Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀδεῶς [64]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀδεῶς


000-00-00 Serial Number=0991624951
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00027]  τῆς δὲ ἀναλγησίας ἕνεκεν οὐδὲν τῶν παραπαιόντων διενηνόχαμεν, οἳ πολλὰ μὲν ἐπικίνδυνα καὶ αἰσχρὰ καὶ λέγουσι καὶ πράττουσιν ἀδεῶς, αἰσχύνονται δὲ τούτων οὐδὲν, ἀλλὰ καὶ ἐναβρύνονται, καὶ τῶν καθεστηκότων μᾶλλον ὑγιαίνειν νομίζουσιν.
 [00070]  οὕτω καὶ ἡμεῖς, κεντούμενοι τῷ τῶν ἁμαρτημάτων συνειδότι, εἰς τὸν τῆς ὑπερβολῆς εὔριπον καταποντίζειν ἑαυτοὺς ἀναγκαζόμεθα, ἵνα πάντα ἀδεῶς ἁμαρτάνωμεν τοῦ λοιποῦ.
000-00-00 Serial Number=0597982228
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00261]  εἰ δὲ καὶ τοῦτον ἀφέλοις τὸν χαλινὸν, τίς αὐτὴν καθέξει λοιπὸν ἀδεῶς κατὰ [47.422] κρημνῶν φερομένην, καὶ εἰς τὰ τῆς ἀπωλείας ἐμπίπτουσαν βάραθρα;
000-00-00 Serial Number=0554972410
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00570]  Καὶ καθάπερ οἱ μαινόμενοι, ἐπειδὰν ἅπαξ τῆς ὑγιοῦς ἐκπέσωσι καταστάσεως, οὐδὲν δεδοίκασιν, οὐδὲν αἰσχύνονται, ἀλλ' ἀδεῶς ἅπαντα τολμῶσιν καὶ πράττουσιν κἂν εἰς πῦρ μέλλωσιν ἐμπίπτειν, κἂν εἰς πέλαγος, κἂν εἰς κρημνόν·
000-00-00 Serial Number=0043315828
Ad populum Antiochenum Ante [Go Back]  
 [00775]  Ἵνα οὖν ἀδεῶς ζῶμεν, κοινὰ γέγονεν ἡμῖν τὰ τῆς ζωῆς αἴτια·
 [04854]  Πάντες κατέλιπον τότε τὴν πόλιν, πάντες ἀπεπήδησαν, εἰς τὰ σπήλαια κατεκρύβησαν, μόνοι δὲ οἱ διὰ τῶν ἔργων ἀληθῶς τὴν φιλοσοφίαν ἐπιδεικνύμενοι, καθάπερ οὐδενὸς δεινοῦ τὴν πόλιν κατειληφότος, οὕτως ἀδεῶς ἐπὶ τῆς ἀγορᾶς ἐφάνησαν.
000-00-00 Serial Number=0437843680
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00158]  Ὅταν γὰρ ἴδῃς ἐν ἐκκλησίᾳ πένητα πλουσίῳ παρεστῶτα, ἰδιώτῃ ἄρχοντα εὐτελῆ τῷ ὑπερέχοντι, τὸν ἔξω τρέμοντα τὴν δυναστείαν, ἔσω ἀδεῶς συμπαρεστῶτα τῇ δυναστείᾳ, νόησον τί ἐστι, Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνῶν.
000-00-00 Serial Number=0863085806
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01139]  Οἱ δὲ λογικοὶ δῆθεν, καὶ θείας ἀπολαύσαντες διδασκαλίας, καὶ τὸ πρακτέον καὶ τὸ μὴ τοιοῦτον ἑτέροις διαγορεύοντες, καὶ γραμμάτων ἐξ οὐρανοῦ καταβάντων ἀκούσαντες, οὐχ οὕτως ἀδεῶς ταῖς πόρναις, ὥσπερ τοῖς νέοις συγγίνονται.
