Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀέρα [143]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀέρα


000-00-00 Serial Number=0866218388
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00320]  οὐ τὸν αὐτὸν ἀνέπνευσαν ἀέρα;
000-00-00 Serial Number=0830342054
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00795]  Οὕτω τρέχω ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων, ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.
000-00-00 Serial Number=0976972520
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00047]  Καὶ οὐκ ἄν τις ἁμάρτοι τούτου γε ἕνεκα τοιαύτῃ τινὶ τὸν ἅγιον ἐκεῖνον εἰκόνι παραβαλὼν, ὥσπερ ἂν εἴ τις φλὸξ τὰ νῶτα πάσης ἐπισχοῦσα τῆς γῆς, καὶ πρὸς ὕψος ἀρθεῖσα πάντοθεν παρέλθοι τὴν οὐράνιον ἁψῖδα, καὶ τὸν ὑπὲρ ταύτης ἀέρα διαδραμοῦσα, εἴτε ἀήρ ἐστι, εἴθ' ὅ τί ποτε, πληρώσαι τοῦ πυρὸς τὸ μέσον τῶν δύο τούτων οὐρανῶν, καὶ μηδὲ ἐνταῦθα σταίη τοῦ δρόμου, ἀλλὰ καὶ πρὸς τὸν τρίτον ἀθρόως ἐκπηδήσασα ἀναβαίη, καὶ πάντα ἐργάσαιτο μίαν πυρὰν, τοσοῦτον μὲν ἔχουσαν πλάτος, ὅσον τὸ εὖρος πάσης τῆς γῆς, τοσοῦτον δὲ ὕψος, ὅσον ἀπὸ τοῦ τρίτου οὐρανοῦ πρὸς ἡμᾶς.
000-00-00 Serial Number=0357576728
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00380]  Καὶ γὰρ καὶ ἄνεμοι διὰ σὲ ἐπὶ γὰρ τὴν ἀρχὴν τὸν λόγον ἐπανάξομεν πάλιν ἵνα τὰ σώματα πεπονηκότα ῥιπίζωσιν, ἵνα τὸν ἀπὸ τοῦ βορβόρου μολυσμὸν καὶ τὴν γινομένην βαρύτητα ἀπὸ τοῦ καπνοῦ καὶ τῶν καμίνων καὶ ἑτέρων ἀναθυμιάσεων διακαθαίρωσιν, ἵνα τὴν ἐκ τῆς ἀκτῖνος θερμότητα παραμυθῶνται, ἵνα κοῦφον ποιῶσι τὸ πνῖγος, ἵνα τὰ σπέρματα τρέφωσιν, ἵνα τὰ φυτὰ αὔξωσιν, ἵνα σοι καὶ ἐν θαλάσσῃ συνοδοιπορῶσι καὶ ἐν γῇ τῆς γεωργίας ὑπηρέται γένωνται, ἐκεῖ μὲν βέλους ὀξύτερον τὰ πλοῖα παραπέμποντες, οὕτω τὸν πλοῦν κοῦφον καὶ εὐμαρῆ κατασκευάζοντες, [7.23] ἐνταῦθα δὲ μετὰ σοῦ τὰς ἅλωνας ἀνακαθαίροντες καὶ τὰ ἄχυρα τοῦ καρποῦ διαχωρίζοντες καὶ τὴν ἐκ τῆς ἐργασίας ταλαιπωρίαν ἐπικουφίζοντες, ἵνα σοι τὸν ἀέρα κοῦφον καὶ προσηνῆ κατασκευάσωσιν, ἵνα σε καὶ ἑτέρωθεν τέρπωσι, νῦν μὲν γλυκὺ καὶ προσηνὲς συρίζοντες, νῦν δὲ ἠρέμα φυτοῖς προσβάλλοντες καὶ πέταλα δένδρων σείοντες, [7.24] ἵνα σοι τὸν ὕπνον καὶ θέρους καὶ ἔαρος ὥρᾳ ἡδίω καὶ μέλιτος γλυκύτερον ἐργάσωνται, ἵν', ὅπερ ἐπὶ τῶν δένδρων ποιοῦσι, τοῦτο καὶ ἐπὶ τῶν θαλαττίων νώτων ἐργαζόμενοι, ἐπί τε τῶν ποταμίων ναμάτων καὶ τὴν ἐπιφάνειαν αὐτῶν μετεωρίζοντες, πολλήν σοι ἐντεῦθεν παρέχωσι τὴν ἀπὸ τῆς θέας τέρψιν καὶ πρὸ τῆς τέρψεως δὲ ταύτης καὶ ὠφέλειαν μεγίστην.
000-00-00 Serial Number=0941777289
Ad populum Antiochenum Ante [Go Back]  
 [00764]  Πάντα μετὰ δαψιλείας δίδωσιν ὁ Θεὸς, τὰ πολλῷ τῶν χρημάτων ἀναγκαιότερα, οἷον τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, τὸν ἥλιον, ἅπαντα τὰ τοιαῦτα.
 [00766]  οὐκ ἔστιν εἰπεῖν, ὅτι δαψιλέστερον ἀέρα ἀναπνέει τοῦ πένητος ὁ πλουτῶν·
 [01032]  Ἐπεὶ οὖν τοσοῦτος ὁ κίνδυνος τῆς νηστείας τοῖς οὐκ εἰδόσιν ὅπως χρὴ νηστεύειν, μάθωμεν τῆς νηστείας τοὺς νόμους, ἵνα μὴ τρέχωμεν ἀδήλως, μηδὲ ἀέρα δέρωμεν, μηδὲ σκιαμαχῶμεν πυκτεύοντες.
 [01788]  καὶ καθάπερ ὁ σκιᾷ πυκτεύων καὶ τὸν ἀέρα δέρων οὐδένα πλῆξαι δυνήσεται, οὕτως ὁ τῷ δικαίῳ πολεμῶν σκιαμαχεῖ μόνον, καὶ τὴν αὑτοῦ καταλύει δύναμιν, εἰς ἐκεῖνον δὲ οὐδεμίαν πληγὴν ἐναπερεῖσαι δυνήσεται.
 [02395]  Ὅταν γὰρ ἀκούσῃς, ὅτι τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ὕδατα, τοὺς ἀστέρας τοὺς πολλοὺς, τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὰ φυτὰ, τὰ τετράποδα, τὰ νηκτὰ, τὰ πετόμενα ζῶα, πάντα ἁπλῶς τὰ ὁρώμενα διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν καὶ τιμὴν ἐποίησεν ὁ Θεὸς, οὐχ ἱκανὴν εὐθέως λαμβάνεις παράκλησιν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ μεγίστην δέχῃ ταύτην ἀπόδειξιν, ὅταν ἐννοήσῃς, ὅτι τοσοῦτον καὶ τηλικοῦτον κόσμον, οὕτω καλὸν, καὶ μέγαν, καὶ θαυμαστὸν διὰ σὲ τὸν βραχὺν εἰς μέσον παρήγαγεν;
 [03140]  Ἐνῆν μὲν οὖν καὶ τὰ λοιπὰ στοιχεῖα ἐπελθεῖν, τὸν οὐρανὸν, τὸν ἀέρα, τὴν γῆν, τὴν θάλατταν, καὶ δεῖξαι αὐτῶν τὴν ἀσθένειαν, καὶ πῶς ἕκαστον τοῦ πλησίον δεῖται, καὶ τούτου χωρὶς ἀπόλλυται καὶ διαφθείρεται.
