξηγητικὴν τοῦ, «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ,» ἀποστάντες τοῦ ἐκ τοῦ νομί [12.268] ζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις.
 [00056]  ἕως κορεσθεῖσαι ἀποστρα φῶσι τῶν ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὐτὰ βου λόμεναι, καὶ οὐκ ἂν ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς, καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι.
000-00-00 Serial Number=0574701667
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00063]  Ἔστι τοίνυν ἐν ταῖς Γραφαῖς τινα τοσοῦτον ἐπίτηδες σκοτεινῶς εἰ ρημένα, ὥστε μηδὲ τὸ τυχὸν ἐκλαβεῖν ἄν τινα ἐν αὐ τοῖς χωρὶς πολλῆς καὶ μεγάλης ἐξετάσεως συγκε χυμένης καὶ κατὰ τὴν φράσιν, καὶ κατὰ τὸ διανόημα, [13.24] καὶ κατὰ τὴν σύνθεσιν τῆς λέξεως·
000-00-00 Serial Number=0501339972
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00123]  ἄλλος δέ τις ἐρεῖ ὅτι εἰ καὶ πιστεύσαι μέν, μὴ ἐπὶ τοσοῦτον δὲ προκόπτοι ὡς ἀκούειν τὸν λόγον τῆς ἀληθείας, οὐδ' οὕτως ἂν χωρήσαι τὴν τοῦ πνεύματος ἐπαγγελίας τοῦ ἁγίου σφραγῖδα, <ἥ>τις ἐστὶν ἀληθῶς ἐκτύπωσις καὶ τράνωσις τούτων ἃ πρέπει ἐκτυποῦσθαι καὶ τρανοῦσθαι ὑπὸ τοῦ τῆς ἐπαγγελίας ἁγίου πνεύματος.
 [00612]  καὶ αὐτὸς δὲ ὁ σωτὴρ τὴν δούλου μορφὴν ἀνείληφεν οὐ τοσοῦτον δι' ἄλλο τι ὅσον διὰ τὸ δεδουλευκέναι τοῖς μαθηταῖς, ὥστε καὶ βαλόντα ποτὲ αὐτὸν ὕδωρ εἰ τὸν νιπτῆρα πλύνειν τοὺ πόδα τῶν μαθητῶν.
000-00-00 Serial Number=0137135506
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00478]  τοσοῦτον δὲ μετενόησα, ὡς ἄλλοις ὑποδεῖξαί σε.
000-00-00 Serial Number=0670117557
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00032]  [9] Τί δὲ δεῖ λέγειν καὶ περὶ τοῦ ὅτι ἄρξασα χωρῶν ἐπὶ τοσοῦτον δουλοῦται παρὰ τοῖς ἐχθροῖς, ὥστε καὶ φόρον ἀεὶ αὐτὴν ἐπιτελεῖν, τελοῦσαν τοῖς κακοῖς δεσπόταις, ἃ ἂν ἐκεῖνοι προστάττωσιν;
 [00101]  ἐπεὶ ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ, ἐν σάλῳ γεγένηται καὶ ταραχῇ ἐπὶ τοσοῦτον, ὡς πάντας τοὺς πρότερον δοξάζοντας αὐτὴν μεταβαλόντας ἠτι μακέναι τὴν τοιαύτην πόλιν, θεασαμένους αὐτῆς τὴν ἀσχημο σύνην.
 [00129]  [24] ∆ῆλον δὲ ὅτι ἡ μὲν ὑγιαίνουσα ψυχὴ ἢ κἂν τοιαύτη γε εἶναι βουλομένη ταῦτα πράττει, οὐ τοσοῦτον τὸ παρὸν μόνον σκοποῦσα, ὅσον προορωμένη τί καὶ εἰς τὰ μέλλοντα ἐκ τῶν ἐπιτελουμένων ἀπαντηθήσεται.
