Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀθυμίαν [179]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀθυμίαν


000-00-00 Serial Number=0151905477
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00686]  [47.449] οὕτω καὶ οὗτος ἀντὶ νυκτὸς καὶ σκότους τὴν ἀθυμίαν κατασκεδάσας, πάντας ὑφελέσθαι πειρᾶται τοὺς πρὸς ἀσφάλειαν λογισμοὺς, ἵνα ἐρήμην καὶ ἀβοήθητον λαβὼν τὴν ψυχὴν μυρίαις κατατρώσῃ πληγαῖς.
 [00690]  Οὐχ ὁ δαίμων ἐστὶν ὁ τὴν ἀθυμίαν κινῶν, ἀλλ' ἐκείνη ἡ ποιοῦσα τὸν δαίμονα ἰσχυρὸν, καὶ τοὺς λογισμοὺς ὑποβάλλουσα τοὺς πονηρούς.
 [00693]  Εἰ δὲ βούλει, τῷ λόγῳ τέως ὑποθώμεθα τὸν μὲν δαίμονα ἐπικεῖσθαι, τὴν δὲ ἀθυμίαν ἐξηλάσθαι τῆς σῆς ψυχῆς·
 [00763]  Πολλῆς δὲ μικροψυχίας ἐστὶν ὑπὲρ τῶν ὕστερόν ποτε συμβησομένων ἢ μηδὲ ὅλως συμβησομένων τὴν ἀθυμίαν ἤδη καρποῦσθαι καὶ κόπτεσθαι.
 [00777]  Πολὺν τῶν νόθων ποιεῖται λόγον, καὶ τὸ πρὸς ἐκείνους φίλτρον ἱκανὸν ταύτην αὐτοῦ συσκιάσαι τὴν ἀθυμίαν.
 [00885]  Χωρὶς δὲ τούτων αὐτὸ μόνον τὸ μηδένα ὁμόψυχον, μηδὲ ὁμότροπον ἔχειν, πόσην ἀηδίαν, πόσην αὐτῷ κατεσκεύαζε τὴν ἀθυμίαν;
 [00973]  Τοῦτο δὲ ὅσην ἀθυμίαν ἔχει καὶ ὀδύνην, λόγῳ μὲν παραστῆσαι οὐ δυνατὸν, ἴσασι δὲ ὅσοι [47.460] γυναῖκας ἔσχον καὶ εἰς ζηλοτυπίας ὑποψίαν ἐνέπεσον.
 [00980]  Τὴν γὰρ τῶν ποιμένων μάχην καὶ τὴν πρὸς τὸν ἀδελφιδοῦν διανομὴν ἀφίημι νῦν, καίτοι γε ἐπ' ἄλλων ταῦτα ἐξεταζόμενα ἱκανὰ πολλὴν ἀθυμίαν ἐμβαλεῖν.
 [01006]  Ἡ δὲ γυνὴ νῦν μὲν κελεύουσα λαβεῖν τὴν ἑαυτῆς παιδίσκην, νῦν δὲ ἐπειδὴ ἔλαβεν ἐγκαλοῦσα καὶ μεμφομένη, καὶ τὸν Θεὸν καλοῦσα κατ' αὐτοῦ, καὶ ἀναγκάζουσα τὴν τῆς εὐνῆς κεκοινωνηκυῖαν, καὶ παῖδα αὐτῷ μέλλουσαν τίκτειν λοιπὸν ἐκβάλλειν, τίνα οὐκ ἂν εἰς ἀθυμίαν τὴν ἐσχάτην ἐνέβαλε;
 [01009]  καὶ εἶχε μέν τινα τὸ πρᾶγμα ἡδονὴν, μείζονα δὲ τὴν ἀθυμίαν.
 [01057]  αὐτὸ μὲν οὖν τοῦτο πλείονα αὐτῷ παρεῖχε τὴν ἀθυμίαν·
 [01091]  Ὡς δέ ποτε καὶ τούτους οὗτος φίλους ἐκτήσατο, καὶ ἐν ἡλικίᾳ τοὺς παῖδας εἶδε γενομένους τοὺς αὐτοῦ, τότε δὴ, τότε, ὅτε πολλὴν προσεδόκησε παραμυθίαν εὑρήσειν, καὶ γηροκόμους ἕξειν καλοὺς, εἰς τὴν ἐσχάτην ἀθυμίαν ἐνέπεσε.
 [01132]  Εἰ γὰρ μὴ δεδουλεύκει τὰ ἑπτὰ ἔτη, εἰ γὰρ μηδὲν ὧν ἀπωδύρατο πρὸς τὸν κηδεστὴν ἔπαθεν, εἰ γὰρ μὴ ἤρα τῆς παιδὸς, αὐτὸ μόνον τὸ κατεγγυηθῆναι μὲν αὐτῷ τὴν ἀμείνω, δοθῆναι δὲ τὴν φαυλοτέραν ἀντ' ἐκείνης, πόσην ἀθυμίαν, πόσον θόρυβον, πόσην ἐπήρειαν παρεῖχε τῷ μακαρίῳ τότε ἐκείνῳ! Ἄλλος μὲν οὖν εἴ τις ἦν, οὐκ ἂν ῥᾳδίως τὴν [47.466] ἐπήρειαν ἤνεγκεν, ἀλλὰ πᾶσαν τῶν κηδεστῶν ἀνέτρεψεν ἂν τὴν οἰκίαν συσφάξας ἑαυτὸν ἐκείνοις, ἢ καὶ ἄλλῳ τινὶ συνδιαφθείρας τρόπῳ·
 [01146]  Εἰ δὲ τὰ χωρὶς ἱδρώτων ἐπιδιδόμενα ταῖς γυναιξὶν, ὅταν ἀφαιρῆται, πολλὴν φέρει τὴν ἀθυμίαν, ὁ κινδυνεύων ὑπὲρ τῶν πόνοις κτηθέντων οἰκείοις πῶς ἂν πράως ταύτην ἤνεγκε τὴν ζημίαν;
 [01362]  Ἀλλὰ τί χρὴ τούτοις τεκμαίρεσθαι τὴν ἀθυμίαν τοῦ ἀνδρὸς, παρὸν ἐκ τῆς ἄνωθεν ἐνεχθείσης φωνῆς πᾶσαν αὐτοῦ τὴν ὀδύνης καταμαθεῖν;
 [01399]  Τῷ δὲ Μωϋσῇ διπλῆν ἐν ἅπασι τὴν ἀθυμίαν εἶναι συνέβαινε, τῷ τε ἐκείνους ἀπόλλυσθαι, καὶ τῷ τοὺς ὑπολειπομένους ἀδιορθώτους μένειν καὶ μηδὲν ἐκ τῆς ἐκείνων κερδαίνειν συμφορᾶς.
