0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τροπικῶς [67]


000-00-00 Serial Number=0494645178
Commentarii in Romanos Ante [Go Back]  
 [00135]  μεγάλης οὖν νοητικῆς, ἵν' οὕτως ὀνομάσω, εὐτονίας καὶ ἰσχύος χρεία ἵν' ἐξισχύσωμεν καταλαβέσθαι μῆκος μὲν καὶ πλάτος τοῦ ἱλαστηρίου, μῆκος δὲ καὶ πλά|τος καὶ βάθος τῶν στερεῶν οἷον τῆς κιβωτοῦ καὶ τῆς τραπέζης, μῆκος δὲ καὶ πλάτος καὶ βάθος καὶ ὕψος τῶν προσειληφότων τῇ οἷον σωματικῇ στερεότητι τὸ ὕψος τῆς νοητῆς φύσεως *** ἑρμηνεία Χερουβεὶν ἐπίγνωσις πεπληθυσμένη, τορευτὰ δὲ ταῦτά ἐστιν τὰ Χερουβεὶν πρὸς παράστασιν, ἀπὸ τῆς τορεύσεως καὶ ἀκριβείας, τῆς | θειότητος *** Τίς οὖν ἂν εἴη ἡ κιβωτὸς ἡ ὑποκειμένη τῷ ἱλαστηρίῳ καὶ τοῖς Χερουβεὶν ἤ, ὡς οἶμαι, ἱεραὶ καὶ μακάριαι καὶ χωρητικαὶ τῆς τε τοῦ Μονογενοῦς καὶ τοῦ Ἁγίου Πνεύματος θειότητος δυνάμεις σώμασιν [160] οἰκεῖαι ·[···]μ̣εναι καὶ τῆς κεχωρηκυίας ἀμφότερα τὰ Χερουβεὶν Ἰησοῦ ψυχῆς οὔση̣ς ἱλαστηρίου καὶ ὑπερκειμένης τὰ τροπικῶς | λεγόμενα κιβωτόν *** Πρὸς δὲ τὸ ἀνὰ μέσον τῶν δύο Χερουβεὶν γινώσκεσθαι τὸν χρηματίζοντα παραλήμψει ῥητὸν ἀπὸ τοῦ Ἀμβακοὺν οὕτως ἔχον·
000-00-00 Serial Number=0864251137
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00342]  Θαυμάζειν μοι πολλάκις ἐπέρχεται σκοποῦντι τὰ ὑπό τινων πιστεύειν εἰς τὸν Χριστὸν βουλομένων λεγόμενα περὶ αὐτοῦ, τί δήποτε δυσεξαριθμήτων ὀνομάτων τασσομένων ἐπὶ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν πλεῖστα παρασιωπῶσιν, ἀλλὰ καὶ εἴ ποτε μνήμη αὐτῶν γένοιτο, μεταλαμβάνουσιν οὐ κυρίως ἀλλὰ τροπικῶς ταῦτα αὐτὸν ὀνομάζεσθαι, ἐπὶ δὲ μόνης τῆς λόγος προσηγορίας ἱστάμενοι οἱονεὶ «λόγον» μόνον φασὶν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, καὶ οὐχὶ ἀκολούθως τοῖς λοιποῖς τῶν ὀνομαζομένων ἐρευνῶσι τοῦ σημαινομένου τὴν δύναμιν ἐκ τῆς «λόγος» φωνῆς.
 [05269]  καὶ ἐπίστησον ὅτι οὐκ ἔστιν ὅτε ὁ κατὰ τὸν Ἰησοῦν τροπικῶς νοούμενος ἄνθρωπος οὐκ ἐπεδήμει τῷ βίῳ, καὶ μετὰ τοὺς τῆς περὶ αὐτοῦ ἱστορίας χρόνους καὶ πρότερον.
