Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀγαπητοὶ [269]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀγαπητοὶ


000-00-00 Serial Number=0827603579
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00372]  Μὴ δὴ σφάλλωμεν ἑαυτοὺς, ἀγαπητοὶ, ἀδύνατον εἶναι λέγοντες γενέσθαι κατὰ Παῦλόν τινα.
000-00-00 Serial Number=0720051229
Ad populum Antiochenum Ante [Go Back]  
 [00686]  Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, ἀγαπητοὶ, καὶ τὰ ὄντα εἰς τοὺς δεομένους ἀναλίσκωμεν.
 [00871]  Φιλοσοφῶμεν τοίνυν ἐν ἅπασιν, ἀγαπητοὶ, καὶ οὐδὲν ἡμᾶς πενία παραβλάψαι δυνήσεται, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα, καὶ λαμπροτέρους ἐργάσεται, καὶ πάντων τῶν πλουτούντων εὐπορωτέρους.
 [01172]  Φύγωμεν τοίνυν, ἀγαπητοὶ, φύγωμεν τὰς κακηγορίας, μαθόντες ὡς διαβολικόν ἐστιν ὅλον τὸ βάραθρον, καὶ τῆς ἐπιβουλῆς τῆς ἐκείνου αὕτη ἡ ἐνέδρα.
 [01397]  Ταῦτα οὖν ἀεὶ διαλεγώμεθα, ἀγαπητοὶ, πρὸς ἀλλήλους, καὶ διὰ τούτων ἑαυτοὺς παρακαλῶμεν τῶν λόγων·
 [02054]  Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, διὰ τὸν ἀπὸ τῶν ἀρχόντων φόβον, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι τὴν ῥᾳθυμίαν ἡμῶν ἀνέστειλε, καὶ σπουδαιοτέρους εἰργάσατο.
 [02964]  Οὐκ ἔστιν αἰσχύνη τὸ φαγεῖν, ἀγαπητοὶ, ἀλλὰ τί;
 [04081]  ∆ιὸ, ἀγαπητοὶ, φεύγετε τὴν πορνείαν, καὶ διὰ τὰ παρόντα κακὰ, καὶ διὰ τὴν μέλλουσαν κόλασιν.
 [04230]  Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, μηδὲ καταπίπτωμεν ἐπὶ τῇ παρούσῃ θλίψει, ἀλλὰ θαυμάσωμεν τὸ εὐμήχανον τῆς τοῦ Θεοῦ σοφίας.
 [04875]  Μὴ τοίνυν ἀλύωμεν, ἀγαπητοὶ, ἀλλὰ χρηστὰς προσδοκῶμεν ἐλπίδας.
 [04987]  Μὴ παίζωμεν, ἀγαπητοὶ, μηδὲ πρὸς τὰς τῶν πολλῶν ὑπολήψεις [49.179] βλέπωμεν, ἀλλὰ μάθωμεν, τί ποτέ ἐστι πόλεως ἀξίωμα, τί ποτέ ἐστι τὸ ποιοῦν πόλιν μητρόπολιν.
000-00-00 Serial Number=0423750758
Adversus Judaeos Ante [Go Back]  
 [00412]  Ἀλλ' ἡμεῖς μὴ ἀνεχώμεθα, ἀγαπητοὶ, ἀλλ' ἐκ παντὸς τρόπου ζητῶμεν ἀσεβείας ἀπαλλαγήν.
000-00-00 Serial Number=0357024729
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00099]  Ὄντως, ἀγαπητοὶ, δεινὸν ἡ μέθη καὶ χαλεπὸν πάνυ.
 [00167]  Ταῦτα δὲ λέγω, ἀγαπητοὶ, περὶ τῶν κατηχουμένων, καὶ οὐ περὶ τῶν ἁπλῶς πλουσίων.
000-00-00 Serial Number=0861585140
Contra theatra Ante [Go Back]  
 [00396]  Ἐμάθετε, ἀγαπητοὶ, διὰ τῶν εἰρημένων τοῦ προπάτορος τὴν φιλοθεΐαν·
 [00411]  ἡμεῖς δὲ ἅπαντες, ἀγαπητοὶ, ὑπογραμμῷ φιλοθεΐας τῷ προπάτορι Ἀβραὰμ χρώμενοι, μηδέν τι τῶν προσκαίρων ἀγαθῶν τῆς εἰς Θεὸν πίστεως ἡγώμεθα τιμιώτερον, μὴ πατρίδα, μὴ γένος, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τέκνον ἀγαπητὸν, κἂν μόνον τυγχάνῃ γενόμενον·
000-00-00 Serial Number=0122256935
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00173]  Ταῦτα δὲ καὶ ἡμεῖς ἀκούοντες, ἀγαπητοὶ, μὴ πενίᾳ πιεζώμεθα, μήτε πλούτῳ φυσώμεθα·
000-00-00 Serial Number=0954682469
De Anna i Ante [Go Back]  
 [00281]  Οὐδὲν ἄρα ἴσον εὐχῆς, ἀγαπητοὶ, οὐδὲν πίστεως δυνατώτερον.
000-00-00 Serial Number=0801583111
De Chananaea Ante [Go Back]  
 [00095]  Μηδεὶς τοίνυν, ἀγαπητοὶ, ἀπογινωσκέτω τῆς ἑαυτοῦ σωτηρίας.
000-00-00 Serial Number=0665849447
De Christi divinitate Ante [Go Back]  
 [00287]  Ἵνα οὖν, ἀγαπητοὶ, γενώμεθα φίλοι τῷ Θεῷ, τοῦτο καθ' ἑκάστην ἡμέραν ἐξασκῶμεν τὸ κάλλος, τῇ τῶν Γραφῶν ἀναγνώσει πᾶσαν κηλῖδα ἀποσμήχοντες, ταῖς εὐχαῖς, ταῖς ἐλεημοσύναις, τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ·
000-00-00 Serial Number=0545645654
De Christi precibus Ante [Go Back]  
 [00315]  Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, μάλιστα μὲν σπουδάζωμεν πρὸς μηδένα ἀπεχθῶς ἔχειν·
000-00-00 Serial Number=0425971389
De Lazaro Ante [Go Back]  
 [00075]  Ἅπερ ἅπαντα δὴ καὶ ἡμεῖς εἰδότες, ἀγαπητοὶ, μὴ, παρακαλῶ, μὴ ταῦτα φθεγγώμεθα, μηδὲ λέγωμεν·
 [00115]  Τίς οὖν ἡμῖν ἔσται συγγνώμη, ἀγαπητοὶ, τίς δὲ ἀπολογία, εἰ τοσαύτῃ τοῦ πονηροῦ δαίμονος καθ' ἡμῶν κεχρημένου μανίᾳ, ἡμεῖς μηδὲ τὸ πολλοστὸν τῆς τοσαύτης σπουδῆς εἰς τὴν σωτηρίαν τῶν ἡμετέρων ἀδελφῶν εἰσενέγκοιμεν, καὶ ταῦτα τὸν Θεὸν σύμμαχον ἔχοντες;
 [00180]  Ἅπερ οὖν ἅπαντα καὶ ἡμᾶς εἰδότας, ἀγαπητοὶ, συνεχῶς καὶ διαπαντὸς τοὺς ἠμελημένους τῶν ἀδελφῶν τῶν ἡμετέρων ῥυθμίζειν καὶ φιλεῖν χρὴ, κἂν μηδὲν ἐκ τῆς συμβουλῆς γίνηται κέρδος.
 [00495]  Ἐκβάλωμεν οὖν, ἀγαπητοὶ, τὰς περιττὰς ταύτας προλήψεις ἀφ' ἑαυτῶν, καὶ τὰ δημώδη ταῦτα ῥήματα.
 [00508]  Ἅπερ οὖν ἅπαντα παρ' ἑαυτοῖς συλλέγοντες, ἀγαπητοὶ, μὴ τοὺς ἐν πλούτῳ, ἀλλὰ τοὺς ἐν ἀρετῇ ζῶντας μακαρίζωμεν·
 [01264]  Ἅπερ οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, προσέχωμεν ἑαυτοῖς μετὰ ἀκριβείας ἁπάσης·
 [02390]  Ἀκούοντες φοβηθῶμεν, ἀγαπητοὶ, μὴ καὶ ἡμεῖς ἴδωμεν πένητας, καὶ παραδράμωμεν, μὴ ἀντὶ Λαζάρου πολλοὶ ἡμῖν τότε γένωνται κατήγοροι.
 [02652]  Εἴδετε, ἀγαπητοὶ, τὸν διὰ τῆς πλατείας πύλης εἰσελθόντα, καὶ τὴν εὐρύχωρον ὁδὸν δι' ὅλου βαδίσαντα, ὅσης ἀνέσεως ἀπήλαυεν;
 [02738]  Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὸ λεχθὲν, ἀλλ' ἐννοήσωμεν τῶν λεχθέντων τὴν ἀκρίβειαν, καὶ ὅσης ἀπολαύει τῆς τιμῆς καὶ τῆς προεδρίας ὁ παρὰ τὸν πυλῶνα ἐῤῥιμμένος, ὁ εὐκαταφρόνητος, ὁ πένης, ὁ τῷ λιμῷ διηνεκῶς παλαίων, ὁ τοῖς ἕλκεσι πολιορκούμενος, ὁ τοῖς κυσὶ προκείμενος.
000-00-00 Serial Number=0413351119
De Lazaro et divite Ante [Go Back]  
 [00004]  Φέρε τοίνυν, ἀγαπητοὶ, ἐπειδήπερ ἐν τῷ σκάμματι τῆς διδασκαλίας ἑστήκαμεν, τοῖς τοῦ προλαβόντος διδάγμασιν ἐξακολουθήσαντες, τὰ ἀρτίως εἰρημένα ἐν χερσὶ λαβόντες, πᾶσιν ὑμῖν τὰς παρ' ἡμῶν ὀφειλομένας ψεκάδας
 [00011]  Ἀναγκαῖον τοίνυν διηγήσασθαι, ἀγαπητοὶ, τὰ κατὰ μέρος, ἵν' ὥσπερ οἱ πλωτῆρες ἐκ τῆς τῶν προπλεόντων πείρας φύγωμεν καὶ ἡμεῖς τὰς ὑφάλους τῶν ναυαγίων πέτρας·
000-00-00 Serial Number=0003641129
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00077]  Περιφράσσωμεν ἑαυτοὺς, ἀγαπητοὶ, τῇ δυνάμει τοῦ σταυροῦ, καὶ καθωπλισμένοι πρὸς τὸ ἑξῆς, προθυμότεροι τῇ νηστείᾳ προσβῶμεν, καὶ πάντων τῶν τοῦ βίου τερπνῶν καταφρονήσωμεν.