 [04309]  Καὶ γὰρ τὰ πετεινὰ, ἕως ἂν τὸν ὑψηλὸν ἀέρα τέμνῃ, οὐ ταχέως ἁλίσκεται·
 [05429]  οἱ δὲ μαχαίρας ἐναλλὰξ εἰς τὸν ἀέρα ἀκοντίζοντες, καὶ πάσας ἀπὸ τῆς λαβῆς δεχόμενοι πάλιν, τίνα οὐκ ἂν καταισχύνοιεν τῶν ὑπὲρ τῆς ἀρετῆς οὐδένα βουλομένων ἀναδέξασθαι πόνον;
000-00-00 Serial Number=0448636055
Commentarius in Job Ante [Go Back]  
 [00954]  εἰ γὰρ ἐν οἰκίσκῳ κατέκλεισεν ἑαυτόν, καὶ αὐτὸν τὸν ἀέρα τοῦ οἴκου βραχὺν ὄντα διέφθειρε καὶ ἀπέπνιξεν ἂν ἑαυτὸν τῇ δυσωδίᾳ.
000-00-00 Serial Number=0837178409
Comparatio regis et monachi Ante [Go Back]  
 [00090]  Εἰ δὲ καὶ τὸν ἀγῶνα τὸν μέλλοντα βουληθείημεν ἐξετάζειν, τὸν μὲν ὀψόμεθα λαμπρὸν καὶ περίβλεπτον ἁρπαζόμενον ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, κατὰ τὸν ἡγεμόνα καὶ παιδευτὴν τοῦ σωτηρίου τούτου βίου καὶ πάσης ἀρετῆς·
000-00-00 Serial Number=0881695390
Contra Anomoeos Ante [Go Back]  
 [00052]  Ἐπειδὴ γὰρ ἡ κτίσις ἀπήρτιστο πᾶσα, καὶ ποικίλῳ μὲν ὁ οὐρανὸς ἐστεφάνωτο ἄστρων χορῷ, παντοδαποῖς δὲ ἄνθεσιν ἀντέλαμπεν αὐτῷ κάτωθεν ἡ γῆ, καὶ πλήρεις μὲν ὀρέων κορυφαὶ, πλήρη δὲ καὶ πεδία καὶ φάραγγες, καὶ ἁπλῶς πᾶσα ἡ τῆς γῆς ἐπιφάνεια φυτῶν καὶ δένδρων καὶ βοτανῶν ἦν, καὶ ἐσκίρτα μὲν ποίμνια, ἐσκίρτα δὲ βουκόλια, τῶν δὲ ᾠδικῶν ὀρνίθων ὁ χορὸς, τὴν ἰδίαν φύσιν ἐπιδεικνύμενος, μουσικῆς τὸν ἀέρα πάντα ἐπλήρου, καὶ μεστὰ πελάγη τῶν ἐναλίων ζώων ἦν, πλήρεις δὲ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ τῶν ἐν αὐτοῖς τικτομένων ἁπάντων, καὶ οὐδὲν ἦν ἀτέλεστον, ἀλλὰ πάντα ἀπήρτιστο, ἐζήτει τὸ σῶμα τὴν κεφαλὴν, ἡ πόλις τὸν ἄρχοντα, ἡ κτίσις τὸν βασιλέα, λέγω δὴ τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0305212319
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00118]  Συνεχῶς ἐπισκέπτου τῶν ἀνθρωπίνων πραγμάτων τὴν φύσιν, τῶν ποταμίων ῥευμάτων οὐδὲν ἄμεινον διακειμένην, καὶ καπνοῦ εἰς ἀέρα διαλυομένου ὀξυῤῥεπεστέραν καὶ σκιᾶς παρα
000-00-00 Serial Number=0800957918
De Anna i Ante [Go Back]  
 [00051]  ὅτε καὶ περὶ σπερμάτων, καὶ περὶ βοτανῶν, καὶ περὶ ἀνθέων, καὶ περὶ φυτῶν ἐγκάρπων τε καὶ ἀκάρπων, καὶ περὶ ἀλόγων, ἡμέρων τε καὶ ἀγρίων, ἐνύδρων τε καὶ χερσαίων, καὶ ἀμφιβίων, περὶ τῶν τὸν ἀέρα τεμνόντων, περὶ τῶν χαμαὶ συρομένων, καὶ περὶ αὐτῶν τῶν τοῦ παντὸς στοιχείων πολλὰ διελέχθην, καὶ καθ' ἕκαστον ἐπεβοῶμεν κοινῇ πάντες, ἀτονούσης ἡμῖν πρὸς τὸν ἄπειρον πλοῦτον τῆς διανοίας, καὶ τὸ πᾶν καταλαβεῖν μὴ δυναμένης·
000-00-00 Serial Number=0702331960
De Lazaro Ante [Go Back]  
 [01399]  Εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν οὐρανὸν τοσοῦτον ἔτεινε, γῆν ὑπεστόρεσε, θάλασσαν ἥπλωσεν, ἀέρα ἐξέχεε, τοσαύτην πρόνοιαν ἐπεδείξατο, εἰ μὴ μέχρι τέλους ἔμελλεν ἡμῶν προστήσεσθαι;
000-00-00 Serial Number=0769877315
De Maccabeis Ante [Go Back]  
 [00224]  τὸν καπνὸν ἐκεῖνον ὃς τὸν μὲν ἀέρα ἐθόλωσε, τὴν δὲ διάνοιαν τῆς γυναικὸς οὐκ ἐθόλωσεν·
000-00-00 Serial Number=0439738810
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00103]  Εἶτα διδάσκων ἡμᾶς καταλιπεῖν τὴν γῆν καὶ τὰ περὶ γῆν, καὶ μὴ κεχηνέναι κάτω, ἀλλὰ τῆς πίστεως λαβεῖν τὰ πτερὰ καὶ ἀναπτῆναι τὸν ἀέρα, καὶ διαβῆναι τὸν αἰθέρα καὶ ζητῆσαι τὸν καλούμενον Πατέρα, προσέταξε λέγειν·
000-00-00 Serial Number=0250161648
De beato Abraham Ante [Go Back]  
 [00317]  Ὅτι ἡ ὁδός μου λῃστεύεται κατὰ τὸν ἀέρα, δαίμονές μοι ἀπαντῶσι.
000-00-00 Serial Number=0046371162
De futurae vitae deliciis Ante [Go Back]  
 [00141]  Ὑπέσχετο σωμάτων ἀνάστασιν, ἀφθαρσίαν, τὴν εἰς ἀέρα ἀπάντησιν, τὴν ἐν νεφέλαις ἁρπαγήν·
 [00146]  Πάλιν λέγων διὰ τοῦ Παύλου, ὅτι Ἐν νεφέλαις ἁρπαγησόμεθα εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα, καὶ τοῦτο ἔδειξεν ἔργοις.
000-00-00 Serial Number=0912808537
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00048]  χεῖρας εἰς ἀέρα ἐξεπέτασας, καὶ ὑπὲρ ἡμῶν σεαυτοῦ τὸν Πατέρα ἐδυσώπησας, καὶ γαλήνην βαθεῖαν ἐκ χειμῶνος ἐβράβευσας.
000-00-00 Serial Number=0735798657
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00472]  ἡ γὰρ ἐνέργεια αὐτῆς ἀναπνεῖν τὸν ἀέρα, οὐκ εὐωδίαν δέχεσθαι.
000-00-00 Serial Number=0437421560
De incomprehensibili dei natura Ante [Go Back]  
 [01362]  Καὶ καθάπερ νεφῶν συνδρομὴ παρὰ μὲν τὴν ἀρχὴν ζοφερὸν ποιεῖ τὸν ἀέρα, ἐπειδὰν δὲ ἐπαλλήλους ἀφῇ τὰς νιφάδας, ἀποθεμένη τὸν ὑετὸν ἅπαντα, γαληνὸν καὶ φαιδρὸν ἐργάζεται τὸν ἀέρα, οὕτω δὴ καὶ ἀθυμία ἕως μὲν ἂν ἔνδον συστρέφηται, σκοτοῖ τὸν ἡμέτερον λογισμόν, ἐπειδὰν δὲ διὰ τῶν τῆς εὐχῆς ῥημάτων καὶ τῶν μετ' ἐκείνων δακρύων κενωθῇ καὶ εἰς τὸ ἔξω διαπνεύσῃ, πολλὴν ἐντίθησι τῇ ψυχῇ τὴν φαιδρότητα, τῆς ἀντιλήψεως τοῦ Θεοῦ καθάπερ τινὸς ἀκτῖνος εἰς τὴν διάνοιαν ἀφεθείσης τοῦ εὐχομένου.
