Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀθλητὴς [67]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀθλητὴς


000-00-00 Serial Number=0238277376
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00447]  ἀλλ' ὥσπερ τις γενναῖος ἀθλητὴς, ἐν αὐχμῷ καὶ πνίγει βαρυτάτῳ παλαίων, καὶ ἐνίκησε καὶ ἐστεφανώθη.
000-00-00 Serial Number=0743584037
Ad populum Antiochenum Ante [Go Back]  
 [00268]  ἐπειδὴ δὲ αὐτὸν, καθάπερ ἱμάτιον ἀποδυσάμενος ὁ ἀθλητὴς, ἔῤῥιψε, καὶ πρὸς τοὺς τῆς εὐσεβείας ἀγῶνας γυμνὸς εἰσῆλθεν, οὕτω γυμνωθεὶς τοὺς θεατὰς ἐξέπληξεν ἅπαντας, ὡς καὶ αὐτὸ τὸ τῶν ἀγγέλων θέατρον ἐπὶ τῇ τῆς ψυχῆς αὐτοῦ καρτερίᾳ μέγα ἀνακεκραγέναι, καὶ κροτῆσαι τὸν [49.27] στεφανίτην ἐκεῖνον.
 [00992]  Καθάπερ οὖν χειμῶνος παρελθόντος, καὶ θέρους φανέντος, ἕλκει μὲν πρὸς τὸ πέλαγος τὸ πλοῖον ὁ ναύτης, ἀποσμήχει δὲ ὁ στρατιώτης τὰ ὅπλα, καὶ παρασκευάζει τὸν ἵππον εἰς πόλεμον, καὶ γεωργὸς ἀκονᾷ δρέπανον, καὶ ὁδοιπόρος θαῤῥῶν ἀποδημίας ἅπτεται μακρᾶς, καὶ πρὸς τοὺς ἀγῶνας ἀθλητὴς ἀποδύεται καὶ γυμνοῦται·
 [00994]  Ὁ γὰρ πιστὸς καὶ γεωργὸς, καὶ κυβερνήτης, καὶ στρατιώτης, καὶ ἀθλητὴς, καὶ ὁδοιπόρος ἐστίν.
 [01000]  Εἰ ἀθλητὴς εἶ, γυμνὸν εἰς τὸν ἀγῶνα εἰσελθεῖν σε δεῖ·
 [01026]  Καὶ γὰρ ἀθλητὴς, φησὶν, Οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.
 [02140]  καὶ ὁ ἀθλητὴς ἀναστῆναι τὸ θέατρον ἐπιθυμεῖ, ἵνα ἐλευθερωθῇ τῶν πόνων·
000-00-00 Serial Number=0273989737
Adversus Judaeos Ante [Go Back]  
 [02830]  Εὖγε, εὖγε, ὦ ἄνθρωπε, ὁ Χριστοῦ δοῦλος, ὁ πιστὸς ἀνὴρ, ὁ ἀθλητὴς τῆς εὐσεβείας, ὁ τοῖς δεινοῖς αἱρούμενος ἐναποθανεῖν μᾶλλον, ἢ προδοῦναι τὴν ἐγχειρισθεῖσαν εὐσέβειαν, μετὰ τῶν μαρτύρων στήσῃ κατ' ἐκείνην τὴν ἡμέραν.
000-00-00 Serial Number=0981295586
Commentarius in Job Ante [Go Back]  
 [00246]  ἀνοίγεται λοιπὸν τὸ θέατρον, ἐπὶ τὸ στάδιον ὁ ἀθλητὴς ἕλκεται.
 [00359]  Ὅρα, πῶς ὁ ἀθλητὴς ἀνακηρύττεται τοῦτο δεύτερον παρὰ τῆς ἀδεκάστου ψήφου.
 [00585]  καθάπερ τις ἀθλητὴς ἐτίμησε τὰ παιδία.
 [00925]  ἀπεδύσατο ὁ ἀθλητὴς καὶ ἐπάλαιεν.
000-00-00 Serial Number=0651309192
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00125]  Ἐγένετό τις ἀνὴρ θαυμαστὸς καὶ μέγας, καὶ πανταχοῦ τῆς οἰκουμένης ἀοίδιμος, ὁ μακάριος Ἰὼβ, ὁ τῆς εὐσεβείας ἀθλητὴς, ὁ στεφανίτης τῆς οἰκουμένης, ὁ διὰ πάντων τῶν ἄθλων ἐλθὼν, ὁ μυρία κατὰ τοῦ διαβόλου τρόπαια στήσας.