000-00-00 Serial Number=0262983501
De baptismo Christi Ante [Go Back]  
 [00247]  Καὶ νῦν, ἀγαπητοὶ, ταῦτα ἐννοῶμεν, ταῦτα λογιζώμεθα, φοβούμενοι τὸ κείμενον ἐπὶ τούτῳ κρῖμα.
000-00-00 Serial Number=0331819177
De beato Abraham Ante [Go Back]  
 [00322]  Σπουδάσωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, τὸν Ἀβραὰμ μιμήσασθαι, ἵνα ξενισθῶμεν ἐν τοῖς τούτου κόλποις, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0772223771
De caritate [2] Ante [Go Back]  
 [00024]  Λοιπὸν οὖν, ἀδελφοί μου ἀγαπητοὶ, μηδὲν προτιμήσωμεν, ἢ σπουδάσωμεν κτήσασθαι πλὴν τῆς ἀγάπης·
000-00-00 Serial Number=0947775126
De fato et providentia Ante [Go Back]  
 [00005]  ἀλλ' οὐ τοῦτό ἐστι τὸ χαλεπὸν, ἀγαπητοὶ, ἀλλ' ὅτι τοὺς θορύβους τούτους καὶ τὰς ταραχὰς, ἢ πρὸς τὸ πραότερον μεταθεῖναι δυνάμενοι, ἢ μένοντες φέρειν ἀλύπως, οὐδέτερον τούτων μεμελετήκαμεν, ἀλλ' ἀποδυσπετοῦντες τὸν ἅπαντα διατελοῦμεν χρόνον·
 [00237]  Φεύγωμεν τοίνυν, ἀγαπητοὶ, τὴν εἰδωλολατρείαν ταύτην·
 [00644]  Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, φεύγωμεν ἐκεῖνα, διώκωμεν ταῦτα, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0618325651
De futurae vitae deliciis Ante [Go Back]  
 [00161]  Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ διὰ λόγων παιδευθέντες, καὶ δι' ὀφθαλμῶν διδαχθέντες, τοιαύτην ἐπιδειξώμεθα πολιτείαν, ἵνα ἐν νεφέλαις ἁρπαγέντες ἀεὶ μετ' αὐτοῦ διατρίβοντες ὦμεν, σωζόμενοι [51.354] καὶ τῇ αὐτοῦ χάριτι, καὶ τῶν μελλόντων ἀπολαύοντες ἀγαθῶν·
000-00-00 Serial Number=0952560306
De gloria in tribulationibus Ante [Go Back]  
 [00187]  Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, φέρωμεν γενναίως τὰ προσπίπτοντα λυπηρὰ, διά τε τὸ τῷ Θεῷ δοκοῦν, καὶ ἐπὶ τῷ ἡμετέρῳ συμφέροντι, καὶ μὴ ἀλύωμεν, μήτε ἀναπίπτωμεν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ, ἀλλὰ καὶ μετὰ ἀνδρείας ἁπάσης ἱστάμενοι, εὐχαριστῶμεν τῷ Θεῷ διηνεκῶς ὑπὲρ πασῶν τῶν εἰς ἡμᾶς τελουμένων εὐεργεσιῶν, ἵνα καὶ τῶν παρόντων ἀπολαύσωμεν ἀγαθῶν, καὶ τῶν μελλουσῶν ἐπιτύχωμεν δωρεῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ καὶ
000-00-00 Serial Number=0099697649
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00007]  ∆εῦρο τοίνυν, ἀγαπητοὶ, τὸν Ἰωσὴφ ἰχνηλατήσαντες, τὴν Αἰγυπτίαν ἁμαρτίαν λείποντες, γυμνοὶ τοῦ μίσους πρὸς τὴν σωφροσύνην ἐκδράμωμεν.
000-00-00 Serial Number=0646261692
De jejunio [1] Ante [Go Back]  
 [00013]  Νηστεύωμεν τοίνυν, ἀγαπητοὶ, μὴ σκυθρωποὶ τοῖς προσώποις τὰς ἡμέρας τῶν νηστειῶν διεξερχόμενοι, ἀλλὰ φαιδραῖς ταῖς ψυχαῖς ὡς δοῦλοι Χριστοῦ πρὸς αὐτὰς διατιθέμενοι.
 [00058]  Ὁρᾶτε, ἀγαπητοὶ, πόσον ἰσχύει νηστεία μετ' εὐχῆς καὶ ἔργων ἐκτελουμένη.
 [00072]  ∆ιὰ τοῦτο νηστεύσωμεν, ἀγαπητοὶ, ἵνα τῶν πνευματικῶν ἐπιτύχωμεν δωρημάτων.
 [00087]  Αὕτη, ἀγαπητοὶ, ἀληθινὴ νηστεία, ἡ τῷ Θεῷ προσδεκτὴ, καὶ ἀνθρώπῳ σωτηριώδης, καὶ πᾶσιν ἀρεστή.
000-00-00 Serial Number=0730141342
De jejunio [2] Ante [Go Back]  
 [00270]  νηστεύσωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, ἵνα μὴ ἐπαναστῶσι καθ' ἡμῶν αἱ ἐπιθυμίαι.
000-00-00 Serial Number=0245287061
De jejunio sermones 1 Ante [Go Back]  
 [00216]  ∆εῦτε τοίνυν καὶ ὑμεῖς, ἀγαπητοὶ, ἐπὶ τὴν τοῦ προλαβόντος πηγὴν ὁρμήσωμεν, καὶ τῆς διδασκαλίας τῶν νηστειῶν κοινωνήσωμεν.
 [00243]  Σήμερον, ἀγαπητοὶ, τὸν ἰατρὸν προσκυνήσωμεν.
000-00-00 Serial Number=0586995900
De paenitentia [1] Ante [Go Back]  
 [01030]  Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, ἀεὶ πρὸς τὸν Θεὸν καταφεύγωμεν, τὸν καὶ βουλόμενον καὶ δυνάμενον λῦσαι ἡμῶν τὰς συμφοράς.
 [01056]  Οὕτως οὖν, ἀγαπητοὶ, φιλοσοφῶμεν μετὰ πόνου καὶ ταπεινώσεως, τύπτοντες ἑαυτῶν τὰ στήθη, καθάπερ ἐκεῖνος, καὶ ἐπιτευξόμεθα ὧνπερ αἰτοῦμεν·
 [01253]  Πόθεν οὖν ἡ τοσαύτη πρόνοια γέγονεν, ἀγαπητοὶ, περὶ τὸν προφήτην;
000-00-00 Serial Number=0337931395
De paenitentia sermo 3 Ante [Go Back]  
 [00003]  ∆ιαγράψωμεν, ἀγαπητοὶ, τὰ τῆς μετανοίας φάρμακα, ἵνα τῷ τῆς σωτηρίας λιμένι προσδράμωμεν.
000-00-00 Serial Number=0444438875
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00191]  Οὐκοῦν, ἀγαπητοὶ, πιστοὶ δοῦλοι καὶ ἐκλεκτοὶ στρατιῶται Θεοῦ, Χριστιανοὶ, ἀναλάβωμεν τὴν πανοπλίαν τῶν προειρημένων ἐν τῇ καρδίᾳ ἡμῶν, καὶ καθ' ἑκάστην ἀνυπερθέτως μνείαν αὐτῶν ποιούμενοι·
000-00-00 Serial Number=0984474540
De patientia sermo 2 Ante [Go Back]  
 [00003]  Τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, ἀγαπητοὶ, διψῶντες τὸν τῆς ἀληθείας λόγον, μετὰ προθυμίας ἔρχεσθε πρὸς τὴν ἀληθινὴν πηγὴν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
 [00220]  Λοιπὸν, ἀγαπητοὶ, ἐν δεσμωτηρίῳ κατέκειτο.
000-00-00 Serial Number=0973193228
De perfecta caritate Ante [Go Back]  
 [00119]  Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, καὶ τὰ τούτων πλείονα πολλὰ γὰρ ἔστι καὶ ἄλλα περὶ τούτων εἰπεῖν, ἀλλὰ τοῖς συνετωτέροις ἀρκεῖ ταῦτα, φύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, ἵνα δείξωμεν διὰ τῶν πραγμάτων, ὅτι αὐτεξούσιον ἔχομεν πρὸς τὰ δοκοῦντα τὴν γνώμην, ἵνα μὴ καταισχυνθῶμεν ἐν τῇ ἡμέρᾳ τῆς τῶν ἔργων ἀποκαλύψεως.
 [00217]  Ἅπερ μαθόντες, ἀγαπητοὶ, φύγωμεν τὸν ἐκείνου δόλον, φύγωμεν τὴν μετ' ἐκείνου κατάκρισιν, ἵνα μὴ καὶ πρὸς ἡμᾶς ὁ κριτὴς εἴπῃ·
000-00-00 Serial Number=0618060112
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00294]  Ταῦτα οὖν ἐννοοῦντες, ἀγαπητοὶ, διώκωμεν ταπεινοφροσύνην μετὰ πολλῆς τῆς προθυμίας, καὶ ὅταν ὑβριζώμεθα καὶ καταπτυώμεθα, καὶ τὰ ἔσχατα πάντα ὑπομένωμεν, καὶ ἀτιμαζώμεθα καὶ καταφρονώμεθα, πάντα μεθ' ἡδονῆς φέρωμεν.
000-00-00 Serial Number=0537890613
De pharisaeo Ante [Go Back]  
 [00034]  Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, τὸν ζωοπλάστην ὑπὸ τοῦ πλάσματος κρινόμενον, καὶ τὸν κεραμέα ὑπὸ τοῦ πηλοῦ διορθούμενον.
 [00056]  Τολμῶ γὰρ εἰπεῖν, ἀγαπητοὶ, οὐδὲν ὠφεληθήσεται ἄνθρωπος, κἂν τὸ σῶμα πλύνῃ, ἐὰν μὴ πνεῦμα ἔχῃ συνεργὸν, καὶ σύνδρομον τὴν ἐλεημοσύνην.