000-00-00 Serial Number=0198382378
Catecheses ad illuminandos Ante [Go Back]  
 [00779]  οὐδὲ γὰρ ἴσασι λοιπὸν δεόντως διανέμειν τῆς διανοίας τὸν πλοῦτον, ἀλλὰ καθάπερ οἱ ἄσωτοι τῶν νέων οὕτω καὶ οὗτοι ὑπὸ τῆς μέθης καταβαπτιζόμενοι κἂν ῥήματα προέσθαι δέῃ, κἂν ἀπρεπῆ τινα φθέγξασθαι καὶ ὄλεθρον πολὺν φέροντα, πάντα ἀδεῶς καὶ λέγουσι καὶ πράττουσι καὶ χεῖρον τῶν ἀσώτων ἐκείνων τὴν τῶν χρημάτων οὐσίαν καταναλισκόντων εἰς τὴν ἐσχάτην πενίαν τῆς ἀρετῆς ἑαυτοὺς ἐμβάλλουσι, καὶ τὰ ἀπόρρητα τῆς διανοίας πολλάκις ἐκφέροντες οὐκ αἰσθάνονται, καὶ πᾶσαν αὐτῶν τῆς διανοίας τὴν ὕπαρξιν καταναλώσαντες ἔρημοι καὶ γυμνοὶ πάσης εὐλαβείας καὶ συνέσεως ἀθρόον γίνονται.
 [01045]  Καὶ ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων πᾶσιν ἀδεῶς πρόκεινται τοῖς ἀρύεσθαι βουλομένοις τὰ ἐκεῖθεν νάματα καὶ ὅσον ἂν ὑποδέξασθαι δύνηται τοῦ ἀγγείου τὸ μέγεθος, τοσοῦτον λαβὼν ἄπεισιν ὁ βουλόμενος, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν πηγῶν τούτων τῶν πνευματικῶν ἔστιν ἰδεῖν.
 [01146]  [7.30] Ποῦ νῦν εἰσιν οἱ τὰς πολυτελεῖς τραπέζας παρατιθέντες καὶ πολὺν τὸν ἄκρατον ἐγχεόμενοι καὶ διημερεύοντες ἐν τοῖς συμποσίοις καὶ οὔτε πρὸ τῆς ἑστιάσεως πολλάκις εὔχεσθαι αἱρούμενοι οὔτε μετὰ τὴν ἑστίασιν τὴν εὐχαριστίαν ἀναφέροντες, ἀλλὰ νομίζοντες πάντα αὐτοῖς ἐξεῖναι ἀδεῶς διαπράττεσθαι διὰ τὸ ἐν ἀρχαῖς εἶναι καὶ στρατιωτικοῖς καταλόγοις ἐναριθμεῖσθαι καὶ χλανίδα καὶ ζώνην περικεῖσθαι.
000-00-00 Serial Number=0046923816
De Anna i Ante [Go Back]  
 [00464]  Ἀλλ' οὐδὲν τούτων ἔπαθεν ἡ γυνὴ, ἀλλὰ μελετήσασα φέρειν τὰς λοιδορίας ἐπὶ τῆς οἰκίας, καὶ τοῖς ὀνείδεσιν ἐγγυμνασαμένη τῆς ἀντιζήλου, ἀδεῶς λοιπὸν πρὸς τὰς τοιαύτας ἀπεδύετο προσβολάς.
 [01189]  ὁ δὲ πένης [54.674] διὰ τοῦ βίου παντὸς ἀδεῶς ἀπολαύει τῶν ναμάτων τούτων, ὡς ἐπὶ πηγὰς μέλιτος, οὕτως ἐπὶ τὰς τῶν ὑδάτων τρέχων πηγὰς, καὶ εἰλικρινῆ καὶ καθαρὰν ἐκεῖθεν καρπούμενος τὴν ἡδονήν.
000-00-00 Serial Number=0875506043
De Lazaro Ante [Go Back]  
 [00248]  Τὸ καθ' ἑκάστην ἡμέραν τρυφᾷν ἀδεῶς.
