Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀγορᾶς [179]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀγορᾶς


000-00-00 Serial Number=0726893723
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01033]  Εἰ γὰρ τοὺς ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας, καὶ πολὺν χρόνον ταύτης ἀπολαύσαντας τῆς ζωῆς, καὶ ἀγνῶτας ὄντας, καὶ οὐδὲ ὀφθέντας ἡμῖν ποτε, τούτους ἐξαίφνης ὁρῶντες ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομένους συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν·
 [01569]  ἐρασθεὶς ὕβρισεν εἰς αὐτὴν, ὑβρίσας ἐμίσησε, καὶ τὴν ὕβριν ἐξεπόμπευσε καὶ τὴν μίξιν, εὐθέως προστάξας τινὶ τῶν οἰκετῶν ἐκβαλεῖν ἄκουσαν τῆς [47.483] οἰκίας, καὶ παραπέμψαι διὰ τῆς ἀγορᾶς βοῶσαν καὶ ὀδυρομένην.
 [01784]  θάτερον δὲ αὐτῶν καὶ τῆς πόλεως ἀπελαύνει τοὺς ἔχοντας, καὶ οὔτε λουτροῦ, οὔτε ἀγορᾶς, οὔτε ἄλλου τινὸς τῶν ἔνδον αὐτοῖς μετασχεῖν θέμις ἐστίν.
000-00-00 Serial Number=0228296518
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00229]  Ποῦ νῦν εἰσιν οἱ μετὰ πολλοῦ μὲν τοῦ τύφου, πολλῶν δὲ ἀκολούθων σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, οἱ τὰ σηρικὰ ἐνδεδυμένοι καὶ μύρων πνέοντες καὶ παρασίτους τρέφοντες καὶ τῇ σκηνῇ προσηλωμένοι διὰ παντός, ποῦ τούτων ἡ φαντασία ἐκείνη νῦν;
 [00599]  Τούτων δὲ λεγομένων καὶ πολλῆς τῆς αἰσχύνης οὔσης, ἅγιοί τινες ἄνδρες καὶ πολ λάκις τοιαύτης θήρας ἐπιτυχόντες, καὶ διὰ τῆς πείρας μαθόντες καλῶς, ὅτι οὐδέν τι τῶν τοιούτων ἀπογινώσκειν χρὴ ταῖς εἰς τὸν θεὸν ὁπλιζομένους ἐλπίσιν, παρατηροῦντες αὐτὸν συνεχῶς εἴ ποτε εἶδον φανέντα ἐπὶ τῆς ἀγορᾶς, καὶ προσῄεσαν καὶ ἠσπάζοντο.
000-00-00 Serial Number=0343167722
Ad illuminandos catecheses Ante [Go Back]  
 [00242]  καὶ ἄνθρωπον μὲν ἐλεύθερον, ἀξίας τινὸς μετασχόντα ψιλῆς οὐκ ἂν ἐτόλμησας ὑπὲρ τοιούτων καλέσαι μάρτυρα ἐπ' ἀγορᾶς, ἀλλὰ κἂν ἐπιχειρήσῃς, δίκην δώσεις τῆς ὕβρεως·
000-00-00 Serial Number=0078815341
Ad populum Antiochenum Ante [Go Back]  
 [00440]  Τύραννον εἶδεν ἄνθρωπον γάμων ἀνατρέποντα νόμους, καὶ μετὰ παῤῥησίας ἐν μέσῳ τῆς ἀγορᾶς φησιν·
 [00462]  Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν μάχην ἴδοιμεν ἐπὶ τῆς ἀγορᾶς, προσιέναι, καὶ καταλλάττειν τοὺς μαχομένους·
 [00526]  οὕτως οὐδὲ πολλοῖς τῶν τὴν πόλιν οἰκούντων ἀσφαλὲς ἐξελθεῖν, οὐδὲ ἐν τῷ μέσῳ φανῆναι, διὰ τοὺς πάντοθεν θηρεύοντας ἀναιτίους καὶ αἰτίους, καὶ ἐκ μέσης ἁρπάζοντας τῆς ἀγορᾶς, καὶ πρὸς τὸ δικαστήριον ἁπλῶς καὶ ὡς ἔτυχεν ἕλκοντας.
 [01299]  οὕτω καὶ νῦν τὰ τῆς ἀγορᾶς κύματα, καὶ ὁ τῆς πόλεως χειμὼν, πάντας εἰς τὴν ἐκκλησίαν συνελαύνει πάντοθεν, καὶ τῷ συνδέσμῳ τῆς ἀγάπης σφίγγει μετ' ἀλλήλων τὰ μέλη.
 [02002]  ∆ιὰ τοῦτο σπεύδω καὶ ἐπείγομαι ἀρχὴν τὸ πρᾶγμα λαβεῖν, καὶ προοίμιον τῆς ἀρετῆς καταβαλεῖν ἐν ταῖς ὑμετέραις ψυχαῖς, καὶ δεόμεθα καὶ ἀντιβολοῦμεν τούτων τῶν ῥημάτων μὴ κατὰ τὴν παροῦσαν ὥραν μεμνῆσθαι μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας, καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ὅπουπερ ἂν διατρίβητε Εἴθε μοι δυνατὸν ἦν ὑμῖν συγγενέσθαι, καὶ οὐκ ἄν μοι τῆς μακρᾶς ταύτης ἐδέησε μακρηγορίας·
 [02963]  ὅτε ἐπὶ τῆς ἀγορᾶς διετρίβετε, καὶ συνεδρίων μετείχετε οὐδὲν ἐχόντων χρηστὸν, ἢ νῦν, ὅτε μετὰ τῶν ἀδελφῶν ἑστήκατε τῶν ὑμετέρων, καὶ προφητικῶν ἀκούετε λόγων;
 [02980]  ἂν εἰς συλλόγους καὶ συνέδρια τῆς ἀγορᾶς, πάντα κἀκεῖ γήινα καὶ φθαρτά·
 [03731]  Τὸν γὰρ πλησίον ὑπώπτευεν ἕκαστος, διὰ τὸ πολλοὺς ἤδη παρ' ἐλπίδα πᾶσαν ἐκ μέσης ἀναρπασθέντας τῆς ἀγορᾶς, ἔνδον κατέχεσθαι·
 [03766]  καὶ τέλος ἁλύσεις αὐτοῖς περιθέντες, καὶ σιδήρῳ δήσαντες, ἐπὶ τὸ δεσμωτήριον ἔπεμπον διὰ μέσης τῆς ἀγορᾶς, ἀνθρώπους ἱπποτρόφους, ἀγωνοθέτας, ἐτέρας μυρίας λαμπροτέρας ἔχοντας ἀριθμεῖν λειτουργίας, καὶ τὰς οὐσίας ἐδήμευον, καὶ σήμαντρα ἐν ταῖς θύραις ἁπάντων ἦν ἰδεῖν.
 [03882]  Εἶδον πρώην ἐν τῷ δικαστηρίῳ δεδεμένους καὶ ἀπαγομένους διὰ μέσης τῆς ἀγορᾶς τοὺς περιφανεῖς ἐκείνους ἄνδρας, καί τινων θαυμαζόντων διὰ τὴν ὑπερβολὴν τῆς ὕβρεως, Οὐδὲν χρὴ θαυμάζειν, ἕτεροι ἔλεγον·
 [04845]  Εἰ γὰρ μία τῶν ὑπευθύνων μήτηρ γυμνώσασα τὴν κεφαλὴν καὶ τὰς πολιὰς δείξασα, τοῦ μέλλοντος δικάζειν κατασχοῦσα τὸν ἵππον ἀπὸ τοῦ χαλινοῦ, καὶ παρατρέχουσα διὰ τῆς ἀγορᾶς οὕτως εἰς τὸ δικαστήριον συνεισῆλθε, πάντες ἐξεπλάγημεν, πάντες ἐθαυμάσαμεν τὴν φιλοστοργίαν, τὴν μεγαλοψυχίαν·
 [04854]  Πάντες κατέλιπον τότε τὴν πόλιν, πάντες ἀπεπήδησαν, εἰς τὰ σπήλαια κατεκρύβησαν, μόνοι δὲ οἱ διὰ τῶν ἔργων ἀληθῶς τὴν φιλοσοφίαν ἐπιδεικνύμενοι, καθάπερ οὐδενὸς δεινοῦ τὴν πόλιν κατειληφότος, οὕτως ἀδεῶς ἐπὶ τῆς ἀγορᾶς ἐφάνησαν.
 [04893]  Οὐκ ἄν τις αὐτὴν οὕτως ἐκόσμησεν, εἰ χρυσοῦς ἀνδριάντας ἀνέστησεν ἐπὶ τῆς ἀγορᾶς, ὡς νῦν ἐστι λαμπρὰ καὶ περιφανὴς τοὺς καλοὺς τῆς ἀρετῆς ἀνδριάντας παρασχομένη, καὶ τὸν οἰκεῖον ἐπιδείξασα πλοῦτον.