000-00-00 Serial Number=0152605653
De proditione Judae Ante [Go Back]  
 [00011]  Σήμερον, ἀγαπητοὶ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρεδόθη·
 [00378]  Μνημονεύωμεν οὖν διαπαντὸς τούτων τῶν ῥημάτων, ἀγαπητοὶ, καὶ τῶν ἁγίων φιλημάτων, καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους.
 [00390]  Ἐβουλόμην, ἀγαπητοὶ, τῆς κατὰ τὸν πατριάρχην πάλιν ὑποθέσεως ἅψασθαι, καὶ ἐντεῦθεν ὑμῖν τὴν ἑστίασιν παραθεῖναι τὴν πνευματικήν·
 [00528]  Ὢ μιαρᾶς φωνῆς! ὢ τόλμης ἄνοια! ἐνθυμούμενος τρέμω, ἀγαπητοὶ, πῶς ἐξεπήδησε τοῦ στόματος ἡ φωνὴ, πῶς τὴν γλῶτταν ἐκίνησε, πῶς οὐκ ἀπέστη τοῦ σώματος ἡ ψυχὴ, πῶς οὐκ ἐνάρκησαν τὰ χείλη, πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ.
 [00750]  Ἐβουλόμην μὲν οὖν, ἀγαπητοὶ, ἐπὶ πλεῖστον παρατεῖναι τὸν λόγον·
 [00764]  Ταῦτα οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ πρὸς ἀλλήλους εἰρηνεύσωμεν, καὶ τὴν ῥίζαν τῆς κακίας ἐκτίλαντες, καὶ καθάραντες ἡμῶν τὸ συνειδὸς, μετὰ πραότητος καὶ ἐπιεικείας καὶ πολλῆς τῆς εὐλαβείας προσίωμεν τῇ μεταλήψει τῶν φρικτῶν τούτων καὶ φοβερῶν μυστηρίων, μὴ ὠθοῦντες καὶ λακτίζοντες, μήτε κτύποις καὶ κραυγαῖς ἐκβοῶντες, ἀλλὰ φόβῳ πολλῷ καὶ τρόμῳ μετὰ κατανύξεως καὶ δακρύων προσερχόμενοι, ἵνα καὶ ὁ φιλάνθρωπος ∆εσπότης, ἐποπτεύσας ἡμῶν ἄνωθεν τὴν εἰρηνικὴν κατάστασιν, καὶ τὴν ἀνυπόκριτον ἀγάπην, καὶ τὴν φιλάδελφον κοινωνίαν, καὶ τούτων τῶν ἀγαθῶν καὶ τῶν ἐπηγγελμένων πάντας ἡμᾶς ἀξιώσῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0373340905
De profectu evangelii Ante [Go Back]  
 [00020]  Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, κἂν εἰς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἀνέλθωμεν, πάντων ἑαυτοὺς ἐσχάτους νομίζωμεν, μαθόντες ὅτι καὶ ἐξ αὐτῶν τῶν οὐρανῶν ἀπόνοια δύναται κατενεγκεῖν τὸν μὴ προσέχοντα, καὶ ἐξ αὐτῆς τῆς ἀβύσσου τῶν ἁμαρτημάτων ἀνενεγκεῖν εἰς ὕψος ταπεινοφροσύνη τὸν μετριάζειν εἰδότα.
000-00-00 Serial Number=0953994036
De prophetiarum obscuritate Ante [Go Back]  
 [00911]  Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, φεύγωμεν τὸ κατηγορεῖν.
000-00-00 Serial Number=0170957983
De pseudoprophetis Ante [Go Back]  
 [00384]  Ταῦτα τοίνυν κατὰ νοῦν ἔχοντες, ὦ ἀγαπητοὶ, Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ὡς λέγει ὁ Ἀπόστολος, μὴ ἀναγκαστικῶς, ἀλλ' ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως, μηδὲ ὡς κατακυριεύοντες τοῦ κλήρου, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου.
 [00408]  Σύνετε οὖν ἅπαντες, ἀγαπητοὶ, ὅτι δι' ὀλίγων ῥημάτων ἅπασιν ἐκείνοις ἀπεταξάμεθα λέγοντες·
 [00419]  Προσέχετε τοῖς λεγομένοις, ἀγαπητοὶ, καὶ μὴ συναναμίγνυσθε τοῖς τοιαῦτα πράττουσι.
 [00432]  Ὑμεῖς δὲ, ἀγαπητοὶ, μὴ πλανηθῆτε, ἀλλ' ὡς παρελάβετε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐν αὐτῷ περιπατεῖτε·
000-00-00 Serial Number=0580796123
De remissione peccatorum Ante [Go Back]  
 [00010]  Τοιαύτη ἐστὶν ἡ τῶν θείων Γραφῶν διδασκαλία, ἀγαπητοὶ, μία τυγχάνουσα.
 [00156]  Καὶ ἔστι μαθεῖν, ἀγαπητοὶ, [60.763] τὴν ὠφέλειαν ἐκ τοῦ λόγου·
 [00164]  Μυστήριόν ἐστιν, ἀγαπητοὶ, ἀποκεκρυμμένον ἐν τῷ γράμματι, καὶ πολλοὺς λέληθε.
000-00-00 Serial Number=0356591761
De sacerdotio lib 7 Ante [Go Back]  
 [00085]  Ἐγὼ δὲ ἐκπλήττομαι, ἀγαπητοὶ, ὁποῖα εἰώθασί τινες ἐκ τῶν ἀφρόνων τολμᾷν, καὶ ἐπιχειροῦσιν ἀναιδῶς καὶ προπετῶς ἱερωσύνην λαβεῖν, μὴ κληθέντες ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, ἀγνοοῦντες ὅτι πῦρ καὶ θάνατον ἑαυτοῖς σωρεύουσιν οἱ ἄθλιοι.
000-00-00 Serial Number=0450774670
De salute animae Ante [Go Back]  
 [00016]  Φοβερὸν ὄντως ἀκοῦσαι, ἀγαπητοὶ, φοβερώτερον δὲ τὸ ἰδέσθαι πᾶσαν τὴν κτίσιν ἱσταμένην, καὶ ἀπολογουμένην ὑπὲρ λόγου, ὑπὲρ ἔργου, ὑπὲρ ἐννοιῶν, τῶν ἐν νυκτὶ, τῶν ἐν ἡμέρᾳ, ὧν ἡμάρτομεν.
 [00103]  Νήψωμεν, ἀγαπητοὶ, δυσωπῶ, ὁδοιπορήσωμεν, ἀνανεύσωμεν·
 [00106]  Ἔστω, ἀγαπητοὶ, κατατρυφῶμεν, ἔστω καὶ πλουτῶμεν πεντήκοντα ἢ καὶ ἑκατὸν ἔτη·
 [00127]  Ταῦτα ἀκούσαντες, ἀγαπητοὶ, καὶ πιστεύσαντες, ὅτι ἀληθῆ εἰσι καὶ οὐ μῦθοι, ἀγωνισώμεθα πρὸ τῆς ὥρας ἐκείνης·
000-00-00 Serial Number=0591016471
De sancta pentecoste Ante [Go Back]  
 [00406]  Μεγάλα, ἀγαπητοὶ, καὶ πάντα λόγον ἀνθρώπινον ὑπερβαίνοντα τὰ σήμερον ἡμῖν δωρηθέντα παρὰ τοῦ φιλανθρώπου Θεοῦ χαρίσματα·
000-00-00 Serial Number=0839419484
De sancta trinitate Ante [Go Back]  
 [00005]  Ἐτόλμησαν δὲ, ἀγαπητοὶ, Ἀρειανῶν παῖδες, καὶ Μακεδονιανῶν μανίαν κατεχόμενοι, λέγειν Θεὸν μέγαν καὶ μικρὸν, καὶ κτιστὸν Θεὸν, Ἑλληνισμὸν παρεισφέροντες ἡμῖν.
000-00-00 Serial Number=0274325192
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00012]  Ἀλλ' ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἔξωθεν εἶναι τῶν Γραφῶν μνημονεύσαντες τρυγόνος, φέρε αὐτῶν τῶν Γραφῶν μνημονεύσωμεν.
000-00-00 Serial Number=0866763830
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00004]  Βουλόμενος ὁ φιλάνθρωπος Θεὸς ἡμῶν συνδῆσαι πάντας ἀλλήλοις, ἀγαπητοὶ, τοιαύτην τοῖς πράγμασιν ἐνέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι.
 [00711]  Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, σπουδάσωμεν κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου καὶ τὰ θελήματα αὐτοῦ πολιτεύεσθαι, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02675]  Ἅπερ φυγόντες, ἀγαπητοὶ, ὅση δύναμις, τοσοῦτον σιτεῖσθαι σπουδάσωμεν, ὃ καὶ ἡδονὴν ἔχει τὴν ὄντως ἡδονὴν, καὶ θρέψαι δύναται τὸ σῶμα, καὶ εὔτακτον ἡμῖν καὶ εὐάρμοστον πρὸς τὰς ἐνεργείας παρασχεῖν τῶν ἐντολῶν τοῦ Χριστοῦ·
 [03731]  Μὴ τοῦτο τοίνυν μόνον σκοπῶμεν, ἀγαπητοὶ, ὅπως μηδὲν πάθωμεν παρὰ τῶν ἐχθρῶν κακὸν, ἀλλ' ὅπως μηδὲν αὐτοὺς ἡμεῖς ἐργασώμεθα δεινόν·
 [04083]  Μηδὲν τοίνυν οὕτω σπουδάζωμεν, ἀγαπητοὶ, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες, ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην.
 [04335]  Ἣν ἀποβαλέσθαι σπουδάσωμεν, ἀγαπητοὶ, ὅση δύναμις, τὸν Παῦλον ἀεὶ πρὸ τῶν ὀφθαλμῶν ἑστάναι δοκοῦντες τῶν ἡμετέρων, μετ' ἐκπλήξεως βοῶντα καὶ λέγοντα·
 [04340]  Εἰ βούλεσθε, προθῶμεν ὑμῖν εἰς ὑπομονῆς παράκλησιν, ἀγαπητοὶ, τὰ τοῦ δικαίου Ἰὼβ ἀνδραγαθήματα.
 [04841]  Ὁ τῆς ἐλεημοσύνης λόγος, ἀγαπητοὶ, οὐ πρὸς τοὺς πλουσίους ἁρμόζει μόνον, ἀλλὰ καὶ πρὸς τοὺς πένητας·
 [05475]  Ταῦτα τοίνυν ἐννοοῦντες, ἀγαπητοὶ, ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05479]  Ἐπεδήμησέ τις ἐξ ὑμῶν, ἀγαπητοὶ, τῇ Παλαιστίνῃ ποτέ;
 [06105]  οὐ γὰρ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν, οὐδὲ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ ὀδυρμῶν παραίτια πράττειν.