000-00-00 Serial Number=0202974916
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00439]  [90] Εἵλκετο μὲν γὰρ ἡ λάρναξ διὰ τῆς ὁδοῦ πάσης, ἐπανῄει δὲ ὁ μάρτυς καθάπερ τις ἀθλητὴς εἰς τὴν ἑαυτοῦ πόλιν δεύτερον φέρων στέφανον ἐν ᾗ καὶ τὸν πρότερον ἀνεδήσατο, ὥστε εἴ τις μὴ καταδέχοιτο τὴν ἀνάστασιν λαμπρότερα τοῦ μάρτυρος μετὰ τὴν τελευτὴν ἔργα θεώμενος αἰσχυνέσθω λοιπόν.
000-00-00 Serial Number=0050358117
De Davide et Saule Ante [Go Back]  
 [00306]  Οὐ γὰρ ὁ τὸν στέφανον περικείμενος ἀθλητὴς, οὐδὲ ὁ τοὺς πόνους ὑπομένων καὶ τοὺς ἱδρῶτας μόνον, ἀλλὰ καὶ ὁ θαυμαστὴς τοῦ νενικηκότος οὐκ ὀλίγην ἐκ τῆς εὐφημίας ἐκείνης καρποῦται τὴν ἡδονήν.
000-00-00 Serial Number=0438567400
De Joseph et de castitate Ante [Go Back]  
 [00108]  Ταῦτα εἰρηκὼς ὁ Ἰωσὴφ, καὶ ἰδὼν αὐτὴν ἔτι ἀναιδῶς κατέχουσαν αὐτοῦ τῶν ἱματίων, καὶ καιομένην πλεῖον πρὸς τὸν οἶστρον οἱ γὰρ ἔρωτες τότε πλεῖον πρὸς τὸ ποθούμενον ἐξάπτονται, ὅταν αὐτοῦ ἐφικέσθαι μὴ δυνηθῶσιν, ὥσπερ γενναῖος ἀθλητὴς, ἀποδυσάμενος τὰ ἱμάτια, καὶ ὅλην αὐτὴν σὺν τοῖς ἱματίοις εἰς τὸ χαμαὶ κενώσας, γυμνὸς τοῦ μύσους ἐκ τοῦ σκάμματος ἐξήλα [56.590] το, τῆς σωφροσύνης τὴν νίκην βαστάζων.
000-00-00 Serial Number=0170362890
De Lazaro Ante [Go Back]  
 [01813]  Καὶ γὰρ ἦν ἀθλητὴς ὄντως, οὐκ ἀνθρώπῳ παλαίων, ἀλλ' αὐτῇ τῇ τῆς φύσεως τυραννίδι.
000-00-00 Serial Number=0223206401
De beato Abraham Ante [Go Back]  
 [00084]  Ἀλλ' ὁ φιλόσοφος Ἀβραὰμ, ὁ ἀθλητὴς, καὶ πρὸς φύσιν ἀγωνιζόμενος, καὶ πρὸς σπλάγχνα πυκτεύων, καὶ κατὰ τῆς φύσεως ὁπλιζόμενος, οὐ παρήκουσεν, ἀλλ' ἐπιτάγματι τοῦ Θεοῦ εἴκων, ἤκουσε τῆς ἀγγελίας, καὶ εὐθὺς λαμβάνει τὸν υἱόν.
000-00-00 Serial Number=0507485926
De patientia sermo 2 Ante [Go Back]  
 [00209]  Ἐξῆλθεν ὁ σώφρων ἀθλητὴς λέγων, ὅτι ∆ιὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ σωφροσύνης ἀποδυόμεθα·
000-00-00 Serial Number=0763717175
De precatione [1] Ante [Go Back]  
 [00202]  Καὶ μὴν κἀκεῖθεν ἴδοι τις ἂν τὴν δύναμιν τῶν ἁγίων εὐχῶν, ὅτι Παῦλος ὁ διὰ πάσης τῆς οἰκουμένης ὥσπερ ὑπόπτερος τρέχων, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ὑπομένων, καὶ φορῶν ἅλυσιν, καὶ ζῶν ἐν αἵματι καὶ κινδύνοις, καὶ δαίμονας ἐλαύνων, καὶ νεκροὺς ἐγείρων, καὶ παύων ἀῤῥωστήματα, οὐδενὶ τούτων ἐθάῤῥησεν εἰς σωτηρίαν τῶν ἀνθρώπων, ἀλλὰ ταῖς προσευχαῖς ἐτείχισε τὴν γῆν, καὶ μετὰ τὰ σημεῖα καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν, ἐπὶ τὰς προσευχὰς ἔτρεχεν, ὥσπερ τις ἀθλητὴς ἐπὶ παλαίστραν ἀπὸ στεφάνου.