 [01483]  Ταύτην διαδέχεται τὴν ἀθυμίαν, μᾶλλον δὲ οὐδὲ διαδέχεται, οὐ γὰρ ἐπαύσατο, ἀλλὰ προστίθεται ταύτῃ ἡ τῆς τῶν Ἰσραηλιτῶν αἰτήσεως παρανομία, ἔνθα οὕτω κατέπεσεν, ὡς καὶ παρακλήσεως δεηθῆναι πολλῆς.
 [01697]  ὁ γὰρ καὶ μόνος ὀφθεὶς καὶ ἀρκέσας πρὸς παράκλησιν, οὗτος μετὰ τοὺς ἄλλους εἰσελθὼν, τίνα οὐκ ἂν ἀφανίσειεν ἀθυμίαν καὶ λύπην;
 [01718]  Τίνα οὖν ἀθυμίας καὶ ὀδύνης μικρὰν γοῦν ἔχειν ἀνακωχὴν ἠδύνατο, Οὐδὲ γὰρ τὰ εἰρημένα μόνον ἦν τὰ πολιορκοῦντα τὴν ἐκείνου ψυχὴν, ἀλλὰ καὶ ἕτερα πρὸς τούτοις, ἃ διηνεκῆ παρεῖχε τὴν ἀθυμίαν αὐτῷ·
 [01808]  Τὴν γὰρ ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, ἀλλ' ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς.
000-00-00 Serial Number=0846938014
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00466]  Οὐδὲ γὰρ ἐπὶ τοὺς κινδύνους σε καλοῦμεν τέως ἐκείνους, οὐδ' ἐπὶ τοὺς θανάτους τοὺς καθημερινούς, τοὺς διωγμοὺς τοὺς συνεχεῖς, τὰς μάστιγας, τὰ δεσμά, τὴν πρὸς τὴν οἰκουμένην ἀπέχθειαν, τὸ παρὰ τῶν οἰκείων μῖσος, τὰς ἀγρυπνίας τὰς ἐπαλλήλους, τὰς ὁδοιπορίας τὰς μακράς, τὰ ναυάγια, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς παρὰ τῶν συγγενῶν ἐπιβουλάς, τὰς ὑπὲρ τῶν φίλων ὀδύνας, τὸν λιμόν, τὸν κρυμόν, τὴν γυμνότητα, τὴν πύρωσιν, τὴν ἀθυμίαν τὴν ὑπὲρ τῶν αὐτοῦ, τὴν ὑπὲρ τῶν οὐκ αὐτοῦ.
000-00-00 Serial Number=0931212962
Ad populum Antiochenum Ante [Go Back]  
 [00565]  ἀποτινάξασθε τὴν ἀθυμίαν·
 [01295]  Ὅταν οὖν ἐμβάλῃς εἰς τὴν ἀγορὰν, ἀγαπητὲ, καὶ τὴν ἐρημίαν θεασάμενος στενάξῃς, κατάφυγε πρὸς τὴν μητέρα, καὶ παραμυθήσεταί σε εὐθέως τῷ πλήθει τῶν οἰκείων τέκνων, καὶ δείξει σοι τῶν ἀδελφῶν ἀπηρτισμένον τὸν χορὸν, καὶ πᾶσαν ἀποκρούσεταί σου τὴν ἀθυμίαν.
 [01606]  Ἂν γὰρ ταῦτα εἴπῃς τὰ ῥήματα, πᾶσαν ἔσβεσας τοῦ πενθοῦντος τὴν ἀθυμίαν, καὶ πᾶσαν ἀνεῖλες τὴν ὀδύνην, καὶ γίνεται οὕτω χρησιμώτερα μαργαριτῶν τὰ τραύματα τοῦ δικαίου.
 [01778]  τὸν γὰρ χρησταῖς συντρεφόμενον ἐλπίσιν οὐδὲν εἰς ἀθυμίαν ἐμβαλεῖν δυνήσεται.
 [01799]  Ἐπέλθωμεν τοίνυν ἕκαστον τῶν συμπιπτόντων ἡμῖν δεινῶν, καὶ ἐπαγάγωμεν τὴν ἀθυμίαν, καὶ ἴδωμεν τί κέρδος ἀπὸ ταύτης γίνεται.
 [02967]  οὐ ῥᾳθυμίαν δὲ μόνον, ἀλλὰ καὶ ἀθυμίαν ἅπασαν ἀποθέμενος, ῥᾴων καὶ εὐθυμότερος ἐν ἅπασιν ἔσῃ τοῖς συμπίπτουσι πράγμασι.
 [03231]  Νῦν γοῦν ἐπειδὴ τὴν ἀθυμίαν ἀπετινάξασθε, καὶ τῶν προτέρων ὑμᾶς ἀναμνῆσαι βουλόμεθα, ὥστε σαφέστερον ὑμῖν γενέσθαι τὸν λόγον·
 [04264]  Ἐν [49.156] νοήσας γὰρ, ὅτι μικρὸν ὕστερον καὶ αὐτὸς πείσεται τοῦτο, καὶ πάντες δὲ οἱ μεγάλα φυσῶντες, καὶ ὅτι πρόσκαιρα τὰ παρόντα ἅπαντα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρὰ, ἀθυμίαν καὶ βασκανίαν ἅπασαν ἀποθέμενος, καὶ κούφην ποιήσας τὴν ψυχὴν, καὶ πτερωθεὶς, οὕτως οἴκαδε ἀναστρέψει·
 [04540]  Εὔξασθε τοίνυν δοθῆναι λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, δυνηθῆναί τε τὴν ἀθυμίαν ἡμᾶς ἀποτινάξασθαι ταύτην καὶ μικρὸν ἀναστῆναι.
 [04986]  ἆρα οἰκίαν τις κακῶς διακειμένην ἀπὸ τούτου διώρθωσεν, ἢ πρόσοδόν τινα ἔσχεν, ἢ ἀπὸ τῆς ἀξίας ταύτης ἀθυμίαν ἀπεκρούσατο, ἢ σώματος ἀῤῥωστίαν ἔλυσεν, ἢ κακίαν ψυχῆς ἀπέθετο;
 [05091]  καὶ οὐ τοῦτο μόνον ἔχει τὸ δεινὸν, ἀλλ' ὅτι καὶ μένοντα οὐ παρέχει τοσαύτην ἡμῖν τὴν ἡδονὴν, ὡς τὴν ἐκ τῶν ἄλλων ἡμῖν ἐπιγινομένην ἀθυμίαν διακρούεσθαι καὶ συσκιάζειν·
 [05097]  τὸ δὲ πολλῶν ἐπικειμένων τῶν εἰς ἀθυμίαν ἐμβιβαζόντων ἀνώτερον εἶναι ἁπάντων, καὶ ἐν μέσοις τοῖς λυπηροῖς εὐφραίνεσθαι, τοῦτό ἐστι τὸ παράδοξον.