 [06498]  ∆έομαι καὶ ἀντιβολῶ, πολλὴν τῶν οἰκείων παίδων, ἀγαπητοὶ, ποιώμεθα πρόνοιαν, καὶ πανταχοῦ τὴν [63.764] σωτηρίαν ζητῶμεν αὐτῶν τῆς ψυχῆς.
 [06914]  Τίνα ἂν ἕτερον εἰς μέσον ἀγαγεῖν χρὴ περὶ ἐπιεικείας ἡμᾶς διαλέγεσθαι βουλομένους, ἀγαπητοὶ, ἢ τὸν μαρτυρίαν ἄνωθεν δεξάμενον, καὶ ἐπὶ τούτῳ μάλιστα θαυμαστωθέντα;
 [08338]  ∆ιόπερ, ἀγαπητοὶ, ἵνα μὴ ματαίως ὑμᾶς ἀπασχολήσωμεν, καὶ λαβύρινθον λόγον ἀναδείξωμεν, ταῦτα ἀφέντες, ἐκεῖνο ἐροῦμεν·
 [08678]  Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, τὸν ἑαυτῶν βίον ῥυθμίζωμεν, καὶ πολλὴν τὴν φροντίδα τῶν ἀδελφῶν ἡμῶν ποιώμεθα, καὶ τὴν ἑνότητα τὴν πρὸς αὐτοὺς διατηρῶμεν.
 [09500]  Πάλιν ἀναγκάζομαι, ἀγαπητοὶ, κατηγορῆσαι τῶν παρόντων πραγμάτων.
 [09765]  ἡμεῖς δὲ οὐ σπουδάζομεν οὕτως, ἀγαπητοὶ, ἐπιτυχεῖν.
 [09833]  Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν.
 [09838]  Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν·
 [09972]  Εἰ τοῖς οἰκέταις ὁ Παῦλος, ἀγαπητοὶ, πολλῇ κεχρῆσθαι τῇ ὑπακοῇ τοῖς κυρίοις, Τιμοθέῳ γράφων, ἐπέταττεν·
 [09999]  Μὴ πενθῶμεν πικρῶς, ἀγαπητοὶ, τοὺς τελευτῶντας καὶ τοὺς ἐνθένδε ἀπιόντας, ἀλλὰ μᾶλλον θρηνήσωμεν καὶ κλαύσωμεν τοὺς κακῶς τὸν ἑαυτῶν βίον καταλύσαντας.
 [09999]  Αἰσχυνθῶμεν, ἀγαπητοὶ, φοβηθῶμεν·
 [09999]  Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν, στενάξωμεν.
 [09999]  Πάντα τοίνυν, ἀγαπητοὶ, ὑπὲρ ἐκείνης πράττωμεν τῆς μελλούσης ζωῆς·
 [09999]  Μηδεὶς ὁρῶν πονηροὺς εὐπραγοῦντας, ἀγαπητοὶ, θορυβείσθω·
 [09999]  Πενθήσωμεν τοίνυν, ἀγαπητοὶ, πενθήσωμεν, ἵνα ὄντως γελάσωμεν, ἵνα ὄντως ἡσθῶμεν ἐν τῷ καιρῷ τῆς χαρᾶς τῆς εἰλικρινοῦς.
 [09999]  Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν·
 [09999]  Τῶν ἀνθρώπων, ἀγαπητοὶ, οἱ μὲν καὶ ἐνταῦθα κολάζονται καὶ ἐκεῖ, οἱ δὲ ἐνταῦθα μόνον, οἱ δὲ ἐκεῖ μόνον, οἱ δὲ οὐδὲ ἐνταῦθα οὐδὲ ἐκεῖ.
000-00-00 Serial Number=0085480630
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00059]  Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοὶ, οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου, πλου [64.1044] σίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
000-00-00 Serial Number=0378732085
Homilia in martyres Ante [Go Back]  
 [00051]  Ἀεὶ μὲν, ἀγαπητοὶ, κακὸν ἡ μέθη, μάλιστα δὲ ἐν ἡμέρᾳ μαρτύρων.
000-00-00 Serial Number=0838272154
In Acta apostolorum Ante [Go Back]  
 [03851]  Ἀδελφοί μου ἀγαπητοὶ καὶ [60.99] ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου.
 [04316]  Μιμησώμεθα τούτους δὴ καὶ ἡμεῖς, ἀγαπητοὶ, καὶ ἀκατάπληκτοι ἐν πᾶσι γενώμεθα τοῖς δεινοῖς.
 [04441]  Μὴ δὴ ῥᾳθυμῶμεν, ἀγαπητοὶ, ἀλλὰ πάλιν πολλὴν ποιησώμεθα τὴν σπουδήν·
 [09999]  Εἰ ἀγαπητοὶ, οὐ καταφρονήσουσιν αὐτῶν·
 [09999]  Τριπλοῦν, ἀγαπητοὶ, τὸ ἔγκλημα ἦν, ὅτι καὶ Ῥωμαίους, καὶ ἀκατακρίτους, καὶ δημοσίᾳ ἔβαλον εἰς φυλακήν.
 [09999]  Ἂν νήφωμεν τοίνυν, ἀγαπητοὶ, καὶ εὐδοκιμήσεως ἡμῖν αἴτιος ὁ διάβολος γίνεται.
000-00-00 Serial Number=0879268646
In Genesim sermo 3 Ante [Go Back]  
 [00003]  Πρόκειται ἡμῖν, ἀγαπητοὶ, πνευματικὴ τράπεζα, ἐκ τῶν θείων Γραφῶν πληρουμένη·
000-00-00 Serial Number=0184929073
In Genesim sermones Ante [Go Back]  
 [00557]  Μηδεὶς τοίνυν, ἀγαπητοὶ, φορτικήν τινα τὴν ἐπιτίμησιν νομιζέτω·
 [00863]  Ταῦτα οὖν ἅπαντα, ἀγαπητοὶ, διακρατῶμεν, καὶ οἴκαδε ἀναχωρήσαντες διπλῆν παραθῶμεν τὴν τράπεζαν, τὴν τῶν σιτίων, καὶ τὴν τῆς ἀκροάσεως, καὶ λεγέτω μὲν ἁνὴρ τὰ εἰρημένα, μανθανέτω δὲ γυνὴ, ἀκουέτω δὲ καὶ παιδία, μὴ ἀποστερείσθωσαν δὲ μηδὲ οἰκέται τῆς ἀκροάσεως ταύτης.
 [00875]  Ζητῶμεν οὖν ταύτην, ἀγαπητοὶ, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0919498086
In Joannem Ante [Go Back]  
 [00693]  Ἀνανήψωμεν τοίνυν, ἀγαπητοὶ, καὶ τὸ πονηρὸν ἀποδυσώμεθα τοῦτο ἱμάτιον, καὶ διαῤῥήξωμεν καὶ ἀποτέμωμεν, καὶ γενώμεθά ποτε ἐλεύθεροι τὴν ἐλευθερίαν τὴν ἀληθῆ, καὶ λάβωμεν αἴσθησιν τῆς εὐγενείας τῆς παρὰ τοῦ Θεοῦ δεδομένης ἡμῖν·
 [02196]  Θύωμεν τοίνυν, ἀγαπητοὶ, θύωμεν εἰς ταῦτα τὰ θυσιαστήρια καθ' ἑκάστην ἡμέραν.
 [03647]  Πολλῆς ἡμῖν, ἀγαπητοὶ, δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε δυνηθῆναι τὸ βάθος κατοπτεῦσαι τῶν θείων Γραφῶν.
 [05297]  Φύγωμεν τοίνυν, ἀγαπητοὶ, τὸ πάθος.
 [06031]  Πανταχοῦ πίστεως ἡμῖν δεῖ, ἀγαπητοὶ, πίστεως, τῆς μητρὸς τῶν ἀγαθῶν, τοῦ τῆς σωτηρίας φαρμάκου·
000-00-00 Serial Number=0948640168
In Petrum et Paulum Ante [Go Back]  
 [00122]  Πᾶσαν οὖν σπουδὴν ἐπιδείξασθαι ὀφείλομεν, ἀγαπητοὶ, δεόμενοι τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἵνα ἡμᾶς ἀξιώσῃ τῇ αὐτοῦ φιλανθρωπίᾳ ταῖς αὐτῶν παραδόσεσι καὶ διδασκαλίαις ἐμμένειν, ἵνα λάβωμεν ἔλεος ἔμπροσθεν τοῦ βήματος αὐτοῦ·
000-00-00 Serial Number=0600166559
In Psalmum 094 Ante [Go Back]  
 [00162]  Μὴ ἀπονυστάξωμεν, ἀγαπητοὶ, ἀλλ' ἔχωμεν ἀεὶ ἔλαιον ἐν ταῖς λαμπάσιν ἡμῶν.
000-00-00 Serial Number=0116229475
In Psalmum 100 Ante [Go Back]  
 [00003]  Πάλιν ἡμῖν, ἀγαπητοὶ, πνευματικῶς ᾄδειν ὁ μακάριος ∆αυῒδ ὁ προφήτης παρακελεύεται·
 [00017]  Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, Πάνυ ὠφέλιμον, ἀγαπητοὶ, καὶ σωτήριον τὸ ᾆσμα τοῦτο, ἐξ ἐλέους καὶ κρίσεως τὴν ἀρχὴν ποιούμενον.
 [00084]  Ἐνταῦθα οἶκον, ἀγαπητοὶ, οὐ τὸν χειροποίητον τοῦτον, ἐκ λίθων καὶ ξύλων συγκείμενον, οὐδὲ τὸν ἐξ ἀμόρφου ὕλης σκευαζόμενον, ἀλλὰ τὸν λογικὸν τῆς ψυχῆς ναὸν, τὸν πρὸς τὴν ἔνδοθεν ἀόρατον εἰκόνα τὴν ἔξωθεν ἀποτυπού μενον, τὸν ὑπὸ τῆς νοερᾶς καὶ λογικῆς φύσεως μορφού μενον, τὸν ὑπὸ τοῦ θείου ἐμφυσήματος ζωοποιούμενον, τὸν φέροντα τὴν ψυχὴν καὶ ὑπὸ τῆς ψυχῆς φερόμενον, τὸν δεκτικὸν χαρισμάτων τῆς ἀκινήτου δυνάμεως.
