0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τρόπον [404]


000-00-00 Serial Number=0056165934
Adnotationes in Deuteronomium Ante [Go Back]  
 [00160]  Καταλήγοντες γὰρ τῶν πλημμελημάτων, καὶ ταῖς εἰς τὰ ἀμείνω ῥοπαῖς ἀνα στοιχειοῦντες τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέ σθαι τὸ ὠφελοῦν, ἐκ μέσου ποιούμεθα τὰ προσ πταίσματα·
000-00-00 Serial Number=0660340726
Commentarii in Genesim Ante [Go Back]  
 [00088]  Τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρὲτ, καὶ εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κε κλημένου προεδόθη;
 [00096]  καὶ τίνα τρόπον οἱ ἀστέρες οὔκ εἰσι ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον·
 [00169]  Ἐπαγγέλλονται γὰρ, τόνδε τινὰ τρόπον τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀν θρώπου, καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανω μένων κατὰ κάθετον, ἢ τῆσδε τῆς μοίρας τοῦ ζωδίου, ἢ τῶν ἐν αὐτῇ λεπτῶν, καὶ ποῖος ἀστὴρ ζω διακοῦ, κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζον τος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατὰ τοῦ μεσουρανήματος, καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανή ματος.
 [00174]  πευσώμεθα τοίνυν τῶν ὑπολαμ βανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχη ματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύ τερα.
 [00282]  ὃν γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπί λυσιν·
 [00306]  Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα, ἢ φυσιολογούμενον, ἢ θεολογούμενον χωρὶς ἀκριβείας σημαινομένων καὶ τῶν κατὰ τὸν λογικὸν τόπον τρανουμένων, ὃν δεῖ τρόπον παρίστασθαι.
000-00-00 Serial Number=0724952579
Commentarii in Romanos Ante [Go Back]  
 [00144]  καὶ πάλιν μετ' ὀλίγα [162] «Καὶ ποιήσει, φησί, τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τῆς ἁμαρ τίας·
 [00168]  Ὁ δὲ μὴ εἰδὼς ὅτι ἡ καύχησις ἐξεκλείσθη διὰ τοῦ τῆς πίστεως νόμου, ἐκ τῆς ἀγνοίας καυχήσεται μηδὲ ὑπὸ | Σολομῶντος εἰρημένῳ ἐπιστήσας τοῦτον ἔχοντι τὸν τρόπον·
 [00265]  καὶ γὰρ ἀληθῶς δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρ τωλοῖς *** ἢ λεγέτωσαν ἡμῖν οἱ μηδαμόθεν δικαιοῦσθαι θέλοντες τὸν ἄνθρωπον ἢ ἐκ τοῦ Μωσέως κατὰ τὸ γράμμα τοῦ νό|μου, πότερόν ποτε οὐδεὶς πρὸ Μωσέως ἐδικαιώθη, ἢ ἐδικαιώθη μὲν καὶ χωρὶς τοῦ Μωσέως νόμου, ὡσπερεὶ δὲ μετενόησεν ὁ Θεὸς ἀπὸ τοῦ τρόπου τῆς δικαιώσεως τούτου ὡς χείρονος καὶ δέδωκε διὰ Μωσέως βελτίονα τρόπον δικαιώσεως *** ‖ Ὥρα οὖν πρὸς ταῦτα λέγειν ὅτι δεδέηνται οἱ μὴ τηλικοῦτοι ὥστε δικαιωθῆναι ὁμοίως τοῖς πατράσιν χωρὶς τῆς διὰ γραμμάτων νομοθεσίας τοῦ διὰ Μωσέως νόμου ὑπὲρ τοῦ τὴν χύσιν τῆς κακίας αὐτῶν παύσασθαι καὶ ὑπὲρ τοῦ περισπω μένους αὐτοὺς περὶ τύπους καὶ σύμβολα καὶ εἰκόνας | πραγμάτων θειοτέρων μὴ καταπέσειν εἰς τὴν εἰδωλολατρίαν·
 [00288]  «Πρόσθες ἡμῖν πίστιν» *** εἰ καὶ ἐκ πίστεως οὖν οἱ κληρονόμοι καὶ ἡ ἐπαγγελία ἵνα κατὰ χάριν, οὐδ' αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος, καθ' ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται *** διὸ πάντα τὰ περὶ τὸν | σῳζόμενον τὴν κυρίαν ἔχει ἐν χάριτι ἥντινα τρόπον θησαυροῦ εὑρίσκεσθαι νομίζω ὑπὸ τῶν, ἵν' οὕτως ὀνομάσω, εὐτυχησάντων περιπεσεῖν αὐτῷ *** ἕτερον τοῦ εὑρεῖν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ καὶ τοῦ εὑρεῖν χάριν ἐνώπιον ἀνθρώπων τὸ λαβεῖν ἐνώπιόν τινος ἀπὸ Θεοῦ χάριν καθὸ λέγεται·
 [00323]  ἄξιοι γὰρ γεγόνασιν τηλικούτου πατριάρχου ἐπιγραφῆναι γονεῖς πνεύματι τὰς πράξεις τοῦ σώματος θανατώσαντες *** Ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προσθέμενος | Ἀβραὰμ ἔλαβεν γυ ναῖκα ᾗ ὄνομα Χεττούρα, καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβρὰν καὶ τὸν Ἰεκτὰν καὶ τὸν Μαδὰν καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε, καὶ ἔλαβεν ταύτην μετὰ τὴν τελευτὴν Σάρρας ἥτις ἔζησεν ἔτη ˉρˉκˉζ, πρεσβύτερος δὲ τῆς Σάρρας δέκα ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ·
 [00364]  τινα τρόπον ἀπαγορεύει καυχᾶσθαι τὸν σοφὸν οὐχ ἁπλῶς [··]···τῇ ἑαυτοῦ [··]σοφοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες *** καὶ διὰ τοῦτό γε οὐ χρὴ καυχᾶσθαι τὸν σοφὸν ἐν τῇ σοφίᾳ ἑαυτοῦ, ἐπεὶ κἂν τέλειος ᾖ ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ | [τοῦ] Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν λογισθήσεται *** ἀδιάφορος μὲν ἡ ἀνθρωπίνη σοφία, τῷ δὲ καλῶς αὐτῇ χρωμένῳ καὶ εἰς δεὸν αὐ[τὴ]ν παραλαμβάνοντι χώραν παρέχει τῇ τοῦ Θεοῦ σοφίᾳ ἐπεὶ παντὶ ἔχοντι δοθήσεται καὶ τάχα τοῦτο λέγεται ἐν τῷ Ἐκκλησιαστῇ [·]·
 [00426]  πολὺ κατὰ πάντα [3.3] τρόπον.
000-00-00 Serial Number=0087208331
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00143]  ἔστιν οὖν νόμος καθ' ἕνα τρόπον ψιλὸν τὸ Μωσέως γράμμα, καθ' ὃ σημαινόμενον εἴρηται τὸ εἰ ἐν νόμῳ δικαιοῦθε τῆ χάριτο ἐξεπέατε·
 [00169]  πολὺ κατὰ πάντα τρόπον·
 [00267]  καὶ πάλιν μετ' ὀλίγα καὶ ποιήει φησὶ τὸν μόχον ὃν τρόπον ἐποίηεν τὸν μόχον τῆ ἁμαρτία·
 [00422]  ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προθέμενο Ἀβραὰμ ἔλαβεν γυναῖκα τοὔνομα Χεττούραν·
 [00518]  πρόσχες ἐνταῦθα τῇ ἀποστολικῇ ἀκριβείᾳ, τίνα τρόπον τὸ κυριεύειν τάσσων ἐπὶ τοῦ σωτῆρος καὶ ἐφ' ἡμῶν ἐπὶ μὲν τοῦ σωτῆρος θάνατο εἶπεν αὐτοῦ οὐκέτι κυριεύει, ἐπὶ δὲ ἡμῶν ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει·
000-00-00 Serial Number=0769667149
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00003]  [1.1.1] Ὃν τρόπον οἶμαι ὁ πάλαι «λαὸς» ἐπικληθεὶς «θεοῦ» εἰς φυλὰς διῄρητο δυοκαίδεκα καὶ τὴν ὑπὲρ τὰς λοι πὰς φυλὰς τάξιν λευϊτικήν, καὶ αὐτὴν κατὰ πλείονα τάγματα ἱερατικὰ καὶ λευϊτικὰ τὸ θεῖον θεραπεύουσαν, οὕτως νομίζω κατὰ «τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον» πάντα τὸν Χριστοῦ λαόν, χρηματίζοντα ἐν κρυπτῷ Ἰουδαῖον καὶ ἐν πνεύματι περιτετμημένον, ἔχειν τὰς ἰδιότητας μυστικώτερον τῶν φυλῶν·
 [00058]  [1.3.18] Ἔτι δὲ εἰ ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους καὶ προφήτας καὶ εὐαγγελιστὰς ποιμένας τε καὶ διδασκάλους, ἐπὰν ἐξετάσωμεν τί τὸ ἔργον τοῦ εὐαγγελιστοῦ, ὅτι οὐ πάντως διηγήσασθαι τίνα τρόπον ὁ σωτὴρ τυφλὸν ἀπὸ γενετῆς ἰάσατο, ὀδωδότα νεκρὸν ἀνέστησεν ἤ τι τῶν παρα δόξων πεποίηκεν, οὐκ ὀκνήσομεν, χαρακτηριζομένου τοῦ εὐαγγελιστοῦ καὶ ἐν προτρεπτικῷ λόγῳ τῷ εἰς πιστοποίησιν τῶν περὶ Ἰησοῦ, εὐαγγέλιόν πως εἰπεῖν τὰ ὑπὸ τῶν ἀποστό λων γεγραμμένα.
 [00132]  Τούτοις δὲ ἀκόλουθόν ἐστιν ἐκλαμβάνειν ὅτι ὃν τρόπον ἐν φανερῷ Ἰουδαῖός τίς ἐστι καὶ περ<ιτετμημένος> καὶ ἐν φανερῷ περι<τομὴ> καὶ ἄλλη ἐν κρυπτῷ, οὕτω χριστιανὸς καὶ βάπτισμα.
 [00219]  [1.11.73] ∆ιόπερ φυλακτέον μήποτε καὶ ἡμεῖς, ὡς ταῖς ἰδίαις ἀκάνθαις στεφανοῦντες τὸν Ἰησοῦν, ἀναγραφόμενοι τοιοῦτοι ἀναγινωσκώμεθα παρὰ τοῖς τὸν ἐν πᾶσι καὶ παρὰ πᾶσι λογικοῖς ἢ ἁγίοις Ἰησοῦν μανθάνουσι, τίνα τε τρόπον μύρῳ ἀλείφεται καὶ δειπνίζεται καὶ δοξάζεται ἢ ἐκ τῶν ἐναντίων ἀτιμάζεται καὶ ἐμπαίζεται καὶ τύπτεται.
 [00266]  Εἰ γὰρ «ἀρχὴ» ὡς μεταβάσεώς ἐστι καὶ ὁδοῦ καὶ μήκους, «ἀρχὴ δὲ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια», ἔστιν εἰδέναι, εἰ πᾶσα ὁδὸς ἀγαθή πως «ἀρχὴν» μὲν ἔχει «τὸ ποιεῖν τὰ δίκαια», μετὰ δὲ τὴν ἀρχὴν τὴν θεωρίαν, καὶ τίνα τρόπον τὴν θεωρίαν.
 [00449]  [1.24.154] Τίς γὰρ ἡ ἀποκλήρωσις ἐφ' ἑνὸς μὲν ἑκάστου μὴ ἵστασθαι ἐπὶ τῆς λέξεως, ἀλλὰ φέρε εἰπεῖν ζητεῖν πῶς αὐτὸν ἐκδεκτέον «θύ ραν» καὶ τίνα τρόπον «ἄμπελον» τίνι τε αἰτίᾳ «ὁδόν», ἐπὶ δὲ μόνου τοῦ «λόγον» αὐτὸν ἀναγεγράφθαι τὸ παραπλή σιον οὐ ποιητέον;
 [00607]  [1.32.230] Ἔτι δὲ πᾶς ὁ συνιεὶς πῶς τοῖς μαθητευομένοις ὁ Ἰησοῦς γεγένηται οὐχ ὡς «ὁ ἀνακείμενος ἀλλ' ὡς ὁ διακο νῶν», μορφὴν δούλου ὁ υἱὸς τοῦ θεοῦ ὑπὲρ ἐλευθερίας τῶν δουλευσάντων τῇ ἁμαρτίᾳ λαβών, οὐκ ἀγνοήσει τίνα τρόπον ὁ πατήρ φησι πρὸς αὐτὸν τὸ «∆οῦλός μου εἶ σύ» καὶ μετ' ὀλίγα·
 [00616]  Ὡς γὰρ ἀρνίον ἄκακον γεγένηται ἀγόμενον τοῦ θύεσθαι ὁ ἀμνὸς τοῦ θεοῦ, ἵνα ἄρῃ «τὴν ἁμαρτίαν τοῦ κό σμου», ὁ πᾶσι τοῦ λόγου χορηγός, ὁμοιωθεὶς ἀμνῷ «ἐνώ πιον τοῦ κείροντος» ἀφώνῳ, ὅπως τῷ θανάτῳ αὐτοῦ ἡμεῖς πάντες καθαρθῶμεν, ἀναδιδομένῳ τρόπον φαρμάκου ἐπὶ τὰς ἀντικειμένας ἐνεργείας καὶ τὴν τῶν βουλομένων ἀναδέξασθαι τὴν ἀλήθειαν ἁμαρτίαν·
 [00801]  [2.2.15] Ὃν τρόπον γὰρ ὁ ἐπὶ πᾶσι θεὸς «ὁ θεὸς» καὶ οὐχ ἁπλῶς «θεός», οὕτως ἡ πηγὴ τοῦ ἐν ἑκάστῳ τῶν λογικῶν λόγου «ὁ λόγος», τοῦ ἐν ἑκάστῳ λόγου οὐκ ἂν κυρίως ὁμοίως τῷ πρώτῳ ὀνομασθέντος καὶ λεχθέντος «ὁ λόγος».
 [00820]  Οὕτω δὲ ἐξεδέ ξαντο κινηθέντες ἐκ τῶν ἐν τῷ ∆ευτερονομίῳ τὸν τρόπον τοῦτον ἐχόντων·
 [01133]  Ὃν τρόπον τοίνυν «πάντα δι' αὐτοῦ ἐγένετο», καὶ οὐχὶ πάντα δι' αὐτοῦ ἦν, καὶ «χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», οὐχὶ δὲ χωρὶς αὐτοῦ ἦν οὐδὲ ἕν, οὕτως ὃ γέγονεν ἐν αὐτῷ, οὐχὶ ὃ ἦν ἐν αὐτῷ, ζωὴ ἦν.
 [01301]  [2.30.183] Τὸ δὲ ζητηθὲν ὅρα εἰ οὕτως λῦσαι δυνησόμεθα, ὅτι ὥσπερ ἁπλούστερον πᾶς ἄνθρωπος τῷ ὑπὸ θεοῦ ἐκτίσθαι ἄνθρωπός ἐστι θεοῦ, ἀλλ' οὐ χρηματίζει πᾶς ἄνθρωπος «θεοῦ», ἢ μόνος ὁ θεῷ ἀνακείμενος ὃν τρόπον Ἠλίας καὶ οἱ ἐν ταῖς γραφαῖς ἀναγεγραμμένοι «ἄνθρωποι θεοῦ» , οὕτως δύναται κατὰ μὲν τὸ κοινότερον πᾶς ἄνθρωπος ἀπε στάλθαι ἀπὸ θεοῦ, κυρίως δὲ λέγεσθαι ἀπεστάλθαι ὑπὸ θεοῦ οὐκ ἄλλος ἢ ὁ ἐπὶ διακονίᾳ θείᾳ καὶ λειτουργίᾳ σωτηρίας γένους ἀνθρώπων ἐπιδημῶν τῷ βίῳ.
 [01591]  Ὅρα δέ εἰ καὶ οὕτως οἷόν τε ἀνθυπενεχθησομένην ἀνθυποφορὰν ὑπὸ τῶν μὴ παραδεχομένων τὸν λόγον τὴν λέξιν ταύτην οὕτως ἐκλαβεῖν τὸ «ἀποκαλυπτόμενον» μήποτε διχῶς ἔστιν ἰδεῖν «ἀποκαλυπτόμενον», καθ' ἕνα μὲν τρόπον ὅτε νοεῖται, καθ' ἕτερον δὲ ἐὰν ᾖ τοιοῦτο τὸ προφητευόμενον, ὥστε γενέσθαι καὶ πληρωθῆναι αὐτό·
 [01815]  [6.18.98] Ὥσπερ δὲ διαλαμβάνοντες περὶ τοῦ τίνα τρόπον νοητέον λόγον εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὰ παριστάμενα ἐδηλώσαμεν, οὕτως κατὰ τὴν ἁρμόζουσαν ἀκολουθίαν, ἐπεὶ ὁ Ἰωάννης «ἦλθεν εἰς μαρτυρίαν, ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ», νοητέον φωνὴν εἶναι μόνην χωρῆσαι κατ' ἀξίαν τὸν ἀπαγγελλόμενον λόγον δυναμένην τὸν Ἰωάννην.
 [01865]  Τίνα δὲ τρόπον, εἰ μὴ ἀγάπην εἶχον οἱ προφῆται καὶ διὰ τοῦτο χαλκὸς ἦσαν ἠχῶν ἢ κύμβαλον ἀλαλά ζον, ἐπὶ τὸν ἦχον αὐτῶν, ὡς ἐκεῖνοι εἰλήφασιν, ἀναπέμπει ὁ κύριος ὠφεληθησομένους;
 [02698]  Πρὸς δὲ τὸ παραδέξασθαι τοῦθ' οὕτως ἔχειν περὶ τῆς διαφορᾶς τοῦ «πάσχα κυρίου» καὶ «πάσχα Ἰουδαίων», ἴδωμεν καὶ τὰ ἐν τῷ Ἡσαΐᾳ τοῦτον τὸν τρόπον εἰρημένα·
 [02740]  [10.15.85] Τίνα δὲ τρόπον ἐν τοῖς ἐπουρανίοις, ὧν σκιὰ παρὰ τοῖς σωματικοῖς Ἰουδαίοις ἦν, ἑορτάσομεν, ὑπὸ τὸν ἀληθῆ πρότερον παιδαγωγούμενοι νόμον παρὰ ἐπιτρόποις καὶ οἰκονόμοις ἕως τὸ ἐκεῖ πλήρωμα τοῦ χρόνου ἐνστῇ καὶ τὴν τελειότητα τοῦ υἱοῦ τοῦ θεοῦ χωρήσωμεν, ἔργον σοφίας τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης ἐστὶν φανερῶσαι, καὶ τὰ περὶ βρωμάτων νομοθετούμενα, σύμβολα τῶν ἐκεῖ μελλόντων τρέφειν καὶ ἰσχυροποιεῖν ἡμῶν τὴν ψυχὴν τυγχάνοντα, θεωρεῖν.
 [02787]  [10.18.103] Οὐκ ὠμὴν οὖν βρωτέον τὴν σάρκα τοῦ ἀμνοῦ, ὥσπερ ποιοῦσιν οἱ τῆς λέξεως δοῦλοι τρόπον ἀλόγων ζῴων καὶ ἀποτεθηριωμένων, πρὸς τοὺς ἀληθῶς λογικοὺς διὰ τοῦ συνιέναι βούλεσθαι τὰ πνευματικὰ λόγου, μεταλαμβάνοντες θηρίων ἀπηγριωμένων.
 [02895]  [10.21.127] * * τῷ Λουκᾶ τοῦτον τὸν τρόπον·
 [02930]  [10.23.131] Τὰ δὲ κινοῦντα ἡμᾶς εἰς τὴν περὶ τού των συμφωνίαν, αἰτήσαντες τὸν διδόντα παντὶ τῷ αἰτοῦντι καὶ ὀξέως ζητεῖν ἀγωνιζομένῳ, κρούοντές τε ὑπὲρ τοῦ ἀνοιχθῆ ναι ἡμῖν ταῖς τῆς γνώσεως κλεισὶν τὰ κεκρυμμένα τῆς γραφῆς, τὸν αὐτὸν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν ἐκθη σόμεθα τρόπον.
 [03062]  [10.31.197] Τὰ δὲ λοιπὰ ἐκ τῶν εἰρημένων παρὰ τῷ Ματθαίῳ οὐ πάνυ τι ἔσται ἀσαφῆ, τίνα τρόπον «ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ» ἤ·
 [03069]  Ἐπίστησον δὲ ἐπιμελῶς εἰ δυνατὸν ὡς τάς γε ἐναλλαγὰς τῶν γεγραμμένων καὶ τὰς διαφωνίας διαλύεσθαι παρὰ τὸν τῆς ἀναγωγῆς τρόπον, ἑκάστου τῶν εὐαγγελιστῶν διαγράφοντος διαφόρους τοῦ λόγου ἐνεργείας ἐν διαφόροις ἤθεσι ψυχῶν οὐ τὰ αὐτὰ ἀλλά τινα παραπλήσια ἐπιτελούσας.