000-00-00 Serial Number=0454639733
De consubstantiali Ante [Go Back]  
 [00023]  καὶ γὰρ ἐκεῖνοι τῶν λοιπῶν καθευδόντων ἁπάντων ἐπὶ τῶν οἰάκων καθήμενοι, οὐ μόνον τὰς ἐν τοῖς ὕδασι περισκοποῦσιν ὁδοὺς, ἀλλὰ καὶ πρὸς τὸν οὐρανὸν ἐκ τοσούτου βλέποντες τοῦ διαστήματος, ὥσπερ τινὸς χειρὸς τῆς τῶν ἄστρων πορείας χειραγωγούσης αὐτοὺς, μετὰ ἀσφαλείας τὸ σκάφος ἰθύνουσι, καὶ οὐδεὶς ἰδιώτης τὸ πέλαγος οὕτως ἀδεῶς ἐν ἡμέρᾳ δύναιτ' ἂν πλεῦσαι ὡς ἐκεῖνοι μεθ' ἡσυχίας ἁπάσης ἐν μέσῃ νυκτὶ, ὅτε φοβερωτέρα ἡ θάλασσα φαίνεται, ἐγρηγορότες ἀταράχως τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην, καὶ οὐχὶ τὰς ἐν τοῖς ὕδασιν ἀτραποὺς μόνον, οὐδὲ τῶν ἄστρων τοὺς δρόμους, ἀλλὰ καὶ ἀνέμων ἐξόδους περισκοποῦσι, καὶ τοσαύτη τῶν ἀνδρῶν ἐκείνων ἐστὶν ἡ σοφία, ὡς πολλάκις πνεύματος ῥύμην σφοδρότερον ἐμπεσοῦσαν, καὶ μέλλουσαν περιτρέπειν τὸ πλοῖον, ταῖς πυκναῖς τῶν ἱστίων μεταβολαῖς δεχομένους εὐστόχως ἅπαντα λῦσαι τὸν κίνδυνον, καὶ ταῖς βιαίοις τῶν ἀνέμων ἐμβολαῖς τὴν αὐτῶν ἀντιστήσαντας τέχνην, ἐξαρπάσαι τοῦ κλυδωνίου τὸ σκάφος.
000-00-00 Serial Number=0960097551
De corruptoribus virginum Ante [Go Back]  
 [00132]  ∆ιὸ δεῖ καὶ τὴν τοῦ Χριστοῦ παρθένον ὅλην ἑαυτὴν ἄμωμον τηρεῖν καὶ ἄφθαρτον, καὶ τὴν καρδίαν πρὸς τὸν αὐτῆς νυμφίον καὶ δημιουργὸν Χριστὸν, τοῖς δὲ ὀφθαλμοῖς τῆς διανοίας ὡς βλέπουσαν τὸν ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, πάντα λόγον ἀργὸν καὶ μὴ ὄντα πρὸς οἰκοδομὴν ἀποστρέφεσθαι, παντὶ ἄῤῥενι ἀδεῶς μὴ συνδιάζειν, καὶ μάλιστα τῶν ἀτάκτως περιπατούντων.
000-00-00 Serial Number=0402647436
De cruce et latrone i Ante [Go Back]  
 [00057]  ∆ιὰ τοῦτο καὶ Παῦλος θαῤῥῶν παρ [49.401] ῄνει λοιπὸν ἀδεῶς προσεύχεσθαι πανταχοῦ, λέγων οὕτω·
000-00-00 Serial Number=0135727763
De futurae vitae deliciis Ante [Go Back]  
 [00029]  τὰ δὲ ἐνταῦθα διδόμενα τὸν ἀδάμαντα μιμεῖται, μᾶλλον δὲ κἀκείνου στεῤῥότερα, ἅτε ἀθάνατα ὄντα καὶ ἀκίνητα καὶ οὐδεμιᾷ εἴκοντά ποτε μεταβολῇ, καὶ τοῖς ἐρῶσιν αὐτῶν ἀδεῶς ἐπιόντα, μάχης ἀπηλλαγμένα καὶ φιλονεικίας, καὶ φθόνου καὶ δικαστηρίων, καὶ ἐπιβούλων καὶ συκοφαντίας.
000-00-00 Serial Number=0941796839
De jejunio [1] Ante [Go Back]  
 [00065]  οἶδε καὶ τὸν πλούσιον οἰκονόμον τῶν ἰδίων χρημάτων κατασκευάζειν, μὴ ἀδεῶς συγχωροῦσα καταπιάζειν·
000-00-00 Serial Number=0945159435
De perfecta caritate Ante [Go Back]  
 [00232]  Ἐπειδὴ γὰρ οἶδεν, ὅτι τῆς κολάσεως ὁ φόβος, καθάπερ τις χαλινὸς, τὴν ἡμετέραν ἄγχει ψυχὴν, καὶ τῶν κακῶν ἀναστέλλει, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πρόῤῥιζον ἀνασπάσαι τοῦτον, ἵνα λοιπὸν ἀδεῶς κατὰ κρημνῶν φερώμεθα.
