Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀγωνίας [67]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀγωνίας


000-00-00 Serial Number=0827920794
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01863]  Εἶτα ὁ τοὺς πολλάκις μὲν ἡμαρτηκότας ῥήμασι φοβῶν, οὐ κολάζων, μετανοήσαντας δὲ καὶ ταύτης ἀπαλλάττων τῆς ἀγωνίας, σὲ τὸν τοσαύτην ἐπιδειξάμενον εὐλάβειάν τε καὶ ἀρετὴν οὐ μόνον τῆς ἀπειλῆς οὐκ ἀπήλλαξεν, ἀλλὰ καὶ τῇ διὰ τῶν ἔργων παρεδίδου κολάσει;
000-00-00 Serial Number=0874006808
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00222]  ὅταν δὲ ἐν αὐτοῖς διὰ τῆς πείρας γενώμεθα καὶ κατατολμήσωμεν, τὸ πλέον τῆς ἀγωνίας ἐξίσταται, καὶ τὸ θαρρεῖν ἀντὶ τοῦ τρέμειν καὶ ἀπογινώσκειν ἐπεισελθὸν ἐλαττοῖ μὲν τὸν φόβον, αὔξει δὲ τὴν εὐμάρειαν καὶ τὰς χρηστὰς ἐλπίδας ἰσχυροτέρας ποιεῖ.
000-00-00 Serial Number=0122162342
Ad populum Antiochenum Ante [Go Back]  
 [00530]  Εἰ δέ τις καὶ τοῦ φόβου τούτου καὶ τῆς ἀγωνίας ἐκτὸς ὢν ἐθελήσειεν εἰς ἀγορὰν ἐμβαλεῖν, ὑπὸ τῆς ὄψεως τῆς ἀτερποῦς εὐθέως εἰς τὴν οἰκίαν εἰσελαύνεται τὴν ἑαυτοῦ, ἕνα που καὶ δύο μόλις ὁρῶν συγκεκυφότας, καὶ μετὰ πολλῆς βαδίζοντας τῆς κατηφείας, ἔνθα πρὸ ὀλίγων ἡμερῶν ποταμῶν ῥεύματα τὸ πλῆθος ἀπέκρυπτεν, ἀλλὰ νῦν ἀπηλάθησαν ἡμῖν πάντες ἐκεῖνοι.
 [00956]  Παρακαλῶμεν τοίνυν αὐτὸν, καὶ διαπρεσβευώμεθα πρὸς αὐτὸν, καὶ καταστελεῖ πάντως τὸν θυμὸν τοῦ βασιλέως, καὶ τῆς ἐπικειμένης ἡμᾶς ἀγωνίας ἀπαλλάξει πάσης.
 [01266]  Ταῦτ' οὖν εἰδότες ἅπαντα, ποιησώμεθα τοῦ βίου μεταβολὴν καὶ διόρθωσιν, καὶ πρὸ τῆς ἀπαλλαγῆς τῆς ἐπικειμένης ἀγωνίας ὑπὲρ εὐλαβείας καὶ ἀρετῆς φροντίσωμεν.
 [01404]  Ἀλλὰ καὶ ἐντεῦθεν ἡμῖν πολλὴ πρὸς ἀρετὴν ἐπίδοσις ἔσται, ἐπιτεινομένης ἡμῖν τῆς εὐλαβείας διὰ τῆς ἀγωνίας.
 [01477]  ἀλλ' ὥσπερ εἰς τὸ πῦρ ἐμπεσόντες ἐκράτησαν τῆς φλογὸς, οὕτω πάσης ἐπιθυμίας καὶ ἀγωνίας κατεγέλασαν.
 [01753]  καὶ τοῦτο οὐ τῆς παρούσης αὐτὸν ἀπαλλάξει μόνον ἀγωνίας, ἀλλὰ κἀκείνης ἐξαιρήσεται τῆς φλογός.