 [03421]  «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ θεός.
 [03536]  εἴπερ γὰρ τοῦθ' οὕτως εἶχεν, ἐχρῆν τὸν ἄνδρα καὶ τίνα τρόπον φωνητέον ἔσται αὐτὸν <εἰπεῖν>, ἵνα σὺν αὐτῷ γένηται πρὸς τὸν σωτῆρα.
 [03638]  [13.17.107] Ἔτι δὲ εἰ πληροῖ ὁ σωτὴρ τὸν νόμον καὶ ἵνα πληρωθῇ τὰ ἐν τοῖς προφήταις γεγραμ μένα τάδε τινὰ καὶ τάδε γίνεται κατὰ τὴν τοῦ κυρίου ἐπι δημίαν, πῶς οὐ σαφὲς τίνα τρόπον «ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων» γίνεται;
 [03800]  [13.28.167] Θαυμάζουσίν γε καὶ οἱ μαθη ταὶ ἐπελθόντες, προτεθεωρηκότες τὸ μέγεθος τῆς ἐν αὐτῷ θεότητος, καὶ θαυμάζουσιν τίνα τρόπον ὁ τηλικοῦτος μετὰ γυναικὸς ἐλάλει·
 [04009]  [13.37.245] Τελειῶν μέντοι γε ὁ Ἰησοῦς τὸ ἔργον τοῦ θεοῦ, λέγω δὲ πᾶν τὸ λογικὸν καὶ οὐ τὸν ἄνθρωπον μόνον, κατὰ τὸν αὐτὸν τρόπον αὐτὸ τελειοῖ·
 [04077]  Τίνα δὲ τρόπον τὸ «Ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε» δυνατόν ἐστιν παραδέξασθαι ἐπὶ τῆς ψυχῆς;
 [04162]  [13.47.308] Ὡς γνήσιοι τοίνυν καὶ ἡμεῖς Ἰησοῦ μαθηταὶ ἐπάρωμεν τοὺς ὀφθαλμοὺς καὶ τὰς χώρας τὰς ἐσπαρμένας ὑπὸ Μωσέως καὶ τῶν προφητῶν θεασώμεθα, ἵνα ἴδωμεν τὴν λευκότητα αὐτῶν καὶ τίνα τρόπον ἤδη θερίσαι ἔστιν αὐτὰς καὶ συνάγειν καρπὸν εἰς ζωὴν αἰώνιον, μετὰ τοῦ καὶ μισθὸν ἐλπίζειν ἀπὸ τοῦ κυρίου τῶν χωρῶν καὶ χορηγοῦ τῶν σπερμάτων.
 [04240]  [13.51.340] Εἰ δὲ κρατοῦμεν τῶν ἀνωτέρω εἰρημένων περὶ τῆς Σαμαρείας καὶ τῆς Σαμαρείτιδος καὶ τῆς τοῦ Ἰακὼβ πηγῆς, οὐ χαλεπὸν ἰδεῖν τίνα τρόπον ἐπιτυ χόντες λόγου ὑγιοῦς οἱ προκατειλημμένοι ἐν ἑτεροδιδασκα λίαις καταλείπουσιν τὴν οἱονεὶ τῶν δογμάτων πόλιν, καὶ ἐξελθόντες αὐτὴν ὑγιαινόντως πιστεύουσιν μιᾶς τινος παρὰ τῇ τοῦ Ἰακὼβ πηγῇ προτέρας κεχωρηκυίας τὴν σωτήριον διδασκαλίαν, καὶ καταλιπούσης τὴν προειρημένην ὑδρίαν ὑπὲρ τοῦ καὶ ἑτέρους ἐπὶ τὸ ὁμοίως ὠφεληθῆναι προκα λέσασθαι.
 [04321]  [13.54.368] Προειπὼν γοῦν τίνα τρόπον ἀφίησιν τὴν Ἰουδαίαν καὶ ἄπεισιν εἰς τὴν Γαλιλαίαν ὁ κύριος, διηγησάμενός τε ἐπεὶ ἔδει αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας τὰ λεγόμενα πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ, καὶ πῶς ἔμεινεν δύο ἡμέρας παρὰ τοῖς Σαμαρεί ταις, ἀποδίδωσιν τὴν εἰς Γαλιλαίαν ἄφιξιν αὐτοῦ, καίτοιγε οὐκ ὀλίγων μεταξὺ εἰρημένων.
 [04365]  [13.56.387] Πλὴν ἔξεστιν Γαλιλαῖον ὄντα ἑορτάζειν ἐν Ἱερο σολύμοις γινόμενον, ὅπου ὁ ναὸς τοῦ θεοῦ, καὶ θεωρεῖν πάντα ὅσα ἐποίει ἐκεῖ Ἰησοῦς, καὶ μάλιστα τίνα τρόπον ἐκβάλλει τῷ ἐκ σχοινίων φραγελλίῳ ὑπ' αὐτοῦ πεποιημένῳ πάντας τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς τά τε πρόβατα καὶ τοὺς βόας καὶ τὰ λοιπά.
 [04372]  Πρῶτον οὖν ἰδεῖν δεῖ, τουτέστιν συνιέναι, τὰ ἐν Ἱεροσολύμοις ἔργα τοῦ Ἰησοῦ πάντα, τίνα τρόπον καθαίρει τὸ ἱερὸν ἀποκαθιστὰς αὐτὸ εἰς τὸ εἶναι «οἶκον τοῦ πατρὸς» καὶ μηκέτι «οἶκον ἐμπορίου», ἵνα μετὰ τὸ θεωρῆσαι ταῦτα τὸν ἐνεργήσαντα ταῦτα λόγον δεξώμεθα.
 [04445]  [13.60.423] ∆ούλους δὲ τοῦ βασιλικοῦ ἐξείληφεν τοὺς ἀγγέλους τοῦ δημιουργοῦ, ἀπαγγέλλοντας ἐν τῷ «Ὁ παῖς σου ζῇ», ὅτι οἰκείως καὶ κατὰ τρόπον ἔχει, πράσσων μηκέτι τὰ ἀνοίκεια·
 [04520]  πολλαχοῦ δὲ τὰ σημεῖα χωρὶς τῶν τεράτων εἴρηται, ὃν τρόπον καὶ νῦν.
 [04738]  καὶ τοῦτο εἶπεν καθορῶν τίνα τρόπον πολλα πλασίονα δυνάμενοι φέρειν εἰς τὸ κοινὸν οἱ ὅσον ἐπὶ τῇ δυνάμει πλούσιοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ [19.8.50] ἐλάχιστον μόριον, ὧν οἷοί τε ἦσαν συνεισφέρειν.
 [04741]  κατὰ δὲ τὸν Μάρκον, ἑστὼς κατέναντι τοῦ γαζοφυλακίου θεωρεῖ τίνα τρόπον πᾶς ὁ λαὸς βάλλει κατὰ δύναμιν τὸν νοητὸν χαλκὸν εἰς τὸ γαζοφυ λάκιον, καὶ ὡς μόνος δυνάμενος βλέπειν τοὺς πλουσίους εἶδεν εἴ ποτε πτωχὴ ψυχὴ καὶ ὑστερουμένη βάλλει ὅλῃ δυνάμει <καὶ> διὰ τοῦτο [19.9.52] δικαιουμένη παρὰ τοὺς πολλοὺς πλουσίους.
 [04887]  τούτου δὲ νοηθέντος δύναται σαφὲς εἶναι τὸ ἐν πζʹ ψαλμῷ τοῦτον εἰρημένον τὸν τρόπον ἐκ προσώπου τοῦ σωτῆρος·
 [04926]  [19.18.110] Τί δὲ πιθανὸν πρὸς τὸ ἀποκτενεῖν ἑαυτὸν μετὰ τοὺς μεγαλοφυέστερον εἰρημένους τοῦτον τὸν τρόπον λόγους·
 [05051]  ἐὰν δὲ ἀναλεγώμεθα <οὕτως> τὰς λοιπὰς ἐπινοίας τοῦ χριστοῦ, οὐ χαλεπῶς ἐκ τῶν εἰρημένων εὑρήσομεν τίνα τρόπον ὁ μὴ πιστεύων τῷ χριστῷ ἀποθανεῖται ἐν ταῖς ἁμαρτίαις αὐτοῦ·
 [05136]  ταῦτα προκείμενα τῇ ἐξε τάσει τοῦ περὶ σπερμάτων λόγου Ἀβραὰμ ἤ τινος τῶν δικαίων ἡμῖν εἴρηται, ὑπὲρ τοῦ φανῆναι πῶς καὶ τίνα τρόπον εἴρηται τοῖς αὐτοῖς ὑπὸ τοῦ σωτῆρος τὸ «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε» καὶ τὸ «Εἰ [20.4.31] «τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε».
 [05329]  καὶ πρόσχες ταῖς διαφοραῖς τῶν προτάσεων, τίνα τρόπον μετὰ πάσης ἀκριβείας τῷ Ἰωάννῃ εἴρηνται, ὥστ' ἂν θαυ μάσαι τινὰ πῶς ἀλήπτως καί, ὡς ἂν εἴποιέν τινες, διαλεκτικῶς ἐξήνεγκεν αὐτάς, μὴ τὰ ὅμοια προενεγκάμενος περὶ τῶν ἐκ τοῦ διαβόλου καὶ τῶν ἐκ τοῦ θεοῦ·
 [05415]  ἐπὰν δὲ ἐκείνῃ τῇ κατα στάσει τοῦ υἱοῦ συγκρίνῃ τὴν ἐκ τοῦ ἀνειληφέναι τὴν τοῦ δούλου μορφήν, ἑαυτὸν κενώσαντα, συνήσει πῶς ὁ υἱὸς τοῦ θεοῦ ἐξῆλθεν καὶ ἧκεν πρὸς ἡμᾶς, καὶ οἱονεὶ ἔξω γεγένηται τοῦ πέμψαντος αὐτόν, εἰ καὶ κατ' ἄλλον τρόπον οὐκ ἀφῆκεν αὐτὸν μόνον ὁ πατήρ, ἀλλὰ μετ' αὐτοῦ ἐστιν, καὶ ἔστιν ἐν τῷ υἱῷ ὥσπερ καὶ αὐτὸς ἐν τῷ πατρί.
 [05416]  [20.18.156] καὶ εἰ μὴ κατ' ἄλλον γε τρόπον νοήσαις εἶναι τὸν υἱὸν ἐν τῷ πατρί, ὡς ἦν πρὶν ἐξέλθῃ ἀπὸ τοῦ θεοῦ, δόξει περιέχειν μάχην τὸ καὶ ἐξεληλυθέναι ἀπὸ τοῦ θεοῦ καὶ εἶναι τὸν ἐξεληλυθότα ἀπὸ τοῦ θεοῦ [20.18.157] ἔτι ἐν τῷ θεῷ.
 [05570]  νοήσας δὲ αὐτοῦ τὴν ζωὴν συνή σεις τίνα τρόπον ὁ ἀνθρωποκτόνος ἀπέκτεινε τὸν ζῶντα ἄνθρω πον, οὐ διά τινα ἕνα ἰδίως ποιόν, ἀλλὰ δι' ὅλον τὸ γένος, ὃ ἀπέκτεινεν, καθ' ὃ «ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν», ὑγιῶς [20.25.225] λεχθησόμενος ἀνθρωποκτόνος.
 [05573]  βλέπων καὶ τίνα τρόπον εἴρηται τὸ «Εἰς χοῦν «θανάτου κατήγαγές με»·
 [05580]  ἐὰν δὲ ἐπιπλεῖον ἐπιστήσῃς καὶ τοῖς περὶ τῶν νεκρῶν γεγραμμένοις, οἷον τούτῳ «Εἰς τοῦτο Χριστὸς ἀπέθανεν καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν «καὶ ζώντων κυριεύσῃ», ὄψει τίνα τρόπον διὰ τὸν θάνατον τοῦ Ἰησοῦ οὐδὲ τῶν νεκρῶν κυριεύει ἔτι·
 [05620]  «Ἐγὼ εἶπα, θεοί «ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», οὐκ ἐπενεχθησομένου αὐτῷ τοῦ [20.27.243] «Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε» εἴ τις οὖν καὶ ἄλλος [20.27.243] οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, δῆλον ὅτι καὶ ὁ διάβολος ὁ ἀπ' ἀρχῆς ἀν θρωποκτόνος, καὶ ἡ αἰτία γε τοῦ μὴ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ [20.27.244] τοῦτον εἴρηται τὸν τρόπον·
 [05716]  διὰ τοῦτο οὐ πιστεύομεν, ἐπεὶ οὐ θεωροῦμεν τίνα τρόπον ὃ λέγει ἐστὶν ἀλήθεια·
 [05919]  «Τίς με ῥύσεται ἐκ τοῦ σώματος «τοῦ θανάτου τούτου;» θεωρήσει τίνα τρόπον ὅσον μὲν ἐτηρεῖτο ὁ λόγος, θάνατος οὐκ ἐθεωρεῖτο τῷ τηροῦντι αὐτόν·
 [05956]  [20.42.388] Καὶ εἰκός γε, ὅτι ἔλεγον οἱ Ἰουδαῖοι ἐπὶ τῶν νῦν ἡμῖν ἐξεταζομένων ῥητῶν τὸ «Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται», με μαθηκότες τίνα τρόπον «δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν «κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος·
 [06110]  «Καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλι «ναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ «μνημονεύειν κριμάτων δικαίων», καὶ τὰ περὶ τῆς Σουσάννας τοῦτον εἰρημένα τὸν τρόπον·
 [06179]  ὅτε ἔστιν ἰδεῖν τὸν ἀκολουθοῦντα τῷ Ἰησοῦ τίνα τρόπον ὁ τοιοῦτος ἐξέρχεται μὲν διὰ τὴν Ἰησοῦ φωνήν, ἔτι δὲ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων δεδεμένος καὶ ἐσφιγμένος, διὰ μὲν τὴν μετάνοιαν καὶ τὸ ἀκηκοέναι τῆς Ἰησοῦ φωνῆς ζῶν, διὰ δὲ τὸ μηδέπω ἀπολελύσθαι τῶν τῆς ἁμαρτίας δεσμῶν μηδὲ ἤδη δύνασθαι ἐλευθέροις ἐπιβαίνειν τοῖς ποσίν, ἀλλὰ μηδὲ ἐνεργεῖν ἀπολελυμένως τὰ διαφέροντα, δεδεμένος τοὺς πόδας [28.7.58] καὶ τὰς χεῖρας δεσμοῖς νεκρῶν κειρίαις.
 [06377]  οὕτω δέ τις φήσει εἰρῆσθαι καὶ τὸ ἐν τῇ πρὸς Ἑβραίους τοῦτον ἀναγεγραμμένον τὸν τρόπον·
 [06467]  ἀλλὰ καὶ οὐκ ἐλογίζοντο οὗτοι οἱ μηδὲν εἰδότες τίνα τρόπον συνέφερεν καὶ αὐ τοῖς ἵνα ὁ εἷς οὗτος, καθ' ὃ ἄνθρωπός ἐστιν, ἀποθάνῃ ὑπὲρ τοῦ [28.18.158] λαοῦ·
 [06987]  τὰ δὲ κατὰ τὸν τόπον μαθήματα, πῶς τε πόδες μαθητῶν μολύνονται ἤδη λουσαμένων, καὶ τίνα τρόπον πλύνονται, εἰδέναι ὡς ὁ λόγος βούλεται, καὶ ποιεῖν ὡς θέλει ὁ Ἰησοῦς, ἀληθῶς μακαρίων ἐστὶν [32.13.143] ἔργον.
 [07171]  [32.18.229] Σημείωσαι δὲ τίνα τρόπον ἐν τοῖς ἐξεταζομένοις τὸ ἐμαρτύ [32.18.230] ρησεν ἀναφέρεται <εἰς> τὸ «Εἷς ἐξ ὑμῶν παραδώσει με».
 [07265]  παρατήρει δὲ ἐν ἀμφο τέροις τοῖς τόποις τοῦ εὐαγγελίου τίνα τρόπον ὁ Πέτρος, ὡς ἐπὶ πλεῖον αὐτῷ θαρρῶν καὶ προσκεκλιμένος, ὅπου μὲν «Νεύει αὐτῷ καὶ «λέγει·
 [07275]  [32.21.267] Εἰ δὲ καὶ ἄλλον τόπον περὶ τῆς τοῦ κόλπου ὀνομασίας δεήσει παραθέσθαι ἀπὸ τῆς γραφῆς, φέρε ἐξετάσωμεν τίνα τρόπον εἶπεν κύριος τῷ Μωϋσῇ·
 [07344]  «Ὃ ποιεῖς ποίησον τάχιον» προκαλούμενος τὸν ἀνταγωνιστὴν ἐπὶ τὴν πάλην, ἢ τὸν προδότην ἐπὶ τὸ διακονῆσαι τῇ σωτηρίῳ <τῷ> κόσμῳ ἐσομένῃ οἰκονομίᾳ, ἣν οὐκέτι μέλλειν οὐδὲ βρα δύνειν, ἀλλ' ὅση δύναμις ταχύνειν ἤθελεν, οὐ δειλιῶν, ὡς οἴονταί τινες τῶν μὴ νοησάντων τίνα τρόπον εἶπε·
 [07428]  καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τοῦτο ἀναγεγραμμένον τοῦτον τὸν τρόπον·
000-00-00 Serial Number=0102112472
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00046]  οὗτος ὁ Ἰησοῦς οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν».
 [00240]  [293] καὶ νῦν δὲ ἡ καταλιποῦσα τὴν ΚΑΤΑ ΚΥΛΙΣΤΙΚΗΝ καὶ ΑΣΤΑΤΟΝ Γαλι-λαίαν ψυχὴ καὶ ἑπομένη τῷ λόγῳ καὶ ποιοῦσα τὰ προσταττόμενα ὁρᾷ κατὰ ἀλήθειαν καὶ τὴν νεκρότητα τοῦ σώματος Ἰησοῦ καὶ τὸν τρόπον τοῦ μετ' εὐχῆς αὐτὸν παραθέσθαι τὸ πνεῦμα τῷ πατρί ...
000-00-00 Serial Number=0902811170
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00062]  [10.5] Καὶ ἐν τούτῳ ζητητέον ἰδίᾳ τὸν ἀγρὸν καὶ ἰδίᾳ τὸν κεκρυμμένον ἐν αὐτῷ θησαυρόν, καὶ τίνα τρόπον εὑρὼν τοῦτον κεκρυμμένον τὸν θησαυρὸν ὁ ἄνθρωπος ἀπὸ τῆς χαρᾶς ἄπεισι καὶ πωλεῖ ὅσα ἔχει, ἵνα ἀγοράσῃ τὸν ἀγρὸν ἐκεῖνον.
 [00194]  ἀλλὰ τούτῳ ἐναντιώσεται τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τοῦτον εἰρημένον τὸν τρόπον·
 [00365]  αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, οὐδαμόθεν δὲ προέγνωμεν τὸν τρόπον τῆς ἀναιρέσεως τοῦ βαπτιστοῦ, διὰ τοῦτο νῦν καὶ τοῦτο ἀνέγραψεν ὁ Ματθαῖος, καὶ ὁ Μᾶρκος δὲ αὐτῷ παραπλησίως·
 [00371]  Καὶ τότε, οἶμαι, πεπλήρωται τὸ ὑπὸ τοῦ Ἰακὼβ πρὸς Ἰούδαν τοῦτον εἰρημένον τὸν τρόπον·
 [00446]  Περὶ ὧν καὶ ἐν τῷ Ἡσαΐᾳ λέγεται τὸ «ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐν Ἱερουσαλήμ».
 [00566]  Παρα τήρει δέ, ἐπεὶ «πιστὸς ὁ θεός», οὐκ ἐῶν πειρασθῆναι τοὺς ὄχλους ὑπὲρ ὃ δύνανται, τίνα τρόπον ὁ υἱὸς τοῦ θεοῦ τοὺς μὲν μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς τὸ πλοῖον, ὡς ἰσχυρο τέρους καὶ δυναμένους ἐπὶ τὸ μέσον τῆς θαλάσσης φθάσαι καὶ ὑπομεῖναι τὴν ἀπὸ τῶν κυμάτων βάσανον, ἕως ἄξιοι τῆς θείας βοηθείας γένωνται καὶ ἴδωσι τὸν Ἰησοῦν καὶ ἀκούσωσιν <λαλοῦντος αὐτοῦ καὶ δυνηθῶσιν> ἀναβάντος αὐτοῦ διαπεράσαι καὶ ἐλθεῖν εἰς τὴν γῆν Γενησαρέτ, τοὺς δὲ ὄχλους ἀπολύσας, οὐ λαβόντας πεῖραν ὡς ἀσθενεσ τέρους πλοίου καὶ κυμάτων καὶ ἐναντιουμένου ἀνέμου, ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι.