 [05103]  Ἔστω γάρ τις μηδὲν ἑαυτοῦ κατεγνωκὼς, ἀλλ' ἀγαθῷ συνειδότι συντρεφόμενος, καὶ πρὸς τὰ μέλλοντα κεχηνὼς, καὶ τὰς ἀγαθὰς ἐκείνας ἀναμένων ἐλπίδας, τί τοῦτον, εἰπέ μοι, εἰς ἀθυμίαν ἐμβαλεῖν δυνήσεται;
 [05968]  Ἐβούλετο γὰρ δὴ πάθος τὸ μὲν ἐξενεγκεῖν, τὸ δὲ εἰσενεγκεῖν, ἐκβαλεῖν μὲν τὸν θυμὸν, εἰσαγαγεῖν δὲ ἀθυμίαν, ἵνα οὕτω προοδοποιήσῃ τοῖς τῆς ἀπολογίας ῥήμασιν·
 [06127]  ἀλλ' ἐπειδὴ σχολαιότερον ἐβάδιζεν, ἕτερόν τινα τῶν ἵππους ἐλαύνειν εἰδότων ἠξίωσε προλαβεῖν, καὶ κομίσαι τῇ πόλει τὰ εὐαγγέλια ὥστε μὴ τῇ μελλήσει τῆς ἐπανόδου τῆς ἑαυτοῦ τὴν ἀθυμίαν ἐπιταθῆναι.
000-00-00 Serial Number=0607770443
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00141]  Ὅταν οὖν ἄγγελοι χαίρωσι, καὶ ἀρχάγγελοι, καὶ πασῶν τῶν οὐρανίων δυνάμεων ὁ ∆εσπότης ἡμῖν συνεορτάζῃ, τίς λείπεται λοιπὸν εἰς ἀθυμίαν λόγος;
000-00-00 Serial Number=0477451026
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01623]  ἄν τε πρὸ τούτου παραγένωνται, οὐ τοσαύτην ἀπὸ τῆς ἐπιδημίας λαμβάνομεν τὴν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μάτην ἐπανελθεῖν τὴν ἀθυμίαν.
000-00-00 Serial Number=0107850194
Commentarius in Job Ante [Go Back]  
 [00766]  πανταχοῦ παραστῆναι ἐν πάσῃ συμφορᾷ, ἐν πάσῃ δυσπραγίᾳ, πᾶσαν ἀφελεῖν ἀθυμίαν δύναται.
 [01357]  ὅρα γάρ, πῶς οὐ μόνον παραμυθίας ἀπέχει τὰ ῥήματα τὰ παρ' αὐτῶν, ἀλλὰ καὶ πολλὴν τὴν [59] ἀθυμίαν ἐντίθησι καὶ κατηγορίας μακροὺς ἀποτείνει λόγους.
 [01709]  ἰδοὺ ὀργὴν ἐνταῦθα τὴν ἀθυμίαν λέγει, καὶ πολλαχοῦ τῆς γραφῆς τοῦτο εὑρήσομεν, οἷον ὡς ὅταν λέγῃ·
 [02983]  εἰ δὲ ἡ εὐφροσύνη αὐτῶν πτῶμα ἐξαίσιον καὶ ἡ χαρμονὴ αὐτῶν ἀπώλεια, ποῦ τὴν ἀπώλειαν θήσομεν, εἰπέ μοι, ποῦ τὴν ὀδύνην καὶ τὴν ἀθυμίαν;
000-00-00 Serial Number=0685829937
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00043]  οὐδὲ γὰρ τοσαύτην ἀπὸ τῆς ὄψεως ἐκαρποῦτο τὴν ἡδονὴν, ὅσην ἀπὸ τῆς κωλύσεως ὑπέμενε τὴν ἀθυμίαν.
 [00411]  Ἀλλὰ γὰρ τί χρὴ ταῦτα μηκύνειν ἑκατέρου τοῦ βίου, τοῦ μὲν τὴν ἀνελευθερίαν καὶ τὴν ἀθυμίαν καὶ τὴν βλάβην καὶ τὴν πολλὴν τηκεδόνα, τοῦ δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν καὶ τὴν πολλὴν παραδεικνύντα σωφροσύνην;
000-00-00 Serial Number=0981858969
De Anna i Ante [Go Back]  
 [00142]  Ὁ δὲ Θεὸς ταῦτα πάντα ὁρῶν ἠνείχετο, καὶ Οὐκ ἔδωκεν αὐτῇ Κύριος, φησὶ, παιδίον κατὰ τὴν θλίψιν αὐτῆς, καὶ κατὰ τὴν ἀθυμίαν τῆς ψυχῆς αὐτῆς.
 [00144]  Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι πράως ὁρῶν φέρουσαν τὴν συμφορὰν, ἐπεῖχεν αὐτῆς τὴν τόκον, ἀλλὰ καίτοι διακοπτομένην ὁρῶν, ὀδυνωμένην, θλιβομένην, οὐκ ἔλυσε τὴν ἀθυμίαν, ἕτερόν τι πολλῷ μεῖζον οἰκονομῶν.
 [00146]  Ἐκεῖνος γὰρ οἶδε σαφῶς πότε δεῖ λῦσαι τὸ ποιοῦν τὴν ἀθυμίαν ἡμῖν·
 [00246]  εἰσελθὼν δὲ, καὶ τὰ γόνατα κάμψας, καὶ δάκρυα ἀφεὶς, παρακάλει τὸν Θεὸν λῦσαι τὴν ἀθυμίαν, σβέσαι τὴν λύπην·
 [00299]  καὶ γὰρ οὐκ ἐν ζημίᾳ χρημάτων ἦν, ἵνα τις ἐνεγκὼν χρυσίον λύσῃ τὴν ἀθυμίαν·
 [00514]  Παρατήρησον πῶς οὐδὲ ἐνταῦθα λέγει τὰ ὀνείδη τῆς ἀντιζήλου, οὐδὲ ἐκπομπεύει τὴν πονηρίαν ἐκείνης, οὐδὲ ἐκτραγῳδεῖ τὴν συμφορὰν τὴν οἰκείαν, ἀλλὰ τοσοῦτον ἀποκαλύπτει τὴν ἑαυτῆς ἀθυμίαν, ὅσον ἀπολογήσασθαι πρὸς τὸν ἱερέα μόνον.
 [00549]  Ἄλλως δὲ, καὶ ὁ Θεὸς [54.652] λοιπὸν αὐτῆς τὴν ἀθυμίαν ἐξέβαλε, μέλλων διδόναι τὸ δῶρον.
 [00600]  διορθῶσαι δὲ φύσιν, καὶ ἀθυμίαν λῦσαι τοιαύτην, καὶ ὀδύνην ἀνελεῖν, καὶ ψυχὴν ἀναστῆσαι καταπίπτειν μέλλουσαν, ἀνθρώπῳ μὲν οὐδενὶ, τῷ δὲ τῆς φύσεως ∆εσπότῃ μόνῳ δυνατόν.