000-00-00 Serial Number=0355313957
De prophetiarum obscuritate Ante [Go Back]  
 [00739]  Ὥσπερ γὰρ ἀθλητὴς εἰς παλαίστραν εἰσιὼν ἀλειφόμενος καὶ ἀπολαύων τῶν χειρῶν τοῦ παιδοτρίβου, ἂν τοῦ ἀγῶνος παραγενομένου ἐλέγξῃ ἐκείνην τὴν τέχνην, περιττῶς εἰσήχθη εἰς τὴν παλαίστραν·
000-00-00 Serial Number=0437152028
De resurrectione mortuorum Ante [Go Back]  
 [00096]  Ἐπὶ μὲν γὰρ τῶν Ὀλυμπιακῶν ἀγώνων, ὁ μὲν ἀθλητὴς ἔνδον [50.422] ἀγωνίζεται, ὁ δὲ παιδοτρίβης πόῤῥω καθήμενος, τὴν ἀπὸ τῶν λόγων εἰσάγει βοήθειαν, τοσοῦτον συντελῶν τῷ παλαίοντι μόνον, ὅσον βοῆσαι καὶ φθέγξασθαι·
 [00098]  Ἐπὶ δὲ τῶν τῆς εὐσεβείας ἀγώνων οὐχ οὕτως, ἀλλ' ὁμοῦ καὶ παιδοτρίβης ἐστὶ καὶ ἀθλητὴς ὁ αὐτός.
000-00-00 Serial Number=0809252560
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00106]  εἰ δὲ αἰσχύνῃ γενέσθαι ἀθλητὴς, διὰ τί μιμῇ τούτων τὸν ἔπαινον;
000-00-00 Serial Number=0277606726
De spe Ante [Go Back]  
 [00041]  Ὡς ἀθλητὴς, νομίμως ἄθλησον·
000-00-00 Serial Number=0806076944
De virginitate Ante [Go Back]  
 [01490]  Ὁ γὰρ διεσπαρμένος ἐν τοῖς ἱματίοις χρυσὸς καὶ ἡ πολλὴ τῶν τὰ τοιαῦτα ἐργαζομένων ποικιλία καὶ ὁ λοιπὸς κόσμος ἅπας καθάπερ τις ἀθλητὴς γενναῖος εὐεκτῶν καὶ σφριγῶν ψωραλέον τινὰ καὶ αἰσχρὸν καὶ λιμώττοντα παρωσάμενος ἀνταγωνιστήν, οὕτω τὴν τοῦ προσώπου δόξαν τῆς περικειμένης καταβαλὼν πρὸς ἑαυτὸν ἐπισπᾶται τοὺς θεατάς, ἐκείνην μὲν καταγελᾶσθαι μειζόνως, αὐτὸν δὲ μεθ' ὑπερβολῆς θαυμάζεσθαι παρασκευάζων.
000-00-00 Serial Number=0357568145
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [07287]  Καὶ καθάπερ τις ἀθλητὴς, αὐτὸς παλαίων, τρέχων, πυκτεύων·
 [08101]  Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς παλαίων, τρέχων, πυκτεύων, ἢ στρατιώτης τειχομαχῶν, πεζομαχῶν, ναυμαχῶν·
 [09181]  καὶ γὰρ μέγας ἀθλητὴς, καὶ πρὸς αὐτὸν τὸν Παῦλον ἀντιβλέψαι δυνάμενος διὰ τὴν ὑπομονὴν, διὰ τὴν τοῦ βίου καθαρότητα, διὰ τὴν τοῦ Θεοῦ μαρτυρίαν, διὰ τὴν καρτερὰν μάχην ἐκείνην, διὰ τὴν θαυμαστὴν νίκην τὴν μετὰ τὴν μάχην.
 [09999]  Ὁ γὰρ ἀθλητὴς μάχεται κόνει, ἐλαίῳ, ἀκτῖνος θερμότητι, ἱδρῶτι πολλῷ, θλίψει καὶ στενοχωρίᾳ.