 [02072]  νῦν δὲ μυρίων χαλεπωτέραν θανάτων ὑπέστημεν ζωὴν, ἐν τοσαύταις ἡμέραις δεδοικότες καὶ τρέμοντες, καὶ τὰς σκιὰς αὐτὰς ὑποπτεύοντες, καὶ τὴν τοῦ Κάϊν τίνοντες δίκην, καὶ ἐκ μέσου τῶν ὕπνων ἀναπηδῶντες ἀπὸ τῆς διηνεκοῦς ἀγωνίας·
 [02098]  ὅπερ οὖν καὶ ἐγένετο, καὶ πολὺ τῆς ἀγωνίας ἀπεθέμεθα μέρος.
 [02131]  Μὴ τοίνυν καταπέσωμεν, μηδὲ προδῶμεν ἑαυτοὺς ὑπὸ τῆς ἀγωνίας, ἀλλὰ μένωμεν τὰ χρηστὰ προσδοκῶντες, καὶ προσέχωμεν τοῖς ῥηθήσεσθαι μέλλουσι.
 [02134]  Βούλεσθε καὶ τετάρτην εἴπω αἰτίαν τῆς ἀκαίρου ταύτης ἀγωνίας οὐκ ἐλάττονα, τῶν προτέρων ἀληθεστέραν;
 [02471]  Βουλόμενος ὁ Θεὸς εἰς παῤῥησίαν αὐτὸν ἐκκαλέσασθαι διαλέξεως, καὶ δοῦναι θαῤῥεῖν, καὶ εἰς ἀπολογίαν ὧν ἥμαρτεν ἐμβαλεῖν, ἵνα τινὸς ἀπολαύσῃ συγγνώμης, πρότερος αὐτὸς αὐτὸν ἐκάλεσε, τὸ πολὺ τῆς ἀγωνίας ὑποτεμνόμενος τῇ προσηγορίᾳ, καὶ τὸν φόβον ἀπελαύνων, καὶ τὸ στόμα διὰ ταύτης ἀνοίγων τῆς κλήσεως.
 [03209]  εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκέτι τὸν ἔξωθεν φεύγοντες κίνδυνον, ἀλλ' ἀκροάσεως ἐπιθυμοῦντες, ἐνταῦθα συντρέχομεν, οὐκέτι μετὰ ἀγωνίας καὶ τρόμου καὶ φροντίδος ἀλλήλοις συγγινόμεθα, ἀλλὰ μετὰ ἀδείας πολλῆς ἅπαν ἀποτιναξάμενοι τὸ δέος·
 [03910]  [49.143] Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν·
 [04207]  τίς οὕτως ἀναίσθητος, ὡς τῆς πόλεως οὕτω σαλευομένης, καὶ ναυαγίας τοιαύτης ἀπειλουμένης, μὴ νήφειν καὶ ἐγρηγορέναι, καὶ πάσης συμβουλῆς καὶ παραινέσεως ἀκριβέστερον ἀπὸ τῆς ἀγωνίας διορθοῦσθαι ταύτης;
 [04505]  [49.162] τῶν ἐπιόντων δεινῶν, λαγωοῦ παντὸς δειλότεροι διὰ τῆς ἀγωνίας γενόμενοι ταύτης;
 [04653]  Οὐ γὰρ ἐξ ἀγωνίας οὐδὲ δειλίας ὁ Παῦλος τοῦτο ἐποίησεν, ἀλλ' ἀπὸ σοφίας πολλῆς καὶ συνέσεως πνευματικῆς·
 [05063]  Μὴ γάρ μοι τὰς τραπέζας αὐτῶν ἴδῃς, μηδὲ τοὺς κόλακας αὐτῶν καὶ τοὺς παρασίτους, ἀλλὰ τὰ ἐξ αὐτῶν γινόμενα πράγματα, τὰς ἐπηρείας, τὰς συκοφαντίας, τοὺς κινδύνους, τὰς ἀγωνίας, καὶ ὃ τούτου πολλῷ χαλεπώτερον, ὅτι καὶ ἀμελέτητοι πρὸς ταύτας ἐρχόμενοι τὰς μεταβολὰς, φιλοσοφεῖν οὐκ ἐπίστανται, οὐδὲ γενναίως τὰ συμπίπτοντα φέρειν.