 [00154]  Μάθωμεν καλὸν μάθημα, ἀγαπητοὶ, μὴ μόνον μὴ καταλαλεῖν, ἀλλὰ μηδὲ ἀκούειν καταλαλιᾶς.
 [00204]  Καλὸν οὖν, ἀγαπητοὶ, ἀποθέσθαι ἡμᾶς τὴν ὑπερηφα νίαν, ἀναλαβεῖν δὲ τὴν ταπεινοφροσύνην, ἵνα μὴ ἀκούσω μεν, Ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται, ἀλλ' ἀκούσω μεν, Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται·
000-00-00 Serial Number=0093614459
In Psalmum 145 Ante [Go Back]  
 [00334]  Πολλὰ μεθ' ἡμέραν, ἀγαπητοὶ, λαμβάνομεν τραύματα ἐκ τῶν οἰκείων, ἐκ τῶν ἀλλοτρίων, ἐν ἀγορᾷ, ἐν οἰκίᾳ, ἀπὸ τῶν δημοσίων πραγμάτων, ἀπὸ τῶν ἰδιωτικῶν, ἀπὸ τῶν γειτόνων, ἀπὸ τῶν φίλων.
000-00-00 Serial Number=0772238314
In Psalmum 705 Ante [Go Back]  
 [00024]  Εἷς γὰρ ἄγγελος ἀπ' οὐρανῶν ἐν τῇ νυκτὶ ξιφήρης καταδρα μὼν, ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας τῶν ἀλλοφύλων ἀνῄρει, μηδενὸς αὐτῶν ἰσχύοντος πρὸς τὴν τῆς δεξιᾶς αὐτοῦ ὁρμὴν ἀντισχεῖν, ἵνα παιδευθῶσι τὰ τῶν ἀλλοφύ λων γένη κατὰ Θεοῦ γλῶσσαν βλάσφημον μὴ ὀξύνειν Τοσοῦτον ἀγαθόν ἐστιν, ἀγαπητοὶ, τὸ εὔξασθαι, καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν.
 [00030]  Καὶ ἔστιν, ἀγαπητοὶ, ζητήσεως ἄξιον, πῶς κατὰ τοῦ μετώπου λαβὼν [55.596] ὁ Γολιὰθ, οὐκ εἰς τὰ ὀπίσω ἐτρέπετο, ἀλλὰ ἐπὶ πρόσ ωπον ἐῤῥήγνυτο.
 [00047]  Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, θαυμαστὸν θέαμα, τήν ποτε ἀφρομορφωμυ ροῦσαν θάλασσαν τότε σχιζομένην, καὶ τεῖχος δίυγρον, κυανόχροον, μελανόχροον, ἀῤῥαγὲς ἑκατέρωθεν τῷ Ἰσραὴλ περιφρασσόμενον.
 [00060]  Εἰ δέ τις βούλεται, ἀγαπητοὶ, καὶ ἄλλως ἐκλαβεῖν τὸν στίχον τῆς Γραφῆς, καὶ λέγειν, ὅτι τὸ εὔ ξασθαί ἐστι τὸ ἐπαγγείλασθαι, καὶ οὕτως ἔσται ὁ λόγος ὠφέλιμος.
 [00091]  Ἐμοὶ δοκεῖ, ἀγαπητοὶ, τὸν φθόνον ἐξεύρεμα εἶναι τοῦ δράκοντος·
 [00121]  Ἀλλ' ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἐπιπολὺ ἐρεσχελεῖν καὶ ἔξω βαίνειν τῶν ἀρτίως ἀναγνωσθέντων, ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον.
 [00126]  Πολλὰ ἰσχύει, ἀγαπητοὶ, εὐχὴ, τὰ παρὰ ἀνθρώποις ἀδύνατα δυνατὰ καθιστῶσα.
 [00144]  Εὔξασθε οὖν καὶ ὑμεῖς, ἀγαπητοὶ, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν·
000-00-00 Serial Number=0341530323
In Rachelem et infantes Ante [Go Back]  
 [00045]  Ἀλλὰ ταῦτα μὲν, ἀγαπητοὶ, πρὸς ψυχῆς τέρψιν εἰρήκαμεν·
 [00061]  Καὶ ἐπιλείψει μοι, ἀγαπητοὶ, διηγουμένῳ ὁ χρόνος τὴν ταραχὴν τοῦ διαβόλου.
000-00-00 Serial Number=0505663574
In Samaritanam Ante [Go Back]  
 [00042]  Ἀναγκαῖον [59.536] οὖν ἐστιν, ἀγαπητοὶ, ἐπιζητῆσαι, διὰ τί καὶ τὸν τόπον ἐσήμανε, καὶ τὴν ὥραν, καὶ τὴν τῶν μαθητῶν ἀπόλει ψιν·
000-00-00 Serial Number=0334735990
In Samaritanam in die mediae pentecostes Ante [Go Back]  
 [00004]  Φέρε τοίνυν σήμερον, ἀγαπητοὶ, καθὼς ἂν ἡ θεία χάρις δίδωσι, τοῖς εὐαγγελικοῖς θησαυροῖς ἐγχειρήσω μεν.
000-00-00 Serial Number=0070602238
In adorationem venerandae crucis Ante [Go Back]  
 [00004]  ∆εῦτε, ὦ ἀγαπητοὶ, ἐν αἰνέσει χορεύοντες καὶ πίστει γεραίροντες, μετὰ τοῦ προφήτου ∆αυῒδ ψάλλοντες εἴπωμεν·
 [00011]  Τούτου χάριν, ὦ ἀγαπητοὶ, ζητῶ καὶ ποθῶ προσενέγκαι ὑμᾶς τῷ σταυρῷ, καὶ ἐπαξίως ἐγκωμιάσαι·
 [00038]  ∆εῦτε, ἀγαπητοὶ, σκεπασώμεθα ὑποκάτω τῶν πτερύγων τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ.
 [00186]  Ἐννοήσωμεν, ὦ ἀγαπητοὶ, τὴν τοῦ σταυροῦ δύναμιν.
000-00-00 Serial Number=0631253004
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00089]  Ἅπερ ἅπαντα ἐννοοῦντες, ἀγαπητοὶ, ἀμειψώμεθα καὶ ἡμεῖς τὸν ἡμέτερον ∆εσπότην διὰ τῆς ἀρίστης πολιτείας, ἵνα ὡς αὐτὸς ἡμᾶς ἐδόξασε διὰ τῶν οἰκείων χαρισμάτων, οὕτω καὶ ἡμεῖς διὰ τῶν κατορθωμάτων καὶ τῆς ἀρίστης πολιτείας τὸν Θεὸν ἵλεων ἐργαζώμεθα.
000-00-00 Serial Number=0332052171
In ascensionem Sermo 4 Ante [Go Back]  
 [00045]  Ὥστε, ἀγαπητοὶ, εὐξώμεθα καὶ ἡμεῖς συνεορτάσαι τοῖς δικαίοις ἐν τῷ νυμφῶνι τῆς βασιλείας τῶν οὐρανῶν, οὐ μόνον πρὸς μίαν ἡμέραν, ἢ δύο, ἢ τρεῖς, ἀλλ' εἰς ἀτελευτήτους αἰῶνας.
000-00-00 Serial Number=0018900275
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00293]  ∆ιαναστῶμεν τοίνυν, ἀγαπητοὶ, καὶ πρὸς τὴν ἐπάνοδον ἐκείνην βλέψωμεν.
000-00-00 Serial Number=0778119147
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00244]  Ταῦτα καὶ ὑμεῖς ἀκούσαντες, ἀγαπητοὶ, ἐπιστομίζετε τοὺς ἁπλῶς τῇ ἀποστολικῇ κεχρημένους ῥήσει καὶ διδασκαλίᾳ·
000-00-00 Serial Number=0478672981
In drachmam et in illud Homo quidam habebat duos filios Ante [Go Back]  
 [00007]  Τίς δὲ ἂν εἴη ἡ γυνὴ ἡ ἔχουσα τὰς δέκα δραχμὰς, ἀναγκαῖον, ἀγαπητοὶ, εἰπεῖν.
 [00132]  ∆ιὸ, ἀγαπητοὶ, εἰς τὸν εὐσταθῆ καὶ εὔδιον λιμένα τὴν ἄγκυραν τοῦ λόγου ἡμῶν χαλάσαντες, παραπέμψωμεν ὑμᾶς τῇ τοῦ ἁγίου Πνεύματος ἐμβολῇ, καὶ τῇ εὐρύθμῳ αὐτοῦ γλώσσῃ διατεμόντες πέλαγος τῶν θείων Γραφῶν, εἰς οὐράνιον πόλιν χειραγωγήσει ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ καὶ προσκυνητῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0129880130
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00035]  Οἱ γοῦν ἐξ ἡμῶν τεχθέντες, οὐ δι' ἀρετὴν μόνον ἡμῖν εἰσιν ἀγαπητοὶ, ἀλλὰ καὶ διὰ τὴν τῆς φύσεως ἀνάγκην·
 [00036]  οἱ δὲ κατὰ πίστιν ὅταν ὦσιν ἀγαπητοὶ, δι' οὐδὲν ἕτερόν εἰσιν, ἀλλ' ἢ δι' ἀρετήν·
000-00-00 Serial Number=0855152726
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01963]  Τοῦτο γοῦν αἰσχυνθῶμεν, ἀγαπητοὶ, καὶ βίον ἐπιδειξώμεθα ἄριστον·
 [04809]  Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ τὸ μέγεθος τῆς γεγενημένης εὐεργεσίας ἐννοοῦντες, μένωμεν σωφρόνως βιοῦντες, τῶν τε ἀπηριθμημένων καθαρεύοντες ἁπάντων, καὶ τὰ δικαστήρια φεύγωμεν τὰ ἐν ἀγοραῖς ταῖς ἔξω, καὶ τὴν εὐγένειαν, ἣν ὁ Θεὸς [61.136] ἡμῖν ἐχαρίσατο, ταύτην διαφυλάξωμεν.