 [06968]  μνημονευτέον δὲ εἰς ταῦτα καὶ τῶν εἰρημένων εἰς τὸ «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις [32.12.135] «μέρος μετ' ἐμοῦ», ἀλλὰ καὶ τοῦ «Γινώσκετε, τί πεποίηκα ὑμῖν;» καὶ γὰρ πρέπει ὑπόδειγμα ἡμῖν τὸν Ἰησοῦν δεδωκέναι τοῦ νίπτειν πόδας ἀνάλογον τοῖς τροπικῶς ὑπὸ τῆς νύμφης ἐν τῷ Ἄισματι τῶν ᾀσμά των εἰρημένοις ἐν τῷ «Ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ [32.12.136] «αὐτούς;» πρόσχες δὲ τῷ «Ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς «ποιῆτε» συνεξετάζων αὐτὸ τῷ «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος [32.12.137] «μετ' ἐμοῦ».
 [07047]  εἰ δὲ δύναται καὶ τὸ «Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με» συνεξεταζόμενον τῷ «Ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ» ἀναφέρεσθαι ἐπὶ τὸν Ἰούδαν, γενόμενον ἐν τῇ μερίδι τοῦ Ἰησοῦ καὶ κτῆμα χρηματίσαντα αὐτοῦ καὶ ἀπόστολον, πτέρναν δὲ διὰ τὸ τελευταῖον αὐτὸν γεγο νέναι τροπικῶς λεγόμενον, καὶ αὐτὸς συνεπισκέψει.
 [07456]  λεκτέον τοιοῦτον εἶναι τὸ δεδοξάσθαι τὸ πρόσωπον τοῦ θεωρή σαντος τὸν θεὸν καὶ ὁμιλήσαντος αὐτῷ καὶ συνδιατρίψαντος τοιαύτῃ θέᾳ, ὡς τοῦτο εἶναι τροπικῶς τὸ δεδοξασμένον πρόσωπον Μωϋ [32.27.340] σέως, θεοποιηθέντος αὐτῷ τοῦ νοῦ.
000-00-00 Serial Number=0367676914
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00029]  τροπικῶς ἡ τῆς ἀληθείας ἀστραπή, ᾗ ἔοικεν ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἐν πάσῃ ἐξομαλίζεται νο μικῇ, προφητικῇ, εὐαγγελικῇ, ἀπο στολικῇ γραφῇ.
 [00216]  ἐπεὶ δὲ Κυρήνη τῆς Πενταπόλεώς ἐστιν, τροπικῶς φασιν τὰς <εʹ Δiehl> αἰσθήσεις βαστάζειν τὸν τῆς οἰκο νομίας σταυρόν.
000-00-00 Serial Number=0958168626
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00164]  Ὅταν δὲ εἰσέλθῃ, τότε αὐτὴν ἀναβιβάζουσιν ἀπὸ τῶν τῇδε καὶ κάτω πραγμάτων, καὶ φέρουσιν ἐπὶ τὸν τροπικῶς καλούμενον αἰγιαλόν·
 [00835]  Εἶτα ὁ καὶ τοῖς ἔξωθεν καὶ τοῖς μαθηταῖς, ὅτε δεῖ, ἀποκρινόμενος εἶπε τὸ οὐκ ἀπεστάλην, διδάσκων ὅτι εἰσί τινες προηγούμεναι ψυχαὶ νοεραὶ καὶ διορατικαὶ ἀπολωλυῖαι, τροπικῶς λεγόμεναι πρόβατα οἴκου Ἰσραήλ, ἅπερ, οἶμαι, οἱ ἁπλούστεροι ἐπὶ τοῦ «κατὰ σάρκα» Ἰσραὴλ νομίζοντες λελέχθαι, ἀναγκαίως προσήσονται ὅτι ὁ σωτὴρ ἡμῶν ἀπεστάλη ὑπὸ τοῦ πατρὸς οὐχὶ πρὸς ἄλλους ἢ τοὺς Ἰουδαίους ἐκείνους ἀπολωλότας.