000-00-00 Serial Number=0691367090
De Lazaro Ante [Go Back]  
 [00302]  Ἂν δὲ ἐπὶ τῆς ἀργυρᾶς ὦμεν κατακείμενοι, οὐ μόνον οὐδεμίαν ἡδονὴν καρπωσόμεθα, ἀλλὰ καὶ ἀθυμίαν ὑπομενοῦμεν.
 [00353]  οὗτος μὲν πονηρίᾳ συζῶν καὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, καὶ τῶν ὑπὲρ τὴν χρείαν ἀπολαύει πάντων, καὶ οὐδ' ἀθυμίαν ὑπομένει, οὐδ' ἄλλο τι τῶν ἀδοκήτων, οἷα πολλὰ τὰ παρὰ ἀνθρώποις ἐστὶν, ἀλλὰ καὶ καθαρὰν καρποῦται τὴν ἡδονήν·
 [00386]  τὸ δὲ ἐν μέσῳ τοσούτων κείμενον μεθυόντων, εὐημερούντων, παρὰ μηδενὸς μηδὲ τῆς τυχούσης ἐπιμελείας τυγχάνειν, δριμυτέραν ἐποίει τῶν ὀδυνῶν γίνεσθαι τὴν αἴσθησιν, καὶ τὴν ἀθυμίαν ἐξέκαιε μᾶλλον.
 [00395]  καὶ ἔνθεν ἀπαραμύθητον τὴν ἀθυμίαν πάλιν ὑπέμενεν.
 [01123]  οὐχὶ τὸ μὲν καὶ τοὺς ἀκούοντας ἐχθρούς σοι καὶ πολεμίους καθίστησι, καὶ εἰς ἀθυμίαν ἐμβάλλει, μετὰ ταῦτα καὶ πολλὴν ἐργάζεται τὴν ὀδύνην·
 [01623]  Καὶ πῶς οὐκ ἄτοπον, εἰ μὲν νυμφίῳ τὸ θυγάτριον δοίης, εἶτα λαβὼν εἰς μακρὰν ἐκεῖνος ἀπέλθοι χώραν, καὶ καλῶς πράττων διατελοίη, μηδὲν ἡγεῖσθαι δεινὸν τὸ γεγενημένον, τῇ τῆς εὐπραγίας φήμῃ παραμυθεῖσθαι τῆς ἀποδημίας τὴν ἀθυμίαν·
 [01627]  οὐδὲ τὴν ἀθυμίαν, ἀλλὰ τὴν ἐπίτασιν τῆς ἀθυμίας ἀναιρῶ·
 [01761]  οἱ γὰρ ἐπιλειπόμενοι τὴν ἐπὶ τοῖς ἀπελθοῦσι συσκιάζουσιν ἀθυμίαν·
 [02597]  τινὲς δὲ τῶν ἐνταῦθα συντρεχόντων τὴν μετὰ πολλοῦ πόνου αὐξηθεῖσαν οἰκοδομὴν ἐν μιᾷ καιροῦ ῥοπῇ μονονουχὶ ταῖς οἰκείαις χερσὶ διὰ τῆς ἀφάτου ταύτης ῥᾳθυμίας εἰς ἔδαφος κατάγουσιν, ἡμῖν μὲν πολλὴν τὴν ἀθυμίαν ἐντεῦθεν τίκτοντες, ἑαυτοῖς δὲ μέγιστον τὸν ὄλεθρον καὶ τὴν ζημίαν ἀφόρητον.
000-00-00 Serial Number=0707557082
De beato Abraham Ante [Go Back]  
 [00057]  Οὔτε τὸ ὄρος αὐτῷ ἐδήλωσεν, ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ὄρους εἰς πλείονα αὐτὸν ἀθυμίαν ἐνέβαλεν.
000-00-00 Serial Number=0412344038
De beato Philogonio Ante [Go Back]  
 [00017]  Σήμερον γὰρ ὁ μακάριος πρὸς τὴν ἀτάραχον μετετάξατο ζωὴν, καὶ τὸ σκάφος ὥρμισεν ἔνθα ναυάγιον ὑποπτεῦσαι οὐκ ἔνι λοιπὸν, οὐδὲ ἀθυμίαν τινὰ καὶ ὀδύνην.
000-00-00 Serial Number=0475412369
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00203]  Πλὴν εἰ καὶ τὴν ἀθυμίαν ἡδονὴν ἔχειν εἴποι τις ἄν.
000-00-00 Serial Number=0441419780
De paenitentia [1] Ante [Go Back]  
 [00933]  Ὅταν γὰρ ἡμᾶς ἄνθρωπος παρακαλῇ λυπουμένους, καὶ δόξωμεν πρὸς ὀλίγον παραμυθεῖσθαι, πάλιν εἰς τὴν αὐτὴν ἀθυμίαν καταπίπτομεν·
 [00939]  ἐπὶ δὲ ψυχῆς οὐχ οὕτως, [49.301] ἀλλὰ τὸ ἐναντίον γίνεται, καὶ τὸ συνεχῶς ἐννοεῖν τοὺς τὰ τοιαῦτα πεπονθότας, ἡμῖν κουφοτέραν ποιεῖται τὴν ἐπὶ τοῖς ἡμετέροις κακοῖς ἀθυμίαν.
000-00-00 Serial Number=0015260339
De patientia sermo 1 Ante [Go Back]  
 [00004]  δύναται καὶ διδασκαλία σύμμετρος διαλῦσαι τὴν ἀθυμίαν.
000-00-00 Serial Number=0065650284
De perfecta caritate Ante [Go Back]  
 [00143]  Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος, θεωροῦντες πολλοὶ, καὶ τὴν ἑαυτῶν πενίαν ἐννοοῦντες, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνουσιν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν ὑπομένουσι, τί τότε ἔσται;
000-00-00 Serial Number=0036245584
De sacerdotio Ante [Go Back]  
 [00298]  εἰ γὰρ σπουδάζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἡμᾶς ἀπέδειξας δικαίως ἀλγοῦντας ἢ διὰ τῶν ῥημάτων τούτων δι' ὧν ἀποκρούσασθαι τὴν ἀθυμίαν ἐσπούδασας.
 [00734]  Ἂν δέ τις τὰ μὲν ἐκείνων μὴ λαμβάνῃ, μυρίοις δὲ αὐτὰς ὀνείδεσι περιβάλλῃ καὶ ὑβρίζῃ καὶ παροξύνηται κατ' αὐτῶν, οὐ μόνον οὐκ ἐπεκούφισε τὴν ἀπὸ τῆς πενίας ἀθυμίαν τῷ δοῦναι, ἀλλὰ καὶ μεῖζον ταῖς λοιδορίαις εἰργάσατο τὸ δεινόν.