 [00311]  τὸ οὖν τοσοῦτον πάθος , ὃ μὴ προφῆται θεραπεῦσαι δεδύνηνται, μόνου δεῖται θεοῦ.
 [00521]  [99] Οὐ γὰρ τοσοῦτον ἐλεεινὸν οἱ πένητες οἱ κακούμενοι.
000-00-00 Serial Number=0687565446
Fragmenta in Psalmos Ante [Go Back]  
 [00306]  Απασα γὰρ εσβεσται τελετὴ τῶν νῦν ἀνθρώπων καὶ ἀγνοούντων τὰ τῆς εὐ σεβείας μυστήρια, τοσοῦτον καὶ τό·
 [01139]  Θησαυρίζων γάρ τις ἐπὶ τῆς γῆς, οὐκ οιδε τίς εξει τὸν ὑπὲρ ου τοσοῦτον ἐσ πούδασε πλοῦτον, τοῦ δὲ ἐν οὐρανοῖς θησαυ ρίζοντος, ἀναφαίρετον εξοντος τὸν ιδιον πλοῦ τον.
 [02333]  Ερεθιστικῶς δείκνυσιν, ὡς οὐ προέ θεντο τοσοῦτον ἡμῖν, ὁπόσον σοι πολεμεῖν.
 [03361]  οὐχ οτι κα τὰ τοσοῦτον διαφέρει αὐτοῖς, ἀλλ' οτι οὐκ ειχεν αλλο μεῖζον ὑπόδειγμα εἰπεῖν.
 [05146]  οὐ γὰρ τοσοῦτον, φησὶ, διὰ τὰ ἡμέτερα εργα, οσον διὰ τὴν σὴν χά ριν σώζομαι.
 [05573]  οἱ ἐλπίζον τες οὐχ ὡς αρχονται τοῦ ἐλπίζειν, ουτω μέ νουσιν, ἀλλ' εἰ προκόπτοιεν κατὰ Θεὸν, ἐ παυξάνουσιν τὸ ἐλπίζειν, καὶ οσῳ γε αυξει ἡ ἀγάπη, τοσοῦτον αυξει ἡ ἐλπὶς, καὶ μά λιστα οταν βοηθηθῶμεν ὑπὸ τοῦ Θεοῦ, τότε προστίθεμεν τῇ πρὸς τὸν πόθον τοῦ Θεοῦ ἐλπίδι.
 [06150]  καὶ αλλως τῇ τοῦ ἀπογεγαλακτισμένου ψυχῇ μισθὸν ἀνταπο δίδωσι Κύριος τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως·
 [06691]  Οἱ εξω οντες τῆς Ιερουσαλὴμ υἱοὶ ον τες ἐν τῇ διασπορᾷ, καὶ μήπω ἐπανελθόντες διὰ μετανοίας, οὐκ εὐλογοῦνται τοσοῦτον ο σον οἱ οντες ἐν αὐτῇ·
000-00-00 Serial Number=0973539650
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00084]  [4] Οὐ τοσοῦτον διὰ τὴν κοινὴν περὶ ἀνθρώπου ἀπόδοσιν ὅσον διὰ τὸ πεφυκέναι αὐτὸν κατ' εἰκόνα καὶ πρὸς θεὸν ὁμοίωσιν.
 [00413]  οὐ γὰρ ἄνευ θεϊκῆς ἐνεργείας οἷόν τε ἦν ἕνα ἄνθρωπον τοσοῦτον πλῆθος ἐκβάλλειν, καὶ μάλιστα ἐξηγριωμένων καὶ φονώντων κατ' αὐτοῦ.
 [00713]  ὅθεν εἴ ποτε χρεία παραδοξο ποιΐας ἐγίνετο, ἐξ ὀλίγου πολλοὺς ἔτρεφεν, οὐ τοσοῦτον τοῦ χορτά σαι χάριν ὅσον τοῦ φανερῶσαι τὴν θεϊκὴν δύναμιν.