000-00-00 Serial Number=0357862175
De proditione Judae Ante [Go Back]  
 [00165]  οὔτε παρεσιώπα, ἵνα μὴ νομίζων λανθάνειν, ἀδεῶς ἐπιχειρῇ τὴν προδοσίαν, ἀλλὰ συνεχῶς ἔλεγεν, Εἷς ἐξ ὑμῶν παραδώσει με·
000-00-00 Serial Number=0788882375
De resurrectione mortuorum Ante [Go Back]  
 [00066]  Οὐ γὰρ ἐξῆν ἀδεῶς ζῇν, καθάπερ παρὰ τοῖς Ἕλλησιν, ἐν αἰσχρότητι καὶ μέθῃ καὶ ἀδδηφαγίᾳ καὶ τρυφῇ καὶ πολυτελείᾳ·
 [00115]  Καὶ γὰρ οἱ πολλὴν πλεύσαντες θάλασσαν, καὶ μυρίων ἀνασχόμενοι κυμάτων, καὶ πολλοῖς θηρίοις πυκτεύσαντες, καὶ πολλοὺς χειμῶνας ἐνεγκόντες, καὶ πρὸ τῆς ἐμπορίας αὐτῆς οὐ μικρὸν ἀπὸ τῆς μακρᾶς ἀποδημίας ταύτης καρποῦνται τὸ κέρδος τῷ θαῤῥεῖν καὶ κατατολμᾷν τοῦ πελάγους, καὶ ἀδεῶς καὶ μεθ' ἡδονῆς τὰς διαποντίους ταύτας ποιεῖσθαι ἀποδημίας·
000-00-00 Serial Number=0675936520
De sancta Droside martyre Ante [Go Back]  
 [00115]  Καὶ καθάπερ οἱ μεμηνότες οὐδὲν τῶν ὁρωμένων βλέπουσιν ὡς ἔστιν, ἀλλὰ κἂν ξίφος ἠκονημένον ἴδωσι, κυβιστῶσιν εὐκόλως, κἂν πυρὰν, κἂν βάραθρον, κἂν κρημνὸν, κἂν πέλαγος, κἂν ὁτιοῦν ἕτερον, ἀδεῶς κατὰ πάντων ἑαυτοὺς ἀφιᾶσιν·
000-00-00 Serial Number=0911929846
De virginitate Ante [Go Back]  
 [01210]  ∆ιὰ τί γάρ, εἰπέ μοι, πολλοὶ τῶν ἀγροικοτέρων ἔτι καὶ παχύτερον διακειμένων τὸν μὲν Θεὸν καὶ ἐπὶ μικροῖς καὶ ἐπὶ μεγάλοις καὶ ὀμνύουσι καὶ ἐπιορκοῦσιν ἀδεῶς, ἐπὶ δὲ τῆς τῶν παίδων κεφαλῆς οὐδ' ἂν ὀμόσαι ἕλοιντο τὴν ἀρχήν;
000-00-00 Serial Number=0199982584
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [09999]  ὅταν δὲ αὐτῶν καταφρονήσῃ καὶ μηκέτι ἐπιθυμῇ, ἀδεῶς αὐτὰ μεταδιδόαμεν, εἰδότες ὡς οὐδεμία βλάβη λοιπὸν αὐτῷ ἐντεῦθεν γίνεται, τῆς ἐπιθυμίας ἐκείνης οὐκέτι ἰσχυούσης ἀπάγειν αὐτὸν τῶν ἀναγκαίων·
000-00-00 Serial Number=0285226226
Epistulae Ante [Go Back]  
 [00654]  ἀδεῶς τὴν ὁδὸν διηνύσαμεν·
 [00693]  Καὶ τί θαυμαστὸν εἰ ἐν τῇ πόλει τοῦτο, ὅπουγε τὴν ἐρημοτάτην ὁδὸν καὶ ἐπισφαλῆ καὶ ὕποπτον, τὴν ἐκεῖθεν ἐνταῦθα φέρουσαν ἀδεῶς καὶ ἀπραγμόνως διήλθομεν, πλείονος ἀπολαύσαντες ἀσφαλείας ἢ ἐν ταῖς εὐνομουμέναις τῶν πόλεων;
 [01612]  ἀδεῶς τὴν ὁδὸν διηνύσαμεν·
 [01651]  Καὶ τί θαυμαστὸν εἰ ἐν τῇ πόλει τοῦτο, ὅπουγε τὴν ἐρημοτάτην ὁδὸν καὶ ἐπισφαλῆ καὶ ὕποπτον, τὴν ἐκεῖθεν ἐνταῦθα φέρουσαν ἀδεῶς καὶ ἀπραγμόνως διήλθομεν, πλείονος ἀπολαύσαντες ἀσφαλείας ἢ ἐν ταῖς εὐνομουμέναις τῶν πόλεων;
000-00-00 Serial Number=0368789732
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00321]  Εἰ γὰρ καὶ μηδὲν ἑαυταῖς συνίσασι, μηδὲ μέλλουσιν ὑπέχειν εὐθύνας, ἀλλ' ὁρῶσαι τὸ γένος ἅπαν τῶν ἀνθρώπων καὶ τοὺς ἀπείρους δήμους κρινομένους, οὐκ ἀδεῶς ἐκεῖ παρεστήκασι.