 [04991]  Ὅταν ἐθέλῃς τῆς πόλεως εἰπεῖν ἐγκώμιον, μή μοι τὴν ∆άφνην εἴπῃς τὸ προάστειον, μηδὲ τὸ πλῆθος καὶ μῆκος τῶν κυπαρίσσων, μηδὲ τὰς πηγὰς τῶν ὑδάτων, μηδὲ τὸ πολλοὺς τὴν πόλιν οἰκεῖν ἀνθρώπους, μηδὲ τὸ μέχρι βαθυτάτης ἑσπέρας ἐπὶ τῆς ἀγορᾶς διατρίβειν μετὰ ἀδείας πολλῆς, μηδὲ τῶν ὠνίων τὴν ἀφθονίαν·
 [05520]  Φίλῳ μὲν γὰρ διαλεγόμενος μετὰ τοῦ προσέχειν τοῦτο ποιεῖς, Θεῷ δὲ ἐντυγχάνων ὑπὲρ ἁμαρτημάτων, ὑπὲρ πλημμελημάτων τοσούτων συγχώρησιν αἰτῶν, καὶ συγγνώμην ἀξιῶν σοι γενέσθαι, ῥᾳθυμεῖς πολλάκις, καὶ τῶν γονάτων σου χαμαὶ κειμένων, πολλαχοῦ τῆς ἀγορᾶς καὶ τῆς οἰκίας πλανᾶσθαί σου τὴν διάνοιαν ἐᾷς, τοῦ στόματός σου ληροῦντος εἰκῆ καὶ μάτην·
 [06029]  Ἂν γὰρ ἀφῇς τοῖς ἠδικηκόσι τὰ ἐγκλήματα, καὶ μηδεμίαν ἀπαιτήσῃς δίκην αὐτοὺς, οὐ χαλκοῦν σε ἐπὶ τῆς ἀγορᾶς ἀναστήσουσιν, οὐδὲ χρυσοῦν, οὐδὲ λιθοκόλλητον, ἀλλὰ τὴν πάσης ὕλης τιμιωτέραν στήλην, φιλανθρωπίαν καὶ ἐλεημοσύνην ἀναβεβλημένον.
000-00-00 Serial Number=0818588793
Adversus Judaeos Ante [Go Back]  
 [00111]  νῦν δὲ εἰς ἀσελγείας καὶ τὴν ἐσχάτην ἀκολασίαν, γυμνοῖς τοῖς ποσὶν ἐπὶ τῆς ἀγορᾶς ὀρχούμενοι·
 [00198]  Ἐπὶ τῆς ἀγορᾶς εἴ τινα εἶδες ἀπαγόμενον, εἰπέ μοι, δικαίᾳ ψήφῳ καταδικασθέντα, εἶτα κύριος ᾖς ἀφαρπάσαι τῶν τοῦ δημίου χειρῶν, οὐκ ἂν ἅπαντα ἔπραξας, ὥστε αὐτὸν ἀπαλλάξαι τῆς ἀπαγωγῆς;
 [00209]  οὐκοῦν ἀπόθου καὶ τὰ ὑποδήματα μετὰ Ἰουδαίων, καὶ γυμνοῖς βάδιζε τοῖς ποσὶν ἐπὶ τῆς ἀγορᾶς, καὶ κοινώνει τῆς ἀσχημοσύνης αὐτοῖς καὶ τοῦ γέλωτος.
 [02180]  Ἐμοὶ τῶν ἐπὶ τῆς ἀγορᾶς πωλουμένων κιβωτίων οὐδὲν ἄμεινον αὕτη ἡ κιβωτὸς διακεῖσθαι δοκεῖ, ἀλλὰ καὶ πολλῷ χεῖρον.
000-00-00 Serial Number=0196619511
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00066]  ἄλλος τὸ δεσμωτήριον καὶ τὰ ἐν τῷ δεσμωτηρίῳ δεινὰ, καὶ τὸ διὰ τῆς ἀγορᾶς ἑλκύσαι τοὺς ἁγίους ἐκείνους ἐν ἐγκωμίου τίθεται μέρει·
000-00-00 Serial Number=0957974136
Catecheses ad illuminandos Ante [Go Back]  
 [00683]  Κἂν βαδίζωμεν ἐπὶ τῆς ἀγορᾶς, τοιαύτη ἡμῶν ἔστω ἡ πρόοδος, τοσαύτης μετεχέτω γαλήνης καὶ καταστάσεως ὡς ἐπιστρέφειν εἰς τὴν ἡμετέραν θέαν τοὺς ἀπαντῶντας, καὶ μήτε ὀφθαλμὸς ῥεμβέσθω μήτε οἱ πόδες ἄτακτα βαδιζέτωσαν καὶ ἡ γλῶττα μετὰ τῆς ἡσυχίας καὶ ἐπιεικείας τὰ ῥήματα προφερέτω καὶ ἁπλῶς ἅπαντα τὰ ἔξωθεν μηνυέτω τῆς ἔνδοθεν καθημένης ψυχῆς τὴν εὐμορφίαν, καὶ ξένη τις καὶ παρηλλαγμένη γινέσθω λοιπὸν ἡμῶν ἡ διαγωγή, ἐπειδὴ καινὰ καὶ ξένα ἐστὶ τὰ ὑμῖν ὑπηργμένα, καθάπερ ὁ μακάριος δείκνυσι Παῦλος λέγων·
 [00948]  [6.13] Κἂν ἁπλῶς ἐπὶ τῆς ἀγορᾶς παραγενέσθαι βούλῃ, μνημόνευε τῆς ἀποστολικῆς παραινέσεως τῆς λεγούσης·
 [00999]  Οὐχ ὁρᾶτε τοὺς τὴν λαμπρὰν ἐσθῆτα περιβαλλομένους ὅσην σπουδὴν ποιοῦνται βαδίζοντες ἐπὶ τῆς ἀγορᾶς μήπου ῥανὶς βορβόρου ἐξακοντισθεῖσα λυμήνηται τοῦ ἱματίου τὸ κάλλος, καίτοι οὐδεμία ἐντεῦθεν ἂν γένοιτο βλάβη τῇ ψυχῇ·
000-00-00 Serial Number=0925069928
Commentarius in Job Ante [Go Back]  
 [03681]  «ὁμωρόφιον», φησίν, «ἐποιούμην ἕκαστον τῶν δεομένων, τῆς στέγης κοινωνεῖν παρεῖχον οὐχ ἁπλῶς ἐπ' ἀγορᾶς †ὁρῶν†.
000-00-00 Serial Number=0457803547
Contra ludos et theatra Ante [Go Back]  
 [00148]  μήτε λόγου μετάδοτε, μήτε εἰς οἰκίαν δέξησθε, μήτε τραπέζης κοινωνήσητε, μήτε εἰσόδου, μήτε ἐξόδου, μήτε ἀγορᾶς·
000-00-00 Serial Number=0995039701
De Anna i Ante [Go Back]  
 [00129]  Τοὺς μὲν γὰρ ἄνδρας καὶ ἀποδημίαι, καὶ αἱ τῆς ἀγορᾶς φροντίδες, καὶ τὰ τῆς πόλεως πράγματα περιέλκουσι πολλάκις·
 [00337]  Ὅταν γὰρ τοῦ σώματος ἐπὶ γῆς κειμένου, καὶ τοῦ στόματος εἰκῆ ληροῦντος, ἡ διάνοια πανταχοῦ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς περιέρχηται, πῶς ὁ τοιοῦτος δυνήσεται εἰπεῖν, ὅτι ἐνώπιον τοῦ Θεοῦ ηὔξατο;
 [00371]  Ἄρα ἔστι καὶ μὴ κράζοντας ἀκούεσθαι, καὶ ἐπ' ἀγορᾶς βαδίζοντας εὔχεσθαι κατὰ διάνοιαν μετὰ πολλῆς ἀκριβείας, καὶ μετὰ φίλων συνεδρεύοντας, καὶ πᾶν ὁτιοῦν ποιοῦντας μετὰ σφοδρᾶς τῆς βοῆς καλεῖν τὸν Θεὸν, τῆς ἔνδον λέγω, καὶ μηδενὶ τῶν παρόντων κατάδηλον ταύτην ποιεῖν.
000-00-00 Serial Number=0664520204
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00377]  Καὶ ὁ μὲν ἵππος ὁ βασιλικὸς καὶ οἱ δορυφόροι πάντες ὄπισθεν ἐκ πολλοῦ τοῦ διαστήματος εἵποντο, πορνοβόσκοι δὲ ἄνδρες καὶ γυναῖκες προαγωγοὶ καὶ πᾶς ὁ τῶν ἡταιρηκότων χορὸς τὸν βασιλέα κυκλώσαντες εἶχον ἐν μέσῳ διὰ τῆς ἀγορᾶς βαδίζοντες καὶ τοιαῦτα φθεγγόμενοι καὶ οὕτως ἀνακακχάζοντες ὡς τοὺς ἐκ τῆς ἐργασίας ἐκείνης εἰκὸς ἦν.
000-00-00 Serial Number=0750011802
De Davide et Saule Ante [Go Back]  
 [00582]  Ἀλλ' ὅμως τοῦτον ἡμεροῦσιν ἄνθρωποι, καὶ ἡ τέχνη τὴν φύσιν βιάζεται, καὶ γίνεται προβάτου παντὸς ἐπιεικέστερος ὁ πάντων θηρίων ἀγριώτερος καὶ βασιλικώτερος, καὶ διὰ τῆς ἀγορᾶς βαδίζει μηδένα δεδιττόμενος.