 [00619]  «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵν' εὖ σοι γένηται, καὶ γένῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσί σοι», ἡ δὲ λοιπὴ ἐν τῷ Λευϊτικῷ τοῦτον ἐγέγραπτο τὸν τρόπον·
 [00684]  Προσλαβὼν τοίνυν τὴν προκειμένην ἐν τῷ εὐαγγελίῳ λέξιν ἐθέμην τινὰ τῶν πρὸ αὐτῆς καί τινα τῶν ἑξῆς αὐτῆς, ἵνα παραστήσωμεν τίνα τρόπον ἀπειλεῖ καμμύσειν «τοὺς ὀφθαλμοὺς» τῶν ἀπὸ τοῦ λαοῦ ὁ λόγος ἐκστάντων καὶ κραιπαλησάντων καὶ πεποτισμένων «πνεύματι κατανύ ξεως», ἀπειλεῖ δὲ καμμύσαι καὶ τοὺς προφήτας αὐτῶν καὶ τοὺς ἐπαγγελλομένους ὁρᾶν «τὰ κρυπτὰ» ἄρχοντας αὐτῶν.
 [00748]  Ἑξῆς δὲ τούτοις γέγραπται τίνα τρόπον ὁ Πέτρος ἀποκριθεὶς εἶπε τῷ σωτῆρι ὡς μὴ νοήσας τὸ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τὸ φράσον ἡμῖν τὴν παραβολήν.
 [00953]  [12.3] Μετὰ ταῦτα κατανοήσωμεν τίνα τρόπον, ἐπερωτηθεὶς περὶ σημείου ἑνός, ἵν' ἐκ τοῦ οὐρανοῦ ἐπιδείξῃ τοῖς ἐπερωτήσασι Φαρισαίοις καὶ Σαδδουκαίοις, ἀποκρίνεται καὶ λέγει·
 [01016]  οὐ γὰρ δεῖ τὰς εὐχὰς τρόπον ἔχειν διδασκαλίας, ἀλλ' εἶναι αὐτὸ μόνον αἰτήσεις ἀγαθῶν ἀπὸ τοῦ θεοῦ.
 [01026]  ἔχει δέ τι πιθανῶς ἡμᾶς παραλογίσασθαι δυνάμενον ὁ τόπος, ὅπερ τοῦτον (οἶμαι) καθαρτέον τὸν τρόπον·
 [01045]  πλὴν ὅρα διὰ τὰ διάφορα ἐν Ἰου δαίοις περὶ τοῦ Ἰησοῦ κινήματα, τίνα τρόπον ἀπό τινων οὐχ ὑγιῶν δογμάτων ἔλεγόν τινες μὲν ὅτι Ἰωάννης ἦν ὁ βαπτιστὴς (ὁμοίως Ἡρώδῃ τῷ τετράρχῃ τῷ εἰπόντι τοῖς παισὶν αὐτοῦ·
 [01096]  «ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν (διὰ τῆς στενῆς) καὶ οὐκ ἰσχύσουσι», καὶ τὸ ἐν τῷ κατὰ Ματθαῖον δὲ γεγραμ μένον τοῦτον τὸν τρόπον ῥητέον·
 [01101]  καὶ τοῦτο δὲ χρὴ εἰδέναι ὅτι, ὥσπερ αἱ πόλεων πύλαι ὀνόματα ἔχουσιν ἑκάστη οἰκεῖα, τὸν αὐτὸν τρόπον αἱ τοῦ ᾅδου πύλαι ὀνομασθεῖεν ἂν κατὰ τὰ εἴδη τῶν ἁμαρτημάτων·
 [01282]  ἔστι γὰρ ἀπ' αὐτῆς καθ' ἕνα μὲν τρόπον ταῦτα νοῆσαι·
 [01283]  εἴ τις ὡς φιλόζωος καὶ οἰό μενος τὴν ἐνεστηκυῖαν εἶναι ζωὴν ἀγαθόν, περιέπει τὴν ἑαυτοῦ ψυχὴν πρὸς τὸ ἐν σαρκὶ ζῆν, φοβούμενος ἀποθανεῖν ὡς διὰ <τούτου> τοῦ θανά του ἀπολέσων αὐτήν, οὗτος ἐν αὐτῷ τῷ θέλειν τὸν τρόπον τοῦτον σώζειν τὴν ψυχὴν ἑαυτοῦ ἀπολέσει αὐ τήν, ἔξω ποιῶν αὐτὴν τῶν ὅρων τῆς μακαριότητος.
 [01285]  καὶ καθ' ἕτερον δὲ τρόπον οὕτως ἂν ἐκδε χοίμεθα τὸ ῥητόν·
 [01313]  [12.30] Ἐὰν δὲ <τροπικῶς> δυνη θῇς κατανοῆσαι τὰς τοῦ λόγου διαφοράς, ἐν μωρίᾳ «κηρύγματος» καταγγελλομένου τοῖς πιστεύουσι καὶ ἐν σοφίᾳ λαλουμένου «τοῖς τελείοις», ὄψει τίνα τρόπον ὁ λόγος τοῖς μὲν εἰσαγομένοις ἔχει «δούλου μορφήν», ὥστ' ἂν εἰπεῖν αὐτούς·
 [01318]  καὶ εἰ δύνασαι νοῆσαι πάντας τοὺς συνεργοὺς τῆς δόξης τοῦ λόγου καὶ τῆς ἀποκαλύψεως τῆς σοφίας (ἅπερ ἐστὶν ὁ Χριστὸς) συνεπιδημοῦντας αὐτῷ, ὄψει τίνα τρόπον ἔρχεται ὁ υἱὸς τοῦ ἀν θρώπου ἐν τῇ δόξῃ τοῦ πα τρὸς αὐτοῦ μετὰ τῶν ἀγ γέλων αὐτοῦ.
 [01677]  [13.11] Καὶ κατ' ἄλλον δὲ τρόπον λεχθείη <ἄν>·
 [01996]  «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός».
 [02225]  <οὐχ ἑώρων δὲ τίνα τρόπον ἀνεπι λήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρι νεῖται>, ὡς ἐπὶ τοῦ κήνσου·
 [02227]  [οὐχ ἑώρων δὲ τίνα τρόπον ἀνεπιλήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρίνεται].
 [02401]  ἕτεροι δὲ καὶ οἱ πολλοὶ οὕτω νενοή κασι, μὴ βασανίσαντες τρόπον ἀκο λουθίας λόγων·
 [02410]  [15.2] Εἰ δὲ βούλεταί τις καὶ ἄλλα παραδείγματα λαβεῖν τῆς καινῆς διαθήκης ἐχούσης γράμμα ἀπο κτεῖνον, ἀκουέτω παραδείγματος χάριν τίνα τρόπον ὁ σωτὴρ πρὸς τοὺς ἀποστόλους εἶπεν·
 [02583]  μήποτε οὖν καθ' ἕνα μὲν τρόπον ἔξω τῆς ζωῆς ἐστιν ὁ ἔξω τυγχάνων τοῦ εἰπόντος·
 [02623]  πρόσ-χες οὖν, εἰ δυνάμεθα πρὸς τὴν προκειμένην ζήτησιν καθ' ἕνα μὲν τρόπον οὕτως ἀπαντῆσαι, ὅτι μή-ποτε τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ὑπονοεῖσθαι δύ-ναται ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος ἐνταῦθα παρειλῆφθαι, ἀλλ' ὑπό τινος τὴν ἀκρίβειαν μὴ νοήσαντος τῶν λεγομένων προστεθεῖσθαι.
 [02669]  τίνα δὲ τρόπον ὁ ἀποδόμενος τὰ ὑπάρχοντα καὶ διαδοὺς πτωχοῖς ἐκτὸς ἔσται πάσης ἐπιθυμίας;
 [02707]  καὶ ὄψει γε (ὡς πρὸς τὴν ἀναγωγήν), τίνα τρόπον δυσαποσπάστως ἔχομεν τοῦ φρονεῖν τὸν πλοῦτον ἀγαθὸν εἶναι ἢ τὴν κάτω δόξαν.
 [02875]  (, [1] [16)] ∆ύναται μὲν οὖν ἡ πᾶσα παρα βολὴ διὰ τοῦτο παρειλῆφθαι, εἰς τὸ μαθεῖν ἡμᾶς πῶς οἱ ἔσχατοι ἐλ θόντες εἰς τὸ ἔργον ὡσεὶ πρῶτοι κληθέντες τὸν μισθὸν ἔλαβον πρῶ τοι, καὶ τίνα τρόπον οἱ πρῶτοι κληθέντες ἐν ἐσχάτῃ χώρᾳ παρὰ τῷ οἰκοδεσπότῃ ἐτάχθησαν, διὸ καὶ τελευταῖοι τὸν μισθὸν ἀπειλήφασι.
 [02984]  ἰδὼν δέ τις τὸν τόπον ἔνθα διέτριβε Σαμουὴλ καὶ ἀκολούθως σκοπήσας περὶ τῶν <πρὸ> τῆς ἑνδεκάτης κληθέντων ἐρ γατῶν ὄψεται, τίνα τρόπον ἐβάστασαν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οἱ πρότεροι·
 [03028]  τὰ δὲ ἰσο δυναμοῦντα τούτοις καὶ παρὰ τῷ Μάρκῳ ἀναγέγραπται τοῦτον τὸν τρόπον·
 [03091]  τὸ δ' ὅμοιον αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραψε τοῦτον τὸν τρόπον·
 [03118]  εἰ δὲ καὶ ἀπὸ τῶν εὐαγγελίων πα ράδειγμα βούλει λαβεῖν, ἄκουε Ματ θαίου ἀναγράφοντος τίνα τρόπον ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς·
 [03412]  ὁ δὲ Λουκᾶς τοῦτον τὸν τρόπον·
 [03512]  οὐδὲν γὰρ λογικὸν καὶ κατὰ τρόπον <ἀνθρώπινον> γινό μενον ἐπέπρακτό <ποτε> καὶ ἵδρυτο τῷ ἀπὸ τῶν ἐθνῶν πώλῳ.
 [03646]  καὶ τοῦτο δὲ ἔτι μᾶλλον συνήσομεν ἐπιστήσαν τες, τίνα τρόπον πολλάκις τοῖς ζέουσι τῷ πνεύματι καὶ μέχρι φυλακῶν πρὸς τοὺς ἀπίστους παραβαλλομένοις καὶ <παντὸς> κινδύνου καταφρονοῦσι καὶ μετὰ πάσης εὐτονίας ἀσκοῦσιν ἁ γνείαν καὶ παρθενίαν ἰδιώταις τῇ λέ ξει, ἐπιπλήσσουσιν ὡς ἀτάκτοις οἱ ψεκτοὶ ἀρχιερεῖς καὶ ἐγκαλοῦσιν αὐτοῖς παρὰ τῷ Ἰησοῦ, ὡς αὐτοὶ δικαιότερον πράττοντες τῶν οὕτως <ἁπλῶν καὶ> σπουδαίων καὶ χρη στῶν παιδίων.
 [03709]  Ἔτι δὲ μᾶλλον νοήσομεν τοῖς καθ' ἕνα ἐφαρμόζοντες τὰ κατὰ τὸν τόπον, ἐπιστήσαντες τίνα τρόπον ἐν τοῖς πειρασμοῖς ὁ μὲν Ἰησοῦς αἰτεῖ τοὺς καρπούς, φέρ' εἰπεῖν ἐν διωγμῷ τὴν ὁμολογίαν καὶ τὸ μαρτύριον, καὶ ἐν τῷ γυναῖκα ἐπιμαίνεσθαί τινι τὴν τοῦ Ἰωσὴφ ἐγκράτειαν καὶ σω φροσύνην, καὶ οὕτως καθ' ἕκαστον πειρασμὸν τὸν ἀκόλουθον αὐτῷ καρπόν.
 [03877]  οὕτως γάρ, διὰ τὸ τροποφορεῖν καὶ φέρειν ἐν τῷ ἀνθρώπους ὠφελεῖν τρόπον ἀνθρώπινον τὸν ὠφελοῦντα ἀνθρώ πους, ἔν τισι παραβολαῖς λέγεται εἶναι ἄνθρωπος.
 [04086]  καὶ ἔστι γε τοῦτο ἰδεῖν μέχρι τοῦ δεῦρο, τίνα τρόπον ζητοῦσι καθελεῖν οἱ προβαλλόμενοι τὴν θεραπείαν τοῦ θεοῦ ὡς ἀρ χιερεῖς αὐτοῦ καὶ τὴν θείαν γραφὴν ὡς γραμματεῖς καὶ τὸ ἀρχαῖον ὡς [οἱ] πρεσβύτεροι τοῦ λαοῦ, <καὶ> ζητοῦσιν ἀπολέσαι τὸν Ἰησοῦν καὶ ἐξαφανίσαι τὴν περὶ αὐτοῦ δόξαν, πάντα εἰς τοῦτο ἀκολούθως τῷ βουλήματι τῶν πατέρων αὐτῶν πράτ τοντες, οὐ μὴν εὑρίσκοντες τί ποιή σουσιν, ἵνα τὸν ἐξηρτημένον τοῦ Ἰησοῦ λαὸν ἀποστήσωσιν αὐτοῦ καὶ ἀπαλείψωσιν αὐτὸν ἀπὸ τῆς διανοίας αὐτῶν.
 [04159]  οἴδα μεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστι», τὸν τρόπον τοῦτον ἐκλαβεῖν.
 [04299]  οὐ ταῦτα δέ φαμεν ἀπιστοῦντες τῷ ἐν Ἡσαΐᾳ γεγραμμένῳ τοῦτον τὸν τρόπον·
000-00-00 Serial Number=0294111073
Contra Celsum Ante [Go Back]  
 [00297]  [1.26] Ἴδωμεν δὲ τίνα τρόπον συκοφαντεῖ Ἰουδαίους ὁ πάντ' ἐπαγγελλόμενος εἰδέναι Κέλσος, λέγων αὐτοὺς σέβειν ἀγγέλους καὶ γοητείᾳ προσκεῖσθαι, ἧς ὁ Μωϋσῆς αὐτοῖς γέγονεν ἐξηγητής.
 [00308]  Εἰ δ' ὁ εὐγνωμόνως ταῦτα κατανοῶν συγκαταθήσεται τῷ μηδὲν κρεῖττον ἐν ἀνθρώποις γεγονέναι ἀθεεί, πόσῳ πλέον τὸ τοιοῦτον περὶ τοῦ Ἰησοῦ θαρρῶν ἀποφανεῖται, συνεξετάζων πολλῶν προσερχομένων αὐτοῦ τῷ λόγῳ ἀρχαιοτέρους βίους μεταγενεστέροις καὶ κατανοῶν, ἐν ὅσαις μὲν ἀκολασίαις ὅσαις δὲ ἀδικίαις καὶ πλεονεξίαις ἕκαστος τῶνδε ἦν, πρίν, ὥς φησι Κέλσος καὶ οἱ τὰ αὐτὰ αὐτῷ νομίζοντες, ἀπατηθῶσι καὶ παραδέξωνται λόγον λυμαινόμενον, ὡς ἐκεῖνοι λέγουσι, τὸν τῶν ἀνθρώπων βίον, ἐξ οὗ δὲ παρειλήφασι τὸν λόγον, τίνα τρόπον γεγόνασιν ἐπιεικέστεροι καὶ σεμνότεροι καὶ εὐσταθέστεροι, ὥς τινας αὐτῶν διὰ τὸν ἔρωτα τῆς ὑπερ βαλλούσης καθαρότητος καὶ διὰ τὸ καθαρώτερον θρησκεύειν τὸ θεῖον μηδὲ τῶν συγκεχωρημένων ὑπὸ τοῦ νόμου ἅπτεσθαι ἀφροδισίων;
 [00315]  [1.28] Ἐπεὶ δὲ καὶ προσωποποιεῖ, τρόπον τινὰ μιμησάμενος ἓν ῥήτορος εἰσαγόμενον παιδίον, καὶ εἰσάγει Ἰουδαῖον πρὸς τὸν Ἰησοῦν λέγοντά τινα μειρακιωδῶς καὶ οὐδὲν φιλοσόφου πολιᾶς ἄξιον·
 [00325]  Εἰ δὲ καὶ ἐπὶ πλεῖον ἐξετάζοι τις τὰ κατὰ τὸν τοιοῦτον, πῶς οὐκ ἂν ζητήσαι, τίνα τρόπον ἐν εὐτελείᾳ καὶ πενίᾳ ἀνατεθραμμένος καὶ μηδεμίαν ἐγκύκλιον παιδείαν παιδευθεὶς μηδὲ μαθὼν λόγους καὶ δόγματα, ἀφ' ὧν κἂν πιθανὸς γενέσθαι ἐδύνατο ὁμιλεῖν ὄχλοις καὶ δημαγωγεῖν καὶ ἐπάγεσθαι ἀκροατὰς πλείονας, ἐπιδίδωσιν ἑαυτὸν διδασκαλίᾳ καινῶν δογμάτων, ἐπεισάγων τῷ γένει τῶν ἀνθρώπων λόγον τά τε Ἰουδαίων ἔθη καταλύοντα μετὰ τοῦ σεμνοποιεῖν αὐτῶν τοὺς προφήτας καὶ τοὺς Ἑλλήνων νόμους μάλιστα περὶ τοῦ θείου καθαιροῦντα;
 [00559]  [1.51] Εἴρηται δὴ περὶ μὲν τοῦ τόπου τῆς γενέσεως αὐτοῦ, ὅτι ἀπὸ Βηθλεὲμ ἐξελεύσεται ὁ ἡγούμενος, τοῦτον τὸν τρόπον·
 [00586]  Καὶ δεύτερον δ' ἂν θαυμάσαι τὴν προφητείαν ὁ εὐγνωμόνως αὐτῇ ἐντυγχάνων, τίνα τρόπον εἰπὼν ἀπὸ τῆς Ἰούδα φυλῆς ἔσεσθαι τοὺς ἄρχοντας καὶ ἡγουμένους τοῦ λαοῦ ἔστησε καὶ τὸ τέλος τῆς ἀρχῆς αὐτῆς εἰπὼν οὐκ ἐκλείψειν ἄρχοντα ἐξ Ἰούδα καὶ ἡγούμενον ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
 [00598]  Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων.
 [00676]  Κατα σκευάζομεν δὲ τοῦτον τὸν τρόπον τὸ τοιοῦτον.
 [00678]  Ἀνέγνωμεν δ' ἐν τῷ περὶ κομητῶν Χαιρήμονος τοῦ στωϊκοῦ συγγράμματι, τίνα τρόπον ἔσθ' ὅτε καὶ ἐπὶ χρηστοῖς ἐσομένοις κομῆται ἀνέτειλαν, καὶ ἐκτίθεται τὴν περὶ τούτων ἱστορίαν.
 [00862]  Ὅρα γὰρ ἐν τούτοις, τίνα τρόπον παρίσταται τὰ ἰουδαϊκὰ ἔθη περὶ καθαρῶν καὶ ἀκαθάρτων ἔτι τηρῶν ὁ Πέτρος.
 [00969]  Καὶ λεγέτωσαν ἡμῖν, τί ἀκούουσι καὶ τί βλέπουσι τοῖς Ἰουδαίοις προφητεύεται μὴ συνήσειν τὰ λεγόμενα καὶ μὴ ὃν δεῖ τρόπον ὄψεσθαι τὸ ὁραθέν.
 [01121]  Ὁ δὲ ἀπιστῶν παρὰ τῷ Κέλσῳ Ἰουδαῖος περὶ τοῦ Ἰησοῦ, ὅτι πάντα τὰ συμβάντα αὐτῷ προῄδει, κατανοησάτω, τίνα τρόπον ἔτι συνεστώσης τῆς Ἱερουσαλὴμ καὶ πάσης τῆς ἰουδαϊκῆς λατρείας γινομένης ἐν αὐτῇ προεῖπεν Ἰησοῦς τὰ συμβησόμενα αὐτῇ ὑπὸ Ῥωμαίων.
 [01221]  Καὶ πρὸς Ἕλληνας δὲ χρησόμεθα τῷ εἰρημένῳ τοῦτον τὸν τρόπον πρὸς τὸν Λάϊον, εἴτε αὐταῖς λέξεσιν εἴτε τὸ ἰσοδυναμοῦν αὐταῖς ἀναγράψαντος τοῦ τραγικοῦ.
 [01504]  [2.50] Καὶ ὁ Παῦλος δ' ἐν τῇ πρὸς Θεσσαλονικεῖς ἐπιστολῇ δευτέρᾳ ἀποφαίνεται, τίνα τρόπον ἀποκαλυφθήσεταί ποτε Ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντι κείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστ' αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικ νύοντα ἑαυτὸν ὅτι ἐστὶ θεός.