 [05225]  Εἴ τίς σοι τότε προέτεινεν ἐνιαυτὸν ὁλόκληρον ἐν ἀλουσίᾳ μεῖναι, ὥστε ἀπαλλαγῆναι τῆς ἐπικειμένης ἀγωνίας, οὐκ ἂν ἑτοίμως κατεδέξω καὶ ὑπέμεινας;
 [05546]  ἐὰν ἅπαντα ταῦτα ἐννοήσωμεν καὶ πρὸς ἑαυτοὺς ἀναλογισώμεθα, κἂν ἁπάντων ὦμεν ὠμότεροι καὶ ἀπηνέστεροι, τὸ πλῆθος τῶν ἁμαρτιῶν ἡμῶν σκοπήσαντες, ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας οὐδὲ μνησθῆναι τῆς παρ' ἑτέρων εἰς ἡμᾶς γεγενημένης ὕβρεως δυνησόμεθα.
000-00-00 Serial Number=0905955017
Adversus Judaeos Ante [Go Back]  
 [02182]  Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, καὶ τοὺς πρὸς ταῦτα ἐπτοημένους τῆς ἀκαίρου ταύτης ἀγωνίας ἀπαλλάττοντες, παιδεύσατε τί χρὴ φοβεῖσθαι καὶ δεδοικέναι, οὐχὶ τὴν κιβωτὸν ταύτην, ἀλλὰ τὸ καταφθείρειν τὸν ναὸν τοῦ Θεοῦ διὰ τῶν ἐκεῖ δρόμων, διὰ τοῦ πρὸς τὸν Ἰουδαϊσμὸν συνειδότος, διὰ τῆς ἀκαίρου ταύτης παρατηρήσεως.
000-00-00 Serial Number=0907299161
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01533]  οὐ γὰρ τοσαύτην καρπούμεθα εὐφροσύνην, ὅσην λύπην ἀπὸ τῆς καθημερινῆς φροντίδος καὶ τῆς ἀγωνίας καὶ τῶν φόβων τῶν δι' αὐτούς.
000-00-00 Serial Number=0032600224
Catecheses ad illuminandos Ante [Go Back]  
 [01260]  ἕκαστος μέντοι μετὰ φόβου καὶ ἀγωνίας τοῖς πράγμασι προσίτω καὶ τὸν τῆς ἡμέρας καιρὸν οὕτω διανυέτω ὡς ὀφείλων περὶ τὸν τῆς ἑσπέρας καιρὸν πάλιν ἐνταῦθα παραγενέσθαι καὶ τῆς ἡμέρας ἁπάσης τὸν λόγον ἀποδοῦναι τῷ δεσπότῃ καὶ συγγνώμην αἰτῆσαι περὶ τῶν ἐπταισμένων.
000-00-00 Serial Number=0706196547
Commentarius in Job Ante [Go Back]  
 [01889]  «μετὰ ἀγωνίας, μετὰ ταλαιπωρίας, μετὰ φόβου.».
000-00-00 Serial Number=0224409044
De Davide et Saule Ante [Go Back]  
 [00348]  οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν ὁρῶν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθησόντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας καὶ γὰρ τοῦτο κληματίδος, καὶ πίσσης, καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆγε τὴν φλόγα οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς, καὶ ἰδὼν τοῦ πολεμίου τὴν ὄψιν, ἐντεῦθεν μάλιστα ἐφιλοσόφησεν.