000-00-00 Serial Number=0399237692
De Lazaro Ante [Go Back]  
 [00441]  Ταῦτα γὰρ συνεχῶς καὶ ἐν ἐργαστηρίοις, καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ἐν ταῖς οἰκίαις πολλοὶ περιφέρουσιν·
 [00463]  Μὴ γάρ μοι τὸν τραπέζης ἀπολαύοντα πολυτελοῦς ἁπλῶς εἴπῃς, καὶ τὸν ἱμάτια περιβεβλημένον σηρικὰ, καὶ ἀνδραπόδων ἀγέλας περιφέροντα, καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς·
 [00669]  Καθάπερ γὰρ ἐκεῖνος ὁ ἐπὶ τῆς σκηνῆς τὸν βασιλέα καὶ τὸν στρατηγὸν ὑποκρινόμενος, πολλάκις οἰκέτης ὢν τυγχάνει, ἢ τῶν σῦκα καὶ βότρυς πωλούντων ἐπ' ἀγορᾶς·
 [00851]  Οἱ μὲν γὰρ μοναχοὶ τῆς ἀγορᾶς καὶ τῶν ἐκ τῆς ἀγορᾶς ἀπαλλαγέντες θορύβων, καὶ τὰς καλύβας ἐν ἐρημίᾳ πηξάμενοι, καὶ πρὸς οὐδένα κοινὸν οὐδὲν ἔχοντες, ἀλλ' ἐμφιλοσοφοῦντες μετὰ ἀδείας τῇ τῆς ἡσυχίας ἐκείνης γαλήνῃ, καθάπερ ἐν λιμένι καθήμενοι, πολλῆς τῆς ἀσφαλείας ἀπολαύουσιν·
 [01637]  [48.1020] Αἰσχύνομαι, πιστεύσατε, καὶ ἐρυθριῶ, διὰ τῆς ἀγορᾶς χοροὺς γυναικῶν ὁρῶν ἀσχημονοῦντας, τρίχας τιλλομένας, βραχίονας τεμνομένας, παρειὰς σπαραττομένας, ὑπὸ τοῖς ὀφθαλμοῖς τῶν Ἑλλήνων ταῦτα γινόμενα.
000-00-00 Serial Number=0171957970
De Maccabeis Ante [Go Back]  
 [00066]  Εἰ γὰρ ἡμεῖς ἄνδρες ὄντες κατάδικον πολλάκις ὁρῶντες διὰ τῆς ἀγορᾶς ἀγόμενον τὸ σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντα, ἐπὶ τὸ βάραθρον ἑλκόμενον, οὐδὲν δικαίωμα φιλίας πρὸς αὐτὸν ἔχοντες, ἀπὸ τῆς θέας μόνης κατακλώμεθα, καίτοι ἱκανὴν ἔχοντες παραμυθίαν πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν, τοῦ καταδεδικασμένου τὴν πονηρίαν·
000-00-00 Serial Number=0380103290
De baptismo Christi Ante [Go Back]  
 [00215]  Οὐχ ὁρᾶτε ἐπὶ τῶν Ὀλυμπίων ἀγώνων, ὅταν ἀγωνοθέτης διὰ τῆς ἀγορᾶς βαδίζῃ, στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχων, στολὴν ἀναβεβλημένος, ῥάβδον ἐν τῇ χειρὶ κατέχων, ὅση ἡ εὐταξία, τοῦ κήρυκος βοῶντος ἡσυχίαν εἶναι μετ' εὐκοσμίας;
000-00-00 Serial Number=0114248872
De beato Philogonio Ante [Go Back]  
 [00069]  Ἐκ μέσης γὰρ τῆς ἀγορᾶς ἁρπασθεὶς, ἐπὶ τὸν θρόνον ἤγετο τοῦτον·
000-00-00 Serial Number=0023567498
De eleemosyna [1] Ante [Go Back]  
 [00033]  Ἆρα οὐ πολλάκις καθήμενος ἐπὶ τῆς ἀγορᾶς εἶδες πλούσιον παρερχόμενον, καὶ ἐμακάρισας αὐτὸν λέγων, Μακάριός ἐστιν οὗτος ὁ πλούσιος, ὅτι τῆς τῶν ἑτέρων οὐ χρείαν ἔχει χορηγίας, ἀλλὰ μᾶλλον καὶ δανείζει;
000-00-00 Serial Number=0397845507
De eleemosyna [3] Ante [Go Back]  
 [00032]  Ἆρα οὐ πολλάκις καθήμενος ἐπὶ τῆς ἀγορᾶς εἶδες πλούσιον παρερχόμενον, καὶ ἐμακάρισας αὐτὸν λέγων, Μακάριός ἐστιν οὗτος ὁ πλούσιος, ὅτι τῆς τῶν ἑτέρων οὐ χρείαν ἔχει χορηγίας, ἀλλὰ μᾶλλον καὶ δανείζει;
000-00-00 Serial Number=0655809820
De eleemosyna [5] Ante [Go Back]  
 [00046]  Ἀνὰ μέσον πράσεως καὶ ἀγορᾶς γενήσεται ἡ ἁμαρτία.
000-00-00 Serial Number=0677021861
De fato et providentia Ante [Go Back]  
 [00320]  Σὺ δὲ εἴ τινα τούτων τῶν εὐπορούντων καὶ σοβούντων ἐπὶ τῆς ἀγορᾶς εἶδες, ἐπὶ μὲν τῆς ἀλλοτρίας πολλῆς ἀπολαύοντα τιμῆς, παρασίτους καὶ κόλακας ἔχοντα, εἰς δὲ τὰ οἰκεῖα ἐπανελθόντα, καὶ οὐδὲν συγχωρούμενον ἐκείνων λαβεῖν, ἀλλὰ γυμνὸν, ἄτιμον, τῶν προσαιτούντων ἀπορώτερον καὶ φαυλότερον φαινόμενον, ἆρα τοῦτον ζηλωτὸν εἶναι ἐνόμιζες, ἀλλ' οὐ διὰ τοῦτο μᾶλλον ἠλέεις καὶ ἐταλάνιζες;
000-00-00 Serial Number=0415570796
De incomprehensibili dei natura Ante [Go Back]  
 [00825]  Εἰ γὰρ ἐπ' ἀγορᾶς τύχοις ὢν κατὰ τὸν καιρὸν ἐκεῖνον, εἰ γὰρ ἐπὶ τῆς οἰκίας, εἰ γὰρ ἐν ἀπαραιτήτοις πράγμασιν, οὐχὶ παντὸς λέοντος σφοδρότερον ἅπαντα διαρρήξας τὰ δεσμὰ πρὸς τὴν κοινὴν ἱκετηρίαν αὐτομολήσεις;
000-00-00 Serial Number=0230868816
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00502]  Ἄνθρωπος γὰρ ἐπ' ἀγορᾶς ἑστηκώς, περὶ δέρματα τὴν τέχνην ἔχων, τοσοῦτον ἴσχυσεν, ὡς καὶ Ῥωμαίους, καὶ Πέρσας, καὶ Ἰνδούς, καὶ Σκύθας, καὶ Αἰθίοπας, καὶ Σαυρομάτας, καὶ Πάρθους, καὶ Μήδους, καὶ Σαρακηνούς, καὶ ἅπαν ἁπλῶς τὸ τῶν ἀνθρώπων γένος πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν ἐν ἔτεσιν οὐδὲ ὅλοις τριάκοντα.
000-00-00 Serial Number=0379640281
De libello repudii Ante [Go Back]  
 [00018]  Ὁ μὲν γὰρ κατὰ τοὺς προσήκοντας αὐτὸν ἐπιτελῶν, νόμους, τῶν ἀπὸ τῆς ἀγορᾶς καὶ πάντων τῶν πανταχοῦ κακῶν παραμυ [51.218] θίαν τινὰ καὶ ἀπαλλαγὴν εὑρίσκει τὴν οἰκίαν, καὶ τὴν ἑαυτοῦ γυναῖκα·
 [00019]  ὁ δὲ ἁπλῶς καὶ ὡς ἔτυχε τὸ πρᾶγμα μεταχειριζόμενος, κἂν πολλῆς ἐπὶ τῆς ἀγορᾶς ἀπολαύσῃ γαλήνης, σκοπέλους καὶ σπιλάδας εἰσελθὼν εἰς τὴν οἰκίαν ὄψεται.