 [09999]  Οὐδεὶς γενναῖος ἀθλητὴς ἐν τῷ σκάμματι λουτρὰ ἐπιζητεῖ, καὶ τράπεζαν πλήθουσαν σιτίοις καὶ οἴνῳ·
000-00-00 Serial Number=0479888976
Epistula ad Cyriacum Ante [Go Back]  
 [00213]  Οὐχὶ ὡς ἀθλητὴς καὶ νικητὴς εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπηνέχθη;
 [00686]  οὐδὲ γὰρ ὀσμὴ πυρὸς ἦν ἐν αὐτοῖς, φησί καὶ σωφροσύνης μέγας ἀθλητὴς ἀνεδείχθη καὶ ἀδάμαντα ἐμιμήσατο, ἴδωμεν οἵων εὐθέως ἀπέλαυσε καὶ τίνα ἔπαθλα διαδέχεται τὸν στεφανίτην.
 [00700]  Οὐδὲν τούτων ἐκεῖνος εἶπεν, οὐδὲ ἐνενόησεν, ἀλλ', ὥσπερ ἀθλητὴς διὰ στεφάνων ὁδεύων, οὕτως ἔχαιρε καὶ εὐφραίνετο, οὔτε τοῖς ἀδελφοῖς, οὔτε τῇ μοιχαλίδι μνησικακῶν.
000-00-00 Serial Number=0220043182
Epistulae Ante [Go Back]  
 [01321]  Οὐχὶ ὁ ἀθλητὴς καὶ νικητὴς εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπηνέχθη;
 [02279]  Οὐχὶ ὁ ἀθλητὴς καὶ νικητὴς εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπηνέχθη;
000-00-00 Serial Number=0365730464
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01043]  πλὴν ἐπειδὴ αὐτὸς ἐξῆλθεν ἀνέπαφος, ὥσπερ οἱ νεανίσκοι τὴν Περσικὴν διαφυγόντες φλόγα »οὐδὲ γὰρ ὀσμὴ πυρὸς ἦν ἐν αὐτοῖς» φησί , καὶ σωφροσύνης μέγας ἀθλητὴς ἀνεδείχθη καὶ ἀδάμαντα ἐμιμήσατο.
 [01063]  ἀλλ' ὥσπερ ἀθλητὴς διὰ στεφάνων ὁδεύων, οὕτως ἔχαιρε καὶ ηὐφραίνετο, οὔτε τοῖς ἀδελφοῖς, οὔτε τῇ μοιχαλίδι μνησικακῶν.
 [01443]  Καὶ ταῦτα δείκνυσιν ὁ μέγιστος τῆς ὑπομονῆς ἀθλητὴς ὅς, ἐπειδὴ σωματικῇ περιέπεσε νόσῳ, ἀπαλλαγὴν τῶν κατεχόντων δεινῶν τὴν τελευτὴν εἶναι ἐνόμισε·
000-00-00 Serial Number=0767718911
Fragmenta in Job Ante [Go Back]  
 [00003]  Ὁ γάρτοι θαυμαστὸς καὶ μέγας οὗτος ἀνὴρ, ὁ πανταχοῦ τῆς οἰκουμένης ἀοίδιμος, ὁ τῆς εὐσεβείας ἀθλητὴς καὶ στεφανίτης, ὁ διὰ πάντων τῶν ἄθλων ἐλθὼν, ὁ μυρία κατὰ τοῦ διαβόλου τρόπαια στήσας, οὗτος ἐγένετο πλούσιος καὶ πένης, ἔνδοξός τε καὶ εὐκαταφρόνητος, πολύπαις τε καὶ ἄπαις, ἐν βασιλικαῖς αὐλαῖς καὶ ἐν κοπρίᾳ, ἐν λαμπρᾷ στολῇ, καὶ μετ' ἐκείνην ἐν πηγῇ σκωλήκων·
 [00205]  Τὸ δὲ, Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, ἀντὶ τοῦ, ἧκέ τις ἡμέρα, ἐν ᾗ τὸ θέατρον ἠνοίχθη, καὶ ὁ ἀθλητὴς κατέβη πρὸς τὰ παλαίσματα.