000-00-00 Serial Number=0990267158
De incomprehensibili dei natura Ante [Go Back]  
 [00729]  Καθάπερ γάρ, ἡνιόχου φοβηθέντος καὶ τὰς ἡνίας ἀφέντος, ἐπ' ὄψιν οἱ ἵπποι καταφέρονται πάντες καὶ τὸ ἅρμα ὁλόκληρον περιτρέπεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν, ὅταν ὑπό τινος θάμβους καὶ ἀγωνίας κατέχηται·
 [00851]  Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ διατρίβουσα, ὅταν ποτὲ αἴσθηταί τινος φόβου, πτοηθεῖσα πρὸς τὴν ὀροφὴν ἵπταται καὶ διὰ τῶν θυρίδων ἔξοδόν τινα ἐπιζητεῖ, τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιθυμοῦσα, οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου τότε ἐκείνου ἐκ τοῦ σώματος ἀναπτῆναι ἔσπευδε καὶ πρὸς τὰ ἔξω πάντοθεν ἠπείγετο καὶ ἐξῆλθεν ἂν καὶ ἀπέπτη καὶ τὸ σῶμα κατέλιπεν ἔρημον, εἰ μὴ ταχέως ὁ ἄγγελος προλαβὼν αὐτὴν ἀπήλλαξε τῆς ἀγωνίας καὶ πρὸς τὸ οἰκεῖον πάλιν ἐπανήγαγε καταγώγιον.
000-00-00 Serial Number=0918706000
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00847]  Ἐπεὶ καὶ μάρτυρες πολλοὶ πολλάκις ἀπάγεσθαι μέλλοντες ἐπὶ θανάτῳ ὠχρίασαν καὶ φόβου καὶ ἀγωνίας ἐνεπλήσθησαν·
000-00-00 Serial Number=0892849922
De prophetiarum obscuritate Ante [Go Back]  
 [00891]  μηδὲν εἴπῃς, καὶ καθαρὸς εἶ τῆς ἀγωνίας.
000-00-00 Serial Number=0379536808
De sacerdotio Ante [Go Back]  
 [01420]  πῶς γὰρ ἔστιν, ἄνθρωπον ὄντα καὶ τὸν πολύμοχθον τοῦτον βιοῦντα βίον, φροντίδων ἀπηλλάχθαι καὶ ἀγωνίας;
000-00-00 Serial Number=0629620194
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00034]  Ἵστε γὰρ δήπου, πάντες, ὅτι τὰ πολλάκις ἡμῖν ἐν μακρῷ μελετηθέντα χρόνῳ, παρόντος τοῦ καιροῦ τοῦ τὴν πεῖραν ἀπαιτοῦντος ἡμᾶς, καὶ φόβου μικροῦ τὴν διάνοιαν καταλαβόντος ἅπαντα ἐξεχέαμεν τὰ βουλεύματα ὑπὸ τῆς ἀγωνίας ἀθρόον πτοηθέντες.
000-00-00 Serial Number=0936437905
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00128]  ἔσται γὰρ, ἔσται καιρὸς, καθ' ὃν καὶ τῆς ἀγωνίας ἀπαλλαγήσονται ταύτης·
 [00130]  Ὅτι γὰρ ἡμᾶς ἀπήλλαξε τῆς ἀγωνίας ταύτης, δηλοῦσι μὲν οἱ μάρτυρες, δηλοῖ δὲ πρὸ τῶν μαρτύρων ὁ Παῦλος.
000-00-00 Serial Number=0282281160
De virginitate Ante [Go Back]  
 [00276]  Ὁ δὲ μηδὲ τοῦτο ἀνασχόμενος ποιῆσαι πρῶτος φανερὸν ἡμῖν κατέστησεν ὅτι πολλῶν ἱδρώτων καὶ μεγάλης ἡ παρθενία δεῖται τῆς ἀγωνίας.
 [01428]  Τί δὲ χρὴ λέγειν τοὺς ἐν τῷ μεταξὺ γινομένους χωρισμούς, τὰς μακρὰς ἀποδημίας, τὰς συνεζευγμένας αὐτοῖς ἀγωνίας, τὰς νόσους;
000-00-00 Serial Number=0133362234
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04316]  Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ διατρίβουσα, ὅταν ποτὲ αἴσθηταί τινος φόβου, πτοηθεῖσα πρὸς τὴν ὀροφὴν ἵπταται, καὶ διὰ τῶν θυρίδων ἔξοδόν τινα ἐπιζητεῖ, τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιθυμοῦσα·
 [04318]  Καὶ ἐξῆλθεν ἂν καὶ ἀπέπτη καὶ τὸ σῶμα κατέλιπεν ἔρημον, εἰ μὴ ταχέως ὁ ἄγγελος προκαταλαβὼν αὐτὴν ἀπήλλαξε τῆς ἀγωνίας, καὶ πρὸς τὸ οἰκεῖον πάλιν ἐπανήγαγε καταγώγιον.