000-00-00 Serial Number=0508273065
De jejunio et eleemosyna Ante [Go Back]  
 [00114]  Μωϋσῆς τὴν θάλασσαν ἔσχισε, τὸν ἀέρα μετέβαλε, μάννα κατήγαγε, καὶ κατελάλησαν αὐτοῦ περὶ τῆς ἰδίας γυναικὸς, τῆς Αἰθιοπίσσης, ὅτι γυναῖκα εἶχε·
000-00-00 Serial Number=0706057906
De jejunio sermones 1 Ante [Go Back]  
 [00235]  ὢ νηστεία τεσσαράκοντα ἡμέρας τὸν ἀέρα βαθμώσασα, καὶ ἡμᾶς εἰς οὐρανοὺς δι' ἐκείνων ἄγουσα·
000-00-00 Serial Number=0069185317
De paenitentia [1] Ante [Go Back]  
 [00647]  τέμνει τὸν ἀέρα, παρέρχεται τὴν σελήνην, ὑπερβαίνει τὰς ἀκτῖνας τοῦ ἡλίου, εἰς αὐτὰς ἀνέρχεται τὰς ἁψῖδας τῶν οὐρανῶν.
 [00900]  Ἤδη μὲν οὖν τὰ παρ' ἑαυτοῦ αὐτὸς παρέσχεν, ἥλιον, σελήνην, ποικίλον χορὸν ἀστέρων ἐθεμελίωσεν, ἀέρα ἐξέχεε, γῆν ἥπλωσε, θάλασσαν ἐτείχισεν, ἔδωκεν ὄρη, νάπας, βουνοὺς, πηγὰς, λίμνας, ποταμοὺς, τὰ μυρία γένη τῶν φυτῶν, παραδείσους, τὰ ἄλλα πάντα·
 [00905]  Ἢ οὐκ οἶδας Παῦλος τί λέγει, ὁ πολλὰ κοπιάσας, καὶ μυρία τρόπαια κατὰ τοῦ διαβόλου στήσας, ὁ ἐν σώματι τὴν οἰκουμένην πεζεύσας, ὁ γῆν καὶ θάλατταν καὶ ἀέρα περιδραμὼν, ὁ καθάπερ ὑπόπτερός τις τὴν [49.300] οἰκουμένην περιελθὼν, ὁ λιθασθεὶς, ὁ φονευθεὶς, ὁ τυπτηθεὶς, ὁ πάντα διὰ τὸ ὄνομα τοῦ Θεοῦ παθὼν, ὁ οὐρανίᾳ φωνῇ κληθεὶς ἄνωθεν·
000-00-00 Serial Number=0547857285
De paenitentia sermo 2 Ante [Go Back]  
 [00100]  καὶ ἁπλῶς εἰπεῖν, ἐμιάναμεν τὴν γῆν καὶ τὸν ἀέρα·
000-00-00 Serial Number=0095178783
De patientia sermo 2 Ante [Go Back]  
 [00077]  Ἴδε μοι καὶ τοὺς τρεῖς παῖδας ἐν καμίνῳ διατρίβοντας, καὶ τὴν κάμινον ὡς λεπτὸν ἀέρα καταπατοῦντας τῇ ὑπομονῇ, πῶς οὗτοι οἱ νέοι κατετόλμησαν τῆς τοσαύτης βασάνου, καὶ οὐκ ἐλογίσαντο τὴν ἀπειλὴν τῆς φλογὸς, οὐδ' ὅσα τούτοις πικρὰ βασανιστήρια ἔμελλον ἔρχεσθαι;
000-00-00 Serial Number=0440702081
De precatione [2] Ante [Go Back]  
 [00024]  Ὑπερπηδᾷ κτίσματα, τέμνει νοητῶς τὸν ἀέρα, ὑπὲρ τὸν ἀέρα πορεύεται, διαβαίνει τὰς τῶν ἄστρων χορείας, ἀνοίγει πύλας οὐρανῶν, ὑπὲρ τοὺς ἀγγέλους γίνεται, Θρόνους καὶ Κυριότητας παρέρχεται, διαβαίνει τὰ Χερουβὶμ, καὶ ὑπεράνω πάσης φύσεως γενητῆς γενομένη, πρὸς αὐτὴν τὴν ἀπρόσιτον παραγίνεται Τριάδα.
000-00-00 Serial Number=0629168808
De pseudoprophetis Ante [Go Back]  
 [00245]  ἢ εἰς κενὸν κοπιῶμεν καὶ εἰς ἀέρα λαλοῦμεν;
000-00-00 Serial Number=0826158762
De regressu Ante [Go Back]  
 [00052]  τί εἴπω τὸν πόθον ὃν ἐπεδείξασθε, τὴν μανίαν τὴν χθὲς καὶ τὴν λύτταν, τὰς βοὰς τὰς ἐν τῇ ἀγορᾷ, ἡγιάσατε τὸν ἀέρα, ἐκκλῃσίαν τὴν πόλιν ἐποιήσατε·
000-00-00 Serial Number=0635518491
De sancta Droside martyre Ante [Go Back]  
 [00006]  ἀλλ' ἐπειδὰν ἔξω γένηται τῶν σηκῶν, πλείονα ἀπὸ τῶν πεδίων καρποῦνται τὴν ὠφέλειαν, μετὰ πολλῆς τῆς τέρψεως κατακύπτοντα, καὶ τὴν πόαν διὰ τῶν ὀδόντων ἀποκείροντα, καθαρόν τε ἀέρα ἀναπνέοντα, καὶ πρὸς ἀκτῖνα βλέποντα διειδῆ καὶ φαιδρὰν, παρὰ λίμνας καὶ πηγὰς σκιρτῶντα καὶ ποταμούς·
 [00009]  Πλήρης μὲν γὰρ ἡμῖν καὶ ἔνδον ἡ τράπεζα τῶν πνευματικῶν ἐδεσμάτων παρέκειτο, ἀλλ' ἡ πρὸς τοὺς ἁγίους ἔξοδος τούτους ἔχει τινὰ καὶ ψυχαγωγίαν καὶ κέρδος τῆς ψυχαγωγίας οὐκ ἔλαττον, οὐκ ἐπειδὴ καθαρὸν τὸν ἀέρα ἀναπνέομεν, ἀλλ' ἐπειδὴ πρὸς τὰ τῶν γενναίων τούτων κατορθώματα βλέπομεν·
 [00127]  Ὁμοῦ τε γὰρ ἐπέβαινε τῆς πυρᾶς, καὶ καπνὸς ἀνελθὼν εἰς ὕψος καὶ τὸν ἀέρα κατασχὼν, τοὺς κατὰ ἀέρα δαίμονας πετομένους ἀπέπνιγεν ἅπαντας, τὸν διάβολον ἀπήλαυνεν, αὐτοῦ τοῦ ἀέρος τὴν φύσιν ἀπέσμηχεν.
000-00-00 Serial Number=0943950534
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00118]  Οὐδὲ γὰρ οὕτω σεμνὴ φανεῖται ἡ ὁδὸς, εἰ διὰ πάσης αὐτῆς θυμιατήριά τις τιθεὶς τῆς εὐωδίας ἀναχρώσειε τὸν ἀέρα, ὡς σεμνὴ φανεῖται νῦν, εἰ πάντες οἱ τήμερον αὐτὴν ὁδεύοντες τοὺς ἄθλους τῆς μάρτυρος πρὸς ἑαυτοὺς διηγούμενοι, βαδίζοιεν οἴκαδε, θυμιατήριον τὴν ἑαυτοῦ γλῶτταν ἕκαστος ποιῶν.