000-00-00 Serial Number=0086829305
De mutatione nominum Ante [Go Back]  
 [00010]  Ἀνθρώπους γὰρ οὐ τοὺς ἐπὶ τῆς ἀγορᾶς δεῖ καλεῖν, ἀλλὰ τοὺς ἐπὶ τῆς ἐκκλησίας ὑμᾶς·
000-00-00 Serial Number=0692251980
De negatione Petri Ante [Go Back]  
 [00239]  Πολλὰ ἀπὸ τῆς ἀγορᾶς ἐπεσπάσω δεινά·
000-00-00 Serial Number=0132514715
De non iterando conjugio Ante [Go Back]  
 [00120]  Ἐπειδὴ γὰρ οὐχ ἧττον τῶν δημοσίων τὰ ἰδιωτικὰ συγκροτεῖ τὴν παροῦσαν κατάστασιν, διανείμας αὐτά, τὰ μὲν ἐπ' ἀγορᾶς πάντα ἐνεχείρισε τοῖς ἀνδράσι, τὰ δὲ κατὰ τὴν οἰκίαν ταῖς γυναιξί·
000-00-00 Serial Number=0729634225
De resurrectione mortuorum Ante [Go Back]  
 [00033]  οὕτω καὶ οὗτοι οἱ πόρνας ἀγοράζοντες, καὶ τὰς Συβαριτικὰς παρατιθέμενοι τραπέζας, καὶ τὰς ὀφρῦς ἀνασπῶντες, καὶ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ τοὺς πένητας σπαράττοντες, ὅταν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παραγένηται μετὰ τῶν ἀγγέλων τῶν ἑαυτοῦ, καὶ ἐπὶ τοῦ βήματος ἐκείνου καθίσῃ, καὶ τὴν οἰκουμένην εἰς μέσον παραγάγῃ, γυμνοὶ καὶ πάσης ἔρημοι τῆς φαντασίας εἰσενεχθέντες, καὶ οὐδένα συνήγορον οὐδὲ προστάτην ἔχοντες, χωρὶς συγγνώμης ἁπάσης εἰς τοὺς τοῦ πυρὸς ἀπενεχθήσονται ποταμούς.
000-00-00 Serial Number=0122052550
De sacerdotio Ante [Go Back]  
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
000-00-00 Serial Number=0580967009
De sanctis martyribus [1] Ante [Go Back]  
 [00169]  ὁ δὲ τὸν λύχνον ἀνάπτων, οὐχ ἵσταται ἐπὶ τῆς ἀγορᾶς, ἀλλ' οἴκαδε τρέχει, ὥστε μὴ ἀνέμων προσβολῇ κατασβέσαι τὸ πῦρ, μήτε μακρᾷ διατριβῇ ἀναλῶσαι τὴν φλόγα·
000-00-00 Serial Number=0733215332
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00036]  Ἐπειδὴ γὰρ ὁ τῆς πόλεως ἄρχων τὸ ὄχημα ἐλαύνων διὰ μέσης ἐξῄει τῆς ἀγορᾶς, πλησίον αὐτοῦ τὸν ἅγιον καθίσας ἐκεῖνον, νιφάδες λίθων πανταχόθεν ἐφέροντο ἐπὶ τὴν τοῦ ἄρχοντος κεφαλὴν, οὐ φερούσης τῆς πόλεως τὸν χωρισμὸν, ἀλλ' αἱρουμένης καὶ τῆς παρούσης ἐκπεσεῖν ζωῆς, ἢ τὸν ἅγιον ἐκεῖνον ἀποσπώμενον ἰδεῖν.
000-00-00 Serial Number=0376995265
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00012]  Εἶδες αὐτὸν διὰ τῆς ἀγορᾶς ἀγόμενον;
000-00-00 Serial Number=0081580758
De studio praesentium Ante [Go Back]  
 [00024]  οὐκ ἔστιν ἐπ' ὀχημάτων φερόμενον καὶ μυρίους ἔχοντα ῥαβδούχους τοὺς ἐπὶ τῆς ἀγορᾶς σοβοῦντας·
000-00-00 Serial Number=0247548401
De virginitate Ante [Go Back]  
 [01524]  Ἀλλὰ τὸ περιφέρεσθαι ἐπὶ τῆς ἀγορᾶς ἐπὶ ἡμιόνων ἡδύ.
 [01536]  ∆ιὰ ταῦτα καὶ τῶν ἀπηλλαγμένων τῆς εἰρκτῆς ἐκείνης πολλαὶ καὶ διὰ μέσου τοῦ πλήθους ἐπὶ τῆς ἀγορᾶς βαδίζουσαι οὐ μόνον οὐκ ἐπεσπάσαντο κατηγόρους ἀλλὰ καὶ πολλοὺς ἔσχον τῆς σωφροσύνης τοὺς θαυμαστὰς καὶ διὰ τοῦ σχήματος καὶ διὰ τοῦ βαδίσματος καὶ διὰ τοῦ τῶν ἱματίων ἀνεπιτηδεύτου τῆς ἔνδον κοσμιότητος ἀφιεῖσαι τὴν ἀκτῖνα λαμπράν·
 [01561]  Ἔξεστί σοι τὸν ἐπὶ τῆς ἀγορᾶς κείμενον ἄργυρον ἰδεῖν.
 [01565]  ∆ιὰ τί γὰρ αὐτοὺς οὐχ οὕτω τέρπει ὁ κείμενος ἐπὶ τῆς ἀγορᾶς ἄργυρος ὡς ὁ κατὰ τὴν οἰκίαν;
000-00-00 Serial Number=0347973108
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00470]  Ἐπεὶ, ἂν τοῦ σώματος ἐπὶ γῆς κειμένου, καὶ τοῦ στόματος εἰκῆ ληροῦντος, ἡ διάνοια πανταχοῦ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς περιέρχηται, πῶς ὁ τοιοῦτος δυνήσεται εἰπεῖν, ὅτι ἐνώπιον τοῦ Θεοῦ ηὔξατο;
 [01334]  Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν μάχην ἴδοιμεν ἐπὶ τῆς ἀγορᾶς, προσιέναι καὶ καταλλάττειν τοὺς μαχομένους·
 [01534]  ∆ιὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ, τούτων μου τῶν ῥημάτων μὴ κατὰ τὴν παροῦσαν ἡμέραν μέμνησθε μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ὅπουπερ ἂν διατρίβητε.
 [01864]  Πορνεῖόν σοι δοκεῖ εἶναι ἡ ἐκκλησία καὶ τῆς ἀγορᾶς ἀτιμοτέρα;
 [01898]  Εἰ γὰρ ἐπ' ἀγορᾶς τύχῃς ὢν κατὰ τὸν καιρὸν ἐκεῖνον, εἰ γὰρ ἐπὶ τῆς οἰκίας, εἰ γὰρ ἐν ἀπαραιτήτοις πράγμασιν, οὐχὶ παντὸς λέοντος σφοδρότερον ἅπαντα διαῤῥήξας τὰ δεσμὰ πρὸς τὴν κοινὴν ἱκετηρίαν αὐτομολήσεις;
 [01927]  Ἀπηγόμην, καὶ ἑώρων τὰ πράγματα, μᾶλλον δὲ τὰ ῥήματά μου πράγματα γινόμενα, καὶ τὴν προσομιλίαν μου τὴν διὰ τῶν ῥημάτων ἐπὶ τῆς ἀγορᾶς διὰ πραγμάτων κηρυττομένην.
 [02363]  Τί γάρ σοι βούλεται τὰ πλήθη τῶν οἰκετῶν, καὶ τὸ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς;
 [02907]  Βέλτιον διαστῆναι τὴν γῆν τῷ τὰ τοιαῦτα παροινοῦντι, ἢ ἐπ' ἀγορᾶς αὐτὸν ὀφθῆναι λοιπόν.
 [03701]  ἀλλ' ὅμως τοῦτον ἡμεροῦσιν ἄνθρωποι, καὶ ἡ τέχνη τὴν φύσιν βιάζεται, καὶ γίνεται προβάτου παντὸς ἡμερώτερος καὶ ἐπιεικέστερος, ὁ πάντων θηρίων ἀγριώτερος καὶ βασιλικώτερος, καὶ διὰ τῆς ἀγορᾶς βαδίζει μηδένα φοβῶν ἡμερότητι.
 [06193]  λέοντας ἡμέρους ἐργάζονται διὰ τῆς ἀγορᾶς ἕλκοντες.
 [07833]  Εἰ γὰρ τοὺς ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας καὶ πολὺν χρόνον ταύτης ἀπολαύσαντας τῆς ζωῆς, καὶ ἀγνῶτας ὄντας, καὶ οὐδὲ ὀφθέντας ἡμῖν ποτε, τούτους ἐξαίφνης ὁρῶντες ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομένους, συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν·
 [07921]  Πάλιν δὲ ὅταν ἴδῃς νεκρὸν ἐπ' ἀγορᾶς φερόμενον, παῖδας ὀρφανοὺς ἀκολουθοῦντας, χήραν γυναῖκα κατακοπτομένην, οἰκέτας ὀδυρομένους, φίλους κατηφιῶντας, λόγισαι τὸ οὐδα [63.810] μινὸν τῶν παρόντων πραγμάτων, καὶ ὅτι σκιᾶς καὶ ὀνειράτων οὐδὲν διενήνοχε.
 [07936]  Ποῦ νῦν εἰσιν οἱ μετὰ πολλοῦ μὲν τοῦ τύφου, πολλῶν δὲ τῶν ἀκολουθούντων σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς;
 [09999]  Εἰπέ μοι, εἴ τις εἰς τὰ βασίλεια καλούμενος, καὶ διὰ στενωπῶν θλιβερῶν καὶ ἀποκρήμνων βαδίζοι, ἕτερος δέ τις τὴν ἐπὶ θάνατον ἀγόμενος, διὰ μέσης τῆς ἀγορᾶς ἕλκοιτο·
000-00-00 Serial Number=0939216077
Epistula ad Cyriacum Ante [Go Back]  
 [00208]  Ἀλλὰ πάντως λυπεῖ, ἀδελφὲ Κυριακέ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παρρησιάζονται καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων.
 [00344]  Ἀλλὰ πάντως λυπεῖ, ἀδελφὲ Κυριακέ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παρρησιάζονται καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων.