 [00966]  [12.4] Καὶ πονηρὰν μὲν εἶπεν αὐτοὺς γενεὰν διὰ τὴν ἀπὸ τοῦ πονηροῦ ποιότητα εἰς αὐτοὺς ἐγγενομένην (ἔστι δὲ ἡ πονηρία ἑκούσιος κακοποιία), μοιχαλίδα δὲ διὰ τοῦτο, ἐπεὶ τὸν τροπικῶς λεγόμενον ἄνδρα, τῆς ἀληθείας λόγον ἢ νόμον, καταλιπόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι ἐμοι χεύθησαν ὑπὸ τοῦ ψεύδους καὶ τοῦ νόμου «τῆς ἁμαρτίας».
 [01005]  καίτοι μηδὲ γυμνώσαντος αὐτοῦ τὴν ἑρμηνείαν ἀλλ' ἔτι ἐπιμένοντος τῇ τροπολογίᾳ, συνῆκαν οἱ μαθηταὶ ὅτι ὁ λόγος τῷ σωτῆρι ἦν περὶ διδασκαλίας, τροπικῶς ζύμης εἰρημένης, ἣν ἐδίδασκον Φαρισαῖοι καὶ Σαδδουκαῖοι.
 [01313]  [12.30] Ἐὰν δὲ <τροπικῶς> δυνη θῇς κατανοῆσαι τὰς τοῦ λόγου διαφοράς, ἐν μωρίᾳ «κηρύγματος» καταγγελλομένου τοῖς πιστεύουσι καὶ ἐν σοφίᾳ λαλουμένου «τοῖς τελείοις», ὄψει τίνα τρόπον ὁ λόγος τοῖς μὲν εἰσαγομένοις ἔχει «δούλου μορφήν», ὥστ' ἂν εἰπεῖν αὐτούς·
 [01338]  ἀλλ' ὁ ὡς ὁ Ἰσαὰκ ἀπογαλακτισθείς, ἄξιος εὐφροσύνης καὶ δοχῆς, ἣν ἐποίησεν ἐπὶ τῷ ἀπο γαλακτισμῷ τοῦ υἱοῦ ὁ Ἀβραάμ, ζητήσειεν ἂν τὴν ἐν τούτοις καὶ πάσῃ γραφῇ <στερεωτέραν τροφήν>, ἑτέραν (οἶμαι) οὖσαν τοῦ βρώ ματος μὲν οὐ στερεᾶς δὲ τροφῆς καὶ τῶν ὀνομαζομένων τροπικῶς λα χάνων, ἅτινα τῷ ἀπογαλακτισθέντι μὲν οὐκ ἰσχυρῷ δέ, ἀλλ' ἀσθενοῦντί ἐστι τροφὴ κατὰ τὸ «ὁ ἀσθενῶν λάχανα ἐσθίει».
 [01673]  τοῦτο δὲ τὸ νόμισμα ἐν μὲν τῇ οἰκίᾳ τοῦ Ἰησοῦ οὐκ ἦν, ἐν δὲ τῇ θαλάσσῃ ἐτύγχανεν, καὶ ἦν ἐν τῷ στόματι τοῦ θαλασσίου ἰχθύος, ὃν καὶ αὐτὸν οἶμαι εὐεργετούμενον ἀναβεβηκέναι ἐν τῷ Πέτρου ἀγκίστρῳ συνειλημ μένον, γενομένου ἁλιέως «ἀνθρώ πων», ἐν οἷς ἦν ὁ τροπικῶς λεγόμε νος ἰχθύς, ἵνα καὶ ἀπαρθῇ ἀπ' αὐ τοῦ <τὸ> ἔχον τὴν εἰκόνα «Καίσαρος» νόμισμα, καὶ γένηται ἐν οἷς οἱ ἁλιευόμενοι ὑπὸ τῶν μεμαθηκότων ἀνθρώπους ἁλιεύειν.
 [02302]  ἐξῆλθε τοίνυν ἡ προτέρα γυνὴ ἡ μὴ «εὑροῦσα χάριν ἐναντίον» τοῦ ἀνδρὸς τῷ εὑρῆσθαι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα», ἀπὸ «τῆς οἰκίας» τοῦ ἀνδρός, «καὶ ἀπελθοῦσα» γεγένηται «ἀνδρὶ ἑτέρῳ» ᾧ ἑαυτὴν ὑπέταξεν, εἴτε Βαραβᾶν τὸν λῃστὴν χρὴ λέγειν τὸν ἄνδρα (ὄντα τροπικῶς τὸν διά βολον) εἴτε τινὰ δύναμιν πονηράν.