 [00737]  Καὶ δεῖ τὸν τούτων ἐπιμελούμενον ἐπὶ τοσοῦτον εἶναι μακρόθυμον ὡς μὴ μόνον αὐταῖς μὴ πλεονάζειν τὴν ἀθυμίαν ταῖς ἀγανακτήσεσιν, ἀλλὰ καὶ τῆς οὔσης τὸ πλέον κοιμίζειν διὰ τῆς παρακλήσεως·
 [00811]  εἰ δὲ οὐδὲ τοῦτο εὔπορον, ἀλλὰ τέρπονταί τινες εἰκῇ καὶ ἁπλῶς αἰτιώμενοι, γενναίως πρὸς τὴν τῶν μέμψεων τούτων ἀθυμίαν ἵστασθαι.
 [00814]  Ὁ δὲ οὐδὲν ἑαυτῷ συνειδέναι πονηρὸν ἔχων, ὅταν ἐγκαλῆται μάτην, καὶ πρὸς ὀργὴν ἐκφέρεται ταχέως καὶ πρὸς ἀθυμίαν καταπίπτει ῥᾳδίως, ἂν μὴ πρότερον ᾖ τῇ ψυχῇ μεμελετηκὼς τὰς τῶν πολλῶν φέρειν ἀνοίας·
 [01492]  σὺ δὲ ἐκ τῆς εἰκόνος τὴν ἀθυμίαν σύλλεγε μόνην.
000-00-00 Serial Number=0446664274
De virginitate Ante [Go Back]  
 [01280]  Οὐ γὰρ ἀθυμίαν μόνον αὕτη ἡ νόσος ἀλλὰ καὶ θυμὸν ἀφόρητον τίκτειν εἴωθε.
 [01295]  Πολλοὶ γοῦν πολλάκις ἀνελόντες τὸν μοιχόν, τὸν θυμὸν καὶ τὴν ἀθυμίαν οὐκ ἴσχυσαν ἀνελεῖν.
 [01374]  Τὴν μὲν γὰρ ἐπὶ τοῖς κειμένοις ἀθυμίαν ὁ χρόνος ἐμάλαξε, τὰς δὲ ὑπὲρ τῶν ζώντων φροντίδας ἢ μένειν ἀνάγκη διὰ παντὸς ἢ θανάτῳ παύσασθαι μόνῳ.
 [01436]  Ὅτι τὸν ὑγιαίνοντα οὐδὲν ἀφίησιν ἄμεινον τοῦ κάμνοντος διακεῖσθαι ἀλλ' εἰς τὴν αὐτὴν τῷ κειμένῳ καθίστησιν ἀθυμίαν.
000-00-00 Serial Number=0186294436
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00935]  καὶ γὰρ εἰ ἠλγοῦμεν ἐπὶ τοῖς ἁμαρτήμασιν, εἰ ἐστενάζομεν ἐπὶ τοῖς πλημμελήμασιν, οὐδὲν ἂν ἄλλο ἡμᾶς ἐλύπησεν, τῆς ὀδύνης ταύτης πᾶσαν ἀθυμίαν παρωθουμένης.
 [03824]  Τὴν ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, [63.686] ἀλλ' ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς.
 [03877]  τὸ δὲ πολλῶν ἐπικειμένων τῶν εἰς ἀθυμίαν ἐμβαλλόντων ἀνωτέρους ἁπάντων εἶναι, καὶ ἐν μέσοις τοῖς λυπηροῖς εὐφραίνεσθαι, τοῦτό ἐστι τὸ παράδοξον.
 [03898]  τοῦτό ἐστιν ὃ μάλιστα πάντων αὐτῷ διηνεκῆ καὶ ἀφόρητον παρεῖχε τὴν ἀθυμίαν.
 [04490]  οἱ γὰρ ἐπιλειπόμενοι τὴν ἐπὶ τοῖς ἀπελθοῦσι συσκιάζουσιν ἀθυμίαν·
 [05281]  Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὴν ἑτέρου λύων ἀθυμίαν αὐτὸς ἀθυμεῖς;
 [07296]  τοῦτό ἐστιν ὃ πάντων μάλιστα διηνεκῆ καὶ ἀφόρητον παρεῖχε τὴν ἀθυμίαν αὐτῷ.
000-00-00 Serial Number=0242245257
Epistula ad Cyriacum Ante [Go Back]  
 [00479]  Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τρίτον ἔτος συγγενόμενος τῷ Χριστῷ καὶ πολλὰ περὶ ἀθανασίας παιδευθεὶς καὶ τῶν ἄλλων ἀπορρήτων σημεῖά τε ἐργασάμενοι θαυμαστὰ καὶ παράδοξα καὶ αὐτὸν ἐπὶ τοσοῦτον χρόνον θαυματουργοῦντα θεασάμενοι καὶ τραπέζης αὐτῷ καὶ ὁμιλίας καὶ λόγων κοινωνήσαντες καὶ πάντα παιδευθέντες τρόπον, ἐπειδὴ ῥημάτων ἤκουσαν ἀθυμίαν αὐτοῖς ἐμποιούντων συνεχῶς αὐτὸν κατέχοντες καὶ ἐκκρεμάμενοι καθάπερ ὑπομάζια παιδία καὶ διηνεκῶς αὐτὸν ἐρωτῶντες ποῦ ὑπάγεις, οὕτω τῇ τυραννίδι τῆς ἀθυμίας ἐσβέσθησαν ταύτης καὶ τοσαύτης λύπης ἐγένοντο ὡς μηκέτι αὐτοὺς ταῦτα πυνθάνεσθαι.
 [00533]  Ταῦτα δὴ οὖν καὶ τὰ τούτων πλείονα συλλέξας δεῦρο βάδιζε μετ' ἐμοῦ ἐπὶ τὸν τῶν παθημάτων αὐτοῦ κατάλογον καὶ ἴδωμεν συγκρίναντες πότε λαμπρότερος ἦν, ὅτε ἐκεῖνα κατώρθου ἢ ὅτε ἔπασχε τὰ ὀδυνηρὰ καὶ πολλὴν ἐντιθέντα αὐτῷ τὴν ἀθυμίαν.