000-00-00 Serial Number=0538163424
Fragmenta in librum primum Regnorum Ante [Go Back]  
 [00064]  ὁ δὲ κρατήσας τῆς Ἱερου σαλὴμ τοσοῦτον ἀπέσχε τοῦ διαθεῖναι κακῶς τοὺς λελωβημένους τὸ σῶμα, ὡς καὶ νόμον θέσθαι τοῖς αὐτοῦ στρατιώταις θανάτου, εἴ τις ἐπιχειρήσειεν ἀνελεῖν τυφλὸν ἢ χωλόν.
000-00-00 Serial Number=0264152944
Homiliae in Genesim Ante [Go Back]  
 [00016]  Ἅμα δὲ καὶ πρὸς τοσοῦτον ὕδωρ ἐτύγχανεν ἀσφαλὲς οὔτε περιτραπῆναι διὰ τὸ σχῆμα δυνάμενον ἐξ ἀνέμων ἢ τῶν κυμάτων οὔτε κλινόμενον ἢ πλα γιαζόμενον·
000-00-00 Serial Number=0764101863
Homiliae in Job Ante [Go Back]  
 [00040]  ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ' ὅσον ὁ Θεὸς βούλεται.
000-00-00 Serial Number=0418002665
Homiliae in Leviticum Ante [Go Back]  
 [00031]  Οὐκοῦν μετὰ οὐλὴν ἢ οὐ τοσοῦτον μὲν ἔχουσαν τῶν [404.20] προημαρτημένων ὡς εἶναι οὐλήν, σημασίαν δέ τινα, ἢ οὐδὲ σημασίαν τρανήν, ἀλλὰ τὴν καλουμένην «τηλαυγῆ» «γίνεταί» ποτε «ἐν τῷ δέρματι τοῦ χρωτὸς ἁφὴ λέπρας», ἐφ' ᾗ νομοθετεῖται τὰ ἐπιφερόμενα.
000-00-00 Serial Number=0432557583
In Jeremiam Ante [Go Back]  
 [01256]  ἀλλὰ ὅσον ἐστὶν τὸ «φῶς» ποιητικὸν τοῦ ἀπαυγάσματος, ἐπὶ τοσοῦτον γεννᾶται τὸ ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ.
 [01985]  «οἴμοι ἐγώ, μῆτερ» ἐμὴ σοφία «ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον», τίς εἰμι ἐγώ, ὅτι εἰς τοσοῦτον γεγέννημαι, ἵνα δικάζωμαι, ἵνα διακρίνωμαι διὰ τοὺς ἐλέγχους, διὰ τὰς ἐπιπλήξεις, διὰ τὴν διδασκαλίαν πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς;
 [02646]  ὅσον ἀφεστήκασι, καταισχυν θήτωσαν τοσοῦτον.
 [03610]  ὅσον πλείω καίεται ὑπὸ τοῦ τῆς λύπης πυρός, τοσοῦτον μᾶλλον ἐλεεῖται, καὶ ἔστιν αὐτῷ χρόνος αὐτάρκης τῆς κολάσεως <τοσ>οῦτος, ὅσος ἐκείνῳ δίδοται χρόνος κολάσεως τῷ πορνεύσαντι καὶ λυπηθέντι.
000-00-00 Serial Number=0147620857
In Jesu Nave homiliae Ante [Go Back]  
 [00213]  Οὐκοῦν πρῶτον ὁ Χαναναῖος μεθ' ἡμῶν ἐστιν, οὐδὲν καθ' ἡμῶν τοσοῦτον δυνάμενος, «ὑπόφορος» μὲν ὤν, οὐχ ὑπήκοος δὲ οὐδὲ «δοῦλος».
 [00269]  τοσοῦτον ἰσχύουσιν.