 [04963]  Ταῦτα οὖν ἅπαντα ἀναλογισάμενοι, φιλοσοφῶμεν ἐν ταῖς ἀδικίαις, ἀγαπητοὶ, ἵνα καὶ τῆς τοῦ παρόντος βίου ταραχῆς ἀπαλλαγῶμεν καὶ τὴν ἀνόνητον ἐκβάλωμεν ἀθυμίαν, καὶ τῆς μελλούσης χαρᾶς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05364]  ∆ύσκολον γὰρ, ἀγαπητοὶ, δύσκολον, τάχα δὲ καὶ ἀμήχανον, τοῦ σώματος καλλωπιζομένου οὕτω, καὶ τὴν ψυχὴν ὁμοῦ καλλωπίζεσθαι·
 [07237]  Ἀναστῶμεν τοίνυν ὀψὲ γοῦν ποτε, ἀγαπητοὶ, ἀναστῶμεν, καὶ στῶμεν γενναίως.
 [07280]  Μὴ δὴ παίζωμεν, ἀγαπητοὶ, μὴ παίζωμεν, μηδὲ παραλογιζώμεθα ἑαυτοὺς, τὸν μὲν Θεὸν ἀξιοῦντες ἡμᾶς ἐλεῆσαι, αὐτοὶ δὲ τοῦ ἐλέου τούτου καὶ χρήματα καὶ τρυφὴν καὶ πάντα ἁπλῶς προτιθέντες.
 [07344]  τὰς καμίνους τὰς ἀφορήτους, τοὺς πυριφλεγέθοντας ποταμοὺς, τοὺς βρυχομένους ὀδόντας, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ σκότος τὸ ἀφεγγὲς, τὰ μηδέποτε πέρας λαμβάνοντα κακά, Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, φοβηθῶμεν τὴν πηγὴν τῶν τοσούτων τιμωριῶν, τὴν ἀκόρεστον μανίαν, τὴν λύμην τῆς ἡμετέρας σωτηρίας.
 [07547]  Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, ἀγαπητοὶ, προνοῶμεν τῶν ἀδελφῶν, καὶ τὴν ἑνότητα τὴν πρὸς αὐτοὺς διατηρῶμεν.
 [09793]  Φεύγωμεν τοίνυν τοῦτο τὸ πάθος, ἀγα-πητοὶ, καὶ μήτε φθονῶμεν, ἀλλὰ καὶ τῶν φθονούντων ὑπερευχώμεθα, καὶ πάντα ποιῶμεν ὥστε αὐτῶν κα-τασβέσαι τὸ πάθος.
000-00-00 Serial Number=0830152810
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00103]  Εἰ γὰρ καὶ ἀγαπητοὶ καὶ ἐκλεκτοὶ, πάντα εἰκότως ὑπομένομεν.
 [00433]  ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.
 [00461]  ∆ιότι ἀγαπητοὶ ἡμῖν γεγένησθε·
000-00-00 Serial Number=0890198946
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01562]  Φοβηθῶμεν, ἀγαπητοὶ, μὴ ἀκούσωμεν ἐκεῖνα τὰ φοβερὰ ῥήματα, ∆ήσατε αὐτοῦ χεῖρας καὶ πόδας.
 [01683]  Φοβηθῶμεν, ἀγαπητοὶ, μὴ ἀκούσωμεν καὶ ἡμεῖς, ἅπερ ὁ προφήτης ἔλεγε ταῖς τῶν Ἑβραίων γυναιξὶ περὶ τὸν κόσμον τὸν ἔξωθεν ἠσχολημέναις·
 [03664]  Ὁρᾶτε, ἀγαπητοὶ, πῶς τετιμήμεθα·
 [03759]  Οἱ γὰρ πιστοὺς ἔχοντες, φησὶ, δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.
 [03783]  ὅπερ καὶ ἐνταῦθα ᾐνίξατο εἰπὼν, ὅτι Πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.
 [03817]  Αἰσχυνθῶμεν, ἀγαπητοὶ, φοβηθῶμεν·
000-00-00 Serial Number=0442421377
In epistulam ad Colossenses Ante [Go Back]  
 [03353]  Ἔλθωμεν εἰς ζῆλον, ἀγαπητοὶ, τῶν δεσμῶν τούτων.
 [03764]  Πατήσωμεν τὰ κέντρα τῆς βασκανίας, ἑαυτοὺς ἐντεῦθεν ὠφελοῦμεν ἀγαπητοὶ, αὐτοὶ ἀναδησόμεθα τὸν στέφανον.
 [03797]  Ταῦτα ἐννοήσωμεν, ἀγαπητοὶ, τοὺς στεφάνους τοὺς διπλοῦς τῶν μὴ φθονούντων, τοὺς ἐπαίνους τοὺς παρὰ ἀνθρώπων, τοὺς παρὰ Θεοῦ, τὰ κακὰ τὰ ἀπὸ τῆς βασκανίας·
000-00-00 Serial Number=0526171565
In epistulam ad Ephesios Ante [Go Back]  
 [01802]  Μεριμνήσωμεν τοίνυν, ἀγαπητοὶ, ὥστε τοῦ Θεοῦ τὴν ἀγάπην μαθεῖν.
 [03273]  [62.87] Οὐ κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀγαπητοὶ, οὐδὲ δεσποτικῶς ταῦτα ἐπιτάττομεν·
 [04530]  Ἐπειδὴ γὰρ οὐ πάντες υἱοὶ τοὺς πατέρας μιμοῦνται, ἀλλ' οἱ ἀγαπητοὶ, διὰ τοῦτό φησιν·
000-00-00 Serial Number=0241168559
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03182]  Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν.
 [03193]  Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττω, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν.
 [04900]  Πενθήσωμεν τοίνυν, ἀγαπητοὶ, πενθήσωμεν, ἵνα ὄντως γελάσωμεν, ἵνα ὄντως ἡσθῶμεν ἐν τῷ καιρῷ τῆς χαρᾶς τῆς [63.124] εἰλικρινοῦς·
 [06798]  Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας·
 [06820]  Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας·
 [06875]  Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν, στενάξωμεν.
 [06880]  Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν·
 [07051]  Γενώμεθα καὶ ἡμεῖς, ἀγαπητοὶ, ξένοι, ἵνα μὴ ἐπαισχυνθῇ ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἐπαισχυνθῇ, καὶ τῇ γεέννῃ παραδῷ.
 [07574]  [63.183] Φοβηθῶμεν οὖν, ἀγαπητοὶ, τὸν Θεὸν, φοβηθῶμεν·
 [07906]  Πολλῆς ἡμῖν δεῖ τῆς μετανοίας, ἀγαπητοὶ, πολλῆς τῆς εὐχῆς, πολλῆς τῆς καρτερίας, πολλῆς τῆς προσεδρείας, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν.
 [08145]  Ταῦτα τοίνυν, ἀγαπητοὶ, ἀεὶ ἀναλογιζώμεθα, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐν ταῖς διανοίαις ἡμῶν στρέφωμεν, εἰδότες ὅτι μεγάλα ἐκ τούτου καρπωσόμεθα ἀγαθὰ, καὶ πολλὴν τὴν ὠφέλειαν ἕξομεν.
 [08199]  Ταῦτα ἐν νῷ λάβωμεν, ἀγαπητοὶ, ταῦτα ἀναλογιζώμεθα, ταῦτα μνημονεύωμεν, καὶ οὐδέποτε ἐκλυθησόμεθα, κἂν ἀδικώμεθα, κἂν ἁρπαζώμεθα, κἂν μυρία πάσχωμεν κακά.
 [09324]  Ταύτην ζηλώσωμεν, ἀγαπητοὶ, δι' ἧς ἐσώθημεν·
 [09333]  Ἀλλ', ἀγαπητοὶ, κἂν δεύτεροι ἑπώμεθα.
000-00-00 Serial Number=0634934902
In epistulam ad Philippenses Ante [Go Back]  
 [00875]  [62.201] Τὸ τῆς ζωῆς ὄνομα πολυσήμαντόν ἐστιν, ἀγαπητοὶ, τουτέστι, πολλὰ σημαίνει, ὥσπερ καὶ τὸ τοῦ θανάτου.
 [03504]  Οὐκ ἔστι ταῦτα, ἀγαπητοὶ, χρήσιμα·
 [04224]  Ὥστε, ἀδελφοί μου, φησὶν, ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρά μου καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.
000-00-00 Serial Number=0524863899
In epistulam ad Romanos Ante [Go Back]  
 [02944]  Ταῦτ' οὖν ἐννοοῦντες, ἀγαπητοὶ, φύγωμεν φθόνον, σβέσωμεν κακίαν, ἀγάπην ἀντιδιδόντες ἀλλήλοις, ἵνα τὰ ἐκ ταύτης καρπωσώμεθα ἀγαθὰ, καὶ κατὰ
 [07640]  Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας.
 [07646]  Κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας.
 [07649]  ἔνθα δὲ ἀγαπητοὶ, οὐδὲν πρὸς αὐτοὺς ἡ τῶν προγόνων ἀρετὴ, ἐὰν μὴ πιστεύσωσιν.
 [08432]  Μηδὲ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ·
 [09999]  Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν.
000-00-00 Serial Number=0578892827
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00022]  Τί δὲ ποιήσω, ἀγαπητοὶ, ἐγὼ, ὁ ὀλιγοστὴν φυλλάδα λογίων καὶ καρπῶν κεκτημένος, μήτε τοὺς καυσαμένους ἀναψύξαι ἰσχύων, μήτε τοὺς πεινωμένους τοῖς καρποῖς τῶν λόγων ἐκθρέψαι δυνάμενος;
 [00102]  Ἀλλ' ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἐρεσχελεῖν μηκύνοντες τὸν λόγον, ἐνταῦθα στήσαντες τὸν λόγον, τῇ τῶν πατέρων πηγῇ τῆς διδασκαλίας παραπέμψομεν ὑμᾶς, οἵτινες καὶ τὴν δίψαν τῆς ψυχῆς ὑμῶν καταπαύσωσι, καὶ τὰς καρδίας ὑμῶν εὐφράνωσι, Πνεύματος ἁγίου πληροῦντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0432858288
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00011]  Ἀλλὰ δεῦτε, ἀγαπητοὶ, ἐπὶ τὸν τοῦ ἡλίου κήρυκα καταδράμωμεν, ἵνα ἴδωμεν τὴν κατὰ τοῦ Κυρίου παρὰ τῶν Ἰουδαίων πραττομένην ἐπίβουλον ἐνέδραν.
000-00-00 Serial Number=0260305166
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00084]  μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὸ εἰρημένον.