 [01121]  οἱ δὲ πολλὰ διαβάντες πελάγη καὶ πολλοὺς ὑπομείναντες χειμῶνας καὶ ὑφάλους καὶ σκοπέλους καὶ σπιλάδας καὶ θηρίων ἐφόδους καὶ πειρατῶν ἐπιβουλὰς καὶ καταποντιστῶν καὶ συνεχῶν ἀνασχόμενοι χειμώνων, τῶν ἐπὶ γῆς λοιπὸν βαδιζόντων θαρραλεώτεροι ἐπὶ τῆς νηὸς κάθηνται, οὐκ ἔνδον παρὰ τὴν τρόπιν, ἀλλὰ καὶ αὐτοῖς ἐνιζάνοντες τοῖς τοίχοις τῆς νηὸς καὶ ἐπὶ πρώρας καὶ ἐπὶ πρύμνης ἀδεῶς ἱστάμενοι·
000-00-00 Serial Number=0537715912
Fragmenta in Proverbia Ante [Go Back]  
 [00610]  Ὅτι πειρασμοῦ ἐπερχομένου, ἀδεῶς ἁμαρτάνει·
 [00615]  ἀδεῶς δὲ ἁμαρτάνει, τὴν δικαιοκρισίαν τοῦ Θεοῦ μὴ εἰδώς.
000-00-00 Serial Number=0459587276
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00152]  εἰ ἀδεῶς ἐκηρύττομεν, μηδὲν πάσχοντες ἀηδὲς μηδὲ δεινὸν, καὶ πολλοῖς τῶν βουλομένων ἡμᾶς διαβάλλειν ἔδοξεν ἂν ὕποπτον εἶναι τὸ κήρυγμα·
000-00-00 Serial Number=0345523477
In Acta apostolorum Ante [Go Back]  
 [01503]  Πάντες, φησὶν, ἀδεῶς κεχρήσθωσαν ταῖς γυναιξί.
 [02847]  Καὶ ὅρα πανταχοῦ, ὅτι ἐπὶ τὸν Θεὸν ὅταν καταφεύγῃ, καὶ εἴπῃ παρ' αὐτοῦ γίνεσθαι πάντα, τότε ἀδεῶς αὐτοῖς ἐπιπλήττει.
 [08687]  Ἵνα γὰρ μηδεὶς λέγῃ, ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο ἀναιρεθῆναι συγχωρεῖ, καὶ τοὺς κορυφαίους μάλιστα, πείθων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει.
 [09999]  ἀρχῆς δὲ λαβόμενος ἐντεῦθεν, λοιπὸν ἀδεῶς φθέγγεται.
000-00-00 Serial Number=0920563996
In Isaiam Ante [Go Back]  
 [01971]  Εἰ δὲ τὰ Σεραφίμ, αἱ μεγάλαι καὶ θαυμάσιαι δυνάμεις ἐκεῖναι, Θεὸν καθήμενον καὶ ἐπὶ θρόνου καθήμενον ἰδεῖν ἀδεῶς οὐκ ἠδυνήθησαν, ἀλλὰ καὶ τὰς ὄψεις καὶ τοὺς πόδας ἐκάλυπτον, τίς ἂν παραστήσειε λόγος τὴν μανίαν τῶν αὐτὸν τὸν Θεὸν εἰδέναι σαφῶς λεγόντων καὶ τὴν ἀκήρατον ἐκείνην περιεργαζομένων οὐσίαν;
000-00-00 Serial Number=0934395075
In Joannem Ante [Go Back]  
 [00501]  Εἰπὼν γὰρ, ὅτι ἐποίησεν αὐτὴν, καὶ θεὶς αὐτῇ τὸν οἰκεῖον ὅρον, ἀδεῶς λοιπὸν τὰ ἑξῆς φθέγγεται, εἰδὼς ὅτι οὐδεὶς οὕτως ἀνόητός ἐστιν, ὡς ἄναρχον αὐτὴν καὶ ἀγένητον ὑποπτεῦσαι.