 [01724]  [2.68] Ἴδωμεν δὲ τίνα τρόπον φησὶν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι εἰ δ' οὖν τό γε τοσοῦτον ὤφειλεν εἰς ἐπίδειξιν θεότητος, ἀπὸ τοῦ σκόλοπος γοῦν εὐθὺς ἀφανὴς γενέσθαι.
 [01930]  [3.6] Ὁ τοίνυν Κέλσος, οὐ γενόμενος δίκαιος ἐξεταστὴς τῶν λεγομένων παρ' Αἰγυπτίοις ἑτέρως καὶ παρ' Ἑβραίοις ἄλλως, ἀλλὰ προκαταληφθεὶς ὡς ὑπὸ φιλτέρων τῶν Αἰγυπ τίων, τοῖς μὲν ἀδικήσασι τοὺς ξένους συγκατέθετο ὡς ἀληθέσι τοὺς δ' ἀδικηθέντας Ἑβραίους στασιάζοντας εἶπε τὴν Αἴγυπτον καταλελοιπέναι, οὐχ ὁρῶν τίνα τρόπον οὐ δύναται τηλικοῦτο στασιῶδες πλῆθος Αἰγυπτίων, ἀρχὴν ἔχον τὴν στάσιν, γενέσθαι ἔθνος ἅμα τῷ στασιάζειν καὶ τὴν διάλεκτον ἀμεῖβον, ἵν' οἱ τέως τῇ Αἰγυπτίων φωνῇ χρώμενοι αἰφνίδιον τὴν Ἑβραίων διάλεκτον συμπληρῶσιν.
 [02172]  Οἱ μὲν γὰρ νεὼς καὶ ἀγάλματα κατεσκεύασαν τοῖς κατει λεγμένοις, ἡμεῖς δὲ τὴν διὰ τῶν τοιούτων τιμὴν ἀνελόντες ἀπὸ τοῦ θείου ὡς ἁρμοζόντων μᾶλλον δαιμονίοις οὐκ οἶδ' ὅπως ἱδρυμένοις ἔν τινι τόπῳ, ὃν ἤτοι προκαταλαμβά νουσιν ἢ διά τινων τελετῶν ἀχθέντες καὶ μαγγανειῶν ὡσπερεὶ οἰκοῦσιν , τεθήπαμεν τὸν Ἰησοῦν τὸν νοῦν ἡμῶν μεταθέντα ἀπὸ παντὸς αἰσθητοῦ, ὡς οὐ μόνον φθαρτοῦ ἀλλὰ καὶ φθαρησομένου, καὶ ἀνάγοντα ἐπὶ τὴν μετὰ ὀρθοῦ βίου πρὸς τὸν ἐπὶ πᾶσι θεὸν τιμὴν μετ' εὐχῶν, ἃς προσάγομεν αὐτῷ διὰ <τοῦ> ὡς μεταξὺ ὄντος τῆς τοῦ ἀγεννήτου καὶ τῆς τῶν γενητῶν πάντων φύσεως, καὶ φέροντος μὲν ἡμῖν τὰς ἀπὸ τοῦ πατρὸς εὐεργεσίας διακομίζοντος δ' ἡμῶν τρόπον ἀρχιερέως τὰς εὐχὰς πρὸς τὸν ἐπὶ πᾶσι θεόν.
 [02349]  Ὅρα δὴ καὶ ἐν τούτοις, τίνα τρόπον ἡμᾶς συκοφαντεῖ, ἐξομοιῶν τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυ μένοις καὶ ἀγείρουσι.
 [02402]  [3.56] Ὅρα δὴ καὶ ἐν τούτοις, τίνα τρόπον διασύρων τοὺς παρ' ἡμῖν διδάσκοντας τὸν λόγον καὶ ἐπὶ τὸν τῶν ὅλων δημιουργὸν παντὶ τρόπῳ τὴν ψυχὴν ἀναβιβάζειν πειρωμένους, παριστάντας δὲ καὶ ὡς χρὴ μὲν τῶν αἰσθητῶν καὶ προσκαίρων καὶ βλεπομένων πάντων καταφρονεῖν πάντα δὲ πράττειν ὑπὲρ τοῦ τυχεῖν τῆς τοῦ θεοῦ κοινωνίας καὶ τῆς τῶν νοητῶν καὶ ἀοράτων θεωρίας καὶ μακαρίας μετὰ θεοῦ καὶ τῶν οἰκείων τοῦ θεοῦ διεξαγωγῆς, παραβάλλει αὐτοὺς τοῖς κατὰ τὰς οἰκίας ἐριουργοῖς καὶ τοῖς σκυτοτόμοις καὶ τοῖς κναφεῦσι καὶ τοῖς ἀγροικοτάτοις τῶν ἀνθρώπων, <ὡς> ἐπὶ τὰ φαῦλα προκαλουμένους παῖδας κομιδῇ νηπίους καὶ γύναια, ἵν' ἀποστῶσι μὲν πατρὸς καὶ διδασκάλων αὐτοῖς δὲ ἕπωνται.
 [02403]  Τίνος γὰρ πατρὸς σωφρονοῦντος ἢ τίνων διδασκάλων σεμνότερα διδασκόντων ἀφίσταμεν τοὺς παῖδας καὶ τὰ γύναια, παραστησάτω ὁ Κέλσος καὶ ἀντιπαραβαλέτω ἐπὶ τῶν προσιόντων τῷ λόγῳ ἡμῶν παίδων καὶ γυναίων, πότερά τινα ὧν ἤκουον βελτίονα τῶν ἡμετέρων, καὶ τίνα τρόπον καλῶν τινων καὶ σεμνῶν μαθημάτων ἀφιστάντες παῖδας καὶ γύναια ἐπὶ τὰ χείρονα προκαλούμεθα.
 [02756]  καὶ ὁ βουλόμενός γε ἀναγνώτω τὰ Φλαυΐου Ἰωσήπου περὶ τῆς Ἰουδαίων ἀρχαιότητος δύο βιβλία, ἵνα γνῷ, τίνα τρόπον ἀρχαιότερος ἦν Μωϋσῆς τῶν κατὰ χρόνων μακρὰς περιόδους κατακλυσ μοὺς καὶ ἐκπυρώσεις φησάντων γίνεσθαι ἐν τῷ κόσμῳ·
 [02783]  [4.14] Ἴδωμεν δὲ καὶ ἅπερ ἑξῆς φησιν ὁ Κέλσος μετὰ μεγάλης ἐπαγγελίας τοῦτον τὸν τρόπον·
 [02813]  [4.17] Ἆρα δὲ οὐ πολλῷ ταῦτα, καὶ μάλιστα ὅτε ὃν δεῖ τρόπον νοεῖται, σεμνότερα φανεῖται ∆ιονύσου ὑπὸ τῶν Τιτάνων ἀπατωμένου καὶ ἐκπίπτοντος ἀπὸ τοῦ ∆ιὸς θρόνου καὶ σπαρασσομένου ὑπ' αὐτῶν καὶ μετὰ ταῦτα πάλιν συντιθεμένου καὶ οἱονεὶ ἀναβιώσκοντος καὶ ἀναβαίνοντος εἰς οὐρανόν;
 [02964]  Ἀλλ' οὐ μιμησόμεθά γε αὐτὸν ἡμεῖς οὐδ' ἐροῦμεν τὰ παραπλήσια περὶ τῶν τὴν τῶν ὅλων φύσιν ἐπαγγελλομένων εἰδέναι φιλοσόφων καὶ πρὸς ἀλλήλους διαλεγομένων περὶ τοῦ, τίνα τρόπον συνέστη τὰ ὅλα καὶ γέγονεν ὁ οὐρανὸς καὶ γῆ καὶ τὰ ἐν αὐτοῖς πάντα, καὶ ὡς αἱ ψυχαὶ ἤτοι ἀγέννητοι οὖσαι καὶ μὴ ὑπὸ θεοῦ κτισθεῖσαι διακοσμοῦνται ὑπ' αὐτοῦ καὶ ἀμείβουσι σώματα, ἢ συσπαρεῖσαι τοῖς σώμασιν ἐπιδια μένουσιν ἢ οὐκ ἐπιδιαμένουσιν.
 [03027]  ∆ιὰ τούτων δὴ ὁ πολυΐστωρ καὶ πολυμαθὴς καὶ Ἰουδαίοις καὶ Χριστιανοῖς ἀμαθίαν ἐγκαλῶν καὶ ἀπαι δευσίαν Κέλσος σαφῶς παρίστησι, τίνα τρόπον ἀκριβῶς ᾔδει τοὺς ἑκάστου συγγραφέως χρόνους, ἕλληνος καὶ βαρβάρου·
 [03040]  Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ὁ δὲ κακοήθως διασύρειν βουλόμενος τὸ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, ὅπερ οὐδὲ νενόηκε τίνα τρόπον λέλεκται, ἀνέγραψεν ὅτι συνέθεσαν ἄνθρωπον ὑπὸ χειρῶν θεοῦ πλασσό μενον <καὶ ἐμφυσώμενον>, ἵνα τὸ ἐμφυσώμενον παραπλησίως τις νομίσας λελέχθαι τοῖς ἐμφυσωμένοις ἀσκοῖς γελάσῃ τὸ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς τροπικῶς εἰρημένον καὶ δεόμενον διηγήσεως, παριστάσης μεταδεδω κέναι τὸν θεὸν τοῦ ἀφθάρτου πνεύματος τῷ ἀνθρώπῳ·
 [03090]  ἐὰν δὲ τὰ ἐν μύθου σχήματι λεγόμενα φιλοσόφως ἐξετάζοντες δυνηθῶσιν εὑρεῖν τὸ βούλημα τοῦ Πλάτωνος, <θαυμάσονται> τίνα τρόπον δεδύνηται τὰ μεγάλα ἑαυτῷ φαι νόμενα δόγματα κρύψαι μὲν διὰ τοὺς πολλοὺς ἐν τῷ τοῦ μύθου σχήματι, εἰπεῖν δ' ὡς ἐχρῆν τοῖς εἰδόσιν ἀπὸ μύθων εὑρίσκειν τὸ περὶ ἀληθείας τοῦ ταῦτα συντάξαντος βούλημα.
 [03146]  Ὁ δὲ βουλόμενος λαβεῖν τὴν πρὸς Γαλάτας ἐπιστολὴν εἴσεται, τίνα τρόπον ἠλληγόρηται τὰ κατὰ τοὺς γάμους καὶ τὰς μίξεις τῶν θεραπαινίδων, βουλο μένου τοῦ λόγου καὶ ἡμᾶς οὐ τὰς σωματικὰς νομιζομένας πράξεις ζηλοῦν τῶν ταῦτα πεποιηκότων ἀλλ' ὡς καλεῖν εἰώθασιν οἱ τοῦ Ἰησοῦ ἀπόστολοι, τὰς πνευματικάς.
 [03165]  Ὅρα δὲ τίνα τρόπον ἀπεχθῶς καὶ οὐ φιλαλήθως συνήγαγε τὰ ἀπὸ τῆς ἱστορίας ὁ Κέλσος·
 [03211]  Παριστὰς δὲ ὁ Ἀσὰφ ὅτι προβλήματα καὶ παραβολαί εἰσιν αἱ κατὰ τὴν Ἔξοδον ἱστορίαι καὶ τοὺς Ἀριθμούς, ὡς ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν γέγραπται, μέλλων αὐτῶν ὑπομιμνήσ κεσθαι τοῦτον προοιμιάζεται τὸν τρόπον·
 [03340]  [4.63] Οὐκ οἶδα δὲ τίνα τρόπον πρόνοιαν τιθεὶς ὅσον ἐπὶ ταῖς λέξεσι τοῦ βιβλίου τούτου οὔτε πλείονα οὔτ' ἐλάττονα ἀλλ' οἱονεὶ ὡρισμένα φησὶν εἶναι τὰ κακά, ἀναιρῶν δόγμα κάλλισ τον περὶ τοῦ ἀόριστον εἶναι τὴν κακίαν καὶ τὰ κακὰ καὶ τῷ ἰδίῳ λόγῳ ἄπειρα.
 [03359]  Ἡμεῖς δὲ καὶ πρὸς τοῦτό φαμεν ὅτι τὴν τῶν κακῶν γένεσιν οὐδὲ τῷ φιλοσοφήσαντι γνῶναι ῥᾴδιον, τάχα δὲ οὐδὲ τούτοις καθαρῶς αὐτὴν γνῶναι δυνατόν, ἐὰν μὴ θεοῦ ἐπιπνοίᾳ καὶ τίνα τὰ κακὰ τρανωθῇ καὶ πῶς ὑπέστη δηλωθῇ καὶ τίνα τρόπον ἀφανισθήσεται νοηθῇ.
 [03360]  Ἐν κακοῖς γοῦν οὔσης καὶ τῆς περὶ θεοῦ ἀγνοίας, ὄντος δὲ μεγίστου κακοῦ καὶ τοῦ μὴ εἰδέναι τὸν τρόπον τῆς τοῦ θεοῦ θεραπείας καὶ τῆς εἰς αὐτὸν εὐσεβείας, πάντως μὲν καὶ κατὰ Κέλσον τινὲς τῶν φιλοσοφησάντων οὐκ ἔγνωσαν, ὅπερ δῆλόν ἐστιν ἐκ τῶν διαφόρων ἐν φιλοσοφίᾳ αἱρέσεων·
 [03449]  Ὥσπερ γὰρ ἐπὶ τούτων τυφλοῖ τὸ ἔχθος πρὸς τὸ μὴ συνορᾶν ὅτι καὶ φιλτάτων κατηγοροῦσιν δι' ὧν κακῶς λέγειν νομίζουσι τοὺς ἐχθρούς, τὸν αὐτὸν τρόπον καὶ ὁ Κέλσος συγχυθεὶς τὸν λογισμὸν οὐχ ἑώρακεν ὅτι καὶ τῶν ἀπὸ τῆς Στοᾶς φιλοσόφων κατηγορεῖ, οὐ κακῶς προταττόντων τὸν ἄνθρωπον καὶ ἁπαξαπλῶς τὴν λογικὴν φύσιν πάντων τῶν ἀλόγων καὶ διὰ ταύτην λεγόντων προηγουμένως τὴν πρόνοιαν πάντα πεποιηκέναι.
 [03501]  Καὶ ἐνταῦθα δὲ ὁρᾷς, τίνα τρόπον ἡ σύνεσις μέγα βοήθημα ἡμῖν δέδοται καὶ παντὸς ὅπλου κρεῖττον, οὗ δοκεῖ ἔχειν τὰ θηρία.
 [03543]  οἱ δ' ἄνθρωποι διὰ τὸν λόγον ἀκοῦσαι δυνηθέντες, τίνα τρόπον εὐτελίζεται αὐτῶν τὸ κοινωνικόν, βλαβεῖεν ἂν τὸ ὅσον ἐπὶ τῷ Κέλσῳ καὶ τοῖς λόγοις αὐτοῦ, οὐκ ἰδόντι ὅτι χριστιανισμοῦ ἀποτρέψαι θέλων τοὺς ἐντυγχάνοντας αὐτοῦ τῇ γραφῇ ἀποτρέπει καὶ τῶν οὐ Χριστιανῶν τὸ πρὸς τοὺς φέροντας τὰ βαρύτατα τῶν φορτίων συμπαθές.
 [03664]  Καὶ ὥσπερ ἐν ἀνθρώποις ἄνθρωποι ἀνθρώπων ἰσχυρότεροί τινες εἰσὶν οὐ πάντως διὰ τὸ ἦθος, τὸν αὐτὸν τρόπον δαίμονες δαιμόνων εἶεν ἂν ἐν μέσοις δυνατώτεροι·
 [03717]  Λέγει τοίνυν τὸν τρόπον τοῦτον, ὅτι φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας, καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα καὶ ἔργῳ δεικνύειν ὅτι οὐκ ἀγνοοῦσιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρνιθες ὡς ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ ἤδη προεῖπον.
 [03954]  Ὅρα γὰρ τίνα τρόπον ἐν τούτοις οὐ τὸ γενησόμενον σῶμά φησι σπείρεσθαι, ἀλλ' ἀπὸ τοῦ σπειρομένου καὶ γυμνοῦ βαλλομένου ἐπὶ τὴν γῆν λέγει διδόντος τοῦ θεοῦ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα οἱονεὶ ἀνάστασιν γίνεσθαι, ἀπὸ τοῦ καταβεβλημένου σπέρ ματος ἐγειρομένου στάχυος ἐν τοῖς τοιοῖσδε, <δένδρου δὲ ἐν τοῖς τοιοῖσδε> οἱονεὶ ἐν νάπυϊ, ἢ ἔτι μείζονος δένδρου ἐν ἐλαίας πυρῆνι ἤ τινι τῶν ἀκροδρύων.
 [04081]  Ἀρκεῖ δὲ τὰ κεκρυμμένως ὡς ἐν ἱστορίας τρόπῳ εἰρημένα κατὰ τὸν τῆς ἱστορίας παραστῆσαι τρόπον, ἵν' οἱ δυνάμενοι ἑαυτοῖς ἐπεξεργάσωνται τὰ κατὰ τὸν τόπον.
 [04114]  Καὶ ὁρῶμεν τίνα τρόπον οὗτος οἰκοδομεῖται ἐπὶ ἄκρων τῶν ὀρέων, πάντων τῶν προφητικῶν λόγων, οἵτινες αὐτοῦ θεμέλιός εἰσιν.
 [04182]  [5.38] Βούλομαι δὲ παραστῆσαι, τίνα τρόπον οὐκ εὐλόγως ὁ Κέλσος φησὶν ἕκαστον τὰ οἰκεῖα καὶ πάτρια σέβειν.
 [04507]  Τίς δὲ ὢν ὤφθηκαὶ ποταπὸς καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλε λοίπασιν ἐξετάζειν τοῖς δυναμένοις ἑαυτοὺς ἐμπαρέχειν παραπλησίους ἐκείνοις, οἷς ὤφθη ὁ θεός·
 [04684]  Ἔχει δ' ἡ Πλάτωνος λέξις, ἣν ὁ Κέλσος ἐξέθετο, τοῦτον τὸν τρόπον·
 [04689]  Ἐδυνάμην δὲ παραθέσθαι τὰ περὶ τῶν παρ' Ἑβραίοις καλουμένων σεραφίμ, ἀναγεγραμμένων ἐν τῷ Ἡσαΐᾳ, καλυπτόντων τὸ πρόσωπον καὶ τοὺς πόδας τοῦ θεοῦ, καὶ τὰ περὶ τῶν ὀνομαζομένων χερου βίμ, ἃ διέγραψεν ὁ Ἰεζεκιήλ, καὶ τῶν ὡσανεὶ σχημάτων αὐτῶν, καὶ τίνα τρόπον ὀχεῖσθαι λέγεται ἐπὶ τῶν χερουβὶμ ὁ θεός·
 [04939]  Εἶτ' ἐκθέμενος τὰ τοιαῦτα καὶ μὴ παραμυθησάμενος, τίνα τρόπον ἐκεῖνα μὲν λόγου ἔχεται κρείττονος ταῦτα δέ ἐστιν ἐκείνων παρακούσματα, διαλοιδορεῖται ἡμῖν λέγων μὴ εἶναι ἐκεῖνα ὅμοια τοῖς περὶ διαβόλου δαίμονος ἤ ὅπερ φασὶν ἀληθέστερον ἀνθρώπου γόητος ἀντιδοξοῦντος.
 [04980]  εἰ δέ τις σχολάσας τῇ βασάνῳ τῶν ἱερῶν γραμμάτων πανταχόθεν σωματοποιήσαι τὸν περὶ τῆς κακίας λόγον, καὶ ὡς ὑπέστη πρῶτον καὶ τίνα τρόπον καταλύεται, ἴδοι ἂν ὅτι οὐδ' ὄναρ ἐφαντάσθη τὸ Μωϋσέως καὶ τῶν προφητῶν περὶ τοῦ Σατανᾶ βούλημα οὔτε Κέλσος οὔτε τις τῶν ὑπὸ τούτου τοῦ πονηροῦ δαίμονος καθελκομένων καὶ κατασπωμένων ἀπὸ θεοῦ καὶ τῆς περὶ αὐτοῦ ὀρθῆς ἐννοίας καὶ ἀπὸ τοῦ λόγου αὐτοῦ τὴν ψυχήν.
 [04989]  [6.46] Λέγει δὲ ὁ Παῦλος περὶ τούτου τοῦ καλουμένου Ἀντιχρίστου διδάσκων καὶ παριστὰς μετά τινος ἐπικρύψεως, τίνα τρόπον ἐπιδημήσει καὶ πότε τῷ γένει τῶν ἀνθρώπων καὶ διὰ τί·
 [04993]  Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι, ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός.