000-00-00 Serial Number=0297434747
In illud Domine non est in homine Ante [Go Back]  
 [00249]  διαναστῶμεν, ἀγαπητοὶ, καὶ πᾶσαν σπουδὴν ἐπιδειξώμεθα ἐν τῇ τῆς ψυχῆς σωτηρίᾳ τῆς ἡμετέρας, ἵνα μικρὸν ἐνταῦθα πονήσαντες χρόνον, κατὰ τὸν ἀγήρω καὶ ἀθάνατον αἰῶνα τῶν ἀθανάτων ἀπολαύσωμεν ἀγαθῶν·
000-00-00 Serial Number=0565135360
In illud Dominus regnavit Ante [Go Back]  
 [00023]  Μάθετε, ἀγαπητοὶ, πῶς τὸ ἅλας γίνεται ἵνα σεαυτὸν ἐν ἐκείνῳ τῷ πράγματι καταμάθῃς·
 [00030]  Εἴη δὲ κἀκείνας ἐκκλησίας λέγειν, ἀγαπητοὶ, καὶ μὴ ἀλωπέκων καταγώγια, ἐν οἷς εἰσὶν ἀλώπεκες οὐ τῇ τῆς φύσεως μεταβολῇ ἀλλὰ τῆς γνώμης μετατροπῇ.
000-00-00 Serial Number=0812265456
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00158]  Πλέξωμεν τοίνυν, ἀγαπητοὶ, τὴν τριπλεκῆ ἀγάπην, μὴ γλώσσαις ἀπατηλαῖς, ἀλλὰ παλάμαις ἐργαστικαῖς·
000-00-00 Serial Number=0357679367
In illud Exiit edictum Ante [Go Back]  
 [00005]  Μέλλοντος, ἀγαπητοὶ, τοῦ κοινοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τίκτεσθαι, δόγμα παρὰ Καίσαρος Αὐγούστου ἐξέρχεται καθολικὸν εἰς πᾶσαν τὴν οἰκουμένην.
 [00195]  Ταῦτα ἡμῖν εἴρηται, ἀγαπητοὶ, οὐ μάτην, οὐδὲ εἰκῆ ἀνειληφόσι τὴν παλαιὰν ἱστορίαν, ἀλλ' ἵνα ὑμεῖς πληροφορηθῆτε, ὅτι ἡ Αὐγούστου βασιλεία ἐδοξάσθη, ἐτιμήθη, ἐπῃνέθη, πολυχρόνιος ὑπῆρξεν, ἐπειδὴ ἐπ' αὐτοῦ Χριστὸς ἐτέχθη, καὶ τοσοῦτον ἐτιμήθη ὁ ἀνὴρ, ὡς καὶ τὸ ὄνομα αὐτοῦ γενέσθαι προσηγορίαν τοῦ ἀξιώματος.
000-00-00 Serial Number=0548525035
In illud Exiit qui seminat Ante [Go Back]  
 [00063]  Ἀλλὰ ζητήσωμεν τὸν νοῦν τῆς Γραφῆς, ἀγαπητοὶ, εἰσέλθωμεν εἰς τὸ ἐνδότερον καταπέτασμα τοῦ γράμματος, καὶ ἀπαντήσει ἡμῖν ἡ θεία τοῦ Πνεύματος γνῶσις.
000-00-00 Serial Number=0432225823
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00185]  Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, καὶ οἱ γάμοις ὁμιλοῦντες, καὶ οἱ παρθενίαν ἀσκοῦντες, πολλὴν ἐπιδειξώμεθα περὶ τὴν ἐλεημοσύνην σπουδὴν, ἐπειδὴ μηδὲ ἑτέρως ἔστι τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν.
000-00-00 Serial Number=0599910080
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00077]  Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, τὸν ζωοπλάστην ὑπὸ τοῦ πλάσματος κρινόμενον, καὶ τὸν κεραμέα ὑπὸ τοῦ πηλοῦ διορθούμενον.
000-00-00 Serial Number=0077997446
In illud Ne timueritis Ante [Go Back]  
 [00774]  Ἐπεὶ οὖν οὐδὲ τοῦτο ἔχει τὸ κέρδος ἡ περιττὴ αὕτη φιλοτιμία, φεύγωμεν, ἀγαπητοὶ, φεύγωμεν τὸ νόσημα, καὶ μὴ γινώμεθα τῶν ἀλόγων θηριωδέστεροι.
000-00-00 Serial Number=0387814939
In illud Pater si possibile est Ante [Go Back]  
 [00008]  ∆ιὸ δὴ καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ταῖς προλαβούσαις ἡμέραις τοῖς εὐθυλύτοις λόγοις ὑμᾶς γαλακτοτροφήσαντες, νῦν πρὸς διδαγμάτων θεωρίαν ἄγωμεν, τοῦ ἁγίου Πνεύματος νόστιμον ὑμῖν τὸν λόγον τῆς διδασκαλίας ἀρτύοντος.
 [00013]  Ἀλλὰ δεῦρο καὶ ἡμεῖς, ἀγαπητοὶ, τέως πρὸς αὐτὸν, ὥσπερ νήπιοι διαλεχθῶμεν, ἵνα τὰ ὑπ' ἐκείνου ἡμῖν νοήματα ὡς νηπίοις διαπορθμεύσωμεν.
 [00080]  Ἡμεῖς δὲ, ἀγαπητοὶ, λαβόντες τὸ ποτήριον τοῦ Κυρίου ἡμῶν, τὴν ἐν αὐτῷ γέμουσαν διδασκαλίαν πόθῳ ψυχῆς ἀρυσώμεθα.
 [00206]  Καὶ ὑμεῖς δὲ, ἀγαπητοὶ, ἐκ τῶν Γραφῶν ἀναλεξάμενοι πρὸς σύστασιν τῶν εἰρημένων, μειζόνως λευκάνατε τὸ δυσθεώρητον νόημα.
000-00-00 Serial Number=0163623691
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00063]  Οὐκ ἔστι παίγνια ὁ Χριστιανισμὸς, ἀγαπητοὶ, οὐδὲ πρᾶγμα πάρεργον.
000-00-00 Serial Number=0907913744
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00081]  Ἁρμοζόντως ὑμῖν, ἀγαπητοὶ, ἀνεγνώσθη τὸ Εὐαγγέλιον.
000-00-00 Serial Number=0897394657
In illud Vidua eligatur Ante [Go Back]  
 [00071]  Προσέχετε μετὰ ἀκριβείας, ἀγαπητοὶ, αὐτῇ τῇ σημασίᾳ τῆς λέξεως.
000-00-00 Serial Number=0949398696
In ingressum sanctorum jejuniorum Ante [Go Back]  
 [00003]  Ἀνέτειλεν ἡμῖν σήμερον, ἀγαπητοὶ, τὸ φαιδρὸν ἔαρ τῶν ἁγίων νηστειῶν, καὶ προθύμως παρασκευάζει συντρέχειν εἰς τὸν θεοπρεπῆ τοῦτον παράδεισον, ὥστε τοὺς τῆς ἐγκρατείας ἀποτρυγῆσαι καρποὺς, καὶ τὰ τερπνὰ τῆς ἁγνείας δρεψαμένους ἄνθη, πλέξαι τὸν τῆς σωφροσύνης στέφανον.
 [00007]  Ὁ πατὴρ τῆς νηστείας, ἀγαπητοὶ, ἐστὶν ὁ νόμος τοῦ Θεοῦ·
 [00016]  ∆ιὸ, ἀγαπητοὶ, οἱ μὲν ἐρασταὶ τῆς νηστείας, τὸν νόμον τοῦ Θεοῦ ἔχοντες ἐν τῇ καρδίᾳ αὐτῶν, νηστεύουσιν εἰλικρινῶς, ἄνομοι δὲ οὐ νηστεύουσι.
 [00024]  ∆ιὸ, ἀγαπητοὶ, φύγωμεν τὴν τοιαύτην αἰσχύνην, καὶ προθύμως νηστεύσωμεν μετὰ φόβου τοῦ Θεοῦ, πίστει βεβαιούμενοι, νόμῳ στηριζόμενοι, σωφροσύνῃ κοσμούμενοι, ἁγνείᾳ καλλωπιζόμενοι, ὄμμα σωφρονίζοντες, λογισμὸν ἁγιάζοντες, ἐν ὑπομονῇ πολλῇ καὶ καθαρᾷ καρδίᾳ προσευχόμενοι, τὰ πρόσκαιρα ἀποκτώμενοι, καὶ τὰ αἰώνια ἀντικτώμενοι.
000-00-00 Serial Number=0669546247
In laudem sancti Joannis theologi homilia 1 Ante [Go Back]  
 [00002]  Συνεκάλεσεν ἡμᾶς, ἀγαπητοὶ, ἐπὶ τὸ αὐτὸ ὁ ἁγιώτατος Ἰωάννης ὁ θεολόγος καὶ φίλος Χριστοῦ, οὐχ ὅτι ἡδυπνόων ῥόδων κάλυκας ἡμῖν ἀνατείλας, ἀλλὰ πνευματικῶν πατέρων τὰς ἀρετὰς ἡμῖν ἐξανθήσας.
000-00-00 Serial Number=0068124592
In laudem sancti Joannis theologi homilia 2 Ante [Go Back]  
 [00026]  Θαυμαστὸς ὁ Ἠλίας, ἀγαπητοὶ, ὅτι τὸν Βάαλ κατέστρεψε·
000-00-00 Serial Number=0632826567
In martyres Aegyptios Ante [Go Back]  
 [00066]  Ταῦτ' οὖν εἰδότες καὶ ἡμεῖς, ἀγαπητοὶ, ὅτι καὶ νῦν καὶ πάλαι, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἅπαντες οἱ τῷ Θεῷ φίλοι τῷ στυγνῷ καὶ ἐπιμόχθῳ καὶ μυ [50.698] ρίων γέμοντι δεινῶν ἐκληρώθησαν βίῳ, μὴ τὸν ὑγρὸν καὶ διαλελυμένον καὶ τὸν ἀνέσεως γέμοντα διώκωμεν βίον, ἀλλὰ τὸν ἐπίμοχθον, τὸν ἐπίπονον, τὸν θλίψεις ἔχοντα καὶ ταλαιπωρίας.