 [02316]  [14.21] Ζητήσαι δ' ἄν τις, εἰ δύ ναται ἡ ἀνθρωπίνη ψυχὴ τροπικῶς λέγεσθαι γυνὴ καὶ ὁ προϊστάμενος αὐτῆς ἄγγελος καὶ ἄρχων αὐτῆς (πρὸς ὃν «ἡ ἀναστροφὴ» γίνεται αὐτῆς κατακυριεύοντα αὐτῆς) ἀνήρ, ὡς κατὰ τοῦτο ἕκαστον νομίμως συνοικεῖν τῇ ψυχῇ τῇ ἀξίᾳ προστα σίας θείου ἀγγέλου.
 [02442]  εὐνοῦχοι τροπικῶς νῦν οἱ ἀργοὶ πρὸς ἀφροδίσια λέγοιντ' ἂν καὶ μὴ ἐπιδιδόντες ἑαυτοὺς ταῖς κατὰ ταῦτα ἀσελγείαις καὶ ἀκαθαρ σίαις ἢ τοῖς παραπλησίοις αὐταῖς.
 [04088]  ἀλλὰ καὶ οἱ οἱστισινοῦν συγγράμμασιν ἧς δή ποτε σοφίας προσέχοντες καὶ διὰ τοῦτο τροπικῶς λεγόμενοι γραμ ματεῖς ἀπολέσαι θέλουσιν ἐξ ἀνθρώπων τὸν Ἰησοῦν, οὐ μὴν εὑρίσκουσιν εἰς τοῦτο ἀνύσιμον ὃ ποιήσουσι.
000-00-00 Serial Number=0071886361
Contra Celsum Ante [Go Back]  
 [02368]  ἀποκρύπτομεν δὲ καὶ παρασιωπῶμεν τὰ βαθύ τερα, ἐπὰν ἁπλουστέρους θεωρῶμεν τοὺς συνερχομένους καὶ δεομένους λόγων τροπικῶς ὀνομαζομένων γάλα.
 [02772]  Ἐπὰν οὖν λέγηται πῦρ εἶναι καταναλίσκον, ζητοῦμεν, τίνα πρέπει ὑπὸ θεοῦ καταναλίσκεσθαι, καί φαμεν ὅτι τὴν κακίαν καὶ τὰ ἀπ' αὐτῆς πραττόμενα καὶ τροπικῶς λεγόμενα ξύλα εἶναι καὶ χόρτον καὶ καλάμην καταναλίσκει ὁ θεὸς ὡς πῦρ.
 [03040]  Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ὁ δὲ κακοήθως διασύρειν βουλόμενος τὸ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, ὅπερ οὐδὲ νενόηκε τίνα τρόπον λέλεκται, ἀνέγραψεν ὅτι συνέθεσαν ἄνθρωπον ὑπὸ χειρῶν θεοῦ πλασσό μενον <καὶ ἐμφυσώμενον>, ἵνα τὸ ἐμφυσώμενον παραπλησίως τις νομίσας λελέχθαι τοῖς ἐμφυσωμένοις ἀσκοῖς γελάσῃ τὸ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς τροπικῶς εἰρημένον καὶ δεόμενον διηγήσεως, παριστάσης μεταδεδω κέναι τὸν θεὸν τοῦ ἀφθάρτου πνεύματος τῷ ἀνθρώπῳ·
 [03127]  παρ' οἷς τὰ ποικίλα ἔθνη ἐπίσημα γινόμενα τῷ λόγῳ τοῦ θεοῦ πολιτεύεται, δοθέντα κτῆσις τῷ τροπικῶς καλουμένῳ Ἰακώβ.