 [00555]  Καὶ ὁ Λάζαρος ἐκεῖνος ἀσθενείᾳ φύσεως περιπεσών τοῦτο δὲ οὐκ ἦν δήπου διὰ τὸν Θεὸν παθεῖν ἐπειδὴ ὅλως ἔπαθε καὶ ἐκαρτέρησε καὶ γενναίως ἤνεγκε τὴν ἐρημίαν τῶν θεραπευόντων, τὴν ἀπὸ τῶν ἑλκῶν ἀθυμίαν, τὴν ἀπὸ τοῦ λιμοῦ, τὴν ἀπὸ τῆς ὑπεροψίας τοῦ πλουσίου καὶ τῆς ὠμότητος, οἶσθα ἡλίκων ἀπέλαυσε στεφάνων καί τοι γε αὐτοῦ κατόρθωμα οὐδὲν ἔχων εἰπεῖν οὐχ ὅτι πένητας ἠλέησεν, οὐχ ὅτι ἀδικουμένοις παρέστη, οὐχ ὅτι ἀγαθόν τι εἰργάσατο, ἀλλὰ τὴν ἐν τῷ πυλῶνι τοῦ πλουσίου κατάκλισιν καὶ τὴν ἀρρωστίαν καὶ τῶν κυνῶν τὰς γλώττας καὶ τὴν τοῦ πλουσίου κατ' αὐτοῦ γενομένην ὑπεροψίαν.
 [00556]  Ἀλλ' ὅμως μηδὲν γενναῖον ποιήσας, ἐπειδὴ μόνον τὴν ἐκ τούτου ἀθυμίαν ἤνεγκε γενναίως, τῷ τοσαῦτα κατωρθωκότι πατριάρχῃ τῆς αὐτῆς ἔτυχε λήξεως.
 [00735]  Μὴ δὴ καταμαλακίζου, ἀλλ' ἀνενεγκὼν ἀπὸ τοῦ καπνοῦ τούτου καπνὸς γάρ καί, ἐὰν θέλῃς, ῥᾴδιον διασκεδάσεις πᾶσαν τὴν ἀθυμίαν ταύτην, δῆλον τοῦτο πάλιν ποίησον ἡμῖν, ἵνα καὶ πόρρωθεν ὄντες πολλὴν ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσώμεθα τὴν εὐφροσύνην.
000-00-00 Serial Number=0687368870
Epistulae Ante [Go Back]  
 [00432]  Ταχέως ἡμῶν ἐπελάθου, τῷ χωρισμῷ σου σφόδρα λυπηρῷ ἡμῖν γεγενημένῳ καὶ τὴν ἀπὸ τῆς σιγῆς τῆς μακρᾶς προσθεὶς ἀθυμίαν.
 [00527]  Ἐπεὶ οὖν τοῦτο λυθῆναι τέως οὐκ ἔνι τὸ ἄπορον, ἀλλ' ἐπιτείνεται καθ' ἑκάστην ἡμέραν τὰ δεινὰ, ἑτέρῳ τρόπῳ τὴν ἐκ τῆς μακρᾶς σιγῆς ἀθυμίαν ἐγγινομένην ἡμῖν παραμυθήσασθαι παρακλήθητι, μεμνημένος τε ἡμῶν διηνεκῶς, καὶ ἡνίκα ἂν γράφῃς, μακροτέρας ποιῶν τὰς ἐπιστολὰς, καὶ τοῖς περὶ τῆς σῆς ὑγείας τε καὶ εὐθυμίας καὶ ἀσφαλείας ἐνδιατρίβων διηγήμασιν.
 [01390]  Ταχέως ἡμῶν ἐπελάθου, τῷ χωρισμῷ σου σφόδρα λυπηρῷ ἡμῖν γεγενημένῳ καὶ τὴν ἀπὸ τῆς σιγῆς τῆς μακρᾶς προσθεὶς ἀθυμίαν.
 [01485]  Ἐπεὶ οὖν τοῦτο λυθῆναι τέως οὐκ ἔνι τὸ ἄπορον, ἀλλ' ἐπιτείνεται καθ' ἑκάστην ἡμέραν τὰ δεινὰ, ἑτέρῳ τρόπῳ τὴν ἐκ τῆς μακρᾶς σιγῆς ἀθυμίαν ἐγγινομένην ἡμῖν παραμυθήσασθαι παρακλήθητι, μεμνημένος τε ἡμῶν διηνεκῶς, καὶ ἡνίκα ἂν γράφῃς, μακροτέρας ποιῶν τὰς ἐπιστολὰς, καὶ τοῖς περὶ τῆς σῆς ὑγείας τε καὶ εὐθυμίας καὶ ἀσφαλείας ἐνδιατρίβων διηγήμασιν.
 [03163]  Ἐπεὶ εἰ καὶ μετὰ τὰ γράμματα ταῦτα μὴ μετὰ πολλοῦ τοῦ τάχους ἡμῖν βουληθείης ἐπιστεῖλαι, οὕτως ἡμᾶς ἔχεις λυπῆσαι, ὡς πολλοῦ δεηθῆναι πόνου εἰς τὸ θεραπεῦσαι ἡμῶν τὴν ἀθυμίαν.
 [03629]  Μὴ δὴ προσθῆτε, παρακαλῶ, τῇ ἀθυμίᾳ μου ἀθυμίαν ἑτέραν.
000-00-00 Serial Number=0200569808
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00033]  καὶ πέμπε γράμματα ἡμῖν τοῦτο ἀπαγγέλλοντα ἵνα καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην, μαθόντες ὅτι μετὰ τῆς προσηκούσης σοι συνέσεως καὶ φιλοσοφίας ἤνεγκας τὴν ἀθυμίαν ταύτην.
 [00266]  Εἰ βούλει μοι μακρὰ γράφειν, καὶ τοιαῦτα δήλωσόν μοι, μὴ ἀπατῶσα μέντοι με, ὅτι πᾶσαν ἀπέθου τὴν ἀθυμίαν καὶ ἐν ἀνέσει διάγεις.
 [00312]  Εἰ γὰρ μὴ βουληθείημεν τοῦτο ποιῆσαι, πλεονεκτεῖ λοιπὸν ἡμᾶς ὁ διάβολος οὐ τὸν αὐτοῦ λαμβάνων, ἀλλὰ τὸν ἡμέτερον γενόμενον ἀπὸ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας καὶ διὰ τῆς ἀμε τρίας τῆς κατὰ τὴν ἀθυμίαν καταποντίζων καὶ αὐτοῦ λοιπὸν ποιῶν εἶναι.
 [00369]  Ἐπεὶ εἰ μὴ τοῦτο προὔκειτό μοι νῦν τὸ πρόρριζον τὴν ἀθυμίαν ἀπὸ σοῦ ἀνασπάσαι, ἡδέως τούτοις ἐνδιέτριβον τοῖς λόγοις καὶ πέλαγος ἄπειρον ἔπλεον, μᾶλλον δὲ πελάγη, ἑκάστης σου ἀρετῆς τὰς πολυσχιδεῖς ἀνατέμνων ὁδοὺς ὧν ἑκάστη ὁδὸς πέλαγος ἔτικτε πάλιν, κἂν τῇ ὑπομονῇ, κἂν τῇ ταπεινοφροσύνῃ καὶ ἐλεημοσύνῃ τῇ πολυειδεῖ καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἁπλωθείσῃ, κἂν τῇ ἀγάπῃ τῇ μυρίας νικώσῃ καμίνους, κἂν τῇ συνέσει τῇ ἀπείρῳ καὶ πολλῆς γεμούσῃ χάριτος καὶ τὰ μέτρα τῆς φύσεως ὑπερβάσῃ.