000-00-00 Serial Number=0663746953
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00068]  Οἱ πρότερον ἴσως οὐκ ὄντες καλοὶ τοσοῦτον μετέβαλον, ὡς εἴρησθαι τῇ νύμφῃ·
000-00-00 Serial Number=0318920910
Philocalia Ante [Go Back]  
 [00508]  οὐ μὴν οὐδὲ τὰ λεγόμενα ἐν τῷ Ἰεζεκιὴλ περὶ Αἰγύπτου, ὡς τεσσαράκοντα ἔτεσιν ἐρημωθησομένης ὥστε πόδα ἀνθρώπου μὴ εὑρεθῆναι ἐκεῖ, καὶ ὡς ἐπὶ τοσοῦτον πολεμηθησομένης ποτὲ ὥστε δι' ὅλης αὐτῆς τὸ αἷμα γενέσθαι μέχρι τῶν γονάτων, νοῦν τις ἔχων ἐκλήψεται περὶ τῆς παρακειμένης Αἰγύπτου τοῖς τὰ σώ ματα ὑπὸ ἡλίου μεμελασμένοις Αἰθίοψι.
 [01508]  τί οὖν ἄτοπον, βουλόμενον παραστῆσαι τῷ γένει τῶν ἀνθρώ πων τὸν Ἰησοῦν ὁπηλίκην ἔχει ψυχῶν ἰατρικὴν, τοὺς ἐπιρρήτους καὶ πονηροτάτους ἐπιλέξασθαι, καὶ τούτους προαγαγεῖν ἐπὶ τοσοῦτον, ὥστ' αὐτοὺς παράδειγμα εἶναι ἤθους καθαρωτάτου τοῖς δι' αὐτῶν προσαγομένοις τῷ Χρι στοῦ εὐαγγελίῳ;
 [01588]  ∆ανιὴλ δὲ καὶ οἱ μετ' αὐτοῦ αἰχμαλωτισθέντες τοσοῦτον προέκοψαν καὶ ἐν τοῖς μαθήμασιν, ἅτινα ἤσκουν ἐν Βαβυλῶνι οἱ περὶ τὸν βασιλέα σοφοὶ, ὡς πάντων αὐτῶν διαφέροντας ἀποδειχθῆναι τούτους δεκαπλασίως.
 [01952]  εἰ δ' ὄρνιθες ἄρα καὶ ὅσα ἄλλα ζῶα μαντικὰ ἐκ θεοῦ προγινώσκοντα διὰ συμβόλων ἡμᾶς διδάσκει, τοσοῦτον ἔοικεν ἐγγυτέρω τῆς θείας ὁμιλίας ἐκεῖνα πεφυκέναι, καὶ εἶναι σοφώτερα καὶ θεοφιλέστερα.
 [01972]  καὶ οὐ θαυμαστὸν εἰ Κέλσου, τοῦ ἐπὶ τοσοῦτον τὸν ἄνθρωπον ἐξευτελίζοντος.
 [01989]  λεκτέον οὖν ὅτι, εἴπερ τις θεία φύσις ἦν ἐν αὐτοῖς τῶν μελλόντων προγνωστικὴ, καὶ ἐπὶ τοσοῦτον πλουσία ὡς ἐκ περιουσίας καὶ τῷ βουλομένῳ τῶν ἀνθρώπων δηλοῦν τὰ ἐσόμενα·
 [02027]  ἅτε μὴ δυναμένων τῶν δαιμόνων ἐν τοῖς ἡμερωτέροις τῶν ζώων τοσοῦτον, ὅσον δύνανται διὰ τὸ παραπλήσιον τῆς κακίας, καὶ οὐ κακίαν μὲν οἱονεὶ δὲ κακίαν οὖσαν ἐν τοῖς τοιοισδὶ τῶν ζώων, ἐνεργῆσαι τάδε τὰ ζῶα.