 [07022]  οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθούντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων κακῶν, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας (καὶ γὰρ τοῦτο κληματίδος καὶ πίσσης καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆπτε τὴν φλόγα) οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς καὶ ἀνέπαφος.
000-00-00 Serial Number=0851786494
Epistulae Ante [Go Back]  
 [03543]  Καὶ γὰρ ταύτης ἀπολαύοντες τῆς ἑορτῆς ἑορτὴν γὰρ ἐγὼ τοῦτο τίθεμαι, καὶ πανήγυριν, καὶ πολλῆς ἡδονῆς ὑπόθεσιν, οὐδὲ μικρὰν αἴσθησιν τῆς ἐρημίας, καὶ τοῦ φόβου, καὶ τῆς ἀγωνίας ληψόμεθα.
000-00-00 Serial Number=0069011271
Expositiones in Psalmos Ante [Go Back]  
 [02958]  τὰ δὲ θηριωδέστερα οὐκέτι, ἵνα ὑπομιμνήσκηται ἐκ τῆς τούτων ἀγωνίας τῆς παλαιᾶς ἁμαρτίας τῆς τοῦ προπάτορος Ἀδάμ.
 [04721]  τὰ δὲ θηριωδέστερα οὐκέτι, ἵνα ὑπομιμνήσκηται ἐκ τῆς τούτων ἀγωνίας τῆς παλαιᾶς ἁμαρτίας τῆς τοῦ προπάτορος Ἀδάμ.
 [06837]  τὴν κατὰ κράτος νίκην, τὴν χωρὶς ἀγωνίας παράταξιν, τὴν χωρὶς φόβου μάχην δεικνύς.
000-00-00 Serial Number=0737344265
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00111]  διακόπτων αὐτῶν τὴν πρὸς ταῦτα συμπάθειαν, συνεκλήρωσεν αὐτοῖς πολλὰ τὰ λυπηρὰ, καὶ φόβους καὶ μερίμνας καὶ φροντίδας καὶ ἀγωνίας καὶ κινδύνους καὶ δειλίαν, καὶ τὸν πολὺν τῶν σωματικῶν παθῶν ἑσμὸν, καὶ τὴν ἀπὸ τῶν σωμάτων πολιορκίαν, καὶ ἕτερα πολλὰ, ἅπερ εἰπεῖν οὐκ ἔνι τῷ λόγῳ·
000-00-00 Serial Number=0459823310
In Eutropium Ante [Go Back]  
 [00040]  Ἐδραπέτευσαν, ἠρνήσαντο τὴν φιλίαν, ἀσφάλειαν ἑαυτοῖς διὰ τῆς σῆς ἀγωνίας πορίζουσιν.
000-00-00 Serial Number=0047452092
In Genesim sermones Ante [Go Back]  
 [00214]  Καὶ γὰρ ἐπειδὰν ἐκεῖνοι μέσους ἑαυτοὺς κατασχόντες, ὑπὸ τῆς βίας τῶν ἁμμάτων πρὸς τὸν ἔξωθεν αὐτοὺς περιεστῶτα ἐξακοντισθῶσιν ὄχλον διὰ τὴν τοῦ τόπου στενοχωρίαν, λύσαντες τὰ ἅμματα, πρὸς τὸν τῆς ἀγωνίας πάλιν ἐπανέρχονται τόπον·
 [00216]  Ἐπεὶ οὖν καὶ ἡμᾶς ἡ τόπου στενοχωρία καταλῦσαι τὸν λόγον ἠνάγκασε, φέρε πρὸς τὸν τόπον τῆς ἀγωνίας ἐπανελθόντες, τὰ ἅμματα λύσωμεν ἀπὸ τῶν τήμερον ἀναγνωσθέντων ἡμῖν.