 [00510]  Ὅτι γὰρ διὰ ἀθυμίαν τοῦτο ἔπαθεν οὐδὲν ἡμᾶς δεῖ στοχάζεσθαι, ἀλλὰ παρ' αὐτοῦ καὶ τοῦτο μανθάνειν.
 [00584]  ∆ιὸ καὶ σφόδρα ἀλγῶ καὶ ὀδυνῶμαι ὅτι ὀφείλουσα πάντα κινεῖν καὶ πραγματεύεσθαι ὥστε ἀπελαύνειν σου τῆς ψυχῆς τὴν ἀθυμίαν, περιέρχῃ συνάγουσα λογισμοὺς ὀδυνηροὺς καὶ τὰ μὴ ὄντα τοῦτο γὰρ ἔφης ἀναπλάττουσα καὶ καταξαίνουσα σαυτὴν εἰκῇ καὶ μάτην καὶ ἐπὶ βλάβῃ μεγίστῃ.
 [00682]  ∆έον γὰρ πάντα σε ποιεῖν καὶ πραγματεύεσθαι ὑπὲρ τοῦ καταλύειν τὴν θλῖψιν, τὸ θέλημα τοῦ διαβόλου ποιεῖς αὔξουσα τὴν ἀθυμίαν καὶ τὴν λύπην.
 [00817]  Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τρίτον ἔτος συγγενόμενος τῷ Χριστῷ καὶ πολλὰ περὶ ἀθανασίας παιδευθεὶς καὶ τῶν ἄλλων ἀπορρήτων, σημεῖά τε ἐργασάμενοι θαυμαστὰ καὶ παράδοξα καὶ αὐτὸν ἐπὶ τοσοῦτον χρόνον θαυματουργοῦντα θεασάμενοι καὶ τραπέζης αὐτῷ καὶ ὁμιλίας καὶ λόγων τοιούτων κοινωνήσαντες καὶ πάντα παιδευθέντες τρόπον, ἐπειδὴ ῥημάτων ἤκουσαν ἀθυμίαν αὐτοῖς ἐμποιούντων, συνεχῶς αὐτὸν κατέχοντες καὶ ἐκκρεμάμενοι καθάπερ ὑπομάζια παιδία καὶ διηνεκῶς αὐτὸν ἐρωτῶντες·
 [00877]  [10.7] Ταῦτα δὴ οὖν καὶ τὰ τούτων πλείονα παρ' ἑαυτῇ συλλέξασα, δεῦρο βάδιζε μετ' ἐμοῦ ἐπὶ τὸν τῶν παθημάτων αὐτοῦ κατάλογον καὶ ἴδωμεν συγκρίναντες πότε λαμπρότερος ἦν, ὅτε ἐκεῖνα κατώρθου ἢ ὅτε ἔπασχε τὰ ὀδυνηρὰ καὶ πολλὴν ἐντιθέντα αὐτῷ τὴν ἀθυμίαν;
 [00900]  Καὶ ὁ Λάζαρος ἐκεῖνος ἀσθενείᾳ φύσεως περιπεσών τοῦτο δὲ οὐκ ἦν δήπου διὰ τὸν Θεὸν παθεῖν , ἐπειδὴ ὅλως ἔπαθε καὶ ἐκαρτέρησε καὶ γενναίως ἤνεγκε τὴν ἐρημίαν τῶν θεραπευόντων, τὴν ἀπὸ τῶν ἑλκῶν ἀθυμίαν, τὴν ἀπὸ τοῦ λιμοῦ, τὴν ἀπὸ τῆς ὑπεροψίας τοῦ πλουσίου καὶ τῆς ὠμότητος, οἶσθα ἡλίκων ἀπέλαυσε στεφάνων.
 [00903]  Ἀλλ' ὅμως καίτοι μηδὲν γενναῖον ποιήσας, ἐπειδὴ μόνον τὴν ἐκ τούτου ἀθυμίαν ἤνεγκε γενναίως, τῷ τοσαῦτα κατωρθωκότι πατριάρχῃ τῆς αὐτῆς ἔτυχε λήξεως.
 [01105]  Μὴ δὴ καταμαλακίζου, ἀλλ' ἀνενεγκοῦσα ἀπὸ τοῦ καπνοῦ τούτου καπνοῦ γάρ, ἐὰν θέλῃς, ῥᾷον διασκεδάσεις πᾶσαν τὴν ἀθυμίαν ταύτην , δῆλον τοῦτο πάλιν ποίησον ἡμῖν, ἵνα καὶ πόρρωθεν ὄντες, πολλὴν ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσώμεθα τὴν εὐφροσύνην.
 [01497]  [17.4] Εἰ δὲ τὸ κεχωρίσθαι ἡμῶν ποιεῖ σοι τὴν ἀθυμίαν, προσδόκα καὶ τούτου λύσιν.
 [01506]  Ταῦτα οὖν ἅπαντα λογιζομένη διακρούου τὴν κατέχουσάν σε νῦν ὑπὲρ τούτων ἀθυμίαν καὶ μὴ σαυτὴν ἀπαίτει δίκας περιττὰς καὶ χαλεπάς.
 [01513]  Οὐκ ἐὰν λέγῃς, ἀλλ' ἐὰν διὰ τῶν πραγμάτων δεικνύῃς, ἐπεὶ καὶ νῦν ἔφης μηδὲν τῶν ἄλλων, ἀλλὰ τὴν ἀθυμίαν σοι τὴν νόσον εἰργάσθαι ταύτην.
000-00-00 Serial Number=0052751660
Expositiones in Psalmos Ante [Go Back]  
 [03104]  ὥστε καὶ ἕτερον καρπωσόμεθα κέρδος, τὸ διακρούεσθαι τὴν ἀθυμίαν.
 [04867]  ὥστε καὶ ἕτερον καρπωσόμεθα κέρδος, τὸ διακρούεσθαι τὴν ἀθυμίαν.
 [06476]  καὶ οὕτω διακείμενοι, οὔτε εἰς ἀπόνοιαν ἀπὸ τῶν τοῦ βίου λαμπρῶν, οὔτε εἰς ἀθυμίαν ἀπὸ τῶν λυπηρῶν ἐμπεσούμεθα, οὐ φθόνος, οὐ [55.166] κενοδοξία, οὐκ ἄλλο τι τῶν τοιούτων ἡμᾶς αἱρήσεταί ποτε.