 [02156]  πολλάκις τῶν ἀκολαστοτάτων βελτιόνων γινομένων παρὰ τοὺς τῇ φύσει πρότερον οὐ δοκοῦντας εἶναι τοιούτους, καὶ τῶν ἀγριωτάτων ἐπὶ τοσοῦτον ἡμερότητος μεταβαλλόντων, ὥστε τοὺς μηδὲ πώποτε οὕτως ἀγριωθέντας ἀγρίους εἶναι δοκεῖν συγκρίσει τοῦδέ τινος μεταβεβληκότος ἐπὶ τὸ ἥμερον.
 [02305]  Ἵνα τί ἐπὶ τοσοῦτον ἐφείσω ἡμῶν, οὐκ ἐπισκεπτόμενος ἡμᾶς ἐπὶ ταῖς ἁμαρτίαις, ἀλλὰ καταλιπὼν ἕως εἰς μέγεθος ἔλθῃ πταισμάτων τὰ ἡμέτερα;
 [02314]  καὶ ἀποκεκάλυ πται νηπίοις, τοῖς μετὰ τὴν νηπιότητα ἐπὶ τὰ κρείττονα ἐληλυθόσι καὶ μεμνημένοις ὅτι οὐ παρὰ τὴν ἑαυτῶν αἰτίαν τοσοῦτον ὅσον παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μακαριότητος ἐληλύθασιν.
 [03458]  ἢ μήτε εὐποροῦντες ἀποδείξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικὸν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος ὡς περὶ πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὁδὸν ἐξηγητικὴν τοῦ·
 [03505]  τάχα γὰρ τὰς ἐπὶ πλεῖον ἐφιε μένας ψυχὰς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρ' ἑαυταῖς ἐγκαταλείπει, ἕως κορεσθεῖσαι ἀποστραφῶσι τὰ ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὐτὰ βουλόμεναι καὶ οὐκ ἂν ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμ πεφορῆσθαι αὐτὰς καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περι πεσούμεναι.
000-00-00 Serial Number=0180242300
Philocalia sive Ecloga Ante [Go Back]  
 [00609]  ἢ μήτε εὐποροῦντες ἀποδείξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικὸν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος ὡς περὶ πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὁδὸν ἐξηγητικὴν τοῦ·
 [00654]  Τάχα γὰρ τὰς ἐπὶ πλεῖον ἐφιεμένας ψυχὰς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρ' ἑαυταῖς ἐγκαταλείπει, ἕως κορεσθεῖσαι ἀποστραφῶσι τὰ ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὐτὰ βουλόμεναι καὶ οὐκ ἂν ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περι πεσούμεναι.
000-00-00 Serial Number=0803248346
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00080]  τὴν δὲ τῆς σωφροσύνης αὐτῇ καρποφοροῦντες αἰδῶ, οἱ πρότερον ἴσως οὐκ ὄντες καλοὶ, τοσοῦτον μετέβαλον ὡς εἰρῆσθαι τῇ νύμφῃ·
 [00535]  τοσοῦτον, φη σὶν, γνώσεως τοῖς ἐν σοὶ διδασκάλοις περίεστι χάρις, ὡς μὴ μόνον τοὺς παρὰ σοὶ ἀπολαύειν αὐτῶν τῆς παιδεύσεως, ἀλλ' ἤδη καὶ τῆς ἔξωθεν καὶ πόῤῥωθεν τῆς αὐτῶν ἀπολαύειν ὠφελείας.
 [00570]  τὰ δὲ ἐκ τῶν τοῦ λόγου κρυπτῶν ἐκπορευόμενα, ἐπὶ τοσοῦτον ἰθύνει τε καὶ εὐφραίνει, ὥστε λέγειν ὅτε δεῖ, καὶ οἷς δεῖ, καὶ ὅσου δεῖ·
000-00-00 Serial Number=0250819564
Scholia in Lucam Ante [Go Back]  
 [00630]  οὐχὶ φῶς ἡμερινὸν τυγχάνον, ἀλλὰ φῶς νυκτερι νὸν, καὶ ἐπὶ τοσοῦτον λῆγον, ἕως μηδὲ δοκεῖν φῶς εἶναι ἐπιβλεπόμενον ἐν αὐτοῖς γένηται.