000-00-00 Serial Number=0996620715
De sanctis martyribus [2] Ante [Go Back]  
 [00039]  Στρατόπεδα ἕστηκεν ἑκατέρωθεν [50.708] περιπεφραγμένα, ἀπολάμποντα τοῖς ὅπλοις, καὶ τὴν γῆν καταυγάζοντα, νέφη βελῶν ἀφίεται πανταχόθεν ἀποκρύπτοντα τὸν ἀέρα τῷ πλήθει, ῥύακες αἱμάτων ἐπὶ τῆς γῆς φέρονται, καὶ πολλὰ πανταχοῦ τὰ πτώματα καθάπερ ἐν ἀμητῷ ἀσταχύων, οὕτω τῶν στρατιωτῶν ἐπαλλήλων καταφερομένων.
000-00-00 Serial Number=0342211246
De spe Ante [Go Back]  
 [00047]  οὕτω πυκτεύω, οὐχ ὡς ἀέρα δέρων·
000-00-00 Serial Number=0482136428
De terrae motu Ante [Go Back]  
 [00014]  Οὐκ οἴδατε ἡμέραν καὶ νύκτα, ἀλλ' ἑκάτερον τὸν καιρὸν ἡμέραν ἐργάζεσθε, οὐ τὸν ἀέρα μεταβαλόντες, ἀλλὰ ταῖς παννυχίσι τὰς νύκτας φωτίζοντες·
 [00030]  ὑμεῖς δὲ παννυχίδα τοσαύτην ἐπετελέσατε, καὶ τὴν πόλιν πᾶσαν τῇ βάσει τῶν ἁγίων ὑμῶν ποδῶν ἐξεκαθάρατε, τῷ περιπάτῳ τὴν ἀγορὰν ἀναμετρήσαντες, καὶ τὸν ἀέρα ἅγιον ἐργασάμενοι.
000-00-00 Serial Number=0469770551
De virginitate Ante [Go Back]  
 [00047]  Μέχρι τίνος οὖν οὐ στήσεσθε τρέχοντες εἰς κενὸν καὶ κοπιῶντες μάτην καὶ εἰκῇ πυκτεύοντες καὶ τὸν ἀέρα δέροντες;
 [01501]  καὶ καθάπερ μύρον βαρύτιμον κἂν εἰς ἄγγος ἀποκλείηται τὸν ἀέρα τῆς οἰκείας ἀναχρῶσαν εὐωδίας, οὐ τοὺς ἔνδον καὶ πλησίον ἑστῶτας μόνον ἀλλὰ καὶ τοὺς ἔξω πάντας ἐμπίπλησι τῆς ἡδονῆς, οὕτω καὶ ἡ τῆς παρθενικῆς ψυχῆς εὐωδία ταῖς αἰσθήσεσι περιρρέουσα ἐνδείκνυται τὴν ἔνδον ἀποκειμένην ἀρετήν, καὶ τὰς χρυσᾶς τῆς εὐκοσμίας ἐπιβάλλουσα πᾶσιν ἡνίας ἐν πολλῇ τῶν ἵππων ἕκαστον εὐρυθμίᾳ διατηρεῖ, καὶ οὔτε τὴν γλῶτταν ἀφίησιν ἀπηχές τι καὶ ἀνάρμοστον φθέγξασθαι οὔτε τὸν ὀφθαλμὸν μόνον ἀναισχύντως καὶ ὑπόπτως ἐνιδεῖν οὔτε τὴν ἀκοὴν δέξασθαί τι τῶν οὐ προσηκόντων μελῶν.
000-00-00 Serial Number=0472139180
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01050]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὡς ἑξακοσίας χιλιάδας γενομένας ὑπευθύνους κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, θαλάττῃ μὲν ἐπέταξε, καὶ πέλαγος ἔσχισε, καὶ πέτρας διέῤῥηξε, καὶ ἀέρα μετέβαλε, καὶ τὸ Νειλῷον ὕδωρ ἐς αἷμα μετέστησε, καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε, καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα, καὶ ἀρετῆς πολλὰ κατορθώματα·
 [02671]  τοῦτον δεῖ ἀναπνεῖν τὸν ἀέρα;
 [05493]  ἀέρα καὶ ὕδωρ, ἀλλ' οὐδὲν ἀέρος καὶ ὕδατος·
 [09999]  Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων.
 [09999]  λοιμοῦ οὐδὲν διενήνοχεν, οὐ τὸν ἀέρα διαφθείρουσα πρῶτον, εἶτα τὰ σώματα, ἀλλ' εὐθέως εἰς τὴν ψυχὴν εἰσπηδῶσα.
000-00-00 Serial Number=0006720304
Epistulae Ante [Go Back]  
 [00367]  Εὖ γὰρ οἶδ' ὅτι οὐ παύσῃ πάντα ποιῶν καὶ πραγματευόμενος, ὥστε ἐμπλῆσαι τὴν Φοινίκην γενναίων ἀνδρῶν, καὶ τούς τε ἐκεῖ μεμενηκότας στηρίζων ἐπὶ πλέον, ὥστε μὴ ἀφέντας τὰ αὐτόθι ἐπανελθεῖν, τούς τε πλησίον ὄντας ἀναζητῶν, καὶ μετὰ πολλῆς ἐκπέμπων προθυμίας, πᾶσί τε κέρδος γινόμενος μέγιστον τοῖς τε ἐγγὺς, τοῖς τε μακρὰν, καὶ τὴν τῶν ἀρωμάτων μιμούμενος φύσιν, ἅπερ οὐ τὸν τόπον μόνον τὸν ὑποδεχόμενον αὐτὰ, ἀλλὰ καὶ τὸν ἀφεστηκότα ἀέρα πολλῆς ἐμπίμπλησι τῆς εὐωδίας.
 [02492]  Ὁ γὰρ ἐν κρυμῷ πάντα πηγνύντι, καὶ χιόνι τοσαύτῃ δραμεῖν ἐνταῦθα ἀνασχόμενος, πολλῷ μᾶλλον τοῦ ἤρους φανέντος, καὶ πολλῆς τῆς κατὰ τὸν ἀέρα γαλήνης οὔσης, οὐκ ἂν ἠνέσχου μένειν αὐτόθι.
000-00-00 Serial Number=0465415895
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00011]  Καὶ γὰρ καὶ τὸ σῶμα ἡμῖν ἐρρωμενέστερον γέγονε καὶ καθαρὸν ἀναπνέομεν ἀέρα, οἵ τε συναποδημοῦντες ἡμῖν ἐπαρχικοὶ οὕτω θεραπεύουσιν ὅτι οὐδὲ οἰκετῶν ἡμᾶς ἀφιᾶσι δεῖσθαι τὰ οἰκετῶν ποιοῦντες καὶ γὰρ ἥρπασαν τὸ ἐπίταγμα τοῦτο διὰ τὸν περὶ ἡμᾶς ἔρωτα καὶ δορυφορίαι πανταχοῦ, ἑκάστου αὐτοὺς μακαρίζοντος διὰ τὴν διακονίαν ταύτην.
 [00395]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παρρησίας ὡς ἑξακοσίας χιλιάδας ὑπευθύνους γενομένας κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ θαλάσσῃ μὲν ἐπέταξε καὶ πέλαγος ἔσχισε καὶ πέτραν ἔρρηξε καὶ ἀέρα μετέβαλε καὶ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέστησε καὶ βατράχων καὶ ἀκρίδων στρατόπεδον ἐπετείχισε τῷ Φαραὼ καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα καὶ ἀρετῆς δὲ πολλὰ κατορθώματα καὶ γὰρ ἐξ ἑκατέρου μέρους ἔλαμψε , πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσεν, ἀλλ' ἐδεήθη γάμου καὶ ὁμιλίας γυναικὸς καὶ τῆς ἐντεῦθεν ἀσφαλείας καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθενίας πέλαγος ἑαυτὸν ἐκδοῦναι τὰ ἐκεῖθεν κύματα δεδοικώς.