000-00-00 Serial Number=0425435901
Epistulae Ante [Go Back]  
 [00811]  Κατήγαγον εἰς ἀγορὰν, τὴν ἐκκλησίας καὶ θαλάμου πλέον εἰδυῖαν οὐδὲν, ἀπ' ἀγορᾶς εἰς δικαστήριον, ἀπὸ δικαστηρίου εἰς δεσμωτήριον.
 [01318]  Ἀλλὰ πάντως λυπῇ, ἀδελφὲ Κυριακὲ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παῤῥησιάζονται, καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων αὐτοῖς;
 [01769]  Κατήγαγον εἰς ἀγορὰν, τὴν ἐκκλησίας καὶ θαλάμου πλέον εἰδυῖαν οὐδὲν, ἀπ' ἀγορᾶς εἰς δικαστήριον, ἀπὸ δικαστηρίου εἰς δεσμωτήριον.
 [02276]  Ἀλλὰ πάντως λυπῇ, ἀδελφὲ Κυριακὲ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παῤῥησιάζονται, καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων αὐτοῖς;
000-00-00 Serial Number=0374430239
Expositiones in Psalmos Ante [Go Back]  
 [00063]  τῶν γονάτων χαμαὶ κειμένων, ἐπὶ τῆς ἀγορᾶς πλανώμεθα.
 [06416]  Ἐὰν ἴδῃς ἀργύριον ἐπὶ τῆς ἀγορᾶς κείμενον, ἢ ἱμάτια χρυσᾶ, ἑτέρους σοβοῦντας, οἰκέτας ἔχοντας καὶ ἵππους χρυσοχαλίνους, μηδὲν πάθῃς ὑπὸ τῆς φαντασίας ἐκείνης, ἀλλὰ πάλιν ἔπᾳδε σεαυτῷ, καὶ εἰπὲ πρὸς τὴν ψυχὴν τὴν σήν·
000-00-00 Serial Number=0741985798
Fragmenta in Proverbia Ante [Go Back]  
 [00359]  καὶ μάλιστα ὅταν ἐπ' ἀγορᾶς βαδίζωμεν·
000-00-00 Serial Number=0683203399
Homilia de capto Eutropio Ante [Go Back]  
 [00095]  Ἀπηγόμην, καὶ ἑώρων τὰ πράγματα, μᾶλλον δὲ τὰ ῥήματά μου πράγματα γινόμενα, τὴν ὁμιλίαν μου, τὴν διὰ τῶν ῥημάτων, ἐπὶ τῆς ἀγορᾶς διὰ τῶν πραγμάτων κηρυττομένην.
000-00-00 Serial Number=0665397763
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00002]  Τῆς βασιλίδος μέσων νυκτῶν εἰς μεγάλην ἐκκλη σίαν προσελθούσης, κἀκεῖθεν τὰ λείψανα τῶν μαρτύρων ἀραμένης, καὶ προπεμψαμένης διὰ πά σης τῆς ἀγορᾶς ἕως ∆ρυπίας, τοῦ μαρτυρίου ἀπ έχοντος θʹ σημεῖα τῆς πόλεως·
000-00-00 Serial Number=0488773167
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00012]  ἃ μηδὲ ὄναρ ἐφαντάσθησαν οἱ παρὰ τοῖς Ἕλλησι τὸν πώγωνα ἕλκοντες, καὶ τῇ βακτηρίᾳ τοὺς ἀπαντῶντας ἐπὶ τῆς ἀγορᾶς σοβοῦντες, καὶ τοὺς βοστρύχους ἀπὸ τῆς κεφαλῆς σείοντες, λεόντων μᾶλλον ἢ ἀνθρώπων ἐπιδεικνύμενοι πρόσωπα.
000-00-00 Serial Number=0146271467
In Acta apostolorum Ante [Go Back]  
 [01078]  Πένητες τριωβολιμαῖοι βλασφημοῦσιν αὐτὸν ἐπὶ τῆς ἀγορᾶς.
 [01640]  Ὅτε γὰρ τὸ λαμπρὸν τοῦ φωτὸς δείκνυται, τότε οὐ περὶ ἔργα ἔχουσιν οἱ ἄνθρωποι τὰ περὶ ἄριστον, τότε φαιδρὰ ἡ ἡμέρα, τότε πάντες εἰσὶν ἐπ' ἀγορᾶς.
 [01777]  ἢ οἱ πάντα ἐκεῖνα συστείλαντες, καὶ τὸ ξύλον ἐπιφερόμενοι, καὶ μάστιγας, καὶ δημίους, καὶ στρατιώτας φοβεροὺς, καὶ φωνὴν προϊέμενοι πολλοῦ τρόμου γέμουσαν, καὶ ἐπισκήπτοντες, καὶ κατηφεῖν ποιοῦντες, καὶ ῥάβδῳ ἀποσοβοῦντες τοὺς ἐπὶ τῆς ἀγορᾶς.
 [02087]  Καθάπερ δὲ ἐπὶ τῆς ἀγορᾶς, εἰ εἰσέλθοιεν ᾠδικοὶ ὄρνιθες, [60.62] καὶ λῆρος εἶναι δοκοῦσιν·
 [03114]  Ἀλλὰ τί λέγω περὶ τῶν ὅρκων τούτων, ἀφεὶς τοὺς ἐπ' ἀγορᾶς;
 [03143]  Ἰδοὺ λέγω καὶ διαμαρτύρομαι, Κατορθώσατε τούτους τοὺς ἐπὶ τῆς ἀγορᾶς ὅρκους, τοὺς δὲ μὴ πειθομένους, πάντας ἐμοὶ ἀγάγετε.
 [03164]  τέως ἀπὸ τῆς ἀγορᾶς αὐτὸ διώξωμεν, ἀπὸ τῶν παντοπωλείων, ἀπὸ τῶν λοιπῶν ἐργαστηρίων·
 [04407]  Ἀγέσθω τις ἀπὸ τῆς ἀγορᾶς τῶν προσαιτούντων, καὶ αὐτὸς μὲν ἔστω πηρὸς, χωλὸς, κυλλός·
 [06491]  ὁ δὲ εὐνοῦχος, καὶ ἐπ' ἀγορᾶς, καὶ ἐπὶ ὀχήματος φερόμενος, τῇ ἀναγνώσει τῶν Γραφῶν προσεῖχεν.
 [09764]  Οὐχ ὁρᾷς τούτους τοὺς περιάγοντας τοὺς ἡμέρους λέοντας ἐπὶ τῆς ἀγορᾶς, πῶς καὶ κερδαίνουσι καὶ θαυμάζονται, ὅτι ἐν τῷ ἀλόγῳ θηρίῳ τοιαύτην ἡμερότητα κατώρθωσαν;
 [09765]  ἂν δὲ ἐξαίφνης ἀγριωθῇ ἐκεῖνος, πάντας σοβεῖ τοὺς ἐπὶ τῆς ἀγορᾶς, καὶ ἐκινδύνευσε λοιπὸν ὁ περιάγων αὐτὸν ἄνθρωπος, καὶ τῆς τῶν ἄλλων ἀπωλείας γέγονεν αἴτιος.
 [09999]  Γυναικὸς τὰ ῥήματα, γραὸς μεθυούσης, ἀσχημονούσης, τῶν ἐπ' ἀγορᾶς συρομένων, προαγωγοῦ.
 [09999]  μυρίων οὐ χεῖρον τοῦτο δεσμῶν, χασμᾶσθαι καὶ κεχηνέναι διαπαντὸς ἐπὶ τῆς ἀγορᾶς καθήμενον ὁρῶντα τοὺς παριόντας;
000-00-00 Serial Number=0478403032
In Eutropium Ante [Go Back]  
 [00039]  ποῦ δὲ οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ μυρία παρὰ πᾶσιν ἐγκώμια λέγοντες;
000-00-00 Serial Number=0505628943
In Genesim sermones Ante [Go Back]  
 [00339]  Ἀλλ' ὅμως ἑωράκατε πολλάκις λέοντας προβάτων ἡμερωτέρους διὰ τῆς ἀγορᾶς ἀγομένους, καὶ πολλοὶ τῶν ἐν τοῖς ἐργαστηρίοις ἀργύριον πολλάκις κατέβαλον τῷ κατέχοντι, μισθόν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι' ἧς τὸ θηρίον ἡμέρωσεν·
 [00582]  Οὐδὲ γὰρ ἁπλῶς ἀποθνήσκειν κελεύει τὸν πατραλοίαν, οὐδὲ δημίους αὐτὸν ἀπὸ τοῦ δικαστηρίου λαβόντας ἐξάγειν διὰ τῆς ἀγορᾶς, οὐδὲ τῆς πόλεως ἔξω τὴν κεφαλὴν ἀποτέμνειν·
000-00-00 Serial Number=0540589392
In Heliam et viduam Ante [Go Back]  
 [00185]  Ἀκουέτωσαν οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδομούμενοι, καὶ τοὺς πολυτελεῖς ἀγροὺς ὠνούμενοι, καὶ οἰκετῶν ἀγέλας ἐπὶ τῆς ἀγορᾶς περιφέροντες·
 [00226]  Ταύτην ἐπὶ τῆς οἰκίας, ταύ [51.346] την ἐπὶ τῆς ἀγορᾶς, ταύτην ἐν τοῖς συλλόγοις τῶν φίλων, ταύτην εἰς δικαστήριον ἀπιὼν, ταύτην εἰσιὼν, ταύτην ἐξιὼν ἕκαστος μελετάτω τὴν φωνήν·
000-00-00 Serial Number=0523293495
In Joannem Ante [Go Back]  
 [00204]  ἐκεῖνοι δὲ ὥσπερ οἱ τῶν μὲν βασιλείων οὐδὲ ὄναρ ἐπιβῆναι καταξιωθέντες, ἔξω δὲ ἐπ' ἀγορᾶς μετὰ τῶν ἄλλων διατρίβοντες ἀνθρώπων, καὶ ἀπὸ τῆς ἰδίας διανοίας καταστοχαζόμενοι τῶν ἀοράτων, τὴν πολλὴν ἐπλανήθησαν πλάνην, περὶ τῶν ἀῤῥήτων διαλεχθῆναι θελήσαντες, καὶ καθάπερ τυφλοὶ καὶ μεθύοντες, καὶ ἐν αὐτῇ τῇ πλάνῃ ἀλλήλοις προσέῤῥηξαν·
 [00353]  Τὴν γὰρ οἰκίαν καὶ τὴν ἀγορὰν ἔδει τὰ ἐντεῦθεν περιφέρειν κέρδη καὶ ἔχειν, οὐ ταύτην τοῖς ἐκ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς φορτίοις βαρύνεσθαι.