 [00386]  ∆ιέῤῥηξε δὲ τὰ ἱμάτια, τῷ μὲν σχήματι, πρὸς πάθος ἀποδυρόμενος, τῇ δὲ ἀληθείᾳ, πρὸς πάλην ἀποδυόμενος, καὶ εἰς τὸν ἀγῶνα λοιπὸν ἑαυτὸν καθιεὶς, ἵνα ὡς γυμνὸς ἀθλητὴς περιπλακῇ τῷ ἀντιπάλῳ.
000-00-00 Serial Number=0232102692
Fragmenta in Proverbia Ante [Go Back]  
 [00073]  οὐδεὶς γὰρ ἀθλητὴς στεφανοῦται, ἐὰν μὴ ἐγκρατῶς καὶ νομίμως ἀθλήσῃ.
000-00-00 Serial Number=0265403986
In Acta apostolorum Ante [Go Back]  
 [00366]  ἢ ἀθλητὴς ἀποδύεσθαι, τοῦ θεάτρου λοιπὸν ἀναστάντος.
 [09639]  ὁ ἀθλητὴς εἰς πα [60.218] λαίστραν βαδίζων, ἐμπειρότερος γίνεται περὶ τὴν πάλην·
000-00-00 Serial Number=0573642194
In Joannem Ante [Go Back]  
 [04861]  Καθάπερ γάρ τις ἀθλητὴς γενναῖος, ὅταν ἐπὶ μετεώρου τὸν ἀνταγωνιστὴν ἄρας καὶ καταῤῥάξας, λαμπροτέραν ἀποφαίνῃ τὴν νίκην·
000-00-00 Serial Number=0362001300
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00195]  Ἀλλ' ὅμως οὐδὲν αὐτὸν τούτων κατέβαλεν, ἀλλ' εἱστήκει καθάπερ ἀθλητὴς γενναῖος, καὶ στεφανίτης ἐφ' ἑκάστῳ τούτων ἀνακηρυττόμενος.
 [06841]  Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς παλαίων, τρέχων, πυκτεύων, ἢ στρατιώτης τειχομαχῶν, πεζομαχῶν, ναυμαχῶν·
000-00-00 Serial Number=0045202792
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00828]  Μὴ ὡς στρατιώτης, μηδὲ ὡς ἀθλητὴς μόνον, ἀλλὰ καὶ ὡς γεωργός.
000-00-00 Serial Number=0288261890
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03675]  Οὐδὲ γὰρ ἂν ἀθλητὴς τὴν μίαν μόνην νικήσας πάλην στεφανωθῇ, πάλιν στεφανοῦται καταπεσών.
000-00-00 Serial Number=0368593872
In epistulam ad Colossenses Ante [Go Back]  
 [01927]  Καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν αὐτὸς ὑπ' αὐτοῦ λαμβάνει πληγήν·
 [03246]  Βαβαί! ὁ ἀθλητὴς ὁ τοσοῦτος οὐκ εἶπεν, Ἵνα ἀπαλλαγῶ τῶν δεσμῶν, ἀλλὰ δέσμιος ὢν ἑτέρους παρεκάλει, καὶ παρεκάλει ἐπὶ πράγματι μεγάλῳ, ἵνα παῤῥησίαν λάβῃ.
000-00-00 Serial Number=0636570096
In epistulam ad Ephesios Ante [Go Back]  
 [04584]  Τίς ἀθλητὴς εἰς τὸ στάδιον εἰσελθὼν, καὶ τὴν ἀγωνίαν ἀφεὶς τὴν πρὸς τὸν ἀντίδικον, ἀστεῖα φθέγγεται;
000-00-00 Serial Number=0493224919
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01801]  Οὐδεὶς γενναῖος ἀθλητὴς ἐν τῷ σκάμματι λουτρὰ ἐπιζητεῖ, καὶ τράπεζαν πλήθουσαν σιτίοις καὶ οἴνῳ·
 [01803]  ὁ γὰρ ἀθλητὴς μάχεται κόνει, ἐλαίῳ, ἀκτῖνος θερμότητι, ἱδρῶτι πολλῷ, θλίψει, καὶ στενοχωρίᾳ ἀγῶνος.