000-00-00 Serial Number=0839512229
Expositiones in Psalmos Ante [Go Back]  
 [00318]  Ποιεῖ μὲν γὰρ τοῦτο φανερὸν καὶ ἀπὸ τῶν κτισμάτων ὁ Προφήτης, ὅταν περὶ τῆς προνοίας αὐτοῦ διαλέγηται, ἐπὶ τὸν ἥλιον, καὶ τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸν ἀέρα φερόμενος, καὶ ἀπὸ τῆς ἐν τοῖς ὁρωμένοις εὐταξίας τὸν ∆ημιουργὸν ἀνακηρύττων·
 [00601]  Ἡ ζέουσα, φησὶν, οὐσία καὶ τὸ ὑπὲρ τὸν ἀέρα μέρος, καὶ ὃ αἰθέρα καλοῦσι, παρὰ τὸ ζέον καὶ καῖον.
 [03161]  Καὶ γὰρ πρὸς τὴν τοῦ σώματος ὑγίειαν ἐπιτηδειοτέρα, καθαρώτερον παρέχουσα ἀναπνεῖν τὸν ἀέρα, καὶ τὴν οἰκουμένην ἀφ' ὑψηλοῦ πᾶσαν περισκοπεῖν, καὶ τῇ ἐρημίᾳ ἐμφιλοσοφεῖν, καὶ τῶν ἐν τῷ βίῳ φροντίδων ὀλίγον ἀναπνεῖν.
 [04924]  Καὶ γὰρ πρὸς τὴν τοῦ σώματος ὑγίειαν ἐπιτηδειοτέρα, καθαρώτερον παρέχουσα ἀναπνεῖν τὸν ἀέρα, καὶ τὴν οἰκουμένην ἀφ' ὑψηλοῦ πᾶσαν περισκοπεῖν, καὶ τῇ ἐρημίᾳ ἐμφιλοσοφεῖν, καὶ τῶν ἐν τῷ βίῳ φροντίδων ὀλίγον ἀναπνεῖν.
 [06372]  Ἀναλογισώμεθα πόσα δι' ἡμᾶς ἐποίησεν, αὐτὸν τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ἐν τῇ γῇ φυτὰ, καὶ ἄνθη τὰ ποικίλα, καὶ κτήνη, καὶ ἑρπετὰ, τὰ ἐν τῇ θαλάττῃ, τὰ ἐν ἀέρι μέσῳ, τὰ ἄστρα τὰ ἐν οὐρανῷ, τὸν ἥλιον, τὴν σελήνην, τὰ ὁρώμενα ἁπλῶς ἅπαντα, τὰς ἀστραπὰς, τῶν ὡρῶν τὴν εὐταξίαν, ἡμέρας καὶ νυκτὸς διαδοχὴν, τὰς ἐτησίους τροπάς.
 [06390]  Πόσοι δαίμονες εἰς τὸν ἀέρα φέρονται τοῦτον;
000-00-00 Serial Number=0654173911
In Acta apostolorum Ante [Go Back]  
 [01185]  Ταῦτα καὶ ἡμεῖς εὐχόμεθα, ἁπλῶς εἰς ἀέρα λέγεσθαι τὰ ῥήματα τὰ ἡμέτερα, ὥστε ῥήματα μόνον εἶναι.
 [01255]  Οὐκ ἄρα ἄνεμος ἦν ἁπλῶς εἰς ἀέρα χεόμενος.
 [09999]  Ὥσπερ ἀδύνατον ἀγνοῆσαι τὸν ἀέρα πανταχοῦ κεχυμένον, καὶ οὐ μακρὰν ἀφ' ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα, μᾶλλον δὲ καὶ ἐν ἡμῖν ὄντα·
 [09999]  Κραζόντων δὲ αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολὴν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα γνῷ, δι' ἣν αἰτίαν οὕτω κατεβόων αὐτοῦ.
 [09999]  οὐχὶ θηρία, οὐχὶ φωνὰς, οὐχὶ ὄψεις, οὐχὶ τόπους, οὐχὶ ἀέρα, οἷον τὸ σκότος;
000-00-00 Serial Number=0836836815
In Eliam prophetam Ante [Go Back]  
 [00033]  Κεχηνότες γὰρ εἰς ἀέρα τῶν κοράκων οἱ νεοσσοὶ, καὶ παρὰ τῶν γονέων μὴ τρεφόμενοι, ἔχουσιν αὐτοὶ ζῶα μικρά τινα τὴν θείαν ἐπιπέμπουσαν πρόνοιαν διακονούμενα, καὶ οὕτως ἐκ τοῦ ἀέρος ἐκεῖνα δεχόμενοι, πρὸς αὔξησιν τρέφονται.
000-00-00 Serial Number=0096404254
In Genesim sermones Ante [Go Back]  
 [00306]  οὕτως οὐδὲ τοῦ λέγοντος ἔσται τι πλέον, ὅταν μὴ πρὸς τὴν τῶν ἀκουόντων διάνοιαν ὁ λόγος φέρηται, ἀλλ' ἁπλῶς εἰς τὸν ἀέρα διαχυθεῖσα τῆς φωνῆς ἡ ἀπήχησις ἀνόνητον καταλιμπάνῃ τὸν ἀκροατήν.
000-00-00 Serial Number=0832533479
In Joannem theologum Ante [Go Back]  
 [00073]  Καταλείψας οὖν πᾶσαν τὴν γῆν, διεπέρασε τὸν ἐν μέσῳ κεχυμένον ἀέρα, παρέδραμε τὰς τῶν ἀστέρων διακοσμήσεις, παρῆλθε τὰς στρατιὰς τῶν ἀγγέλων, τὰς τῶν ἀρχαγγέλων χοροστασίας, καὶ πάσας τὰς νοερὰς δυνάμεις, Χερουβὶμ καὶ Σεραφὶμ τάγματα, καὶ πάντα, ὅσα ἐξ οὐκ ὄντων παρήχθη, κατέλιπε, καὶ ὑπερέβη πάντας τοὺς οὐρανοὺς, καὶ ὅσα οὐκ ἦν παρέδραμε.
000-00-00 Serial Number=0267151177
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00055]  Πάντα κνίσσης γέμει καὶ καπνοῦ, πάντα θυσιῶν ἀκαθάρτων, οὐδὲ ἀέρα καθαρὸν ἀναπνεῦσαι δυνάμεθα.
000-00-00 Serial Number=0471781969
In Kalendas Ante [Go Back]  
 [00087]  Ἴδε εἰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, τὴν γῆν, τὴν θάλασσαν, τὸν ἀέρα, τὰ γένη τῶν ζώων, τὰ παντοδαπὰ φυτὰ, τὴν φύσιν τῶν ἀνθρώπων ἅπασαν·
000-00-00 Serial Number=0019937932
In Psalmos 101-107 Ante [Go Back]  
 [00598]  Ὑπερῷα δὲ Θεοῦ τὸν ἀέρα καλεῖ, καθάπερ ἐπὶ μιᾶς οἰκίας τοῦ παντὸς κόσμου, ἔργον Θεοῦ·
000-00-00 Serial Number=0826825023
In Psalmum 118 Ante [Go Back]  
 [00359]  οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων·
000-00-00 Serial Number=0239598811
In Psalmum 705 Ante [Go Back]  
 [00053]  Ἀλλ' εὐχὴ ἁγία καὶ οὐρανὸν αὐτοῖς μαννοδοτεῖν ἤνοιγε καὶ ἀέρα κρεοδοτεῖν, καὶ πέτραν ἀκροτοπηγόβρυτα νά ματα βλαστάνειν ἡτοίμαζεν.