 [05999]  Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς καθημένους, καὶ ἡνιόχων καὶ ὀρχηστῶν καὶ ὀνόματα, καὶ γένη, καὶ πόλεις, καὶ ἐνεργείας λέγειν τρόπους, καὶ αὐτῶν δὲ τῶν ἵππων καὶ ἀρετὴν καὶ κακίαν μετὰ ἀκριβείας ἀπαγγέλλειν·
000-00-00 Serial Number=0999924839
In Joannem theologum Ante [Go Back]  
 [00119]  καὶ ἐπὶ τῆς ἀγορᾶς τοῦτο ψάλλουσιν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος·
000-00-00 Serial Number=0233299851
In Kalendas Ante [Go Back]  
 [00023]  Καὶ γὰρ καὶ ἡμῖν πόλεμος συνέστηκε νῦν, οὐκ Ἀμαληκιτῶν ἐπελθόντων, καθάπερ τότε, οὐδ' ἑτέρων τινῶν βαρβάρων καταδραμόντων, ἀλλὰ δαιμόνων πομπευσάντων ἐπὶ τῆς ἀγορᾶς.
 [00099]  Τὸ πρὸς [48.957] ἡμέρας ἐπτοῆσθαι τοιαύτας, καὶ πλείονα ἐν αὐταῖς δέχεσθαι ἡδονὴν, καὶ λύχνους ἅπτειν ἐπὶ τῆς ἀγορᾶς, καὶ στεφανώματα πλέκειν, παιδικῆς ἀνοίας ἐστίν.
 [00101]  Μὴ τοίνυν ἐπὶ τῆς ἀγορᾶς ἀνακαύσῃς πῦρ αἰσθητὸν, ἀλλ' ἐπὶ τῆς διανοίας ἄναψον φῶς πνευματικόν.
000-00-00 Serial Number=0730867684
In Psalmum 145 Ante [Go Back]  
 [00321]  Τότε γάρ σοι μᾶλλον καταλλαγήσεται, τότε σοι μᾶλλον δίδωσιν ὅπερ αἰτεῖς, ὅταν σὺ διὰ σεαυτοῦ παρακαλῇς, ὅταν [55.527] καθαρὰν παρέχῃς διάνοιαν, ὅταν νήφοντα λογισμὸν, ὅταν μὴ παρέργως αἰτῇς, ὅπερ ποιοῦσι πολλοὶ, καὶ ἡ γλῶττα μὲν αὐτοῖς λέγει τὰ ῥήματα τῆς εὐχῆς, ἡ δὲ ψυχὴ πολλαχοῦ τῆς οἰκίας, τῆς ἀγορᾶς, τῶν ὁδῶν περιέρχεται·
000-00-00 Serial Number=0082585573
In Romanum martyrem Ante [Go Back]  
 [00020]  Ὡς γὰρ εἶδε τὸν δικαστὴν πρὸς τὴν τῶν δαιμόνων σπουδὴν αὐτὸν ἐκκαλούμενον, αἰτεῖ βρέφος ἐξ ἀγορᾶς ἀχθῆναι, ὡς ἐκεῖνο τῶν ζητουμένων παρὰ τοῦ δικα στοῦ κριτὴν ποιησόμενος·
000-00-00 Serial Number=0181667745
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00111]  Ὅταν ἴδῃς νεκρὸν ἐπ' ἀγορᾶς φερόμενον, παῖδας ὀρφανοὺς ἀκολουθοῦντας, χήραν γυναῖκα κατακοπτομένην, οἰκέτας ὀδυρομένους, φίλους κατηφιῶντας, λόγισαι τὸ οὐδαμινὸν τῶν παρόντων [62.472] πραγμάτων, καὶ ὅτι σκιᾶς καὶ ὀνειράτων οὐδὲν διενήνοχεν.
000-00-00 Serial Number=0359213710
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01114]  ἀλλὰ τότε ἐγκαλύπτονται, ὅταν ἴδωσι τὸν χειροτέχνην καὶ τὸν ἐπὶ τῆς ἀγορᾶς ὑπὲρ αὐτοὺς φιλοσοφοῦντα.
 [02425]  Στῆθι γοῦν ἐπὶ τῆς ἀγορᾶς·
 [03130]  Ὅταν γὰρ παῖδας σοβοῦντας ἐπὶ τῆς ἀγορᾶς, ἵππους χρυσοφοροῦντας, ἀνθρώπους καλλωπιζομένους πολυτελέσιν ἐσθήμασιν ἴδῃ μετ' ἐπιθυμίας ὁ νοσῶν, πολὺς ὁ σκό [61.93] τος καταχεῖται.
 [03137]  καὶ χρὴ λοιπὸν ἢ μένειν ἐπὶ τῆς οἰκίας, ἢ ἐμβαλόντα ἐπὶ τῆς ἀγορᾶς, μυρίας λαβόντα πληγὰς ἀναχωρεῖν οἴκαδε·
 [03553]  Καὶ οὐδὲ ἐπὶ τῆς οἰκίας, ἀλλὰ καὶ διὰ τῆς ἀγορᾶς εἰς ἐπίδειξιν ἐκπομπεύουσι, μετὰ λαμπάδων αὐτὴν παραπέμποντες ἐν ἑσπέρᾳ βαθείᾳ, ὡς πᾶσιν αὐτὴν ἐπιδείκνυσθαι, δι' ὧν ποιοῦσιν οὐδὲν ἕτερον παραινοῦντες, ἢ ὅτι πᾶσαν ἀποδύσασθαι χρὴ λοιπὸν τὴν αἰδώ.
 [03563]  Κἂν μὲν εἷς τις τῆς ἀγορᾶς τὴν συνοικοῦσαν εἴπῃ κακῶς, μυρία κινεῖς πράγματα, καὶ ἀβίωτον εἶναι τὸν βίον νομίζεις·
 [03570]  εἰ δὲ μὴ πανταχοῦ, ἀλλ' ἀρκεῖ τῷ δαίμονι τέως ἐκεῖνα τὰ ῥήματα καὶ τὰ ᾄσματα ἐκεῖνα τὰ πονηρὰ, καὶ παραδειγματίσαι τὴν νύμφην, καὶ ἐκπομπεῦσαι τὸν νυμφίον διὰ τῆς ἀγορᾶς.
 [03880]  οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς τῶν κατὰ τὰ ἄμφοδα βαδιζόντων καὶ εἰς τὰς αὐλὰς εἰσιόντων καὶ κάτωθεν βοώντων καὶ ἐπαιτούντων ἐλεεινότεροι.
 [05796]  Πολλάκις γοῦν σοῦ κατακειμένου καὶ ὑπνοῦντος ἡδέως, ἐκεῖνος οὐχ ἕστηκε μόνον, ἀλλὰ καὶ μυρίας ὑπομένει βίας ἐπὶ τῆς ἀγορᾶς, καὶ ἀγρυπνεῖ σοῦ χαλεπώτερον.
 [05830]  Πολλάκις γοῦν σοῦ κατακειμένου καὶ ὑπνοῦντος ἡδέως, ἐκεῖνος οὐχ ἕστηκε μόνον, ἀλλὰ καὶ μυρίας ὑπομένει βίας ἐπὶ τῆς ἀγορᾶς, καὶ ἀγρυπνεῖ σοῦ χαλεπώτερον.