 [07068]  Ὁ ἀθλητὴς ἐὰν μὴ ἐκεῖνα δείξῃ λαμπρότερα, καὶ μέχρι τέλους νικήσῃ, κἂν πάντας νικήσας νικηθῇ ὑπὸ τοῦ τελευταίου, οὐχὶ πάντα αὐτῷ ἀνόνητα;
000-00-00 Serial Number=0379009962
In epistulam ad Romanos Ante [Go Back]  
 [06768]  Καὶ ὁ μὲν ἀθλητὴς ἔνθα ἀγωνίζεται, ἐκεῖ βούλεται εὐδοκιμεῖν·
000-00-00 Serial Number=0041906297
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00205]  καὶ καθάπερ [51.180] ἀθλητὴς, ἅπερ ἂν ἐπὶ τῆς παλαίστρας μανθάνῃ, ταῦτα ἐπὶ τῶν ἀγώνων ἐπιδείκνυται·
000-00-00 Serial Number=0029962897
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00004]  Καὶ τὰς προλαβούσας ἡμέρας διδασκαλίας ἀπαιτούσας ὁρῶν, καὶ ἐμαυτὸν διὰ τὴν ἀσθένειαν ἠναγκασμένον σιγᾷν, ἠνιώμην, καὶ ἐδυσχέραινον, καθάπερ τις πρόθυμος ἀθλητὴς κεκωλυμένος παρὰ τοὺς ἀγῶνας αὑτοῦ εἰσελθεῖν εἰς τὸ στάδιον.
000-00-00 Serial Number=0323056281
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00046]  ὃν τρόπον ὁ μακάριος καὶ γενναῖος ἀθλητὴς τοῦ Χριστοῦ Βαρλαὰμ ἐποίησεν ἐπὶ τῆς ἑαυτοῦ χει ρὸς, ὁλόκληρον ἐν τῇ δεξιᾷ πυρὰν βαστάζων, καὶ πρὸς τὴν ὀδύνην οὐκ ἐνδιδοὺς, ἀλλὰ τῶν ἀνδριάντων ἀπαθέστερον διακείμενος, μᾶλλον δὲ ἤλγει μὲν, καὶ ἔπασχε·
 [00070]  ὁ δὲ ἐξῄει καθάπερ ἀθλητὴς γενναῖος ἐν παλαί στρᾳ πολὺν γυμνασάμενος χρόνον·
 [00185]  ἀθλητὴς εἶ γενναῖος, ἀνδρίζου, μὴ ὡραΐζου.
000-00-00 Serial Number=0109486580
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00068]  λαμπρότερος ὁ ἀθλητὴς διὰ τῆς πομπῆς ἐκείνης ἐγίγνετο, καὶ πάντας τοὺς τὴν Κιλίκων χώραν οἰκοῦντας τῆς οἰκείας ἐποίει ζηλωτὰς ἀρετῆς.
000-00-00 Serial Number=0440564334
In sanctum Stephanum Ante [Go Back]  
 [00038]  Ὁ γὰρ ἀθλητὴς κάτω παλαίει, καὶ ὁ ἀγωνοθέτης ἐξ οὐρανῶν κατοπτεύει·
000-00-00 Serial Number=0313725114
In sanctum Stephanum i Ante [Go Back]  
 [00014]  Ἐκείνης τοίνυν τῆς θείας φωνῆς μεμνημένος τῆς ἀλειφούσης αὐτὸν εἰς τὰ παλαίσματα, οὕτως ἀπεδύσατο πρὸς τοὺς ἀγῶνας ὁ ἀθλητὴς, καὶ τῇ γλώσσῃ τιτρώσκων τοὺς τὸ σῶμα τοῖς λίθοις κατατοξεύοντας, ἐδείκνυτο τοῖς λόγοις τῶν ἐκείνων βελῶν δυνατώτερος·
 [00025]  Ὥσπερ γὰρ ἐκεῖνος περικαλλὴς δείκνυται τῇ τῶν ἄστρων χορείᾳ διηνθισμένος, οὕτω δὴ καὶ ὁ θαυμάσιος οὗτος ἀθλητὴς τὸν χιτῶνα τὸν ∆εσποτικὸν ἔχων, τοῖς τραύμασιν, ὡς ποικίλοις ἠμφιεσμένος ἐνδύμασιν, ὡραΐζετο, καὶ ἐγεγήθει τὰ στίγματα τοῦ Κυρίου ἐν τῷ σώματι βαστάζων ὥσπερ χαρακτῆρας ∆εσποτικούς.
000-00-00 Serial Number=0282560647
Oratio de hypapante Ante [Go Back]  
 [00117]  σὺ πρὸς ἐπιθυμίαν αἰσχρὰν τὸν νοῦν αἰχμαλωτίζεις, οὗτος δὲ ὡς γενναῖος ἀθλητὴς πρὸς τὰ τοιαῦτα ἀντεπάλαιε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»