000-00-00 Serial Number=0145837843
Selecta in Ezechielem Ante [Go Back]  
 [00197]  συγχωρούμεθα τὸ τοιοῦτον, καὶ γηΐνοις μὲν καὶ κοπρώδεσί τισιν ἀναμέμικται ἡμῶν ἡ τροφὴ, οὐ μὴν ἐπὶ τοσοῦτον καὶ εἰς ὑπερβο λὴν ἀκαθάρτοις καὶ δυσώδεσιν.
 [00371]  Ζητητέον οὖν τὴν σάλπιγγα τοῦ Θεοῦ καὶ τὴν μεγάλην παροξυντικὴν τοῦ Θεοῦ φωνὴν τῶν στρατιωτῶν τοῦ Θεοῦ ἐπὶ τὸν κατὰ τῶν πολεμίων ἀγῶνα, ὁποίᾳ εἰκὸς ἦν χρῆσθαι τοὺς ἀπο στόλους τοσοῦτον τὰ φρονήματα διεγείροντας διὰ τῆς φωνῆς τῆς σάλπιγγος ἐπὶ τὸν κατὰ τῶν ἐχθρῶν ἀγῶνα.
000-00-00 Serial Number=0185087204
Selecta in Psalmos Ante [Go Back]  
 [00624]  Καὶ ὁ σοφώτατος γοῦν Ἀπόστολος οὐ τοσοῦτον ἀνθρώποις προσῆψε τὸ ἐσταυ ρωκέναι τὸν Χριστὸν, ὡς δυνάμεσιν ἀρχοντικαῖς, λέ γων·
 [01084]  Οὕτω γοῦν ἐν τῷ ηʹ ψαλμῷ οὐ τοῖς τυχοῦ σιν ἀποδέδοται τὸ ἐπικαλεῖσθαι Κύριον, ἀλλὰ τῷ Σαμουὴλ, ὃς τοσοῦτον παρὰ Θεῷ τετίμητο, ὥστε Μωϋσεῖ αὐτὸν συναριθμεῖσθαι τῷ φίλῳ, ὡς Ἱερεμίας φησίν·
 [03868]  Ἐὰν μέντοιγέ τις μὴ παρε σκευασμένος ᾖ, μηδὲ δύναμιν ἔχων, ἐμβάλληται εἰς τοσοῦτον κίνδυνον, ὥστε γενέσθαι μετὰ ἁμαρτωλῶν καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν, οὔτε ἐκείνους ὠφε λήσει, καὶ ἑαυτὸν προσαπολέσει.
 [07131]  οὔτε κατορθώ σας ἐπὶ τοσοῦτον τὴν πίστιν, ὡς τυχεῖν τοῦ, «Ὅτι ὁ πιστεύων εἰς ἐμὲ οὐ κρίνεται·» οὔτε ὡς ἀποπεσὼν, ὡς ἐν ἐκείνοις εἶναι περὶ ὧν εἴρηται·
 [09050]  Ἐφ' ὅσον γὰρ ἡμῶν ἡ τῆς ἀδικίας ὁδὸς οὐκ ἀφίστα ται, ἐπὶ τοσοῦτον οὐδὲ ἀρχὴν ἔχομεν τοῦ ἐλεεῖσθαι νόμῳ Θεοῦ.
 [09999]  Τῇ τοῦ ἀπογεγαλακτισμένου ψυ χῇ ἀποδίδωσιν ὁ Κύριος μισθὸν τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως.
 [09999]  ἄμεινον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκδέχεσθαι τὸν ἐν τῇ σαρκὶ, ἣν χωρῆσαι ἠθέλησε τὸν τοσοῦτον Κύ ριον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»