000-00-00 Serial Number=0938472271
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00007]  βλέπει παραδόξως ἀέρα βαδιζόμενον·
000-00-00 Serial Number=0717767417
In ascensionem Sermo 4 Ante [Go Back]  
 [00066]  Προεῖδον μὲν ἐκεῖνοι μεταμορφωθέντα τὸν Κύριον, καὶ νεφέλην σκιάσασαν αὐτὸν, ἀλλ' οὐκ εἶδον τὴν νεφέλην εἰς ἀέρα ἁρπασθεῖσαν, καὶ εἰς οὐρανοὺς τὸν ∆εσπότην ἀναλαμβάνουσαν.
000-00-00 Serial Number=0689635396
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00295]  καὶ ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, ἀλλ' οὐ πάντες.
 [00310]  οὕτω καὶ ὅταν ὁ Κύριος παραγίνηται, οἱ μὲν παῤῥησίαν ἔχοντες εἰς μέσον αὐτῷ ἀπαντῶσι τὸν ἀέρα, οἱ δὲ κατάδικοι καὶ πολλὰ ἑαυτοῖς συνειδότες ἁμαρτήματα ἐνταῦθα ἀναμένουσι τὸν δικαστήν.
000-00-00 Serial Number=0032271206
In assumptionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00076]  ἢ πλάνην μὲν ἡμεῖς οὐχ ὑπέστημεν, εἰς ἀέρα δὲ διελύθη τάχα τὸ σῶμα, καὶ φύσιν οὐκ ἔχει λοιπὸν τοῖς ἐπὶ γῆς ὁρατήν.
000-00-00 Serial Number=0667144537
In catenas sancti Petri Ante [Go Back]  
 [00077]  Ἠλέγχοντο δὲ διὰ πάντων εἰς ὕδωρ γράφοντες καὶ εἰς ἀέρα πυκτεύοντες.
000-00-00 Serial Number=0461682260
In centurionem Ante [Go Back]  
 [00159]  Ὁ γὰρ λόγος σου πρὸς πάντα ἀνυσιμώτατος τυγχάνει, οὐ τὸν ἀέρα πλήττων, ἀλλὰ τὴν σὴν θέλησιν δηλῶν.
000-00-00 Serial Number=0918095946
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00148]  Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι Μωϋσῆς μὲν διὰ ξηρᾶς, Ἰουδαῖοι δὲ διὰ τῆς θαλάσσης διῆλθον, οὐδ' ὅτι οἱ μὲν εὔποροι δι' ἑτέρας ὁδοῦ, οἱ δὲ πενέστεροι δι' ἑτέρας, οὐδὲ ὅτι αἱ γυναῖκες μὲν ὑπὸ τὸν ἀέρα, ἄνδρες δὲ ὑπὸ τὴν νεφέλην, ἀλλὰ καὶ διὰ τῆς θαλάσσης πάντες, καὶ ὑπὸ τὴν νεφέλην πάντες, καὶ εἰς τὸν Μωϋσῆν πάντες.
000-00-00 Serial Number=0216274321
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03787]  Κἂν τὸν ἀέρα δὲ ἐξετάσῃς τὸν πανταχοῦ κεχυμένον, τὸν πένητα καθαρωτέρου καὶ πλείονος ἀπολαύοντα ὄψει.
000-00-00 Serial Number=0756980896
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00562]  οὕτω καὶ ἡμεῖς, ἂν μὴ τῇ συνεχεῖ μνήμῃ τὰ καταβληθέντα περιστείλωμεν, εἰς τὸν ἀέρα πάντα ἐῤῥίψαμεν.
000-00-00 Serial Number=0516636074
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02852]  καὶ αὐτὸ τὸ εἶναι δι' αὐτοῦ ἔχομεν, καὶ τὸ ζῇν καὶ τὸ ἀναπνεῖν, καὶ τὸ φῶς καὶ τὸν ἀέρα καὶ τὴν γῆν·
 [07052]  Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων.
 [09999]  ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
000-00-00 Serial Number=0029845834
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00294]  Καθάπερ μύρον εὐῶδες τὴν εὐωδίαν οὐκ ἐν ἑαυτῷ συγκλεῖσαν ἔχει, ἀλλὰ πόῤῥωθεν ἀφίησι, καὶ τὸν ἀέρα ἀναχρῶσαν τῆς ὀσμῆς, οὕτως ἐνίησι καὶ ταῖς τῶν πλησίων αἰσθήσεσιν·
 [02024]  Ἀλλ' ὁμοίως εἰς ἀμηχανίαν ἐμπεσῇ, οὐκ εἰδὼς ποῦ μὲν ἄρχεται, ποῦ δὲ λήγει, ἐπὶ τίνος δὲ φέρεται, τί τὸν πυθμένα αὐτῆς διαβαστάζει, ποῖος δὲ αὐτῇ τόπος ἐστὶ, πότερον δὲ καὶ μετ' αὐτήν ἐστιν ἤπειρος, ἢ εἰς ὕδωρ τελευτᾷ καὶ ἀέρα.
 [02026]  Ἀλλὰ τὸν ἀέρα εἴπω;
 [02060]  Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
 [02094]  Καὶ οἱ νεκροὶ, φησὶν, ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
 [02211]  ἀέρα καὶ ὕδωρ, ἀλλ' οὐδὲν ἀέρος οὐδὲ ὕδατος·
 [02215]  ξύλα μὲν γὰρ καὶ λίθους δυνατὸν καίειν, ἀέρα δὲ καὶ ὕδωρ οὐδαμῶς δυνατόν.
000-00-00 Serial Number=0301190674
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00985]  Τὸν κόσμον τοῦτον ὁμοίως ὁρῶμεν, τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας, τὸν ἀέρα ὁμοίως ἕλκομεν, τοῦ ὕδατος, τῆς τροφῆς ὁμοίως μετέχομεν, ἄν τε εὔμορφοι ὦμεν, ἄν τε μή.
 [01311]  συνέχεε τὸν ἀέρα;
 [02691]  Ἐποίησεν εἶναί τινα κοινὰ, ἵνα κἂν ἀπ' ἐκείνων καταιδέσῃ τὸ ἀνθρώπινον γένος, οἷον τὸν ἀέρα, τὸν ἥλιον, τὸ ὕδωρ, τὴν γῆν, τὸν οὐρανὸν, τὴν θάλατταν, τὸ φῶς, τοὺς ἀστέρας, καθάπερ ἀδελφοῖς πάντα ἐξ ἴσης διανέμει.
 [02886]  Οἱ ζῶντες οὐχὶ τούτῳ διεστήκασι τῶν νεκρῶν μόνον, τῷ τὸν ἥλιον ὁρᾷν, καὶ πνεῖν τὸν ἀέρα·
 [04190]  Καλῶς εἶπε, Πάντα πλουσίως, τὰς ἐτησίους τροπὰς αἰνιττόμενος, τὸν ἀέρα, τὸ φῶς, τὸ ὕδωρ, τὰ ἄλλα πάντα.
000-00-00 Serial Number=0491733789
In epistulam ad Colossenses Ante [Go Back]  
 [00640]  Οἱ δὲ ἄπτηνες καὶ ἀπαντῆσαι αὐτῷ μὴ δυνάμενοι εἰς τὸν ἀέρα, ἀλλ' οὕτω βαναύσως τραφέντες, ὡς μὴ ἔχειν τὸ πτερὸν κοῦφον, πείσονται ἅπαντα ταῦτα, ἅπερ εἰκὸς τοὺς οὕτω διακειμένους παθεῖν.