000-00-00 Serial Number=0344909608
In mediam hebdomadam jejuniorum Ante [Go Back]  
 [00024]  Μηδεὶς τοίνυν ὀκλάσῃ, ἀγαπητοὶ, περὶ τὸ μέσον τῆς νηστείας γενόμενος·
000-00-00 Serial Number=0927593589
In parabolam de ficu Ante [Go Back]  
 [00043]  Ἀλλὰ πολυζήτητος ἡμῖν, ἀγαπητοὶ, ἡ θεωρία ἡ κατὰ τὴν συκῆν, παρὰ πολλοῖς μὲν ἑρμηνευθεῖσα, ὡς ἔμοιγε δοκεῖ, οὐκ ἠκριβωμένως·
 [00052]  Ἀλλὰ δεῖ νοεῖν τοῦ λοιποῦ, ἀγαπητοὶ, τίνος ἔφερεν εἰκόνα ἡ συκῆ·
 [00076]  κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ, διὰ τοὺς πατέρας·
 [00078]  Ζητητέος τοίνυν, ἀγαπητοὶ, ὁ περὶ τῆς συκῆς λόγος, τίνος ἔφερεν εἰκόνα.
 [00183]  καὶ τὸ παράδοξον, ἐὰν ἀκούσητε, ἀγαπητοὶ, ἔστη τὸ δένδρον τοῦ σταυροῦ, ἐφηπλώθη ἐν αὐτῷ ἡ ἀληθινὴ ἄμπελος, ἡ λέγουσα, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή·
000-00-00 Serial Number=0210242331
In praecursorem domini Ante [Go Back]  
 [00022]  Περιβλεψώμεθα, ἀγαπητοὶ, τὸ ἔνδυμα Ἰωάννου·
 [00064]  Καταβάντος δὲ τοῦ Ἰησοῦ ἐν τῷ Ἰορδάνῃ, ἦν ἰδεῖν, ἀγαπητοὶ, θαῦμα μέγα, πηγὴν ἐν τῷ ποταμῷ λουομένην, καὶ ποταμὸν ἐν τῷ ποταμῷ βαπτιζόμενον.
 [00072]  Εἴ τίς ἐστιν ὑμῶν ἀμύητος, ἀγαπητοὶ, τοῦ βαπτίσματος, ἐλθέτω καὶ θεωρησάτω πῶς ὁ Πατὴρ οὐρανόθεν κράζει·
000-00-00 Serial Number=0707694054
In principium Actorum Ante [Go Back]  
 [01153]  Μὴ τοίνυν, ἀγαπητοὶ, ἀμελῶμεν τῶν συνοικούντων ἡμῖν·
 [01297]  Ταῦτα δὲ πάντα, ἀγαπητοὶ, ἀπὸ τῶν Γραφῶν πιστωσόμεθα·
 [01329]  ∆ιὰ τοῦτο τοίνυν, ἀγαπητοὶ, μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν εὐθέως ἀναγινώσκομεν τὰ σημεῖα τῶν ἀποστόλων, ἵνα ἔχωμεν σαφῆ καὶ ἀναμφισβήτητον τῆς ἀναστάσεως τὴν ἀπόδειξιν.
000-00-00 Serial Number=0866645038
In principium indictionis [1] Ante [Go Back]  
 [00156]  Καὶ ἡμεῖς τοίνυν, ἀγαπητοὶ, πρὸς ζῆλον τῆς ὁμοίας πίστεως τὰς ἡμετέρας διαναστήσωμεν γνώμας·
000-00-00 Serial Number=0373373628
In principium jejuniorum Ante [Go Back]  
 [00003]  Τὸ πνευματικὸν ἡμῖν σήμερον, ἀγαπητοὶ, τῆς νηστείας ἔλαμψεν ἔαρ, καὶ οἱ τῆς ἐγκρατείας λειμῶνες τοῖς ἐμπόροις τῆς εὐσεβείας ἠνεῴχθησαν·
 [00007]  ∆εῦτε τοίνυν καὶ ἡμεῖς σήμερον, ἀγαπητοὶ, τῆς νηστείας τὴν ἁγνείαν πρὸ τῶν θυρῶν ἑστῶσαν χαίροντες ὑποδεξώμεθα, καὶ τοῖς κατὰ ψυχὴν ἀσπασμοῖς βοήσωμεν πρὸς αὐτήν·
 [00096]  Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, διαναστῶμεν ἐκνήψαντες·
000-00-00 Serial Number=0089943230
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00066]  Προσέχετε δὴ, ἀγαπητοὶ, μετὰ πάσης ἀκρι βείας, παρακαλῶ.
000-00-00 Serial Number=0667468309
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00002]  Πρώην ὑμῖν, ἀγαπητοὶ, τὸν πολυανθῆ τοῦ ἔαρος διαπλέκοντες στέφανον, καὶ τὴν ὥραν τοῦ ἔτους κα θάπερ ἐν πίνακι τῶν λόγων χαρακτηρίζοντες, οὐ μό νον ἄλση θάλλοντα καὶ λειμῶνας ἀναβλαστάνοντας καὶ αὔρας πρὸς ἀναβίωσιν κατεπειγομένας ἐνεδεί κνυμεν, ἀλλὰ καὶ τὴν ἡμετέραν φύσιν κατὰ τὸν και ρὸν τοῦτον τὰ τῆς ἀναστάσεως δεδεγμένην ἀπεφαίνο μεν σύμβολα, καὶ πρόσφορόν τινα τῷ καιρῷ ζητοῦν τες ὑπόθεσιν, τὸν ἀναζήσαντα Λάζαρον εἱλκύσαμεν.
000-00-00 Serial Number=0440691411
In ramos palmarum [1] Ante [Go Back]  
 [00007]  Φέρε οὖν σήμερον καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ἑτοι μασίᾳ καρδίας καὶ ὠσὶν εὐηκόοις ἀκούσωμεν, τί λα λήσει ἡμῖν Κύριος ὁ Θεὸς ἔν τε προφήταις καὶ Εὐαγ γελίοις περὶ τῆς θειοτάτης ταύτης ἑορτῆς.
 [00037]  Ἐπεὶ οὖν προετρά πημεν, καὶ δεξιὰς ἡμῖν ἔδωκαν οἱ παῖδες κοινωνίας, δεῦρο, ἀγαπητοὶ, καὶ ἡμεῖς ζηλώσωμεν τὴν θεοπρεπῆ χορείαν, καὶ μετὰ τῶν ἀποστόλων ὁδοιποιήσωμεν τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, καὶ ἐφ' ὑποζύγιον, ὡς εὐδόκησεν, ἐποχουμένῳ ἐπὶ τῆς γῆς.
 [00068]  Ὁρᾶτε, ἀγαπητοὶ, ἀκρίβειαν λόγων;
 [00132]  Ἡμεῖς δὲ, ἀγαπητοὶ, ὅθεν ἐξήλθομεν, ἐπανέλθωμεν, τῷ λόγῳ βοῶντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι Κυρίου, ὁ ποιμὴν ὁ καλὸς καὶ ἀγαθὸς, θεῖναι ἑκουσίως τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων αὐτοῦ·
000-00-00 Serial Number=0541127086
In saltationem Herodiadis Ante [Go Back]  
 [00007]  Ἐνεὸς γὰρ γίνομαι, ἀγαπητοὶ, ὅταν ὑπ' ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ἡρώδου γεγενημένα πράγματα·
 [00100]  Ποία χεὶρ ἐτόλμησεν, ἀγαπητοὶ, τῷ ἁγίῳ τραχήλῳ Ἰωάννου προσενέγκαι τὸ ξίφος, ὃν θῆρες ἐν τῇ ἐρήμῳ ᾐδέσθησαν, ὃν λέοντες ἐτρόμαξαν, ὃν κεράσται καὶ δράκοντες καὶ ἀσπίδες ἔφριξαν, ὃν ἄγριαι μέλισσαι διὰ τὴν τοῦ ἀνδρὸς ἁγιότητα καμαρεύουσαι ἔτρεφον;
000-00-00 Serial Number=0167005122
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00130]  Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀγαπητοὶ, ἀλλὰ καὶ μιμώμεθα.
000-00-00 Serial Number=0945315838
In sanctum Stephanum ii Ante [Go Back]  
 [00017]  Ἀνυμνήσωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, σὺν τῷ πρωτομάρτυρι Στεφάνῳ τὸν τοὺς στεφάνους δωρούμενον, τὴν ἁγίαν καὶ ὁμοούσιον Τρίαδα, ὅτι αὐτῇ πρέπει ἡ δόξα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0330049217
In secundum domini adventum Ante [Go Back]  
 [00244]  Συνεχῶς τοίνυν, ἀγαπητοὶ, στρέφωμεν τοὺς περὶ τούτων λόγους, καὶ ἐν διανοίᾳ, καὶ ἐπὶ γλώττης·
000-00-00 Serial Number=0954352498
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00002]  Χαίρετε ἐν Κυρίῳ πάντοτε, ἀγαπητοὶ ἀδελφοί·
000-00-00 Serial Number=0933432400
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00002]  Χαίρετε ἐν Κυρίῳ πάντοτε, ἀγαπητοὶ ἀδελφοί·
000-00-00 Serial Number=0877723455
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00003]  Μακαρίζω τῆς σπουδῆς ὑμᾶς, ἀγαπητοὶ, μεθ' ἧς εἰς τὸν πατρῷον οἶκον συντρέχετε.
000-00-00 Serial Number=0087758005
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00005]  τότε δὴ, ἀγαπητοὶ, θροῦς μὲν ζαλώδης καὶ κλαυθμυρώδης ὑπὸ τῶν ἐπιβατῶν γίνεται, βύθινον θάνατον παρὰ τὸν φυσικὸν προσδοκώντων.
 [00019]  Ἦν οὖν ἰδεῖν, ἀγαπητοὶ, διαγρηγορήσαντος τοῦ ∆εσπότου σωματικῶς, πάντα ὀξύτερον ἑαυτοῦ γενόμενον, καὶ τὸν ἄνεμον πρὸς τὸ ἴδιον σπήλαιον ὑποφεύγοντα, τήν τε θάλασσαν μηκέτι ἀπειλοῦσαν τῇ ἀποστολικῇ ὁλκάδι, ἀλλὰ τὰ κύματα πρὸς τὴν προσκύνησιν ἐπιστρέφοντα.
000-00-00 Serial Number=0266431212
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00174]  Ἀλλ' οἴδατε, ἀγαπητοὶ, διὰ τί με θέλουσι καθελεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»