 [03912]  καίοντος μὲν καὶ οὐ κατακαίοντος τοὺς μὴ ἔχοντας ὕλην δεομένην ἀναλοῦσθαι ὑπ' ἐκείνου τοῦ πυρός, καίοντος δὲ καὶ κατακαίοντος τοὺς ἐν τῇ διὰ τῶν πράξεων καὶ λόγων καὶ νοημάτων τροπικῶς λεγομένῃ οἰκοδομῇ ξύλα, χόρτον ἢ καλάμην οἰκοδομήσαντας.
 [04411]  Ἴσμεν δ' ὅτι, ἐὰν ἐπιστρέψῃ τις πρὸς τὸν κύριον ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι , περιαιρεθεὶς τὸ κάλυμμα ἀνακεκαλυμμένῳ προσώπῳ τὴν ἐν τοῖς κεκρυμμένοις νοήμασι κατὰ τὰ γράμματα δόξαν τοῦ κυρίου ὡσπερεὶ κατοπτρίζεται καὶ μεταλαμ βάνει τῆς καλουμένης θείας δόξης εἰς τὴν ἑαυτοῦ δόξαν τροπικῶς μὲν λεγομένου προσώπου γυμνότερον δ' ὡς ἂν ὀνομάσαι τις τοῦ νοῦ , ἐν ᾧ ἐστι τὸ κατὰ τὸν ἔσω ἄνθρωπον πρόσωπον, πληρούμενον φωτὸς καὶ δόξης ἀπὸ τῆς περὶ τῶν κατὰ τοὺς νόμους ἀληθείας.
 [04763]  καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον [6.26] καὶ κατὰ τὸ περὶ τὴν Ἱερουσαλὴμ γίνεσθαι κολάσεις χωνευομένων, τῶν ἀναλαβόντων εἰς τὴν ἑαυτῶν τῆς ψυχῆς ὑπόστασιν τὰ ἀπὸ κακίας, τροπικῶς που ὀνομαζομένης μολίβδου·
 [05194]  Ἀλλ' ἔστω καταχρηστικῶς λέγεσθαι τὸ χειρουργεῖν ἢ τροπικῶς, ἵνα διηγησώμεθα καὶ τὸ Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα καὶ Αἱ χεῖρες αὐτοῦ ἔστησαν τὸν οὐρανὸν καὶ εἴ τι τούτοις εἴρηται παραπλη σίως, τροπολογούντων ἡμῶν χεῖρας καὶ μέλη τοῦ θεοῦ·
 [05226]  Ἤκουσαν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, οὕτως ἀκουστέον τῶν τοιούτων ὡς κινουμένου νοουμένου τοῦ θεοῦ τοῖς ἡμαρτηκόσιν, ἢ οὕτως ἀκουστέον τῶν τοιούτων ὡς καὶ ὕπνου θεοῦ τροπικῶς λεγομένου ἢ ὀργῆς ἤ τινος τῶν παραπλησίων.
 [05315]  Πάντα γὰρ ταῦτα τροπικῶς λέγεται εἰς παράστασιν τὴν ἀπὸ τῶν συνήθων καὶ σωματικῶν ὀνομάτων τῆς νοητῆς φύσεως.
 [05409]  τὸ γὰρ εἶδος αὐτοῦ τοῖς τοιούτοις ἐστὶν ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς ὑπὸ ἀνθρώπων γεγενημένους λόγους, τροπικῶς ἐν τούτοις καλουμένους υἱοὺς ἀνθρώπων.
 [05708]  Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν γῆν μὲν τροπικῶς ἔλεγε τὴν σάρκα, ἧς τὸ φρόνημα ἔχθρα ἐστὶν εἰς θεόν, πόλιν δὲ κυρίου τὴν ἑαυτοῦ ψυχήν, ἐν ᾗ ἦν ναὸς θεοῦ, χωρήσας δόξαν καὶ ὑπόληψιν ὀρθὴν περὶ θεοῦ καὶ θαυμα ζομένην ὑπὸ πάντων τῶν ὁρώντων αὐτήν.