 [00645]  οὐ σκότος ἀπὸ νεφῶν γίνεται, ἀλλὰ σκότος ἄλυτον καὶ ἀφεγγὲς, ὥστε μήτε τὸν οὐρανὸν ἰδεῖν, μήτε τὸν ἀέρα, ἀλλὰ τῶν εἰς τὴν γῆν κατωρυγμένων μᾶλλον στενοχωρεῖσθαι.
 [01660]  Πῶς γὰρ τὸν ἐκεῖθεν ἀέρα ἀνέπνει;
 [02306]  Εἰ τοσαύτη ἦν ἡ περιουσία, ἐβουλήθησαν ἂν καὶ τὴν γῆν εἶναι χρυσῆν, καὶ τοίχους χρυσοῦς, τάχα καὶ τὸν οὐρανὸν καὶ τὸν ἀέρα ἀπὸ χρυσοῦ.
000-00-00 Serial Number=0593871534
In epistulam ad Ephesios Ante [Go Back]  
 [02856]  Φύσεως μετέχομεν τῆς αὐτῆς, ψυχῆς καὶ σώματος ὁμοίως, τὸν αὐτὸν ἀναπνέομεν ἀέρα, ταῖς αὐταῖς κεχρήμεθα τροφαῖς·
 [05271]  Εἰπὲ γάρ μοι, εἰ δύο τινῶν ἀνθρώπων ὄντων ὁ μὲν ἐπαγγέλλοιτο τὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀέρα διατρέχοντα μετρεῖν, σχοίνους ἐκτείνας, ὁ δὲ καταγελῶν καὶ μὴ εἰδέναι φαίη, τίνα γελασόμεθα, εἰπέ μοι;
 [05296]  Καὶ ἐπὶ τῆς ἀκοῆς ὁμοίως αὐτὸ ἴδοι τις ἄν, Οὐ γὰρ ἄν τις οὔτε βοῆσαι δυνήσεται τοσοῦτον, ὥστε ἐμπλῆσαι τὸν ἀέρα, ὅσον δυνήσεται ὁ ὀφθαλμὸς κατασχεῖν, οὔτε ἀκοῦσαι ἐκ διαστήματος τοσούτου.
000-00-00 Serial Number=0203657031
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00641]  αὐτὸς γάρ ἐστιν ὁ λέγων, Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων.
000-00-00 Serial Number=0813204348
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01807]  Οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων.
 [04788]  λοιμοῦ οὐδὲν διενήνοχεν, οὐ τὸν ἀέρα διαφθείρουσα πρῶτον, εἶτα τὰ σώματα, ἀλλ' εὐθέως εἰς τὴν ψυχὴν εἰσπηδῶσα.
 [05394]  Ὅταν γὰρ αὐτὸν μὴ πρὸς τὸν καπνὸν ἄγωμεν, μηδὲ πρὸς τὴν κόνιν (τοιαῦτα γὰρ πάντα τὰ ἀνθρώπινα πράγματα), ἀλλὰ πρὸς τὴν αὔραν τὴν λεπτὴν, πρὸς τὸν κοῦφον ἀέρα, πρὸς τὰ μετέωρα, καὶ ὑψηλὰ, καὶ ἡσυχίας γέμοντα πολλῆς καὶ καθαρότητος καὶ πολλῆς τῆς τέρψεως, ἀνακτησόμεθα ταχέως αὐτὸν, καὶ ῥώσομεν ἐντρυφῶντα τῇ τοιαύτῃ θέᾳ.
 [06594]  Ὥσπερ οὖν τὸ παρὰ ἀνθρώπων βληθὲν, ἢ τὸ καθ' οὗ πέμπεται βάλλει, ἢ ὄρνεον, ἢ τοῖχον, ἢ ἱμάτιον, ἢ ξύλον, ἢ αὐτὸν τὸν ἀέρα διατέμνει·
000-00-00 Serial Number=0105350971
In epistulam ad Philippenses Ante [Go Back]  
 [00860]  οὐχὶ τὸν κοινὸν ἀέρα ἀναπνεῖς;
000-00-00 Serial Number=0554045379
In epistulam ad Romanos Ante [Go Back]  
 [02822]  καὶ γὰρ ὁμοίως ἡμῖν καὶ ἐτέχθη καὶ ἐτράφη, καὶ τὴν γῆν ᾤκησε, καὶ ἀέρα ἀνέπνευσεν·
 [08470]  Καὶ γὰρ ὁ πυκτεύων τότε μᾶλλον νικᾷ, οὐχ ὅταν ὑποτιθῇ ἑαυτὸν ὥστε δέξασθαι τὰς πληγὰς, ἀλλ' ὅταν ἐξαίρων ἑαυτὸν παρασκευάζῃ τὸν ἀνταγωνιστὴν εἰς τὸν ἀέρα κενοῦν τὴν δύναμιν.
000-00-00 Serial Number=0170059323
In epistulam ad Titum Ante [Go Back]  
 [01287]  τί τὸν ἀέρα δέρεις;
000-00-00 Serial Number=0623225987
In illud Credidi propter quod locutus sum Ante [Go Back]  
 [00081]  ∆αυὶδ ὁ μακάριος, ὁ ἐν παι [355] δίῳ φιλόλογος, ὁ ἐν ἡλικίᾳ φιλόπονος, ὁ ἐν τῷ γήρᾳ φιλόσοφος, ∆αυὶδ ὁ μακάριος θεόφιλος ὢν καὶ βουλόμενος θεὸν περιαθρῆσαι ὀφθαλμοῖς καρδίας, ὁποῖός ἐστιν, ἔξω γενόμενος τῶν σαρκικῶν ἐπιθυμιῶν καὶ τῷ νῷ τὸν ἀέρα παραδραμὼν καὶ τὰς νεφέλας ὑπερκύψας καὶ τὸν οὐρανὸν ὑπεραλόμενος καὶ τὰς ἀγγελικὰς δυνάμεις παραπετασθεὶς καὶ εἰς αὐτὸ τὸ ἄϋλον καὶ ἀκραιφνέστατον εἶδος τοῦ θεοῦ ἐμβατεύσας καὶ θεωρήσας τὴν αἴγλην ἐκείνην καὶ τὴν ἀστραπὴν τῆς θεότητος ἀνείκαστον μεγαλειότητα οὖσαν καὶ νοήσας, ὅτι οὐδεὶς ἀνθρώπων οὐδὲ μία γλῶσσα ἀνθρωπίνη ἱκανή ἐστι διηγήσασθαι τὸ μέγεθος τοῦ θεοῦ, γεγονὼς ἐν τοιαύτῃ ἐκστάσει καὶ καταμαθὼν ἀκριβῶς θαρσῶν ἀποφαίνεται λέγων·
000-00-00 Serial Number=0797600508
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00024]  οὐκ ἀστέρας μόνον, ἀλλὰ καὶ ἀέρα·
 [00025]  οὐκ ἀέρα μόνον, ἀλλὰ καὶ νεφέλας·
000-00-00 Serial Number=0360353410
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00309]  ἐπειδὰν δὲ ἴδωσι πτεροφυήσαντας, καὶ δυναμένους τὸν ἀέρα τέμνειν, πρῶτον μὲν περὶ αὐτὴν τὴν καλιὰν ἵπτασθαι παρασκευάζουσιν, ἔπειτα δὲ καὶ ποῤῥωτέρω περιάγουσι, παρὰ μὲν τὴν ἀρχὴν ἑπόμεναι καὶ διαβαστάζουσαι, μετὰ δὲ ταῦτα αὐτοὺς ἑαυτοῖς ἀφιεῖσαι βοηθεῖν.