 [05008]  Ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός, τοῦτο καὶ ἐν τῷ ∆ανιὴλ τοῦτον εἴρηται τὸν τρόπον·
 [05034]  Εἰ μὲν οὖν τὸν φαινόμενον αὐτῷ τρόπον τοῦ εὐηθικὴν εἶναι αὐτὴν καί τινας πιθανότητας προηνέγκατο, κἂν ἠγωνισάμεθα πρὸς αὐτάς·
 [05035]  οὐκ εὔλογον δέ μοι φαίνεται πρὸς τὴν ἀπόφασιν αὐτοῦ κατασκευάσαι, τίνα τρόπον οὐκ ἔστιν εὐηθική.
 [05047]  Εἰ μὲν οὖν εἰρήκει τὸν δοκοῦντα αὐτῷ τρόπον περὶ τοῦ λῆρον εἶναι βαθὺν τὰ θεῖα γράμματα, κἂν ἐπειρά θημεν ἀνασκευάσαι τὰς φανείσας ἐκείνῳ πιθανότητας περὶ τοῦ λῆρον αὐτὰ εἶναι βαθύν·
 [05054]  [6.51] Νῦν δὲ διηγήσασθαι τὸν περὶ νοητῶν καὶ αἰσθητῶν [6.51] λόγον, καὶ τίνα τρόπον διανενέμηνται αἱ φύσεις τῶν ἡμερῶν εἰς ἀμφότερα τὰ εἴδη, οὐ πρόκειται οὐδὲ τὰ κατὰ τοὺς τόπους ἐξετάσαι·
 [05132]  Τοῦτον δὲ τὸν τρόπον καὶ τὸ ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακὰ διηγούμεθα·
 [05155]  Συκοφαντεῖ δ' ἐν τούτοις καὶ καταψεύδεται τῶν ἐν τῇ Γενέσει γεγραμμένων τὸν τρόπον τοῦτον·
 [05273]  Οὐκ ἐκ σκότου τοίνυν εἰς λαμπρὸν φῶς προάγει ἡμᾶς ὁ Κέλσος, ἀλλὰ βούλεται ἐκ φωτὸς μεταστῆσαι εἰς σκότον, τιθεὶς τὸ σκότος εἶναι φῶς καὶ τὸ φῶς σκότος καὶ ὑποκείμενος τῷ καλῶς εἰρημένῳ ὑπὸ Ἡσαΐου τὸν τρόπον τοῦτον·
 [05360]  Τὸν αὐτὸν τρόπον τοίνυν τὸ αἰσθητὸν σῶμα οὐκ ἀπαγγέλλει τὸν τρόπον τῆς ὑποστάσεως αὐτοῦ.
 [05365]  οὐδὲ γὰρ ὑποβάλλει ἡ αἴσθησις αὐτῶν, κἂν βιασάμενος ὁ λόγος εὕρῃ ὅτι γενητά ἐστι, περὶ τοῦ τίνα τρόπον γεγένηται.
 [05390]  Ἆρ' οὖν τούτων μὲν ὁ Κέλσος ἤκουεν, ἐπεὶ ᾤετο αὐτῷ χρήσιμα εἶναι εἰς τὸ κατηγορεῖσθαι τὸν Ἰησοῦν, οὐκέτι δὲ προσέσχε τοῖς λεγομένοις ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ, τίνα τρόπον λέγεται·
 [05431]  τὸν αὐτὸν τρόπον ὅτι Χριστὸς ἐπιδε δήμηκε γνόντες θεωροῦμεν ὅτι δι' αὐτὸν πολλοὶ χριστοὶ γεγόνασιν ἐν τῷ κόσμῳ, οἵτινες ἀνάλογον ἐκείνῳ ἠγάπησαν δικαιοσύνην καὶ ἐμίσησαν ἀδικίαν·
 [05527]  Πάλιν τε αὖ τοὺς ἀρχαίους προφήτας διαβαλεῖν ἐθέλων φησὶν αὐτοὺς πεπρο φητευκέναι τὸν τρόπον τοῦτον, ὃν εἰώθασι, φησίν, ἔτι νῦν οἱ περὶ Φοινίκην τε καὶ Παλαιστίνην·
 [05535]  [7.9] Ἐπεὶ δὲ καὶ τὸν τρόπον τῶν ἐν Φοινίκῃ καὶ Παλαισ τίνῃ μαντείων ἐπαγγέλλεται φράσειν ὁ Κέλσος ὡς ἀκούσας καὶ πάνυ καταμαθών, φέρε καὶ ταῦτα κατανοήσωμεν.
 [05616]  Φέρουσι δὲ καὶ ἐπὶ ὕλης τὸν τρόπον τοῦτον οἱ ἀπὸ τῆς Στοᾶς, λέγοντες τό·
 [05620]  Τὸν τρόπον δὲ τοῦτον κατασ κευάζουσι τὰ συνημμένα·
 [05676]  Ἀρκεῖ δ' ἐπὶ τοῦ παρόντος ἀπὸ τῶν ψαλμῶν παραθέσθαι, τίνα τρόπον ὁ δίκαιος εἰσάγεται λέγων πρὸς ἑτέροις καὶ τό·
 [05735]  Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ καὶ τὰ ἑξῆς ἐναντία ἐστὶ ταῖς ἐν τῷ νόμῳ εὐλογίαις, διδασκούσαις τὸν δίκαιον ἐσθίοντα πληροῦσθαι, καὶ τῷ ὑπὸ τοῦ Σολομῶντος τοῦτον εἰρημένῳ τὸν τρόπον·
 [05755]  Ὥσπερ δ' ἐκεῖνα μὴ βουλομένη ἐπιτελεῖσθαι ἔτι καθεῖλε, τὸν τρόπον τὸν αὐτὸν τὰ Χριστιανῶν ηὔξησε καὶ ὁσημέραι εἰς πλῆθος ἤδη δὲ καὶ παρρησίαν ἐπιδέδωκε, καίτοι γε μυρίων ὅσων κωλυμάτων γενομένων πρὸς τὸ μὴ ἐπισπαρῆναι τὴν Ἰησοῦ διδασκαλίαν τῇ οἰκουμένῃ.
 [05810]  τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς τὰ περὶ τῆς ἁγίας καὶ ἀγαθῆς γῆς καὶ τῆς ἐν αὐτῇ πόλεως τοῦ θεοῦ οὐ κατὰ τὴν ἐνεστῶσαν νομίζοντες εἶναι πραγματείαν σαφηνίσαι ὑπερτιθέμεθα εἰς τὰ ἐξηγητικὰ τῶν προφητῶν, ἀπὸ μέρους κατὰ τὸ δυνατὸν ἡμῖν διηγησάμενοι περὶ πόλεως θεοῦ ἐν τοῖς πραγματευθεῖσιν ἡμῖν εἰς τὸν τεσσαρακοστὸν καὶ πέμπτον ψαλμὸν καὶ τὸν τεσσαρακοστὸν καὶ ἕβδομον ψαλμόν.
 [05896]  καὶ δέον εὔνοιαν ἑαυτοῦ δεῖξαι ἐν τῷ προοιμίῳ τῶν λόγων τὴν πρὸς τοὺς ἀκούοντας, ὁ δὲ φησι τοῖς ἕως θανάτου ἀποθνῄσκουσιν, ἵνα μὴ ἐξομόσωνται μηδὲ μέχρι φωνῆς τὸν χριστιανισμόν, καὶ παρεσκευασμένοις πρὸς πᾶσαν αἰκίαν καὶ πάντα τρόπον θανάτου·
 [05907]  Παντὸς οὖν τοῦ κατὰ τρόπον χριστιανίζοντος ὁ τῆς ψυχῆς ἐγήγερται ὀφθαλμὸς καὶ ὁ τῆς αἰσθήσεως μέμυκε·
 [05988]  Ἔστι γοῦν ἰδεῖν, τίνα τρόπον οἱ φάσκοντες εἶναι σοφοὶ μεγάλης μωρίας δείγματα ἐμφαίνουσιν, ὅτε μετὰ τοὺς τηλι κούτους ἐν ταῖς διατριβαῖς περὶ θεοῦ καὶ τῶν νοητῶν λόγους ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
 [05990]  [7.48] Οἱ δ' ὑπ' αὐτῶν ἐπὶ ἰδιωτείᾳ ἐξουθενούμενοι καὶ μωροὶ καὶ ἀνδράποδα εἶναι λεγόμενοι, κἂν μόνον πιστεύωσιν ἑαυτοὺς τῷ θεῷ, παραδεξάμενοι τὴν τοῦ Ἰησοῦ διδασκαλίαν τοσοῦτον ἀποδέουσιν ἀσελγείας καὶ ἀκαθαρσίας καὶ πάσης τῆς ἐν συνουσίαις ἀσχημοσύνης, ὡς καὶ τρόπον τελείων ἱερέων, πᾶσαν συνουσίαν ἀποστραφέντων, πολλοὺς αὐτῶν παντελῶς καθαρεύειν, οὐ μόνον ἀπὸ πάσης μίξεως.
 [06270]  καὶ ὁρῶν τις, τίνα τρόπον καὶ Ἡ τῆς κτίσεως ἀποκαραδοκία τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται.
 [06271]  <Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη>, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι, εὐφημῶν τὴν κτίσιν καὶ βλέπων, τίνα τρόπον ἐλευθερωθήσεται πᾶσα ἀπὸ τῆς δουλείας τῆς φθορᾶς καὶ καταντήσεται εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ, οὐ περισπᾶται πρὸς <τὸ> τῷ θεῷ καὶ ἄλλῳ τινὶ δουλεύειν μετ' αὐτοῦ οὐδὲ πρὸς τὸ δυσὶ κυρίοις δουλεύειν.
 [06396]  τὸν αὐτὸν τρόπον οἱ μέν τινες εἰσὶ ποιοῦντες ἀγάλματα τοῦ ἐπὶ πᾶσι θεοῦ βέλτιον καὶ κατὰ τελείαν ἐπιστήμην, ὡς μηδεμίαν εἶναι σύγκρισιν τοῦ ὑπὸ Φειδίου κατασκευασθέντος Ὀλυμπίου ∆ιὸς πρὸς τὸν κατασκευασθέντα κατ' εἰκόνα τοῦ κτίσαντος θεοῦ·
 [06408]  ἀκουέτω ὁ βουλόμενος, τίνα τρόπον διδασκόμεθα ὅτι τὰ σώματα ἡμῶν ναὸς τοῦ θεοῦ ἐστι, καὶ εἴ τις διὰ τῆς ἀκολασίας ἢ τῆς ἁμαρτίας φθείρει τὸν ναὸν τοῦ θεοῦ, οὗτος ὡς ἀληθῶς ἀσεβὴς εἰς τὸν ἀληθῆ ναὸν φθαρήσεται.
 [06426]  Οὐκ εἰς τὸ πιστὸν οὖν ἀφανοῦς καὶ ἀπορρήτου κοινωνίας καὶ τὸ τοιοῦτο σύνθημα φεύγομεν βωμοὺς καὶ ἀγάλματα καὶ νεὼς ἱδρύεσθαι, ἀλλ' ὅτι εὑρόντες διὰ τὴν Ἰησοῦ διδασκαλίαν τὸν τρόπον τῆς εἰς τὸ θεῖον εὐσεβείας φεύγομεν τὰ φαντασίᾳ εὐσεβείας ἀσεβεῖς ποιοῦντα τοὺς ἐσφαλμένους ἀπὸ τῆς διὰ Ἰησοῦ Χριστοῦ εὐσεβείας·
 [06486]  τὸν αὐτὸν τρόπον οἱ νοήσαντες δαιμόνων φύσιν καὶ προαίρεσιν καὶ κακίαν οὐκ ἄν ποτε βούλοιντο εὐμενεῖς ἔχειν τοὺς δαίμονας.
 [06822]  οὐ γὰρ ἑώρακε, τίνα τρόπον τὸ ἐν ὀνόματι τοῦ Ἰησοῦ ὑπὸ τῶν γνησίως πιστευόν των καλούμενον οὐκ ὀλίγους ἀπὸ νόσων καὶ δαιμονισμῶν καὶ ἄλλων περιστάσεων ἰάσατο.
 [06825]  Καὶ ὅρα γε, τίνα τρόπον ἡμᾶς ἀποτρέπων πιστεύειν ἐπὶ τὸν τῶν ὅλων θεὸν διὰ Ἰησοῦ τοῦ Χριστοῦ, ἐπὶ πίστιν διὰ τὴν τοῦ σώματος ἡμῶν θεραπείαν καλεῖ ἓξ καὶ τριάκοντα βαρβαρικῶν δαιμόνων, οὓς μόνοι Αἰγυπτίων μάγοι καλοῦντες οὐκ οἶδ' ὅπως ἐπαγγέλλονται ἡμῖν τὰ κρείττονα.
 [06860]  Εἰ δὲ καὶ ἄλλους τινὰς βούλεται μετὰ τὸν ἐπὶ πᾶσιν ἐξευμενίζεσθαι θεόν, κατανοησάτω ὅτι ὥσπερ τῷ κινουμένῳ σώματι ἀκολουθεῖ ἡ τῆς σκιᾶς αὐτοῦ κίνησις, τὸν αὐτὸν τρόπον τῷ ἐξευμενίζεσθαι τὸν ἐπὶ πᾶσι θεὸν ἕπεται εὐμενεῖς ἔχειν πάντας τοὺς ἐκείνου φίλους ἀγγέλους καὶ ψυχὰς καὶ πνεύματα.
000-00-00 Serial Number=0177523375
De engastrimytho Ante [Go Back]  
 [00109]  «κύριος ἀπέστη ἀπὸ σοῦ καὶ ἐγενήθη κατὰ σοῦ καὶ ἐποίησεν ἄλλον αὑτῷ, ὃν τρόπον ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει τὴν βασιλείαν ἐκ χειρός σου», καὶ δαιμόνιον προφητεύει περὶ βασιλείας Ἰσραηλιτικῆς;
000-00-00 Serial Number=0042850435
De oratione Ante [Go Back]  
 [00018]  Ἀλλ' εἰκὸς, Ἀμβρόσιε θεοσεβέστατε καὶ φιλοπονώτατε καὶ Τατιανὴ κοσμιωτάτη καὶ ἀνδρειοτάτη (ἀφ' ἧς ἐκλελοιπέναι «τὰ γυ ναικεῖα» ὃν τρόπον ἐκλελοίπει τῇ Σάῤῥᾳ ἤδη εὔχομαι), ὑμᾶς ἀπο ρεῖν τί δή ποτε, περὶ εὐχῆς προκειμένου ἡμῖν τοῦ λόγου, ταῦτα ἐν προοιμίοις περὶ τῶν ἀδυνάτων ἀνθρώποις δυνατῶν χάριτι θεοῦ γινομένων εἴρηται.
 [00019]  ἓν τῶν ἀδυνάτων ὅσον ἐπὶ τῇ ἀσθενείᾳ ἡμῶν πείθομαι τυγχάνειν τρανῶσαι τὸν περὶ τῆς εὐχῆς ἀκριβῶς καὶ θεο πρεπῶς πάντα λόγον καὶ τὸν περὶ τοῦ, τίνα τρόπον εὔχεσθαι δεῖ, καὶ τίνα ἐπὶ τῆς εὐχῆς λέγειν πρὸς θεὸν, καὶ ποῖοι καιροὶ ποίων καιρῶν πρὸς τὴν εὐχήν εἰσιν ἐπιτηδειότεροι .................................................................................................................................................................................................................................
 [00054]  ἐγὼ δὲ οἴομαι συναισθόμενόν τινα τῶν τοῦ Ἰησοῦ μα θητῶν τῆς ἀνθρωπίνης ἀσθενείας, ἀπολειπομένης τοῦ ὃν τρόπον εὔχεσθαι δεῖ, καὶ μάλιστα τοῦτ' ἐγνωκότα, ὅτε ἐπιστημόνων καὶ με γάλων λόγων ἤκουεν ἀπαγγελλομένων ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ, παυσαμένῳ τοῦ προσεύχεσθαι τῷ κυρίῳ εἰρηκέ ναι·
 [00222]  ὥσπερ οὐκ ἔστι παιδοποιήσασθαι χωρὶς γυναικὸς καὶ τῆς εἰς παιδοποιΐαν χρησίμου παραλαμβανομένης ἐνερ γείας, οὕτως τῶνδέ τινων οὐκ ἄν τις τύχοι, μὴ οὕτως εὐξάμενος μετὰ διαθέσεως τοιᾶσδε, πιστεύων οὕτως, οὐ πρὸ τῆς εὐχῆς τόνδε βιώσας τὸν τρόπον.
 [00225]  [8.2] ὠφέλειαν δὲ ἐγγίνεσθαι τῷ ὃν δεῖ τρόπον εὐχομένῳ ἢ ἐπὶ τοῦτο κατὰ τὸ δυνατὸν ἐπειγομένῳ πολλαχῶς ἡγοῦμαι συμβαίνειν.
 [00227]  ὥσπερ γὰρ αἱ τοιαίδε φαντασίαι καὶ ὑπομνήσεις τῶνδέ τινων περὶ τὰ, ὧν γεγόνασιν αἱ ὑπομνήσεις, μολύνουσι τοὺς λογισ μοὺς τοὺς ἐν ταῖσδε ταῖς φαντασίαις γεγενημένους, τὸν αὐτὸν τρόπον πειστέον ὀνησιφόρον εἶναι μνήμην πεπιστευμένου τοῦ θεοῦ καὶ κατανοοῦντος τὰ ἐν τῷ ἀδύτῳ τῆς ψυχῆς κινήματα, ῥυθμιζούσης ἑαυτὴν ἀρέσκειν ὡς παρόντι καὶ ἐποπτεύοντι καὶ φθάνοντι ἐπὶ πάντα νοῦν τῷ ἐτάζοντι «καρδίας» καὶ ἐρευνῶντι «νεφρούς.».
 [00231]  [9.1] Κατασκευαστέον δὲ ἀπὸ τῶν θείων γραφῶν τὰ εἰρημένα τοῦτον τὸν τρόπον.
 [00299]  παρ έστω τις ἰατρὸς δικαιοσύνης πεφροντικὼς εὐχομένῳ κάμνοντι περὶ τῆς ὑγείας, ἐπιστήμην ἔχων τοῦ ὃν δεῖ τρόπον θεραπεῦσαι περὶ οὗ ὁ δεῖνα ἀναφέρει τὴν εὐχὴν νοσήματος·
 [00327]  [13.2] τί δὲ δεῖ καταλέγειν τοὺς διὰ τοῦ ὃν δεῖ τρόπον προσεύξασ θαι μεγίστων ἐπιτετευχότας ἀπὸ θεοῦ, παρὸν ἑκάστῳ ἑαυτῷ ἀπὸ τῶν γραφῶν ἀναλέξασθαι πλείονα;
 [00381]  «μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην,» καὶ τὰ ἐν τῇ Ἐξόδῳ ἐπὶ τῇ μοσχοποιΐᾳ ἀναγεγραμμένα τὸν τρόπον τοῦτον·
 [00505]  ἔχουσι δὲ αἱ λέξεις τοῦ μὲν Ματθαίου τὸν τρόπον τοῦτον·
 [00761]  ποῖον δὲ «ὑποπόδιον τῶν ποδῶν» τοῦ θεοῦ ὡς ἡ ἐκ κλησία;) εὐχερῶς λύσει τὰ ζητούμενα, λέγων εὔχεσθαι δεῖν ἕκαστον τῶν ἀπὸ τῆς ἐκκλησίας οὕτω χωρῆσαι «τὸ» πατρικὸν «θέλημα,» ὃν τρόπον Χριστὸς κεχώρηκεν, ὁ ἐλθὼν ποιῆσαι «0τὸ θέλημα» αὐτοῦ τοῦ πατρὸς καὶ πᾶν αὐτὸ τελειώσας·
 [00869]  καὶ πάλιν ὃν τρόπον κατὰ τὴν ποιότητα τῆς «τρο φῆς,» «στερεᾶς» οὔσης καὶ ἀθληταῖς ἁρμοζούσης ἢ γαλακτώδους τινὸς καὶ λαχανώδους, ἐν διαφόρῳ δυνάμει ὁ τρεφόμενος γίνεται, οὕτως ἀκόλουθόν ἐστι, τοῦ λόγου τοῦ θεοῦ ἤτοι ὡς γάλακτος παιδίοις ἁρμοζόντως διδομένου ἢ ὡς λαχάνου ἀσθενοῦσιν ἐπιτηδείως ἢ ὡς σαρκὸς ἀγωνιζομένοις προσ<καίρως>, ἕκαστον τῶν τρεφομένων κατὰ τὴν ἀναλογίαν, ᾧ ἐμπαρέσχεν ἑαυτὸν λόγῳ, τόδε τι ἢ τόδε δύνασθαι καὶ τοιόνδε ἢ τοιόνδε γίνεσθαι.