 [06246]  ἀλλὰ καὶ τὸν σκηνοποιὸν, καὶ τὸν ἐπ' ὀχήματος φερόμενον καὶ μυρίους παῖδας ἔχοντα καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς, ἀδελφὸν εἶναι νόμιζε·
 [07358]  κἂν οἴκοι δὲ κατακλείσῃς αὐτὸν, τὰ ἀπὸ τῆς ἀγορᾶς τραύματα ἀναξαίνων, καθ' ἑαυτὸν μειζόνως λυμανεῖται τὴν ψυχήν·
 [07654]  ἵνα μὴ τῷ φόβῳ τούτῳ πάλιν εἰς ἑτέραν ἀμετρίαν αὐτοὺς ἐξωθήσῃ, καὶ ἀναγκασθῶσι πλείονι περιεργίᾳ κεχρημένοι τοῦ δέοντος δεδοικέναι, μήποτε καὶ ἀγνοούντων αὐτῶν ἐπεισέλθῃ τι τοιοῦτον, ἢ ἐξ ἀγορᾶς ἢ ἄλλοθέν ποθεν, ἀφιεὶς αὐτοὺς ταύτης τῆς ἀνάγκης, φησί·
 [07660]  ἀλλ' ἁπλῶς ἐσθίειν ἅπαν τὸ ἐξ ἀγορᾶς, μηδὲ τοῦτο μανθάνειν, ὅ τι ποτέ ἐστι τὸ προκείμενον.
 [08311]  Βέλτιον διαστῆναι τὴν γῆν τῷ τὰ τοιαῦτα παροινοῦντι, ἢ ἐπ' ἀγορᾶς αὐτὸν ὀφθῆναι λοιπόν.
 [08327]  Ἂν μὲν οὖν τὸν λιμένα πνευμάτων ἀπαλλάξῃς καὶ κυμάτων, πολλῆς ἀπολαύσῃ τῆς ἀδείας ἐξ ἀγορᾶς ἀνιών·
 [09999]  Ἄν τε κακῶς εἰπεῖν καὶ ἀκοῦσαι βούλωνταί τινες, καὶ τοῦτο ὄψει ἐνταῦθα μᾶλλον, ἢ ἐπὶ τῆς ἀγορᾶς ἔξω συμβαῖνον·
 [09999]  Ὁ Ἰακὼβ ἄπλαστος ἦν, οἰ-κῶν οἰκίαν, καὶ πόνων ἀμελέτητος καὶ κινδύνων, ἀνειμένον τινὰ βίον ζῶν καὶ ἐλεύθερον, καὶ καθάπερ παρθένος ἐν θαλάμῳ, οὕτω καὶ οὗτος ἔνδον καθήμε-νος τὰ πλείονα οἰκουρεῖν ἠναγκάζετο, ἀγορᾶς μὲν καὶ τῶν ἐκ τῆς ἀγορᾶς θορύβων καὶ πάντων τῶν τοιούτων ἀπηλλαγμένος, διαπαντὸς δὲ ἐν ἀδείᾳ καὶ ἡσυχίᾳ μένων.
 [09999]  Ἄν τε ὠνήσασθαί τι καὶ πρίασθαι δέῃ, μᾶλλον τῆς ἀγορᾶς χρήσιμος ἡ ἐκκλησία φαίνεται.
 [09999]  Πλὴν εἴ ποτε μαθητὰς ἐπανορ-θῶσαι δέοι, κἂν ἀναγκασθῇ ποιῆσαι τοῦτο, ἀφροσύ-νην τὸ πρᾶγμα καλεῖ, καὶ τῶν πρωτείων τῷ Πέτρῳ παραχωρεῖ, καὶ οὐκ αἰσχύνεται ἐργαζόμενος παρὰ Πρισκίλλῃ καὶ Ἀκύλᾳ, καὶ πανταχοῦ ταπεινὸν ἑαυ-τὸν ἐσπούδακε δεικνύναι, οὐ σοβῶν ἐπὶ τῆς ἀγορᾶς, οὐδὲ ὄχλους περιφέρων, ἀλλ' ἐν τοῖς ἀσήμοις κατα-τάττων ἑαυτόν.
 [09999]  Οὐ γὰρ κουρεῖον, οὐδὲ μυροπωλεῖον ἡ ἐκκλησία, οὐδὲ ἐργαστήριον ἕτε-ρον τῶν ἐπ' ἀγορᾶς, ἀλλὰ τόπος ἀγγέλων, τόπος ἀρχ-αγγέλων, βασιλεία Θεοῦ, αὐτὸς ὁ οὐρανός.
 [09999]  Ὁ Ἰακὼβ ἄπλαστος ἦν, οἰ-κῶν οἰκίαν, καὶ πόνων ἀμελέτητος καὶ κινδύνων, ἀνειμένον τινὰ βίον ζῶν καὶ ἐλεύθερον, καὶ καθάπερ παρθένος ἐν θαλάμῳ, οὕτω καὶ οὗτος ἔνδον καθήμε-νος τὰ πλείονα οἰκουρεῖν ἠναγκάζετο, ἀγορᾶς μὲν καὶ τῶν ἐκ τῆς ἀγορᾶς θορύβων καὶ πάντων τῶν τοιούτων ἀπηλλαγμένος, διαπαντὸς δὲ ἐν ἀδείᾳ καὶ ἡσυχίᾳ μένων.
 [09999]  Νυνὶ δὲ τῆς ἀγορᾶς οὐδὲν διενήνοχεν·
000-00-00 Serial Number=0589698374
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01590]  Τί γὰρ τοῦ βαδίζειν ἐπ' ἀγορᾶς εὐκολώτερον;
 [02690]  Εἰπέ μοι, εἴ τις εἰς τὰ βασίλεια καλούμενος, διὰ στενωπῶν θλιβερῶν καὶ ἀποκρήμνων βαδίζοι, ἕτερος δέ τις τὴν ἐπὶ θάνατον ἀγόμενος διὰ μέσης ἕλκοιτο τῆς ἀγορᾶς, τίνα μακαριοῦμεν, τίνα στενάξομεν;
 [03021]  Καὶ γὰρ καὶ αὐτοὶ ἁρπάζουσι τοὺς αὐ [62.461] τῶν πενεστέρους, καὶ χειροτέχναι οἱ εὐπορώτεροι καὶ δυνατώτεροι τοὺς ἀπορωτέρους καὶ πενεστέρους ἀπεμπολοῦσι, κάπηλοι καπήλους, καὶ πάντες οἱ ἐπὶ τῆς ἀγορᾶς.
 [03151]  Ἄλλος πάλιν ἑλκόμενος, ἀπαγόμενος ἐπὶ μέσης τῆς ἀγορᾶς, καὶ Ἑλλήνων καὶ Ἰουδαίων παρόντων, ὁρκοῖ τὸν ἀπάγοντα ὅρκους φρικωδεστάτους, καὶ οὐδεὶς προσέχει.
000-00-00 Serial Number=0046376705
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00577]  Πομπεύει δὲ ὁ βαστάζων, οὐ δι' ἀγορᾶς ἀλλὰ διὰ τῶν οὐρανῶν, καὶ πάντες πεφρίκασιν, ἄγγελοι δορυφοροῦντες καὶ θαυμάζοντες.
 [02401]  Ὁρᾷς, εἰπέ μοι, ἄνδρα ἀκολούθους ἔχοντα πολλοὺς, σοβοῦντα διὰ τῆς ἀγορᾶς, σηρικὰ ἠμφιεσμένον ἱμάτια, ἵππῳ ὀχούμενον, τὸν αὐχένα τείνοντα;
 [02700]  ∆ιὰ τί μηδεὶς ὑπὲρ ἀγορᾶς ποτε δικάζεται;
000-00-00 Serial Number=0919444740
In epistulam ad Ephesios Ante [Go Back]  
 [03735]  Ἂν οὖν τινα ἴδῃς, εἰπέ μοι, γυμνὸν διὰ τῆς ἀγορᾶς προϊόντα, οὐχὶ ἀλγεῖς;
 [05896]  Ἐνδείκνυσο δὲ τὴν πρὸς αὐτὴν συνουσίαν πολλοῦ τιθέμενος, καὶ μᾶλλον ἐπὶ τῆς οἰκίας εἶναι βουλόμενος δι' αὐτὴν, ἢ ἐπὶ τῆς ἀγορᾶς·
000-00-00 Serial Number=0508431554
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04296]  ∆ιὰ τί γὰρ ἐπ' ἀγορᾶς καθήμενος, κἂν ἐπὶ οἰκίας τοῦτο ποιῇς, ἐκεῖ οὐ ποιεῖς;
 [05094]  εἶδες ὁ σκηνοποιὸς οἷος ἐγένετο ἐπειδὴ ἠθέλησεν, ὁ ἐπ' ἀγορᾶς τὸν ἅπαντα βίον διαγαγών;
 [08250]  Εἰπέ μοι, τίς ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ πολλοὺς ἐπαγομένη, ἢ ἡ ὀλίγους;
 [08253]  Τίς ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ τὰ καλὰ φοροῦσα ἱμάτια, ἢ ἡ ἁπλῶς περικειμένη καὶ ἀνεπιτηδεύτως;
 [08254]  τίς πάλιν ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ ἐπὶ ἡμιόνων φερομένη, καὶ χρυσοπάστων παραπετασμάτων, ἢ ἡ ἁπλῶς καὶ ὡς ἔτυχε μετὰ κοσμιότητος βαδίζουσα;
000-00-00 Serial Number=0304398358
In epistulam ad Philippenses Ante [Go Back]  
 [01009]  Καὶ γὰρ οὐ συμπαθείας ἐκεῖνοι οἱ κοπετοὶ οἱ ἐπ' ἀγορᾶς, ἀλλ' ἐπιδείξεως καὶ φιλοτιμίας καὶ κενοδοξίας εἰσί·
000-00-00 Serial Number=0665216208
In epistulam ad Romanos Ante [Go Back]  
 [01094]  Καὶ ὅπερ οἱ ῥᾴθυμοι τῶν οἰκετῶν πάσχουσιν ἐπ' ἀγορᾶς, τὰς μὲν ἀναγκαίας ἀφέντες διακονίας, ἐφ' ἅς εἰσιν ἀπεσταλμένοι παρὰ τῶν δεσποτῶν, ἁπλῶς δὲ καὶ εἰκῆ τοῖς παρεμπίπτουσι προσ [60.421] ηλούμενοι, καὶ τὴν σχολὴν ἐκεῖ καταναλίσκοντες, τοῦτο καὶ ἡμεῖς ὑπομένομεν, ὅταν ἀποστῶμεν τῶν ἐπιταγμάτων τοῦ Θεοῦ.