000-00-00 Serial Number=0363543928
In Psalmos 101-107 Ante [Go Back]  
 [00758]  Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μυρία τῶν ἰχθύων περίκειται γένη, καὶ τὰ μέγιστα κήτη ἀδεῶς ἐν αὐτῇ νήχεται.
000-00-00 Serial Number=0601671100
In Psalmum 118 Ante [Go Back]  
 [00551]  ἠνιώμην δὲ ὅλως καὶ διετέλουν ἀσχάλλων πολλοὺς ὁρῶν ἀδεῶς τοὺς παραβαίνοντας νό μους.
000-00-00 Serial Number=0498068392
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04311]  Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων, ὅταν δέξηται θεραπείαν λυποῦσαν, οἱονεὶ τομὴν, ἢ καῦσιν, ἢ πικρὸν φάρμακον, ἀδεῶς αὐτὰ λοιπὸν κολακεύομεν·
 [04403]  Οὐδὲ γὰρ παραιτεῖται λοιπὸν χαρίζεσθαι ἀδεῶς, ὅταν ἐξῇ τοῦτο ποιεῖν.
 [06673]  Οὐ γὰρ τολμήσει τι πρᾶξαι ἀδεῶς τῶν κατὰ γνώμην, ἵνα μὴ προσκρούσῃ τοῖς δοξάζουσιν αὐτόν·
000-00-00 Serial Number=0414040089
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01262]  Ἐπεὶ καὶ οἱ λῃσταὶ ἐν μὲν τῷ δεσμωτηρίῳ ζῶντες, ἀδεῶς ζῶσιν·
000-00-00 Serial Number=0538134277
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00521]  οὕτω γὰρ καὶ περιέστειλεν ἐκεῖνον, καὶ τὴν κατηγορίαν ἀδεῶς ἐξεκάλυψεν.
 [03194]  καὶ οὐδὲ θαῤῥῶν ἀδεῶς τῷ ἐμπεπλησμένῳ καὶ ἀναπεπαυμένῳ ῥήματα προσενεγκεῖν ὑπὲρ τῆς ἀναγκαίας τροφῆς, πολλάκις δὲ καὶ ὑβρισθεὶς ἀνεχώρησεν.
000-00-00 Serial Number=0487323880
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03558]  Ὁ ποταμὸς τοῦ πυρὸς ἀναβράσσεται, ἡ φλὸξ ἐκκαίεται, καὶ ἡμεῖς γελῶμεν καὶ τρυφῶμεν καὶ ἁμαρτάνομεν ἀδεῶς.
000-00-00 Serial Number=0862838566
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01376]  Τῶν παραβάσεων χάριν, τουτέστιν, ἵνα μὴ ἐξῇ Ἰουδαίοις ἀδεῶς ζῇν, καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλ' ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ᾖ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ' ὅμως κἂν ἐκ μιᾶς τῶν ἐντολῶν.
000-00-00 Serial Number=0504544020
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00620]  Ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται.
 [04227]  Καὶ γὰρ καὶ διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει λέγων, ἕνα ἱερέα, μίαν θυσίαν, ἵνα μή τις, νομίζων πολλὰς εἶναι ἀδεῶς ἁμαρτάνῃ.
 [04366]  εἰπὼν τὸ ὑψηλὸν, ἀδεῶς φθέγγεται λοιπὸν τὰ ταπεινά.
 [07226]  ὅταν δὲ αὐτῶν καταφρονήσῃ καὶ μηκέτι ἐπιθυμῇ, ἀδεῶς αὐτῶν μεταδιδόαμεν, εἰδότες ὡς οὐδεμία βλάβη λοιπὸν αὐτῷ ἐντεῦθεν γίνεται, τῆς ἐπιθυμίας ἐκείνης οὐκέτι ἰσχυούσης ἀπαγαγεῖν αὐτὸν τῶν ἀναγκαίων·
000-00-00 Serial Number=0962179124
In epistulam ad Philippenses Ante [Go Back]  
 [02264]  Ἐπειδὴ δὲ εἶπεν, ὅτι ἐνηνθρώπησεν, ἀδεῶς λοιπὸν τὰ ταπεινὰ φθέγγεται, θαῤῥῶν ὡς οὐδὲν βλάπτει τὴν θεότητα τὸ ταπεινὰ λέγεσθαι, τῆς σαρκὸς αὐτοῦ δεχομένης ταῦτα.