 [00987]  ὁ δὲ ἐμπνευσθεὶς ὑπὸ τοῦ Ἰησοῦ ὡς οἱ ἀπόστολοι καὶ «ἀπὸ τῶν καρπῶν» γινώσκεσθαι δυνάμενος, ὡς χωρήσας τὸ πνεῦμα τὸ ἅγιον καὶ γενόμενος πνευματικὸς τῷ ὑπὸ τοῦ πνεύματος ἄγεσθαι τρόπον υἱοῦ θεοῦ ἐφ' ἕκαστον τῶν κατὰ λόγον πρακτέων, ἀφίησιν ἃ ἐὰν ἀφῇ ὁ θεὸς καὶ κρατεῖ τὰ ἀνίατα τῶν ἁμαρτημάτων, ὑπηρετῶν ὥσπερ οἱ προφῆται ἐν τῷ λέγειν οὐ τὰ ἴδια ἀλλὰ τὰ τοῦ θείου βουλήματος τῷ θεῷ οὕτω καὶ αὐτὸς τῷ μόνῳ ἐξουσίαν ἔχοντι ἀφιέναι θεῷ.
 [00996]  οὕτω τοι γαροῦν καὶ οἱ ἀπόστολοι καὶ οἱ τοῖς ἀποστόλοις ὡμοιωμένοι, ἱερεῖς ὄντες κατὰ τὸν «μέγαν» «ἀρχιερέα,» ἐπιστήμην λαβόντες τῆς τοῦ θεοῦ θεραπείας, ἴσασιν, ὑπὸ τοῦ πνεύματος διδασκόμενοι, περὶ ὧν χρὴ ἀναφέρειν θυσίας ἁμαρτημάτων καὶ πότε καὶ τίνα τρόπον, καὶ γι νώσκουσι, περὶ ὧν οὐ χρὴ τοῦτο ποιεῖν.
 [01069]  [29.12] χρήσιμον οὖν εἰς ταῦτα παραθέσθαι τὰ ἐν τῇ πρὸς Ῥωμαί ους ὑπὸ τοῦ Παύλου εἰρημένα τοῦτον τὸν τρόπον·
 [01193]  εἰ γὰρ σχολάσαι «τῇ προσευχῇ» ὃν τρόπον χρὴ οὐχ οἷόν τε ἐστὶν, ἐὰν μὴ «ἐκ συμφώνου πρὸς καιρὸν» τούτῳ τις ἑαυτὸν ἐπιδῷ, τάχα καὶ περὶ τοῦ τόπου, ἐὰν ἐγχωρῇ, θεωρητέον.
000-00-00 Serial Number=0837677360
De principiis Ante [Go Back]  
 [00139]  τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, γινώσκων τὰ κρύφια τῆς καρδίας καὶ προγινώ σκων τὰ μέλλοντα, διὰ τῆς μακροθυμίας ἐπιτρέπει τάχα καὶ διὰ τῶν ἔξωθεν συμβαινόντων ἐφελκόμενος τὸ ἐν κρυπτῷ κακὸν ὑπὲρ τοῦ καθᾶραι τὸν δι' ἀμέλειαν τὰ σπέρματα τῆς ἁμαρτίας κεχωρηκότα, ἵνα εἰς ἐπιπολὴν ἐλθόντα αὐτά τις ἐμέσας, εἰ καὶ ἐπὶ πλεῖον ἐν κα κοῖς γεγένηται, ὕστερον δυνηθῇ καθαρσίου τυχὼν τοῦ μετὰ τὴν κα κίαν ἀναστοιχειωθῆναι.
 [00314]  καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατόν, τίνα τρόπον οἱ λεγόμενοι «παρεζηλωκέναι τὸν θεὸν» Ἑβραῖοι «ἐπὶ τῷ οὐ θεῷ» καὶ «παρωργικέναι αὐτὸν ἐν τοῖς εἰδώλοις αὐτῶν» «παρωργίσθησαν» εἰς ζηλοτυπίαν «ἐπὶ τῷ οὐκ ἔθνει», τῷ «ἀσυνέτῳ ἔθνει», ὅπερ ὁ θεὸς «ἐξελέξατο» διὰ τῆς ἐπιδημίας Χριστοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ.
 [00388]  ὥσπερ γὰρ ὁ ἄνθρωπος συνέστηκεν ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος, τὸν αὐτὸν τρόπον καὶ ἡ οἰκονομηθεῖσα ὑπὸ θεοῦ εἰς ἀνθρώπων σωτηρίαν δοθῆναι γραφή.
 [00435]  ποίας ἐστὶ φύ σεως, καὶ τίνα τρόπον υἱὸς τυγχάνει θεοῦ, καὶ τίνες αἱ αἰτίαι τοῦ μέχρι σαρκὸς ἀνθρωπίνης αὐτὸν καταβεβηκέναι καὶ πάντη ἄνθρωπον ἀνειληφέναι, τίς τε καὶ ἡ τούτου ἐνέργεια, καὶ εἰς τίνας καὶ πότε γινομένη.
 [00451]  τίς δ' οὕτως ἠλίθιος ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν «πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς», καὶ «ξύλον ζωῆς» ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητόν, ὥστε διὰ τῶν σωματικῶν ὀδόντων γευσάμενον τοῦ καρποῦ τὸ ζῆν ἀναλαμβάνειν·
000-00-00 Serial Number=0468272269
Dialogus cum Heraclide Ante [Go Back]  
 [00141]  Ἐγὼ νομίζω ἐν ταῖς Σολο μῶντος Παροιμίαις τὰ γενικὰ ταῦτα δύο, λέγω δὲ τὸ περὶ τοῦ πῶς πιστεύομεν καὶ γινώσκομεν καὶ τὸ περὶ τοῦ πῶς βιοῦμεν, λέγεσθαι ὑπὸ τοῦ Σολο μῶντος τοῦτον τὸν τρόπον·
000-00-00 Serial Number=0968760490
Enarrationes in Job Ante [Go Back]  
 [00047]  Τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὰ τῶν προσώπων ἀξιώματα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς.
 [00725]  Τοσοῦτον ἦν ὅτε οὐδέπω ἐβασανίζετο, ὥστε οἱ ἀκούοντες αὐτοῦ ἐμακάριζον αὐτὸν, καὶ ἐθαύ μαζον, τίνα τρόπον τὰ τοσαῦτα νοεῖ καὶ καταλαμβά νει, καὶ δύναται τοὺς ἀκούοντας ὠφελεῖν.
000-00-00 Serial Number=0977976978
Epistula ad Africanum Ante [Go Back]  
 [00083]  περὶ οὗ σὺ μὲν ἀπεφήνω, ὡς καταλαβὼν τίνα τρόπον ἐν μὲν ἑλ-ληνικαῖς φωναῖς τοιαῦτα ὁμοφωνεῖν συμβαίνει, ἐν δὲ τῇ Ἑβραΐδι τῷ παντὶ διέστηκεν·
 [00098]  ἀφ' οὗ ὡς μὴ ἀθετουμένης τῆς περὶ Σωσάννης ἱστορίας ἐμάνθανον καὶ τὰ τῶν πρεσβυτέρων ὀνόματα, ὡς παρὰ τῷ Ἱερεμίᾳ κείμενα τοῦτον ἔχοντα τὸν τρόπον·
 [00135]  ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἐθελήσατε·
000-00-00 Serial Number=0355784059
Excerpta in Psalmos Ante [Go Back]  
 [00324]  Τὸ τῆς χρηστότητος ὄνομα ἐνταῦθα καταση μαίνει πάντα τρόπον ἀρετῆς.
000-00-00 Serial Number=0193493187
Exhortatio ad martyrium Ante [Go Back]  
 [00003]  καὶ ὑμεῖς τοίνυν κατὰ τὸν Ἡσαΐαν ὡς οὐκέτι σάρκινοι οὐδὲ «ἐν Χριστῷ» νήπιοι προκόψαντες «ἐν τῇ» νοητῇ ὑμῶν «ἡλικίᾳ», Ἀμβρόσιε θεοσεβέστατε καὶ Πρωτόκτητε εὐσεβέστατε, καὶ μηκέτι «χρείαν ἔχοντες γάλακτος» ἀλλὰ «στερεᾶς τροφῆς», ἀκούετε ὡς «ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος» καὶ «ἀπεσπασμένοι ἀπὸ μαστοῦ», τίνα τρόπον ὡς ἀθληταῖς τοῖς ἀπογεγαλακτισμένοις οὐχ ἁπλῆ θλῖψις ἀλλά τις «θλῖψις ἐπὶ θλίψει» προφητεύεται.
 [00015]  εἰ δέ τινι τὸ τοιοῦτο χαλεπὸν φαίνεται, οὐκ «ἐδί ψησε» «πρὸς τὸν θεὸν» τὸν ἰσχυρὸν «τὸν ζῶντα» οὐδὲ ἐπεπόθησε πρὸς τὸν θεὸν «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων» οὐδὲ εἶπε·
 [00027]  με μνῆσθαι δὲ ἡμᾶς ὁ λόγος παρακαλεῖ καὶ τοῦ ἐν Ἡσαΐᾳ τοῦτον εἰρη μένου τὸν τρόπον·
 [00090]  καὶ οἶμαί γε ὅτι ὃν τρόπον νυμφίος ἐπι στρέφων τὴν νύμφην πρὸς τὸ σεμνῶς βιοῦν συνάγουσαν μὲν πᾶσαν ἑαυ τὴν πρὸς τὸν νυμφίον παντὶ δὲ τρόπῳ φυλαττομένην ἐκχεῖσθαι πρὸς ἕτερόν τινα παρὰ τὸν νυμφίον, κἂν σοφὸς ᾖ, ἐμφαίνοι ἂν ζῆλον ὡς φαρμάκῳ τῇ τοιαύτῃ ἐμφάσει πρὸς τὴν νύμφην χρώμενος·
 [00099]  ὁ δὲ ἀρνούμενος ὑπ' αὐτῆς τῆς ἀρνήσεως τρόπον μαχαίρας διακοπτούσης ἀπ' ἐκείνου, ὃν ἀρνεῖται, πάσχει τὴν διαίρεσιν χωριζόμενος ἐκείνου, ὃν ἠρνήσατο.
 [00211]  ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθα ρός.».
 [00267]  εὔκαιρον δ' ἂν εἴη καὶ ἡμᾶς ἐν τοιούτοις γενομένους εἰπεῖν τοὺς ἐκείνων λόγους πρὸς ἑαυτοὺς τοῦτον ἔχοντας τὸν τρόπον οὕτως·
 [00269]  [24] Τοῦ πρώτου τοῦτον τὸν τρόπον δοκιμασθέντος, ὡς δο κιμάζεται χρυσὸς ἐν χωνευτηρίῳ, ὁ δεύτερος «ἐπὶ τὸν ἐμπαιγμὸν» ἤγετο·
 [00526]  [40] Εἰ δέ τις ἐνδοὺς ἀπὸ πολλῆς φιλοζωΐας ἢ τῆς πρὸς τοὺς πόνους μαλακίας ἢ τῶν νομιζομένων πιθανῶς προσάγεσθαι ὑπὸ τῶν ἀναπειθόντων ἡμᾶς ἐπὶ τὰ χείρονα ἀρνήσαιτο μὲν τὸ εἶναι ἕνα θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ ὁμολογήσαι δὲ δαιμόνια ἢ τύχας, ἴστω ὁ τοιοῦτος ἑτοιμάζων «τῷ δαιμονίῳ τράπεζαν» καὶ πληρῶν «τῇ τύχῃ κέρασμα», ἐγκαταλιπὼν κύριον καὶ ἐπιλανθανόμενος τοῦ ὄρους τοῦ ἁγίου αὐτοῦ, τούτοις τοῖς ἐλέγχοις ὑποκεισόμενος, ὡς ὁ Ἡσαΐας ἀνέ γραψε τοῦτον τὸν τρόπον·
 [00628]  ἀκούομεν γὰρ, τίνα τρόπον ἡ γραφὴ παριστᾶσα τοὺς μὲν ἐν καιρῷ «θλίψεως ἢ διωγμοῦ» σκανδαλιζομένους μετὰ τὸ ἐν χαρᾷ δοκεῖν παρει ληφέναι τὰ ἅγια μαθήματα καὶ σκανδαλιζομένους τῷ μὴ ἔχειν αὐτοὺς ῥίζαν ἀλλὰ πρὸς καιρὸν πιστεύειν φησὶ κατὰ μὲν τὸν Ματθαῖον·
000-00-00 Serial Number=0204474688
Expositio in Proverbia Ante [Go Back]  
 [00180]  Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτά νουσιν, οἱ ἀσεβεῖς ἐπίστανται·
 [01386]  καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία Θεὸν ἐκ ψυχῆς, οὕτω καὶ ἡ παρανομία ἐκβάλλει Θεὸν ἀπ' αὐτῆς.
000-00-00 Serial Number=0286703527
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00123]  Τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν τῷ ∆ευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον·
000-00-00 Serial Number=0631996989
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00040]  Παρατή ρει γὰρ ἐν τούτοις τίνα τρόπον τοῖς ὄχλοις ἐν παρα [13.21] βολαῖς ὁ Ἰησοῦς λάλει, καὶ χωρὶς παραβολῆς οὐδὲν αὐτοῖς λαλεῖ·
 [00085]  οὕτω νοῦ ἔργον ἐστὶ τά τε ἐπιτυγχανόμενα ἐννοήματα θεωρεῖν, καὶ τὰ μὴ, εἴπως αὐτός τε ὑπὸ τῆς ἐν τοῖς ψεύδεσι πιθανότητος οὐχ ἁλώσεται, καὶ τοὺς ἁλόντας ῥύσεται, ἐὰν νοήσῃ καὶ τῶν ἄλλων σοφῶν τὰς ῥήσεις, εἴπου σοφίζονται, καὶ τίνα τρόπον παραλογίζονται·
000-00-00 Serial Number=0007676661
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00485]  ταῦτα δὲ ἑαυτοῖς χαριζόμεθα ὅσα καὶ ὁ Θεὸς ἡμῖν ἐν Χριστῷ ἐχαρίσατο, οἱονεὶ παρα δεχόμενοι αὐτὰ καὶ τηροῦντες καὶ μιμούμενοι τὸν χαρισάμενον καὶ τὸν τρόπον τοῦ χαρίζεσθαι αὐτόν.
000-00-00 Serial Number=0083457470
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00571]  τίνα δὲ τρόπον εὐκτέον, ἐδίδαξεν ὁ ἀπόστολος λέγων·
000-00-00 Serial Number=0935155571
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00017]  «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπι συνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε».
 [00184]  πῶς δὲ οὐκ ἄτοπον, τῆς μὲν Ἱερουσαλὴμ πόλεως οὔσης τὸν τράχηλον λαμ βάνεσθαι τροπικῶς, τὰ ὡς θεοῦ δὲ λεγόμενα μέλη μὴ τὸν αὐτὸν ἀκούεσθαι τρόπον;
000-00-00 Serial Number=0080439687
Fragmenta in Psalmos Ante [Go Back]  
 [00063]  ωστε τρόπον τινὰ ἐπιγραφὴν τοῦ δευτέρου ψαλμοῦ τὸν πρῶτον ειναι·
 [00826]  Οτι ὡσεὶ χόρτος τροφὴ κτηνῶν ἐστὶν, τὸν αὐτὸν τρόπον καὶ οἱ πονηρευόμενοι τῶν κα ταχρωμένων αὐτῶν, τῇ δόξῃ, τῷ πλούτῳ, τῇ εὐτυχίᾳ·
 [00974]  Εὰν δὲ ιδῃς τὸν ἡμαρτηκότα μὴ δυνάμενον ἀναβλέψαι εἰς οὐρανὸν, μηδὲ εχοντα παῤῥησίαν ευξασθαι τῷ Θεῷ, ἀλλὰ συγκύπτοντα τὸ πρόσωπον ἐπὶ τὴν γῆν, οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τὸ τῆς ψυχῆς, καὶ ὡς κρίκον τὸν τρά χηλον αὑτοῦ ποιοῦντα, οψει τινὰ τρόπον λέγει, κατακαμφθῆναι εως τέλους.
 [01022]  Καταφρονήσας γὰρ τῆς παρ' ἀνθρώποις αἰσχύνης, καὶ καταγνωσθεὶς ὑπὸ τῶν ἀκου όντων τῆς ἐξομολογήσεως, τρόπον τινὰ η κουον αὐτῶν λεγόντων·
 [01630]  Ορῶν, φησὶν, αὐ τῶν τὸν ἀμεταμέλητον τρόπον, ταῖς προει ρημέναις συμφοραῖς περιβάλλει.
 [01781]  Ηδη μὲν ταῦτα προλαβόντες εἰρήκαμεν καθ' ενα τρόπον·
 [02157]  τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν Ιουδαίων κακία, διὰ τὸ μὴ θέλειν ὁμολο γεῖν τὴν δόξαν τοῦ θείου κηρύγματος, ἀπα ράδεκτον ποιεῖ διὰ τῆς σιωπῆς τὴν ἀλή θειαν.
 [02385]  Ορα πάλιν οἰκτιρμοῦ τρόπον·
 [02386]  διὰ τὸ τοὺς ἐχθροὺς παροξύναι τὸ ονομα, ἐπανέτεινε τὸν τρόπον τῶν οἰκτιρμῶν·
 [02796]  Ωσπερ δὲ οἱ πρωτότοκοι τὰ διπλᾶ κληρονομοῦσι, καὶ πλείονα τιμὴν εχουσι παρὰ τοῖς γονεῦσι, καὶ εἰσὶ πρωτότοκοι Θεοῦ οἱ ἀπογεγραμμέ νοι ἐν οὐρανῷ, τὸν αὐτὸν τρόπον καὶ οἱ τῶν Αἰγυπτίων πρωτότοκοι διπλῆν τὴν κόλασιν κληρονομοῦσι.
 [04113]  ἐπιτιμᾷς αὐτοῖς, βροντὰς ἐπάγων, καὶ τρόπον τινα δειλιῶντα εἰς τὴν οἰκείαν τάξιν ἀποκαθίσταται.
 [04830]  μέμνημαι τηρήσας καὶ ἐπὶ τοῦ ριαʹ καὶ ἐπὶ τοῦ ριβʹ ψαλμοῦ, τίνα τρόπον κἀκεῖνοι οἱ ψαλμοὶ ἠθικοὶ οντες, ειχον τὴν ἀρχὴν τῶν στίχων ἀπὸ τῶν παρ' Εβραίοις στοιχείων.
 [04953]  Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον·
 [04957]  Τοῦτο ουν ἐπιζητήσας εὑρὲ, φη σὶν, τὸν τρόπον ἐν τῷ φυλάξασθαι τοὺς λό γους σου.
 [05241]  Εἰ ἠσκήσαμεν, εἰ ἡτοιμάσμεθα, εἰ οιον δὴ τρόπον παρεσκευάσμεθα, οὐ ταραχθη σόμεθα ἀπὸ τῶν ἀντικειμένων δυνάμεων, τῶν ἀντιστρατευομένων ἡμῖν, ινα μὴ φυλά ξωμεν τὰς τοῦ Θεοῦ ἐντολάς.
 [05320]  Συνέσεως δὲ χρῄζομεν, καὶ εἰς τὸν ἠθικὸν τρόπον, ὡς οὐ πάνυ σαφῆ.
 [05510]  τὸν αὐτὸν τρόπον, ἐὰν ὑγιαίνῃ σου τὸ θεῖον τῆς γεύσεως αἰσθητήριον, γλυκά ζεται τῷ λόγῳ τοῦ Θεοῦ, ἐὰν δὲ νοσῇ, οὐκ ἀποδέχεται αὐτὸν, οὐδὲ γλυκάζει.
 [05787]  Α κριβέστερον δὲ νοήσεις τίνα τρόπον ὁ πειρα ζόμενος λέγει τῷ Θεῷ·
 [05788]  Ιδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με τοῦτον τὸν τρόπον, ὡσεὶ ἐν μαρτυρίῳ τις γένοιτο, καὶ ταπεινωθείη διαφόρως αἰκιζόμενος καὶ μαστιζόμενος, πάντων αὐτὸν καὶ τὴν αὐτοῦ πίστιν χλευα ζόντων καὶ καταδικαζόντων·
 [06012]  Ετεροι δέ φασιν, ὡς ηδη τῶν πραγμά των ἀπολαύοντες, τρόπον τινα τὴν πόλιν καὶ τὸν ναὸν περιπλέκονται·
000-00-00 Serial Number=0730952084
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00281]  〛 ἱμὰς τοίνυν ὑποδήματος αὐτοῦ, τουτέστι τοῦ γνόφους τοῦ περὶ τοὺς πόδας αὐτοῦ, ὁ τῆς δυσκαταληψίας ἐστὶ λό γος, συσφίγγων καὶ συγκρατῶν τὸ ὑπόδημα περὶ τοὺς πόδας αὐτοῦ, ὡς λύσιν τοῦ ἱμάντος εἶναι τὸ σαφηνίσαι καὶ παραστῆσαι λόγῳ τίνα τρόπον θεὸς ἀνέλαβε σῶμα, σκεπάζων καὶ κρύπτων αὐτοῦ τὴν ἐπὶ τὴν οἰκονομίαν πορευτικὴν δύναμιν.