 [01106]  τί δὲ [60.422] οὗτοι τῶν ἐπαιτῶν διεστήκασι τῶν ὀρχουμένων, καὶ συριζόντων ἐπὶ τῆς ἀγορᾶς;
000-00-00 Serial Number=0024107873
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00832]  Πολλὰ ἀπὸ τῆς ἀγορᾶς ἐπεσπάσω δεινά·
000-00-00 Serial Number=0560897231
In illud Messis quidem multa Ante [Go Back]  
 [00182]  Εἰ γὰρ οἱ νῦν ἄρχοντες, πιστοί τε ὄντες καὶ ταπεινοφρονεῖν παιδευόμενοι καὶ οὐδὲν βάρβαρον ἔχον τες, οὐκ ἂν ἕλοιντο, οὐ λέγω ἀγνῶτα καὶ ξένον, ἀλλὰ τῶν γνωρίμων τινὰ ταχέως ἐπ' ἀγορᾶς αὐτοῖς συ γκαθίσαι·
000-00-00 Serial Number=0297636092
In illud Ne timueritis Ante [Go Back]  
 [00063]  λέοντας ἡμέρους ἐργάζονται, διὰ τῆς ἀγορᾶς ἕλκοντες.
 [00686]  Κἂν ἄλλον θεάσῃ ἐφ' ἵππου καθήμενον, πολλοὺς ἔχοντα τοὺς ῥαβδούχους, καὶ σοβοῦντας ἐπὶ τῆς ἀγορᾶς, μηδὲ τοῦτον μακαρίζῃς διὰ ταῦτα, ἀλλ' ἀνάπτυξον αὐτοῦ τὴν ψυχὴν, καὶ τότε περὶ αὐτοῦ ψηφίζου ταῦτα, ἅπερ ἡ ἐκείνης ὄψις ὑποβάλλει.
 [00688]  Τί γὰρ σοβεῖς ἐπὶ τῆς ἀγορᾶς;
 [00696]  Καὶ ὁ μὲν ∆εσπότης σου εἰς οὐρανὸν ἀνήγαγε τὸν ἄνθρωπον, σὺ δὲ οὐδὲ ἀγορᾶς αὐτῷ μεταδίδως;
000-00-00 Serial Number=0483598709
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00101]  ἐπὶ δὲ τῆς ἀγορᾶς, εἰπέ μοι, ἔνθα τοσοῦτος θόρυβος καὶ στενοχωρία καὶ πολὺς ὁ καύσων, πῶς οὐ προβάλλῃ πνῖγος καὶ θέρμην;
000-00-00 Serial Number=0424673259
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00048]  Ὁ ἀγοραῖος, ὁ σκηνοποιὸς, ὁ ἐπ' ἀγορᾶς ἑστηκὼς, ὁ δέρματα ῥάπτων.
 [00161]  μὴ γὰρ ἔγκλημα τὸ ἑστάναι ἐπ' ἀγορᾶς καὶ ἐργάζεσθαι;
000-00-00 Serial Number=0042062402
In illud Vidi dominum Ante [Go Back]  
 [00269]  Εἰ γὰρ ἄνθρωποι μιαροὶ χοροὺς ἱστάντες ἐπὶ τῆς ἀγορᾶς, ἐν σκότει βαθεῖ καὶ ἀωρίᾳ τῶν νυκτῶν πορνικὰ ᾄσματα καὶ κατακεκλασμένα ᾄδοντες μέλη, πᾶσαν ἀναπτε ροῦσι τὴν πόλιν ἡμῶν, καὶ πρὸς ἑαυτοὺς ἐπιστρέφουσιν·
000-00-00 Serial Number=0055556595
In pharisaeum et meretricem Ante [Go Back]  
 [00183]  οὐκ οἶδα τὴν προεστηκυῖαν ἐπὶ τῆς ἀγορᾶς;
000-00-00 Serial Number=0855589151
In principium Actorum Ante [Go Back]  
 [01113]  Καὶ γὰρ διὰ τοῦτό φησι, Γίνεσθε τραπεζῖται δόκιμοι, οὐχ ἵνα ἐπὶ τῆς ἀγορᾶς ἑστῶτες τὰ ἀργύρια ἀριθμῆτε, ἀλλ' ἵνα τοὺς λόγους βασανίζητε μετὰ ἀκριβείας ἁπάσης·
000-00-00 Serial Number=0621446073
In ramos palmarum [3] Ante [Go Back]  
 [00047]  Καὶ τράπεζαν παρατιθέμενος ποτὲ μὲν κριθίνους ἄρτους παρατίθεται ποτὲ δὲ πρὸς αὐτὸν τὸν και-ρὸν ἐξ ἀγορᾶς τοὺς μαθητὰς ὠνήσασθαι κελεύων.
000-00-00 Serial Number=0763511539
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00127]  Πόλεμος ἀνεῤ ῥιπίσθη ποτὲ χαλεπὸς κατὰ τῶν Ἐκκλησιῶν, καὶ καθά περ τυραννίδος χαλεπωτάτης τὴν γῆν καταλαβούσης, ἐκ μέσης ἀνηρπάζοντο τῆς ἀγορᾶς ἅπαντες, ἄτοπον μὲν οὐδὲν ἐγκαλούμενοι, ὅτι δὲ τῆς πλάνης ἀπαλλαγέντες, πρὸς τὴν εὐσέβειαν ἔδραμον, ὅτι τῆς τῶν δαιμόνων θρη σκείας ἀπέστησαν, ὅτι τὸν ἀληθινὸν Θεὸν ἐπέγνωσαν, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ προσεκύνησαν, καὶ ὑπὲρ ὧν στεφανοῦσθαι αὐτοὺς ἐχρῆν, καὶ θαυμάζεσθαι καὶ τιμᾶσθαι, ὑπὲρ τούτων ἐκολάζοντο καὶ μυρίοις περιηντλοῦντο δεινοῖς πάντες οἱ τὴν πίστιν παραδεξάμε νοι, πολλῷ δὲ πλέον οἱ τῶν Ἐκκλησιῶν προεστῶτες.
000-00-00 Serial Number=0205906451
Quales ducendae sint uxores Ante [Go Back]  
 [00172]  Ἐπειδὴ γὰρ τὸν βίον τὸν [51.231] ἡμέτερον δύο ταῦτα συγκροτεῖν εἴωθε, τὰ πολιτικὰ καὶ ἰδιωτικὰ πράγματα, διελὼν ἀμφότερα ταῦτα ὁ Θεὸς, ταύτῃ μὲν τὴν τῆς οἰκίας προστασίαν ἀπένειμε, τοῖς δὲ ἀνδράσι τὰ τῆς πόλεως ἅπαντα πράγματα, τά τε ἐπὶ τῆς ἀγορᾶς, δικαστήρια, βουλευτήρια, στρατηγίας, τὰ ἄλλα πάντα.
000-00-00 Serial Number=0710447788
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00019]  Ἐκεῖναι μὲν γὰρ οἴκοι τὸ δέλεαρ κατακρύπτουσι, σὺ δὲ πανταχοῦ περιφέρεις τὴν παγίδα, καὶ ἀναπετάσασα τῆς ἡδονῆς τὰ πτερὰ περιάγεις ἐπὶ τῆς ἀγορᾶς.
 [00187]  Εἰ δὲ αἰσχρὸν παρθένον ἐπ' ἀγορᾶς ἑστάναι ἐπὶ συναλλάγμασι τοιούτοις, ὥσπερ οὖν καὶ αἰσχρὸν, μάλιστα μὲν τὸ συνοικεῖν ἀνδράσιν αἰσχρότερον.
 [00352]  Κἂν γὰρ λίαν ἄθλιός τις ᾖ καὶ ταλαίπωρος, οὐκ ἔστιν οὕτω τῶν ἀπεγνωσμένων καὶ σφόδρα τὴν ἑαυτῶν καταισχύνειν ἐπιθυμούντων δόξαν, ὡς ἐθελῆσαι ἐν ἀσχημοσύνῃ ζῆν, καὶ ἐν τοῖς ἁπάντων εἶναι στόμασιν ἐπὶ κακηγορίᾳ καὶ γέλωτι καὶ ὀνείδεσι, καὶ θέατρον ἐπὶ τῆς ἀγορᾶς γίνεσθαι κοινὸν, πάντων αὐτὸν ἅμα τῷ φανῆναι τοῖς πλησίον δακτυλοδεικτούντων ἐπὶ τοῖς αἰσχίστοις.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»