 [05849]  Κἂν λέγηται λόγος κυρίου γεγονέναι ἐν χειρὶ Ἱερεμίου τοῦ προφήτου ἢ ἄλλου τινός, ἢ νόμος ἐν χειρὶ Μωϋσέως, ἢ ὅτι Ταῖς χερσί μου ἐζήτησα τὸν θεὸν καὶ οὐκ ἠπατήθην, οὐχ οὕτως ἐστί τις ἀνόητος, ὡς μὴ ἐκλαμβάνειν χεῖράς τινας εἶναι τροπικῶς καλουμένας, περὶ ὧν καὶ Ἰωάννης λέγει·
000-00-00 Serial Number=0512654543
De oratione Ante [Go Back]  
 [00879]  [27.11] οὐκ ἄκαιρον δὲ ζητοῦσιν ἡμῖν «0τὸν ἐπιούσιον» «ἄρτον» καὶ τὸ «ξύλον τῆς ζωῆς» καὶ τὴν σοφίαν τοῦ θεοῦ τήν τε κοινὴν ἁγίων ἀνθρώπων καὶ ἀγγέλων τροφὴν ἐπιστῆσαι καὶ περὶ τῶν ἐν Γενέσει γεγραμμένων τριῶν ἀνδρῶν, καταχθέντων παρὰ τῷ Ἀβραὰμ καὶ μεταλαβόντων πεφυραμένων τριῶν μέτρων «σεμιδάλεως» εἰς ἐγκρυφιῶν ποίησιν, μή ποτε γυμνῶς τροπικῶς ταῦτα εἴρηται, δυ ναμένων τῶν ἁγίων μεταδοῦναί ποτε τροφῆς νοητῆς καὶ λογικῆς οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ θειοτέραις δυνάμεσιν ἤτοι εἰς ὠφέ λειαν αὐτῶν ἢ εἰς ἐπίδειξιν ὧν δεδύνηνται περιποιῆσαι ἑαυτοῖς τρο φιμωτάτων, εὐφραινομένων καὶ τρεφομένων ἐν τῇ τοιαύτῃ ἐπιδείξει τῶν ἀγγέλων καὶ ἑτοιμοτέρων γινομένων πρὸς τὸ παντὶ τρόπῳ συν εργῆσαι καὶ πρὸς τὸ ἑξῆς συμπνεῦσαι τῇ πλειόνων καὶ μειζόνων καταλήψει τοῦ ἐπὶ προτέροις παρεσκευασμένου τροφίμοις μαθήμασιν, εὐφράναντος καὶ, ἵν' οὕτως εἴπω, ἀναθρέψαντος αὐτούς.
000-00-00 Serial Number=0532085836
De principiis Ante [Go Back]  
 [00453]  ἐὰν δὲ καὶ «θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ περιπατεῖν» λέγηται καὶ «ὁ Ἀδὰμ ὑπὸ τὸ ξύλον κρύπτεσθαι», οὐκ οἶμαι διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης ἱστορίας καὶ οὐ σωματικῶς γεγενημένης μηνύειν τινὰ μυστήρια.
000-00-00 Serial Number=0386084437
Enarrationes in Job Ante [Go Back]  
 [01019]  Τὸ στόμα τοῦ δράκοντος εἴη δ' ἄν τι καὶ τροπικῶς νοούμενον, καὶ παρὰ τοῦτο ὅθεν οἱ λόγοι οἱ ἀπολλύντες.
000-00-00 Serial Number=0274711192
Epistula ad Gregorium Ante [Go Back]  
 [00026]  δοκεῖ δέ μοι καὶ διὰ τούτων ὁ λόγος αἰνίσσεσθαι, ὅτι τὰ ἴδια ἀναπλάσματα ἀνέθηκαν ταῖς γραφαῖς, ἐν αἷς οἰκεῖ λόγος θεοῦ, τροπικῶς Βαιθὴλ καλουμέναις.
000-00-00 Serial Number=0694463253
Expositio in Proverbia Ante [Go Back]  
 [00112]  καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους, ὀνομάζει βάθος·
 [00593]  Ὁ πιστὸς, φησὶν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τροπικῶς τοῦ νοῦ προσ ηγόρευσεν·
000-00-00 Serial Number=0865810096
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00030]  Ἔστι τοίνυν παραβολὴ λόγος ὡς περὶ γενομένου, μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυνα μένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς πραγμάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λελεγμένων.