 [00282]  ἐπεὶ τοίνυν οὐδενὶ ἀνθρώπων δυνατὸν τὸ δεῖξαι ἀπόδειξιν τῆς ἑνώσεως τὸν τρόπον, εἰκότως ὁ περισσότερον προφήτου ἔχων, οὗ μηδεὶς μείζων ἐν γεννη τοῖς γυναικῶν, ὁμολογεῖ μὴ ἱκανὸς εἶναι λῦσαι τὸν ἱμάντα τοῦ ὑπο δήματος αὐτοῦ.
 [00453]  [36] Τὸν τρόπον τοῦ πῶς ἔστι «γεννηθῆναι ἄνωθεν» ἑρμηνεύων ὁ σωτὴρ λέγει·
 [00802]  ὅρα τοίνυν εἰ δύνασαι πᾶσαν τὴν γραφὴν καὶ τὸν τρόπον τῆς ἐν αὐτῇ ἀπαγγελίας διηγούμενος εἰπεῖν συνεστηκέναι διὰ μὲν τὰ θεῖα νοή ματα ἀπὸ τοῦ σιέλου τοῦ χριστοῦ, διὰ δὲ τὴν ὡς ἐν ἱστορίαις καὶ ἀνθρωπίνοις πράγμασιν ἀπαγγελίαν ἐκ τῆς ἀπὸ τῶν χαμαὶ γῆς.
 [00896]  πάλιν οὖν τὸ βάρος τῶν δυσφήμων βαστάσαντες λόγων τρόπον ἀφιεμένων ἐπ' αὐτὸν λίθων ὥρμησαν ἐπὶ τὸ λιθάσαι αὐτὸν τῇ κα κολογίᾳ.
 [01165]  Σημείωσαι τίνα τρόπον ἐν τοῖς ἐξεταζομένοις εχπλ.
000-00-00 Serial Number=0957820654
Homiliae in Genesim Ante [Go Back]  
 [00017]  τρόπον δὲ οἰκίας τεθεμελιωμένης ἑστώσης ἐν ὕδατι τῆς κι βωτοῦ.
000-00-00 Serial Number=0429497659
Homiliae in Job Ante [Go Back]  
 [00248]  τὸν δὲ τρόπον τῆς ἐξη γορίας παρὰ τοῦ Θεοῦ διδάχθητι.
 [00254]  Ἢ τοῦτο λέγει, ὅτι μετάβαλε τὸν τρόπον, καὶ ἀνάλαβε τοὺς θείους νόμους.
 [00393]  οἵ γε πάλαι δίκην ἐχρεώστουν, πο νηροὶ ὄντες, καὶ τρόπον τινὰ ἀπέπτη ἀπ' αὐ τῶν ἡ τιμωρία.
000-00-00 Serial Number=0495118499
Homiliae in Lucam Ante [Go Back]  
 [00617]  Καὶ βούλομαι ἰδεῖν, τίνα τρόπον ὁ κύριός μου Ἰησοῦς ἔχει «πτύον», καὶ τίνος ἀνέμου πνέ οντος, καὶ ταῦτα σφοδροῦ ἐν γὰρ [26.155] νηνεμίᾳ ἄχρηστόν ἐστι τὸ πτύον τὸ μὲν «ἄχυρον» χωρίζεται εἰς οἰ κεῖον τόπον, ὁ δὲ «σῖτος» νικήσας τὸν ἄνεμον καταφέρεται ἐπὶ τὸ αὐτό.
 [00681]  Βασιλείας κόσμου φησὶ τῶν κοσμικῶν ἀνθρώπων, τίνα τρόπον οἱ μὲν βασιλεύονται ὑπὸ πορ νείας, οἱ δὲ βασιλεύονται ὑπὸ φιλ αργυρίας, οἱ δὲ ὑπὸ κενοδοξίας καὶ ἑτέρων παθῶν.
000-00-00 Serial Number=0043800414
In Jeremiam Ante [Go Back]  
 [00122]  καὶ ὥσπερ μανθάνω βια ζόμενος ἐμαυτὸν ψελλίζειν, ὅτε παιδίοις διαλέγομαι οὐ γὰρ ἐπιστάμενος παιδιστί, ἵν' οὕτως εἴπω, λαλεῖν, βιάζο μαι τέλειος ὢν διαλέγεσθαι παιδίοις , τὸν αὐτὸν τρόπον καὶ ὁ σωτήρ, ὢν μὲν «ἐν τῷ πατρὶ» καὶ ἐν τῇ μεγαλειό τητι τῆς δόξης τοῦ θεοῦ τυγχάνων, οὐ λαλεῖ ἀνθρώπινα, οὐκ οἶδε φθέγγεσθαι τοῖς κάτω, ὅτε δὲ ἔρχεται εἰς σῶμα ἀνθρώπινον, λέγει κατὰ τὰς ἀρχάς·
 [00291]  τὸν αὐτὸν τρόπον ἡ ψυχὴ οὐ τοῦ πρώτου μόνου γέγονε «κατ' εἰκόνα», ἀλλὰ παντὸς ἀνθρώπου, τὸ γὰρ «ποιή σωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν» φθάνει ἐπὶ πάντας ἀνθρώπους, καὶ ἔστι πρεσβύτερον ὥσπερ ἐν τῷ Ἀδὰμ ἐκεῖνο ὃ οἱ πολλοὶ νοοῦσι τὸ «κατ' εἰκόνα» τοῦ προσειλημμένου αὐτῷ, ὅτε ἐφόρεσε διὰ τὴν ἁμαρτίαν «τὴν εἰκόνα τοῦ χοϊκοῦ», οὕτως ἐν πᾶσι πρεσ βύτερον τὸ κατ' εἰκόνα θεοῦ τῆς εἰκόνος τῆς χείρονος.
 [00361]  κατηγορεῖ γὰρ τῶν ἁμαρτιῶν τοῦ Ἰσραὴλ ὡς λόγος, καί φησιν ὅτι τοσούτων ἁμαρτημάτων γεγενημένων τῷ Ἰσραήλ, ἀκούσασα ἡ Ἰούδα συναγωγὴ τὰ ἐκείνων πταίσματα καὶ τίνα τρόπον πεποίηκα αὐτοὺς γενέσθαι ἐν αἰχμαλωσίᾳ, οὐκ ἐπαιδεύθη, ἀλλὰ προσέθηκε ταῖς ἁμαρτίαις, ὥστε διὰ τὴν προσθήκην τῶν ἁμαρτημάτων συγκρινομένων τοῖς ἁμαρτήμασι τοῦ Ἰσραὴλ δικαιοσύνην εὑρῆσθαι ἐν τῷ Ἰσραὴλ παρὰ τὸν Ἰούδαν.
 [00490]  Πρόσχες τίνα τρόπον ὁ μὲν θεὸς προτρέπει ἡμᾶς ἐπι στρέφοντας τελείως ἐπιστρέφειν, ἐπαγγελλόμενος ὅτι ἐὰν «ἐπιστρέφοντες» ἐπιστρέψωμεν πρὸς αὐτόν, ἰάσεται ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ «τὰ συντρίμματα»·
 [00569]  βλέπεις γὰρ τοὺς ἀπὸ τῶν ἐθνῶν τίνα τρόπον ὡς ἀριστείας ἔσθ' ὅτε καταλέγουσιν τὰς πορνείας καὶ τὰς μοιχείας ἑαυτῶν, οὐδὲ αἰδούμενοι ὁμολογεῖν τὰ τοιαῦτα πεποιηκέ ναι, καὶ οὐ λέγουσιν αὐτὰ ἁμαρτήματα.
 [00609]  Ὡς οὖν ἐκεῖ «ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με» εἴρηται ἐν τεσσαρακοστῷ καὶ τρίτῳ Ψαλμῷ, τὸν αὐτὸν τρόπον εἴρηται ἐνθάδε·
 [00670]  Ἴδωμεν ἡμεῖς ἑαυτοὺς οἱ ὀμνύοντες, τίνα τρόπον οὐκ ἐν κρίσει ὀμνύομεν ἀλλ' ἀκρίτως, ὥστε γενέσθαι ἡμῶν τοὺς ὅρκους ἔθει μᾶλλον ἢ κρίσει.
 [00739]  ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ», ὄψεται τίνα τρόπον γεγεννήμεθα μετὰ ἀκαθαρσίας καὶ ἀκροβυστίας τῆς καρδίας ἡμῶν.
 [00772]  Ἴδωμεν ἐκ τῶν ἑξῆς τίνα τρόπον λέγεται·
 [00799]  «Ὃν τρόπον» γὰρ «ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου», οὗτος ὁ λέων ζητεῖ τῶν ὤτων σε λαβεῖν, ἵνα διὰ τῆς λιχνείας σου λόγους ψευδεῖς σοι παραβαλὼν ἐκστήσῃ σε ἀπὸ τῆς ἀλη θείας, βούλεταί σου ἀπὸ τῆς ἀληθείας ἁρπάσαι τοὺς πόδας καὶ καταφαγεῖν·
 [00891]  «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ τοὺς προφήτας ἀποκτείνουσα καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον <ὄρνις> ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε;
 [01052]  Οὕτως εἰ δύνασαι συνάγαγε ἀπὸ τῶν γραφῶν, τίνα τρόπον ἀστραπὴ ἔρχεται·
 [01056]  Ἢ οὐχὶ φαίνεται ἡ τούτων φύσις πνεόντων ἐπὶ γῆς τίνα τρόπον ὑφίσταται;
 [01424]  [11.2] Εἰ δὲ καὶ ὑψηλότερον ἀκοῦσαι βούλει τοῦ «δι' ἐμὲ ἠφα νίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ», ἴδε τὴν ἐν σοὶ γῆν τίνα τρόπον ἠφανίσθη ἐλθόντος τοῦ Ἰησοῦ·
 [01433]  κἂν γὰρ τοῖς λογίοις τοῦ θεοῦ ὁμιλῶσιν, οἱ μὴ καλῶς αὐτοῖς ὁμιλοῦντες μηδὲ ὃν δεῖ τρόπον βιοῦντες μηδὲ πιστεύοντες σπείρουσιν πυροὺς καὶ θερίζουσιν ἀκάνθας.
 [01485]  Ὁ δυνάμενος ἀναγινώσκων τὸν Ἰεζεκιὴλ καὶ ὁρῶν τὸν θεὸν τῷ λόγῳ οἱονεὶ σωματοποιούμενον, καὶ τίνα μὲν τρόπον αὐτοῦ τὰ ἀπὸ τῆς ὀσφύος κάτω ἐστὶν πῦρ, τὰ δὲ ἀπὸ τῆς ὀσφύος καὶ ἄνω ἐστὶν ἤλεκτρον, ἐρευνησάτω τὸν λόγον, διὰ τί τὸ κάτω τοῦ θεοῦ πῦρ ἐστιν.
 [01559]  εἰ δὲ δεῖ ἰδεῖν καὶ τὰ διὰ τὴν κακίαν καὶ τὴν ἀρετήν, κολάσεις μὲν τὰς διὰ τὴν κακίαν, εὐλογίας δὲ καὶ ἐπαγγελίας τὰς διὰ τὴν ἀρετήν, παραστήσωμεν ἀπὸ τῶν ἱερῶν γραμμάτων, τίνα τρόπον αἱ κολάσεις καὶ αἱ ἐπαγγελίαι οἶνος λέγεται·
 [01653]  Ἴδε μοι καὶ ἰατρόν, τίνα τρόπον ἐὰν φειδόμενος ᾖ τοῦ τέμνειν ὅ,τι χρὴ τέμνειν, ἐὰν φειδόμενος τοῦ καυτηριάζειν <ὅ,τι χρὴ καυτηρι άζειν> διὰ τοὺς πόνους τοὺς ἐπακολουθοῦντας τοῖς τοιούτοις βοη θήμασι, τίνα τρόπον ἡ νόσος αὔξει καὶ χείρων γίνεται.
 [01816]  ἐὰν ἴδῃ νῦν τις τὰ Ἰουδαϊκὰ καὶ συγκρίνῃ αὐτὰ τοῖς ἀρχαίοις, ὄψεται τίνα τρόπον «συνετρίβη τὸ ποίμνιον κυρίου».
 [01842]  «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺςπροφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
 [01997]  παρα στήσομεν δὲ ἀπὸ ὁμολογουμένων λέξεων, αἵτινες οὐχ ἁρμόζουσιν ἄλλῳ ἢ τῷ σωτῆρι, τίνα τρόπον καὶ ἔκλαυσεν ἐπὶ τὴν Ἱερουσαλήμ·
 [02023]  ἐὰν ἴδῃς μοι τοὺς πανταχοῦ μάρτυρας δικαζομένους <καὶ> καθ' ἑκάστην ἐκκλησίαν παρισταμένους τοῖς δικασταῖς, ὄψει τίνα τρόπον Ἰησοῦς Χριστὸς ἐν ἑκάστῳ τῶν μαρτύρων δικάζεται·
 [02140]  ἐὰν ἐξετάσῃς τοὺς χρόνους τοῦ πάθους καὶ τῆς πτώσεως Ἱερουσα λὴμ καὶ τῆς κατασκαφῆς τῆς πόλεως, καὶ τίνα τρόπον ἐγκατέλιπεν ὁ θεὸς τὸν λαὸν ἐκεῖνον, ἐπεὶ τὸν Χριστὸν ἀπέκτειναν, ὄψει ὅτι οὐκ εἰς μακροθυμίαν ἔτι ἐχρήσατο τῷ λαῷ.
 [02403]  καὶ εἴ τίς γε κατενόησε τοὺς ἔχοντας ἀπὸ θεοῦ χάριν λόγου πεπλεγμένην ὡς δίκτυα καὶ συγκειμένην ἀπὸ τῶν ἱερῶν γραφῶν ὡς ἀμφίβληστρον, ὥστε περιβάλλεσθαι ταῖς ψυχαῖς τῶν ἀκροατῶν τὸ πλέγμα, κατενόησε δὲ καὶ τεχνικῶς τοῦτο γινόμενον κατὰ τὴν ἐπιστήμην ἣν ἐδίδαξεν ὁ Ἰησοῦς, ὄψε<τα>ι τίνα τρόπον οὐ μό νον τότε ἀλλὰ καὶ νῦν ὁ σωτὴρ ἡμῶν πέμπει ἁλιεῖς ἀνθρώπων παι δεύσας αὐτούς, ἵνα δυνηθῶμεν ἀπὸ τῆς θαλάσσης ἀνελθεῖν καὶ φυγεῖν αὐτῆς τὰ πικρὰ κύματα.
 [02425]  ἐὰν νοήσῃς ἐκεῖ τὴν πέτραν καὶ ἴδῃς ἐκεῖ τὴν ὀπὴν τῆς πέτρας, τίνα τρόπον ὁ ἐπὶ τῆς πέτρας στὰς καὶ τὴν ὀπὴν τὴν ἐν τῇ πέτρᾳ ἰδὼν βλέπει τὸν θεὸν διὰ τῆς ὀπῆς τῆς πέτρας, ὄψει καὶ τὰς πολλὰς πέτρας καὶ τὰς τρυμαλιὰς αὐτῶν.
 [02434]  καὶ ὥσπερ ἐκεῖνος ἔχει ὀπὴν δι' ἧς κατανοεῖται τὰ ὀπίσω τοῦ θεοῦ, τὸν αὐτὸν τρόπον ἕκαστος ὁδὸν διδοὺς τοῦ νοεῖσθαι θεὸν διὰ τῶν λεγομένων ὑπ' αὐτοῦ, ποιεῖ ἐν αὑτῷ ὀπήν, εἰ δὲ καὶ ἄλλως βούλει ὀνομάσαι, τρυμαλιάν.
 [02912]  ὅταν δὲ ἐπιπλέκηται ἀνθρωπίνοις πράγμασιν ἡ θεία οἰκονομία, φέρει τὸν ἀνθρώπινον νοῦν καὶ τρόπον καὶ λέξιν.
 [02922]  λέγοιτο ἂν τῷ γέροντι τῷ λαλοῦντι πρὸς τὸ παιδίον παιδικῶς, ἢ ἵνα ἐμφατικώτερον εἴπω βρεφωδῶς, ὅτι ἐτροποφόρησας τὸν υἱόν σου καὶ <τὸν> τρόπον ἐφόρεσας τοῦ βρέφους καὶ τὴν κατάστασιν αὐτοῦ ἀνείληφας.
 [02982]  ἀλλ' ἐὰν ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία ὃν δεῖ τρόπον ἐπιστραφῇ πρὸς τὸν θεόν, λεχθήσεται·
 [02993]  «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός».
 [03000]  «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός»;
 [03018]  καὶ ὁμώνυμον τὸ ὄρος τούτῳ τῷ λιβάνῳ, καὶ ἔστι χιὼν ἀπὸ τοῦ Λιβάνου κατερχομένη, ὃν τρόπον τὸ ὕδωρ τοῦ ἁγίου πνεύ ματος, περὶ οὗ λέγεται·
 [03093]  ἴδε τοὺς ἀπὸ τῶν ἐθνῶν συναγομένους, βουλευομένους κατὰ Χριστια νῶν, τίνα τρόπον λαμβάνουσι τὸν Ἰησοῦν, κἀκεῖνος «τὸν ἑαυτοῦ νῶτον δίδωσιν εἰς μάστιγας».
 [03286]  ὡς γὰρ ἐξαίρετόν τι εἶχεν ὁ λόγος αὐτοῦ, ἐξαίρετόν <τι> ἡ ὀργὴ αὐτοῦ, ὑπερέχον τι ὁ θυμὸς αὐτοῦ, καὶ οὐδὲν τούτοις συγγενὲς ἦν τοῖς ὁμωνύμοις, τὸν αὐτὸν τρόπον καὶ ἡ μεταμέλεια αὐτοῦ ὁμώνυμόν ἐστι τῇ ἡμετέρᾳ μεταμελείᾳ·
 [03652]  κύριος δὲ μόνος καινὸν ἔχει τρόπον ἐτασμῶν, ἐτάζων γάρ ἐστι καρδίας, καὶ μόνῳ τῷ κυρίῳ πρόσεστι τὸ ἐξετάζειν καρδίας καὶ νεφρούς.
000-00-00 Serial Number=0598621368
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00006]  «ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφην, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί».) [92] Ὁσάκις δέ τι ζητοῦντες θεῖον δόγμα καταλαμβάνομεν, «καταπεφιλῆσθαι ἀπὸ τοῦ στόματος» τοῦ νυμφίου νομίσωμεν·
000-00-00 Serial Number=0019058406
Philocalia Ante [Go Back]  
 [00095]  Ὅτι τοῖς θέλουσι μὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας γραφὰς ἀναγκαιότατά ἐστι τὰ ἁρμόζοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικὰ, ὧν ἄνευ ἀκριβείας σημαινομένων οὐ δύναται ὃν δεῖ τρόπον παρίστασθαι.
 [00139]  καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μό νον·
 [00191]  καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατὸν, τίνα τρόπον οἱ λεγόμενοι παρεζηλωκέναι τὸν θεὸν Ἑβραῖοι ἐπὶ τῷ οὐ θεῷ, καὶ παρωργικέναι αὐτὸν ἐν τοῖς εἰδώλοις αὐτῶν, παρωργίσθησαν εἰς ζηλοτυπίαν ἐπὶ τῷ οὐκ ἔθνει, τῷ ἀσυνέτῳ ἔθνει, ὅπερ ὁ θεὸς ἐξελέξατο διὰ τῆς ἐπιδημίας Χριστοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ.
 [00292]  τὸν αὐτὸν τρόπον καὶ ἡ οἰκονομηθεῖσα ὑπὸ θεοῦ εἰς ἀνθρώ πων σωτηρίαν δοθῆναι γραφή.