 [00914]  Καίτοι εἰ καὶ φυλάξαι προέκειτο μόνον, πολλῆς ἀγωνίας καὶ σπουδῆς [54.609] ἐδεῖτο τὸ πρᾶγμα·
000-00-00 Serial Number=0206867993
In Isaiam Ante [Go Back]  
 [00937]  Ἐνταῦθά μοι δοκεῖ τὸν Ἐζεχίαν αἰνίττεσθαι, ἐκ τοῦ δέους καὶ τῆς πολλῆς ἀγωνίας πρὸς ἐσχάτας ὄντα ἀναπνοάς.
 [02238]  Τὸ γὰρ πάθος ἡμῖν ἑρμηνεύει τῆς ἑκάστου διανοίας καὶ σαφηνείας ἕνεκεν καὶ εἰκόνα προστίθησιν καὶ ὥστε δεῖξαι τὴν ἐπίτασιν τῆς ἀγωνίας.
 [02249]  Ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας οὐχ ἡσύχαζεν ὁ βασιλεύς, οὐδὲ οἴκοι μένειν ἠνείχετο, ἀλλ' ὅπερ ἔθος τοῖς πολιορκουμένοις ὑπομένειν, συνεχῶς ἐξῄει, τὰ τείχη περισκοπῶν, πρὸς ταῖς πύλαις γινόμενος, περιεργαζόμενος καὶ πολυπραγμονῶν, πῶς τὰ τῶν πολεμίων διάκειται πράγματα.
000-00-00 Serial Number=0399213552
In Joannem Ante [Go Back]  
 [00091]  ∆ιὰ γὰρ τοῦτο τοσαῦτα προειπὼν, οὐδέπω καθῆκα εἰς τὰς ῥήσεις ταύτας, ἵνα ἕκαστος πάντα ἀποθέμενος ἀῤῥωστίας τρόπον, ὥσπερ εἰς αὐτὸν εἰσιὼν τὸν οὐρανὸν, οὕτως εἰσίῃ καθαρὸς καὶ θυμοῦ, καὶ φροντίδος, καὶ ἀγωνίας βιωτικῆς, καὶ τῶν ἄλλων ἀπηλλαγμένος παθῶν.
 [01225]  οὕτω καὶ οἱ τὴν ἁμαρτίαν ἐργαζόμενοι, θαῤῥεῖν οὐκ ἔχουσι, κἂν μηδεὶς ὁ ἐλέγχων ᾖ, ἀλλὰ πάντα δεδοίκασι, καὶ ὑποπτεύουσιν, ὑπὸ τοῦ συνειδότος κεντούμενοι, καὶ πάντα αὐτοῖς δέους καὶ ἀγωνίας ἐστὶ μεστὰ, πάντα περιβλέπονται, πάντα φοβοῦνται.
000-00-00 Serial Number=0497897089
In Psalmos 101-107 Ante [Go Back]  
 [00047]  Τό τε γὰρ στρουθίον ὑπ' ἀγωνίας ἐξελαύ νει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν, ταῖς ἐρήμοις καὶ καταλελυμέναις προσ τρέχει.