 [04471]  Ἐν ἀσφαλείᾳ πολλῇ ἐντεῦθεν τὰ καθ' ἡμᾶς, οὐδεὶς κίνδυνος, οὐδεμία ὑποψία, ἀλλὰ καὶ ὁ ὕπνος ἀδεῶς ἔπεισι [62.286] μετὰ ἀσφαλείας, οὐδεμία φροντὶς, οὐδεὶς κοπετός.
 [04559]  Τοῦτο δὲ ποιεῖ, ἵνα μήτε εἰς ἀπόνοιαν αἴρωνται οἱ εὖ ποιοῦντες, καὶ προθυμότεροι γίνωνται περὶ τὸ εὖ ποιεῖν, ἅτε ἑαυτοὺς μᾶλλον ὠφελοῦντες, οἵ τε λαμβάνοντες μὴ ἐπιτρέχωσιν ἀδεῶς τῷ λαμβάνειν, ἵνα μὴ κρῖμα ἔχωσι·
 [04681]  Ὅτε ἔδειξεν οὐδὲν δεόμενον τῶν παρ' ἐκείνων αὐτοῦ ἕνεκεν, τότε λοιπὸν ἀδεῶς καὶ ταπεινὰ φθέγγεται ῥήματα, καὶ ἅπερ οἱ προσαιτοῦντες λέγουσιν, Ὡς ἔθος ἔχεις διδόναι.
000-00-00 Serial Number=0378519416
In epistulam ad Romanos Ante [Go Back]  
 [01652]  καὶ δείξας ἀπερίτμητον, καταδικάζει λοιπὸν ἀδεῶς.
000-00-00 Serial Number=0949261725
In illud In faciem ei restiti Ante [Go Back]  
 [00355]  Συνέβαινε δὲ εἶναι καὶ ἐν Ἀν τιοχείᾳ Ἰουδαίους, οἵτινες πιστεύσαντες τῷ Χριστῷ, διὰ τὸ τῶν Ἱεροσολύμων εἶναι πόῤῥω, καὶ πολλοὺς ὁρᾷν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ἀδεῶς καὶ χωρὶς Ἰουδαϊκῶν παρατηρήσεων βιοῦντας, ἠρέμα καὶ κατὰ μικρὸν ἐνήγοντο καὶ αὐτοὶ τῆς Ἰουδαϊκῆς ἀφίστα σθαι συνηθείας, καὶ καθαρὰν καὶ ἀνόθευτον ἔχειν τὴν τῆς πίστεως διδασκαλίαν.
 [00465]  νῦν δὲ τὴν ἀρχὴν ἐξ ἐπιτιμήσεως λαβὼν, καὶ δόξας δικαίαν ποιεῖσθαι κατὰ τοῦ Πέτρου τὴν ἐπιτίμησιν, ὡς τοὺς ἐξ ἐθνῶν ἕλκον τος πρὸς τὴν τῶν νομίμων παρατήρησιν, ἐκβαίνει λοιπὸν ἀδεῶς εἰς παραίνεσιν καὶ συμβουλὴν, ὡς τῆς ἀκολουθίας ἐπὶ τοῦτο ἀγούσης αὐτόν.
000-00-00 Serial Number=0215245247
In natalem Christi diem Ante [Go Back]  
 [00169]  ἡ τῶν ἄνω πολιτεία ἐν τῇ γῇ ἐφυτεύθη, ἄγγελοι μετὰ ἀνθρώπων κοινωνοῦσι, καὶ ἄνθρωποι μετὰ ἀγγέλων ἀδεῶς διαλέγονται.
000-00-00 Serial Number=0170163333
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00429]  Οὔτε γὰρ προελθεῖν εἰς τὸ ἐξώτερον δωμάτιον ἀδεῶς αὐτὴ δύναιτ' ἂν πολλάκις, προελθοῦσα δὲ, ἴσως καὶ γυμνῷ τῷ σώματι προσπεσοῦσα τἀνδρός.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»