 [00353]  ποίας ἐστὶ φύσεως, καὶ τίνα τρόπον υἱὸς τυγχάνει θεοῦ, καὶ τίνες αἱ αἰτίαι τοῦ μέχρι σαρκὸς ἀνθρωπίνης αὐτὸν καταβεβηκέναι καὶ πάντη ἄνθρωπον ἀνειληφέναι·
 [00382]  τίς δ' οὕτως ἠλίθιος ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν πεφυτευκέναι παράδει σον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ξύλον ζωῆς ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητὸν, ὥστε διὰ τῶν σωματι κῶν ὀδόντων γευσάμενον τοῦ καρποῦ τὸ ζῇν ἀναλαμβάνειν·
 [00609]  ὃν τρόπον γὰρ ἐπὶ τῆς κοσμοποιΐας ἡ θεία τέχνη οὐ μόνον ἐν οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις φαίνεται δι' ὅλων τῶν σωμάτων ἐκείνων πεφοιτη κυῖα, ἀλλὰ καὶ ἐπὶ γῆς ἐν ὕλῃ εὐτελεστέρᾳ τὸ αὐτὸ πεποίη κεν, ὡς μὴ ὑπερηφανεῖσθαι ἀπὸ τοῦ τεχνίτου μήτε τὰ σώματα τῶν ἐλαχίστων ζώων, πολλῷ δὲ πλέον καὶ τὰς ἐνυπαρχούσας ψυχὰς ἐν αὐτοῖς, ἑκάστης ἰδίωμά τι λαβού σης ἐν αὐτῇ, ὡς ἐν ἀλόγῳ σωτήριον·
 [00903]  [10.2] Ὥσπερ δὲ ἐπὶ τῶν βοτανῶν ἑκάστη μὲν ἔχει δύναμιν εἴτε εἰς τὴν ὑγίειαν τῶν σωμάτων εἴτε εἰς ὅτι δήποτε, οὐ πάντων δέ ἐστιν ἐπίστασθαι εἰς ὃ ἑκάστη τῶν βοτανῶν ἐστὶ χρήσιμος, ἀλλ' εἴ τινες ἐπιστήμην εἰλή φασιν, οὗτοι οἱ περὶ τὰς βοτάνας διατρίβοντες ἵνα εἴδωσι καὶ πότε παραλαμβανομένη καὶ ποῦ τῶν σωμάτων ἐπιτι θεμένη καὶ τίνα τρόπον σκευαζομένη ὀνίνησι τὸν χρώμενον·
 [00908]  νόει μοι τοίνυν καὶ τὰς γραφὰς τοῦτον τὸν τρόπον πάσας βοτάνας, ἢ ἓν τέλειον λόγου σῶμα·
 [01010]  [14.1nὍτι] τοῖ θέλουι μὴ φάλλεθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰ θεία γραφὰ ἀναγκαιότατά ἐτι τὰ ἁρμόζοντα εἰ τὴν χρῆιν εἰδέναι λογικὰ, ὧν ἄνευ ἀκριβεία ημαινομένων οὐ δύναται ὃν δεῖ τρόπον παρίταθαι.
 [01029]  [14.2] Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα ἢ φυσιολογούμενον ἢ θεολογού μενον, χωρὶς ἀκριβείας σημαινομένων καὶ τῶν κατὰ τὸν λογικὸν τόπον τρανουμένων, ὃν δεῖ τρόπον παρίστασθαι.
 [01098]  τίς δὲ ὢν ὤφθη καὶποταπὸς καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλελοί πασιν ἐξετάζειν τοῖς δυναμένοις ἑαυτοὺς ἐμπαρέχειν παρα πλησίους ἐκείνοις οἷς ὤφθη ὁ θεὸς, ὀφθεὶς αὐτῶν οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἀλλὰ τῇ καθαρᾷ καρδίᾳ.
 [01181]  οὐκέτι δὲ προσέσχε τοῖς λεγομένοις ἐν τεσσαρακο στῷ τετάρτῳ ψαλμῷ, τῷ ὑπὲρ τοῦ ἀγαπητοῦ, τίνα τρόπον λέγεται·
 [01655]  ὅρα δὴ καὶ ἐν τούτοις τίνα τρόπον ἡμᾶς συκο φαντεῖ, ἐξομοιῶν τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένοις καὶ ἀγείρουσι.
 [01785]  τὸν αὐτὸν τρόπον καὶ ὁ Κέλσος συγχυθεὶς τὸν λογισμὸν οὐχ ἑώρακεν ὅτι καὶ τῶν ἀπὸ τῆς Στοᾶς φιλοσόφων κατηγορεῖ, ὡς οὐ κακῶς προτατ τόντων τὸν ἄνθρωπον καὶ ἁπαξαπλῶς τὴν λογικὴν φύσιν πάντων τῶν ἀλόγων, καὶ διὰ ταύτην λεγόντων προηγουμένως τὴν πρόνοιαν πάντα πεποιηκέναι.
 [01830]  καὶ ἐνταῦθα δὲ ὁρᾷς τίνα τρόπον ἡ σύνεσις μέγα βοήθημα ἡμῖν δέδοται καὶ παντὸς ὅπλου κρεῖττον, οὗ δοκεῖ ἔχειν τὰ θηρία.
 [01891]  οἱ δ' ἄνθρωποι διὰ τὸν λόγον ἀκοῦσαι δυνηθέντες τίνα τρόπον εὐτελίζεται αὐτῶν τὸ κοινωνικὸν, βλαβεῖεν ἂν τὸ ὅσον ἐπὶ τῷ Κέλσῳ καὶ τοῖς λόγοις αὐτοῦ, οὐκ ἰδόντι ὅτι χριστιανισμοῦ ἀποτρέψαι θέλων τοὺς ἐντυγ χάνοντας αὐτοῦ τῇ γραφῇ ἀποτρέπει καὶ τῶν οὐ χριστιανῶν τὸ πρὸς τοὺς φέροντας τὰ βαρύτατα τῶν φορτίων συμπαθές.
 [02033]  τὸν αὐτὸν τρόπον δαίμονες δαιμόνων εἶεν ἂν ἐν μέσοις δυνατώτεροι·
 [02087]  λέγει τοίνυν τὸν τρόπον τοῦτον ὅτι «φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας·
 [02318]  τὸν αὐτὸν τρόπον καὶ ὁ θεὸς, γινώσκων τὰ κρύφια τῆς καρδίας καὶ προγινώσκων τὰ μέλλοντα, διὰ τῆς μακροθυμίας ἐπιτρέπει τάχα καὶ διὰ τῶν ἔξωθεν συμβαινόντων ἐφελκόμενος τὸ ἐν κρυπτῷ κακὸν, ὑπὲρ τοῦ καθᾶραι τὸν δι' ἀμέλειαν τὰ σπέρματα τῆς ἁμαρ τίας κεχωρηκότα, ἵνα εἰς ἐπιπολὴν ἐλθόντα αὐτά τις ἐμέσας, εἰ καὶ ἐπὶ πλεῖον ἐν κακοῖς γεγένηται, ὕστερον δυνηθῇ καθαρσίου τυχὼν τοῦ μετὰ τὴν κακίαν ἀναστοιχειωθῆναι.
 [02585]  ἀρκεῖ δὲ τὰ κεκρυμμένως ὡς ἐν ἱστορίας τρόπῳ εἰρημένα κατὰ τὸν τῆς ἱστορίας παραστῆσαι τρόπον, ἵν' οἱ δυνάμενοι ἑαυτοῖς ἐπεξεργάσωνται τὰ κατὰ τὸν τόπον.
 [02613]  καὶ τίνα τρόπον οἱ ἀτέρε οὐκ εἰὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποι, ημαντικοὶ δὲ μόνον·
 [02684]  τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρὰ, καὶ τὴν εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη;
 [02693]  (βʹ) καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώ ποις, σημαντικοὶ δὲ μόνον·
 [02778]  καὶ πρὸς Ἕλληνας δὲ χρησόμεθα τῷ εἰρημένῳ τοῦτον τὸν τρόπον πρὸς τὸν Λάϊον, εἴτε αὐταῖς λέξεσιν εἴτε τὸ ἰσοδυναμοῦν αὐταῖς ἀναγράψαντος τοῦ τραγικοῦ.
 [02819]  πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχη ματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα.
 [02930]  ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπίλυσιν·
 [02978]  φανεροῦ γὰρ γινομένου μοι τοῦ λόγου καθ' ὃν τρόπον ἐστὶ τὰ κακὰ, καὶ ὅτι οὐχ οἷόν τέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ.
 [03576]  τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν ∆ευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον·
000-00-00 Serial Number=0440547585
Philocalia sive Ecloga Ante [Go Back]  
 [00002]  καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον·
 [00077]  Τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεέμ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρά, καὶ τὴν εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη;
 [00086]  (βʹ) Καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον·
 [00167]  Καὶ πρὸς Ἕλληνας δὲ χρησόμεθα τῷ εἰρημένῳ τοῦτον τὸν τρόπον πρὸς τὸν Λάϊον, εἴτε αὐταῖς λέξεσιν εἴτε τὸ ἰσοδυναμοῦν αὐταῖς ἀναγράψαντος τοῦ τραγικοῦ.
 [00203]  Ἐπαγγέλλονται γὰρ τόνδε τινὰ τρόπον τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀνθρώπου καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ κάθετον ἢ τῆσδε τῆς μοίρας τοῦ ζῳδίου ἢ τῶν ἐν αὐτῷ λεπτῶν, καὶ ποῖος ἀστὴρ τοῦ ζῳδιακοῦ κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατὰ τοῦ μεσουρανήματος, καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανήματος.
 [00208]  πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχημα τισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα.
 [00318]  Ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπίλυσιν·
 [00725]  Τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν ∆ευτερονομίῳ ῥητά, τοῦτον ἔχοντα τὸν τρόπον·
000-00-00 Serial Number=0315179169
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00010]  Ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφην, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.
000-00-00 Serial Number=0711487055
Scholia in Lucam Ante [Go Back]  
 [00810]  Ἔτι ζύμην τὴν ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύναμιν ὁ Σωτὴρ ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτον αἰνιξάμενος τὸν τρόπον.
000-00-00 Serial Number=0149455488
Scholia in Matthaeum Ante [Go Back]  
 [00065]  Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνεν δότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται·
000-00-00 Serial Number=0892373919
Selecta in Ezechielem Ante [Go Back]  
 [00112]  Καὶ τοῦτόν γε τὸν τρόπον νενοήκαμεν καὶ τὸ ἐν τῷ Μιχαίᾳ οὕτως ἔχον·
 [00187]  καὶ ὄψονται τίνα τρόπον καθαρὸν αὐτῷ ἄρτον οὐδεὶς δύ ναται παρατιθέναι.
 [00261]  καὶ λεκτέον αὐτοῖς, ὅτι ὥσπερ ὁ προφήτης τὰ περὶ ὀρέων καὶ βουνῶν καὶ ναπῶν καὶ φαράγγων μόνοις τοῖς ὄρεσι κελεύεται λέγειν, τὸν αὐτὸν τρόπον τοῖς διακόνοις τοῦ λόγου συμβουλεύεται ποιεῖν.
 [00355]  ἥντινα ὁ ἐνεγκὼν ὃν δεῖ τρόπον ῥάβδον φέρειν Θεοῦ, ὕστερον οὐ μόνον ἄνθος, ἀλλὰ καὶ καρπὸν ὄψε ται ἐν αὐτῷ, ὥστε ἄξιον αὐτὸν γενέσθαι καὶ τοῦ ἀπο κεῖσθαι εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ.
 [00929]  Τίς δύναται ἕκαστον ἔθνος διηγήσασθαι, καὶ ἀναγαγεῖν ἕκαστον ἐφ' ὃν δεῖ τρόπον [13.825] μοχθηρόν;
000-00-00 Serial Number=0680647433
Selecta in Genesim Ante [Go Back]  
 [00236]  Βουλόμενον οὖν τὸ πνεῦμα δεῖξαι τὴν οἰκειότητα τοῦ πατρὸς πρὸς τὸν υἱὸν, τρόπον τινὰ ἀπαλλοτριοῖ τῆς τῶν ἀδελφῶν εὐσεβείας προσθήκῃ τοῦ, Χὰμ ἦν πατὴρ Χαναάν.
 [00371]  Εἴποιμι δ' ἂν αὐτὸς, ὃν τρόπον ἔξω τῆς σκη νῆς ὁ Ἀβραὰμ ἐκάθητο ἐπιτηρῶν διὰ φιλοξενίαν καὶ παρὰ καιρὸν τοὺς διοδεύοντας·
000-00-00 Serial Number=0702240467
Selecta in Leviticum Ante [Go Back]  
 [00081]  τὸν αὐτὸν τρόπον ἡ λαβοῦσα τραῦμα ἁμαρτίας ψυχὴ, κἂν τύχῃ θεραπείας, οἱονεὶ οὐλὴν ἐνίοτε ἔχει καταλειπομένην.
 [00082]  ∆εῖ δὲ καὶ τὸν τρόπον τοῦ ἀπ' αὐτῆς καθαρισμοῦ ἢ οὐ καθαρισμοῦ ἐξεπίστασθαι.
000-00-00 Serial Number=0165720642
Selecta in Psalmos Ante [Go Back]  
 [00018]  Κατ' ἄλλον δὲ τρόπον, Θεὸν λέγεσθαι ζῶον ἀθάνατον, λογικὸν, σπουδαῖον·
 [00023]  Ζῶον ἀθάνατον, σπουδαῖον, ἔχον τινὰ ἐπιστασίαν ἐν τῷ κόσμῳ κατὰ τὴν διοίκησιν, ὃν τρόπον ὁ ἥλιος καὶ ἡ σελήνη.
 [00031]  «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος,» ἕως πρώτου ἑβδομηκο στοῦ·
 [00189]  Τάχα δ' ἂν τὴν αὐτὴν ἔχει διάνοιαν καὶ ὁ ἑβδομηκοστὸς τέ [12.1068] ταρτος τὸν ὅμοιον τρόπον «τῷ Ἀσὰφ» ἐπιγεγραμ μένος.
 [00236]  οὐ μὴν ἐν ψαλμοῖς καὶ ὕμνοις ἢ ἐν ᾠδαῖς κατε λέγησαν, τῷ μὴ σώζειν τὸν ὅμοιον τοῖς εἰρημένοις τρόπον·
 [00245]  «Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου,» τρόπον περιέχει προσ ευχῆς·
 [00297]  Τὸν ὅμοιον δὲ τρόπον ἐπι στήσεις καὶ τοῖς λοιποῖς, ὅσοι τῆς ὁμοίας ἠξίωνται προγραφῆς.
 [00368]  Ὃν τρόπον γὰρ ἐπὶ τῆς κοσμοποιίας ἡ θεία τέχνη οὐ μόνον ἐν οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις φαίνεται, δι' ὅλων τῶν σωμάτων ἐκείνων πεφοιτηκυῖα, ἀλλὰ καὶ ἐπὶ γῆς ἐν ὕλῃ εὐτελεστέρᾳ τὸ αὐτὸ πεποίηκεν, ὡς μὴ ὑπερηφανῆσθαι ἀπὸ τοῦ τεχνίτου, μήτε τὰ σώματα τῶν ἐλαχίστων ζώων·
 [00707]  Εἰ γὰρ ἦσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατά τινα τρόπον νοηθεῖεν ἂν τοῦ συμ βουλεύοντος αὐτῷ Λόγου·
 [00741]  Ὅνπερ οὖν τρόπον πνεῦμα συντετριμμένον θυσία προσ ακτέον τῷ Θεῷ, καὶ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην τῷ καλῶς αὐτὴν ἐν τούτοις γεγο νέναι οὐκ ἐξουθενεῖ ὁ Θεὸς, καὶ ὀλολυγμὸν ἀπὸ συν τριβῆς πνεύματος ἀναπεμπόμενον προσίεται·
 [00764]  Ὃν τρόπον διχῶς ἐξεδεξάμεθα τοὺς βασιλεῖς, οὕτως καὶ τοὺς κρίνοντας τὴν γῆν νοῆσαι ἡμᾶς δυνα τόν.
 [00887]  τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἑνὸς ἑκάστου τῶν ἁμαρτανόντων κακία θλίβει τὸν Υἱὸν τοῦ Θεοῦ.
 [00929]  Τελεσθείσης δὲ τῆς εὐχαριστίας πρὸς ἡμᾶς ἀποστρέ φει τὸ πρόσωπον ὁ Προφήτης, καὶ διηγεῖται τίνα τρόπον εὐξάμενος ἐπηκούσθη.
 [00981]  τὸν αὐτὸν τρόπον οὐκ εἰς πάντα τῆς εἰκόνος ἐξομοιουμένης τούτῳ οὗ ἐστιν εἰ κὼν, ἀλλ' ἵνα δηλωθῇ ἡ ἐνέργεια ἡ χωρὶς σώματος, τῆς ψυχῆς τῆς κεχωρισμένης αὐτοῦ, καὶ τούτῳ ὑπνωκυίας, λέγεται μετὰ τὸ, «ἐκοιμήθην,» τὸ, «ὕπνωσα.».
 [01190]  Πάλιν κατὰ ἄλλον τρόπον ἡ ὀργὴ προσηγορία, ἀφ' ἧς ἐσχημάτισται τὸ, «ὀργίζεσθε,» σημαίνει τι προαιρετικὸν, ἢν ὡρίσαντό τινες ὄρεξιν ἀντιτιμωρήσασθαι τοὺς ἠδικηκέναι δοκοῦντας.
 [01217]  ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν περὶ τοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ διηγουμένη ἡ Γραφὴ, τίνα τρόπον ἐλεγχθεὶς ὑπὸ τοῦ προφήτου Ἠλίου ἐπὶ τῷ ἐπιτεθυμηκέναι τοῦ ἀγροῦ Ναβουθαὶ τοῦ Ἰεζραηλί του μετανοεῖ, φησὶ ταῦτα·
 [01496]  Ὃν τρόπον δὲ ἐπὶ τοῦ σωματικοῦ φωτὸς συντέτευχε τὸ συνεργεῖν αὐτὸ τοῖς ὑγιαίνοντας ἔχουσιν ὀφθαλμοὺς πρός τε τὴν αὐτοῦ θέαν καὶ τὴν τῶν αἰσθητῶν·
 [01497]  τὸν αὐτὸν τρόπον ὁ Θεὸς δυ νάμει τινὶ φθάνων ἐπὶ τὸν ἑκάστων νοῦν, ἐὰν μη δαμόθεν οὗτος ἐφ' ὃν φθάνει συγκεκαλυμμένος ᾖ, μηδὲ ἀπὸ παθῶν τι κωλυτικὸν πεπονθὼς τῆς ἰδίας ὀξυδερκίας, αἴτιος γίνεται, τοῦ τε αὐτὸν νοεῖσθαι καὶ ἐπὶ τὰ ἄλλα νοητὰ φθάνειν τὸν φωτιζόμενον ὑπ' αὐτοῦ νοῦν.
 [01512]  ἐν μὲν τοῖς Ψαλμοῖς τοῦτον τρόπον·
 [02687]  κέρας σωτηρίας, ὡς δι' αὐτοῦ τοὺς ἐχ θροὺς τρόπον τινὰ κερατίσας, καὶ τῇ τούτου προ μηθείᾳ διασωθείς.
 [02860]  Καὶ τίνα τρόπον;
 [03526]  Οὐκ εἶπεν, Ἀνοίξατε τὰς πύλας ὧν ἡγεῖσθε καὶ τυγχάνετε φύλακες, ἀλλ' «ἄρατε·» ὡς γὰρ κατιὼν κλίνας οὐρανοὺς, οὐκ ἀνοίξας κατέβη, τὸν αὐτὸν τρόπον ἀναληφθεὶς, οὐκ ἀνοιχθεισῶν τῶν πυλῶν εἰσῆλθεν, ἀλλ' αἱρουμένων.
 [05788]  Τούτῳ συν ᾴδει τὸ, «Ποιήσατε αὐτὴν, ὃν τρόπον ἐποιήσατε τὸν πλούσιον.».
 [06013]  Καὶ καθ' ἕνα μὲν τρόπον δικαιοσύνην ἔστι λαλεῖν, ὅτε ὑγιῆ περὶ δικαιοσύνης ἔχων τις δόγματα, περὶ τούτων διαλέ γεται·
 [06014]  κατὰ δεύτερον δὲ τρόπον δικαιοσύνην τις λα λεῖ ὁ ἀπὸ δικαιοσύνης ἐνυπαρχούσης τῇ ψυχῇ πάντα λέγων.
 [06633]  Εἰ εὐ χὴ, «τὸ ὁλοκαύτωμά σου πιανάτω·» ἀκολούθως αὐτῇ ἐροῦμεν τὸ, «ὁλοκαυτώματα μεμυαλωμένα·» ὃ τυγχάνει, ὅτε μὴ ἄλλου τυγχάνει, ἀλλὰ τῷ Θεῷ ἀναφέρεται καθ' ὃν τρόπον δεῖ τὸ θυμίαμα ἐνώπιον αὐτοῦ.
 [06646]  Οὐκ ἀρχαίων διηγημάτων ποιεῖται μνήμην, ἀλλ' οὐ δὲ τίνα τρόπον ἐξ Αἰγύπτου λελύτρωται κατὰ καιροὺς ὁ Ἰσραήλ.
 [08899]  Οὕτω καὶ οἱ ριαʹ καὶ ριβʹ ψαλμοὶ, τινὰ τρόπον κἀκεῖνοι ἠθικοὶ ὄντες, εἶχον τὴν ἀρχὴν τῶν στίχων ἀπὸ τῶν παρ' Ἑβραίοις στοιχείων.
 [09730]  Θαῤῥῶ γὰρ, ὅτι τὸ πρόσωπόν σου κλί νων πρὸς μὲ, ἵνα με κατανοήσῃς, ὄψει τίνα τρόπον τὰς ἐντολάς σου τετήρηκα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»