 [00104]  Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς αἰνιγμάτων, ὡς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι·
000-00-00 Serial Number=0997460485
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00011]  δοκεῖ δὲ ἡ μὲν κατὰ τὰς πράξεις ἐπιβουλὴ ὑπὸ τῶν τροπικῶς λεγομένων λεόντων γίνεσθαι, ἡ δὲ κατὰ τὴν γνῶσιν ὑπὸ τῶν βλάψαι τὸ διορατικὸν τῆς ψυχῆς βουλομένων·
 [00448]  καὶ τροπικῶς δὲ ἐν παρακλήσει, ὅτι «μα κάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται».
000-00-00 Serial Number=0852936566
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00182]  πῶς γὰρ ἂν ἄλλως νοηθείη τὰ τῆς Ἱερουσαλὴμ ἀσεβήματα τῇ τοῦ θεοῦ συμπεπλεγμένα χειρὶ ἢ τροπικῶς;
 [00184]  πῶς δὲ οὐκ ἄτοπον, τῆς μὲν Ἱερουσαλὴμ πόλεως οὔσης τὸν τράχηλον λαμ βάνεσθαι τροπικῶς, τὰ ὡς θεοῦ δὲ λεγόμενα μέλη μὴ τὸν αὐτὸν ἀκούεσθαι τρόπον;
000-00-00 Serial Number=0972726583
Fragmenta in Psalmos Ante [Go Back]  
 [00865]  αρτον δὲ λέγει τὴν γνῶσιν, ητις οὐχ ὑστερεῖ ἐν τῷ σπέρματι τοῦ δικαίου (σπέρμα δὲ δικαίου τροπικῶς ολως ειρηται, τὸ καταβαλλόμενον ἐν ταῖς ψυχαῖς τῶν ἀ κουόντων), σπέρμα γὰρ πλησθήσεται γνώ σεως, σπέρμα δὲ πονηροῦ ἐν ἐνδείᾳ εσται.
 [01813]  η τάχα ἐξελθὼν τῆς κα κίας, νῦν τροπικῶς γῆν ὀνομαζομένης, ταῦτά φησιν·
 [01931]  Νῦν φύσεις λογικὰς τροπικῶς βουνοὺς ὀνο μάζει.
 [02227]  Πόδας δὲ καὶ διαβήματα τοὺς ὑπεριδόντας τὴν εὐσέβειαν λογισμοὺς καλεῖ τροπικῶς, κα τὰ τῆς διανοίας κινήματα καὶ διανοήματα, απερ ἐκχέονται καὶ χαυνοῦνται, οταν ἐπὶ τὸ χεῖρον τράπωσιν.
 [02560]  Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς τῶν πραγ μάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λεγομένων·
 [05688]  Ρηθεῖεν δὲ ὁ ανθρωπος τροπικῶς διάβολος καὶ αἱ κατὰ αὐτὸν πο νηραὶ δυνάμεις, ἀφ' ων τῆς συκοφαντίας μό νου τοῦ Θεοῦ λυτροῦσθαί ἐστιν.
 [06253]  Οἱ τροπικῶς νῦν λεγόμενοι ανεμοι τοὺς τῆς ψυχῆς στάχυς ἐκ τῶν καλύκων προβάλ λουσιν, ιν' οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀ γαλλιάσει θερίσωσιν.
000-00-00 Serial Number=0242201746
Homiliae in Leviticum Ante [Go Back]  
 [00037]  μήποτε τροπικῶς φρενίτιδας ἢ μελαγχολίας δηλοῖ;
000-00-00 Serial Number=0484740615
In Jeremiam Ante [Go Back]  
 [01338]  Προσχήματος ἕνεκεν τὸ ὄνομα τῆς Ἀναθὼθ ἐνθάδε λαμβάνεται, ὅλον δὲ τὸ Ἰουδαϊκὸν μυστήριον τροπικῶς ἐν αὐτῇ εἴρηται·
 [01555]  [12.2] Κατανόησον οὖν μοι πάντας ἀνθρώπους εἶναι τροπικῶς νῦν χωρητικοὺς οἴνου.