000-00-00 Serial Number=0351965308
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00016]  Ὁ κρότος ἐξῆλθεν ὁμοῦ τε τοῦ στόματος, καὶ εἰς ἀέρα διαχυθεὶς ἀπώλετο·
000-00-00 Serial Number=0525017798
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00097]  Μέγα φρονεῖ ἐπὶ Μωϋσεῖ, ὅτι τὴν θάλασσαν ἔσχισε, καὶ τὸ πέλαγος διεῖλε καὶ ἔῤῥαψε, καὶ τὸν ἀέρα μετέβαλε, καὶ πέτραν ἐξέτεμε, καὶ μάννα κατήνεγκε, καὶ πόλεις αὐτάνδρους καθεῖλε, καὶ πολέμους χωρὶς ὅπλων ἐνίκησε.
 [00429]  ηὗρε νοσοῦσαν τὴν φύσιν τῶν ἀνθρώπων, νοσοῦσαν, οὐκ ἐπὶ κλίνης κειμένην, ἀλλ' ἐπὶ κακίας ἐῤῥιμμένην, τὸ κοινὸν μέλος διεφθαρμένον, βωμοὺς ἀναπτομένους, κνίσσαν τὸν ἀέρα μολύνουσαν, τέκνα σφαττόμενα παρὰ γονέων, τὴν φύσιν πατουμένην, τοὺς νόμους τῆς οὐσίας σαλευομένους, τὴν συμπάθειαν ἀτιμαζομένην·
 [00570]  Ἐλθὼν τοίνυν καὶ εὑρὼν τὴν φύσιν κακῶς ἔχουσαν, καὶ τοὺς μὲν ἐν πορνείᾳ, τοὺς δὲ ἐν μοιχείᾳ, κνίσσαν καὶ καπνὸν τὸν ἀέρα μολύνοντα, τὰ ἄλλα πάντα, τί ποιεῖ;
000-00-00 Serial Number=0999695778
In illud Vidi dominum Ante [Go Back]  
 [00040]  ∆ιὰ τοῦτο τοῦτον προτείνομεν τὸν λόγον, ἵνα μὴ μάτην τὸν ἐνταῦθα καταβαλλώμεθα πόνον, ἵνα μὴ τὴν τῆς ἀγρυπνίας ὑπομένοντες ἀνάγκην, ἀνονήτως πυκτεύωμεν, ἵνα μὴ εἰς ἀέρα διαλυόμεναι αἱ φωναὶ ἐπὶ ζημίᾳ μᾶλλον ἐνηχοῖντο καὶ οὐκ ἐπὶ κέρδει.
 [00773]  Ἀλλ' ὅμως καὶ πέτρας διέρρηξεν καὶ ἀέρα μετέβαλεν καὶ Θεῷ διελέγετο καὶ θεήλατον ὀργὴν ἀνέστειλεν.
000-00-00 Serial Number=0281655490
In laudem sancti Joannis theologi homilia 2 Ante [Go Back]  
 [00012]  ἐκείνη πομπαῖς εἰδώλων τὸν ἀέρα ἐσκότισεν, Ἰωάννης μνήμαις ἁγίων τὴν Ἀσίαν ἐφώτισεν·
000-00-00 Serial Number=0255295396
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00059]  πᾶσα δὲ φωνὴ τῆς ἀπὸ τῶν ἔργων μαρτυρίας ἐστερημένη, ἐστὶν ἐξίτηλος, ἐκ τῶν χειλέων εἰς τὸν ἀέρα χεομένη.
000-00-00 Serial Number=0063318551
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00048]  Οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων.
000-00-00 Serial Number=0889920473
In praecursorem domini Ante [Go Back]  
 [00074]  Ἰορδάνης κράζει, τὸ Πνεῦμα τὸν ἀέρα καθαρίζει, τὸν Υἱὸν καλεῖ ὁ Πατὴρ, τὸν οὐρανὸν καθαρίζει ὁ Υἱὸς, τὴν γῆν καλλωπίζει τὸ Πνεῦμα, τὸν ἀέρα λαμπρύνει.
000-00-00 Serial Number=0345600545
In principium Actorum Ante [Go Back]  
 [00792]  Καθάπερ γὰρ τὸ ξύλον ἐκεῖνο τὸ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον, παρ' αὐτοὺς τοὺς ῥύακας ἑστηκὸς, διηνεκῆ τῆς ἀρδείας ἔχον τὴν χορηγίαν, πάσῃ ἀέρων ἀνωμαλίᾳ ἀχείρωτον γίνεται, καὶ οὔτε ἀκτῖνα θερμοτέραν γενομένην δέδοικεν, οὔτε τὸν ἀέρα μεταπεσόντα εἰς αὐχμὸν εὐλαβεῖται·
000-00-00 Serial Number=0109602809
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00024]  Τῆς ὑπερηφανίας ἡ σηπεδὼν δυσθεράπευ τον νόσημα, μισανθρωπίας πρόσχημα, γαῦρον πτῶμα [62.725] ὕψωμα ἀφ' ἑαυτοῦ καταβαλλόμενον, φαντασία σκιώδης, κάλαμος ὑπ' ἀνέμου σαλευόμενος, καπνὸς εἰς ἀέρα ὑψούμενος καὶ εἰς οὐδὲν διαλυόμενος.
 [00029]  οὐχ ὁμοίως ἀναπνεῖται τὸν ἀέρα;
000-00-00 Serial Number=0611968577
In resurrectionem domini B Ante [Go Back]  
 [00024]  Νεφέλαι διὰ τὸ τῆς γῆς χωρισθῆναι, διὰ τὸ περιπολεῖν τὸν ἀέρα, διὰ τὸ τὰ ἐπουράνια ζητεῖν, διὰ τὸ φέρειν τὸν νοητὸν ὑετὸν τὸν κατελθόντα ἐπὶ τὸν νοητὸν πόκον.
000-00-00 Serial Number=0159253597
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00065]  Καθάπερ γὰρ μύρον ἕως μὲν ἐν ἑνὶ τόπῳ κεῖται, ἐκεῖνον μόνον ἀναχρώννυσι τὸν ἀέρα τῆς εὐωδίας, ἐπειδὰν δὲ εἰς πολλὰ προενεχθῇ χωρία, πάντα ἐμπίπλησι τῆς οἰκείας ἀρετῆς·
000-00-00 Serial Number=0041751564
In sanctum Stephanum i Ante [Go Back]  
 [00031]  Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων·
000-00-00 Serial Number=0758698583
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00054]  Πρῶτον μὲν οὖν ἠνέσχετο ὁ Χριστὸς σταυρωθῆναι καὶ εἰς τὸν ἀέρα ἐπαρθῆναι, ἵνα τοὺς ἐν τῷ ἀέρι δαίμονας φυγαδεύσῃ·
000-00-00 Serial Number=0702034771
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00054]  Πρῶτον μὲν οὖν ἠνέσχετο ὁ Χριστὸς σταυρωθῆναι καὶ εἰς τὸν ἀέρα ἐπαρθῆναι, ἵνα τοὺς ἐν τῷ ἀέρι δαίμονας φυγαδεύσῃ·
000-00-00 Serial Number=0026994467
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00089]  Καὶ γὰρ καὶ οὗτος ἄνθρωπος ἦν, καὶ ἀπὸ γυναικὸς ἐτέχθη, καὶ γάλακτι ἐτράφη, καὶ γῆν ᾤκησε, καὶ ἀέρα ἀνέπνευσε, καὶ πάντα κοινὰ αὐτῷ ἦν πρὸς ἡμᾶς, κοινὰ τὰ τῆς φύσεως·
000-00-00 Serial Number=0274710596
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00134]  ἐπεὶ καὶ ἐπὶ τῶν μύρων τῶν πολυτελῶν, οὐκ ἐὰν τὸν λέβητα χέῃ τις μόνον, ἀλλὰ κἂν ἄκρας τῆς ἐπιφανείας ἅψηται τοῖς δακτύλοις, τόν τε ἀέρα ἀνέχρωσε καὶ τοὺς παρόντας τῆς εὐωδίας ἐνέπλησεν ἅπαντας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»