000-00-00 Serial Number=0112185836
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00065]  Καὶ ταυτὸν γέγονεν, ὥσπερ ἂν εἴ τις στρατηγὸς ἄριστος ἰδὼν τοὺς ὑπ' αὐτὸν ταττομένους στρατιώτας, οὐ φέροντας τὰς τῶν ἐναντίων ἀπειλὰς, ἀλλὰ καταπεπληγμένους ὑπὸ τῆς ἀγωνίας, ἅπαντας αὐτοὺς ἐπιῤῥώσειεν, περιφράξας πανταχόθεν θώρακι καὶ ἀσπίδι καὶ περικεφαλαίᾳ, καὶ τῇ λοιπῇ παντευχίᾳ·
000-00-00 Serial Number=0725801528
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00098]  οὐ γὰρ μόνον οὐκ ἐφόβησε τὸν ἀκούοντα, ἀλλὰ καὶ πάσης ἀγωνίας καὶ δέους ἀπήλλαξεν·
000-00-00 Serial Number=0953008652
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00669]  Πόθεν οὖν, πόθεν τοσαύτης ἀγωνίας ἡ ἡμέρα γέμει ἐκείνη;
000-00-00 Serial Number=0754724681
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04906]  Καὶ ἔτι πρὸς τούτοις ἀπήλλαξέ σε φροντίδων, ἀγωνίας, βασκανίας συκοφαντῶν, θορύβου, ταραχῆς, φόβου διηνεκοῦς·
 [07026]  Οὐδὲ γὰρ μεθύειν ἔξεστι τοῖς ἀγωνιζομένοις κατὰ τὸν καιρὸν τῆς ἀγωνίας οὐδὲ, πορνεύειν, ἵνα μὴ τὴν δύναμιν ἐκλύσωσιν, ἀλλ' οὐδὲ περὶ ἄλλο τι οὐδὲν ἠσχολῆσθαι·
 [07658]  Καὶ οὐ ταύτης μόνον αὐτοὺς ἀπαλλάττει τῆς ἀγωνίας, ἀλλὰ καὶ ἑτέρας, πολλὴν ἄδειαν καὶ ἐλευθερίαν αὐτοῖς κατασκευάζων.
000-00-00 Serial Number=0837064385
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00368]  ἴστε καὶ ὑμεῖς ὅσος ὁ κίνδυνος, καὶ μεθ' ὅσης ἀγωνίας ἐγενόμεθα πρὸς ὑμᾶς.
000-00-00 Serial Number=0315081894
In epistulam ad Romanos Ante [Go Back]  
 [04310]  Καὶ οὐδὲ ἡνίκα ἂν καθεύδωσι, ταύτης ἀπαλλάττονται τῆς ἀγωνίας, τοῦ πονηροῦ συνειδότος ὀνείρατα πολλῶν γέμοντα φόβων ἀναπλάττοντος αὐτοῖς, καὶ ἐκδειματοῦντος οὕτως.
000-00-00 Serial Number=0143419504
In illud Ne timueritis Ante [Go Back]  
 [00666]  ∆ιά τοι τοῦτο ὁ προφήτης φιλοσοφῶν, τοὺς μικροψύχους, καὶ ταλαιπώρους, καὶ χαμαὶ συρομένους, καὶ κεχηνότας πρὸς τὴν τοῦ πλούτου φαντασίαν, καὶ δεδοικότας, καὶ τρέμοντας τοὺς ἐν τούτοις κομῶντας διορθούμενος, καὶ τῆς τοιαύτης ἀπάγων ἀγωνίας ἡμᾶς, καὶ πείθων ὡς οὐδὲν ὄντων καταφρονεῖν, ἔλεγε·
000-00-00 Serial Number=0558736265
In illud Vidi dominum Ante [Go Back]  
 [00073]  Πῶς οὖν ἔστιν ἀγάλλεσθαι ἐν φόβῳ, καὶ οὐχ ἁπλῶς ἐν φόβῳ, ἀλλ' ἐν τρόμῳ, ὅπερ ἐπίτασίς ἐστι τοῦ φόβου καὶ πολλῆς ἀγωνίας σημεῖον;
000-00-00 Serial Number=0549297214
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01314]  Ἀπόδεκτος τῆς προθυ μίας, συγγνωστὸς τῆς ἀγωνίας.
000-00-00 Serial Number=0055580676
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00017]  Τοῦτο δὴ δέος μὴ καὶ σήμερον γένηται ἐπὶ τῆς ψυχῆς τῆς ἡμετέρας καὶ ἃ μετὰ πολλοῦ πόνου συνηγάγομεν ὑμῖν νοήματα, τὰ μικρὰ δὴ ταῦτα καὶ εὐτελῆ, ὑπὸ τῆς ἀγωνίας ἐλασθέντα, φροῦδα οἰχήσηται καὶ τὴν διάνοιαν ἡμῖν ἐρήμην καταλιπόντα ἀποπτῇ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»