 [02574]  ἀλλ' ἐὰν ἴδῃς, ὡς πολλάκις ἐδείξαμεν, Ἰούδαν τροπικῶς λεγόμενον τὸν Χριστόν, μήποτε «ἁμαρτία Ἰούδα» ἡμῶν ἐστι τῶν πιστευόντων ἐπὶ τὸν Χριστὸν τὸν ἐκ φυλῆς Ἰούδα.
000-00-00 Serial Number=0791730940
Philocalia Ante [Go Back]  
 [00385]  οὐκ οἶμαι διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης ἱστορίας, καὶ οὐ σωματικῶς γεγενημένης, μηνύειν τινὰ μυστήρια.
 [00985]  δοκεῖ δέ μοι καὶ διὰ τούτων ὁ λόγος αἰνίσσεσθαι, ὅτι τὰ ἴδια ἀναπλάσματα ἀνέθηκαν ταῖς γραφαῖς, ἐν αἷς οἰκεῖ λόγος θεοῦ, τροπικῶς Βαιθὴλ καλουμέναις.
 [01218]  τὸ γὰρ εἶδος αὐτοῦ τοῖς τοιού τοις ἐστὶν ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς ὑπὸ ἀνθρώπων γεγενημένους λόγους, τροπικῶς ἐν τούτοις καλουμένους υἱοὺς ἀνθρώπων.
 [01677]  ἀποκρύπτομεν δὲ καὶ παρασιωπῶμεν τὰ βαθύ τερα, ἐπὰν ἁπλουστέρους θεωρῶμεν τοὺς συνερχομένους καὶ δεομένους λόγων τροπικῶς ὀνομαζομένων γάλα.
000-00-00 Serial Number=0204439163
Selecta in Genesim Ante [Go Back]  
 [00769]  Εἴ τι ὑπάρχει ἐν τῇ τροπικῶς καλουμένῃ Αἰγύπτῳ, οὐκ Αἰγυπτίων ἐστὶν, ἀλλὰ τοῦ Ἰσραήλ.
000-00-00 Serial Number=0652776897
Selecta in Job Ante [Go Back]  
 [00314]  εἴη δ' ἄν τι καὶ τροπικῶς νοούμενον παρὰ τοῦτο, ὅθεν οἱ λόγοι ἀπολλύντες.
000-00-00 Serial Number=0185876489
Selecta in Psalmos Ante [Go Back]  
 [04210]  Ἁρμόζει δὲ καὶ ἡμῖν τὰ ἐν τῇ Παλαιᾷ μουσικὰ ὄργανα πνευματικῶς νοού μενα, κιθάρα μὲν τροπικῶς τὸ σῶμα λεγόμενον, ψαλ τήριον δὲ τὸ πνεῦμα·
 [07184]  Καρπὸς Χριστοῦ τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν Ἰσραὴλ, ὃν τροπικῶς Λίβανον καλεῖ.
 [09578]  Τοὺς κατὰ διάνοιαν πειρασμοὺς νῦν τροπικῶς ὕδατα ὀνομά ζει, ὧν ἡμᾶς ἀποτρέπει Σολομὼν, λέγων·
 [09999]  Γλῶσσαν τροπικῶς τὴν καρδίαν ὠνόμασεν.
 [09999]  Ὕδωρ τροπικῶς λέγει τοὺς πειρασμοὺς τοὺς κα ταποντίζοντας τὴν ψυχήν·
 [09999]  Καὶ ὥσπερ ἐν ταῖς τροπικῶς λεγομέναις θαλάσσαις οἰκοῦσιν οἱ ἀντικείμενοι ἡμῖν δαίμονες, ἐν αἷς καὶ ὁ δράκων ἐπλάσθη τοῦ ἐμπαίζειν αὐτῷ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»