000-00-00 Serial Number=0508352101
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02319]  Οὐ τοῦτο οὖν φησιν, ὅτι τὴν φύσιν τοῦ ὕδατος μεταβάλλει, ἀλλὰ, Τοσαύτην, φησὶ, κατασκεδάσω τὴν ἀθυμίαν, ὡς καὶ τὰ στοιχεῖα μένοντα ἐπὶ τῆς οἰκείας φύσεως, ἕτερα αὐτοῖς εἶναι δόξειν.
 [02578]  Ταῦτα ἀκούων ὁ προφήτης εἰς πλείονα ἀθυμίαν καταπίπτων ἱκέτευε τὸν Θεὸν ὑπὲρ τοῦ λαοῦ.
 [03565]  ἑκάτερον δὲ πάθος ἔχει συμπαθητικὸν, ἐκεῖ μὲν οὖν πορνείαν, ἐνταῦθα δὲ ἀθυμίαν, τρίτον τῆς ἑορτῆς Ῥέας, ἔνθα καὶ μαλακοὺς, καὶ ἀποτόμους ἐργάζεται·
 [05371]  Ἐπειδὴ τί κέρδος εἰπέ μοι, λύπην καὶ ἀθυμίαν κερδαίνειν μόνον, καθάπερ οἱ τῶν ἔξωθεν;
000-00-00 Serial Number=0542612791
Fragmenta in Job Ante [Go Back]  
 [00018]  Τὸ δὲ αἴτιον, ὅτι τὴν τῶν πραγμάτων φύσιν καλῶς ἐλογίζετο, καὶ τὴν τούτων εἰδὼς μεταβολὴν, προωρᾶτο τὸ μέλλον, καὶ πράττων καλῶς, τὴν ἀθυμίαν οὐκ ἀπηλπίζετο, διὰ τοῦτο καὶ ἐν ταῖς εὐπραξίαις ἐμετρίαζεν.
 [00606]  Ἂν γὰρ ταῦτα εἴπῃς τὰ ῥήματα πᾶσαν ἔσβεσας τοῦ πενθοῦντος τὴν ἀθυμίαν, καὶ πᾶσαν ἀνεῖλες τὴν ὀδύνην·
 [00655]  ἴδωμεν οὖν συγκρίναντες, πότε λαμπρότερος ἦν, ὅτε κοινὸς ἦν λιμὴν τοῖς χρῄζουσιν, ἢ ὅτε ἔπασχε τὰ ὀδυνηρὰ, καὶ πολλὴν ἐντιθέντα αὐτῷ τὴν ἀθυμίαν·
 [01134]  Ὀργὴν δὲ ἐνταῦθα τὴν ἀθυμίαν λέγει, καὶ τὸ πάθος τῆς ψυχῆς, τὸ ἐκ τῶν συμφορῶν γινόμενον·
 [01453]  Ὁ οὖν διπλασιασμὸς τοῦ, Ἀκούσατε, ἢ τὴν ἀθυμίαν παρίστησιν, ἢ προσοχὴν ἐνεργάσασθαι βούλεται, ἵνα βεβαίως ἀκούσωσιν.
 [01574]  Εἰ δὲ εὐφροσύνη αὐτῶν πτῶμα ἐξαίσιον, καὶ ἡ χαρμονὴ αὐτῶν ἀπώλεια, ποῦ τὴν ἀπώλειαν θήσομεν, εἰπέ μοι, ποῦ τὴν ὀδύνην καὶ τὴν ἀθυμίαν;
000-00-00 Serial Number=0924144685
Homilia de capto Eutropio Ante [Go Back]  
 [00012]  ἐὰν γὰρ τῇ Γραφῇ προσέχῃς, ἐκβάλλει σου τὴν ἀθυμίαν, φυτεύει σου τὴν ἡδονὴν, ἀναιρεῖ τὴν κακίαν, ῥιζοῖ τὴν ἀρετὴν, οὐκ ἀφίησιν ἐν θορύβῳ πραγμάτων τὰ τῶν κλυδωνιζομένων πάσχειν.
000-00-00 Serial Number=0264107108
In Acta apostolorum Ante [Go Back]  
 [02301]  ∆ύο ἦν ἱκανὰ ἐμβαλεῖν αὐτοὺς εἰς ἀθυμίαν, ἥ τε νηστεία, καὶ τὸ τὰ χρήματα διαδίδοσθαι.
 [04333]  οὐ γὰρ ἦν, οὐκ ἦν τὸ λυποῦν οὐδὲ τὸ παρέχον ἀθυμίαν τινά.
 [04334]  Ἀλλὰ τὸ θαυμαστὸν, αὐτὰ δὴ τὰ δοκοῦντα παρέχειν ἀθυμίαν, ταῦτα πάσης ἐγίνετο χαρᾶς καὶ εὐφροσύνης αἴτια.
 [06730]  Βουλόμενος οὖν αὐτοῦ ἐπιτεῖναι τὴν ἀθυμίαν, τυφλὸν μένειν εἴασεν, ἕως ἦλθεν Ἀνανίας.
000-00-00 Serial Number=0978045523
In Genesim sermones Ante [Go Back]  
 [00799]  Εἰ γὰρ εἰς ἀγοράν τις ἐμβαλὼν, καὶ ἑνὶ συντυγχάνων φίλῳ, πολλάκις πᾶσαν ἀθυμίαν ἀποτίθεται·
 [00800]  ἡμεῖς οὐκ εἰς ἀγορὰν, ἀλλ' εἰς ἐκκλησίαν ἀπαντῶντες, καὶ οὐχ ἑνὶ συντυγχάνοντες φίλῳ, ἀλλὰ [54.605] τοσούτοις καὶ τοιούτοις ἀδελφοῖς καὶ πατράσι συγγινόμενοι, πῶς οὐ πᾶσαν ἀποθησόμεθα ἀθυμίαν;
000-00-00 Serial Number=0072253227
In Isaiam Ante [Go Back]  
 [01484]  Ἐπειδὴ γὰρ οὐδὲν οὕτω χρήσιμον, ὡς τὸ πλημμελημάτων μεμνῆσθαι διηνεκῶς, μνήμην δὲ οὐδὲν οὕτω μόνιμον ὡς μελῳδία ποιεῖ, ἵνα μὴ διὰ τὴν ὑπερβολὴν τῶν κατηγοριῶν ὀκνοῦντες καὶ ἀναδυόμενοι φεύγωσι τὸ συνεχῶς μεμνῆσθαι τῶν οἰκείων ἁμαρτημάτων, τῷ μέλει τῆς ᾠδῆς ὑποκλέπτων τὴν ἀπὸ τῆς μνήμης αἰσχύνην καὶ τὴν ἀφόρητον ἀθυμίαν παραμυθούμενος, ᾄσματα αὐτὰ πεποίηκεν, ἵνα τῷ πόθῳ τῆς μελῳδίας ἀναγκαζόμενοι συνεχῶς αὐτὰ φθέγγεσθαι, συνεχῶς αὐτῶν ὦσι μεμνημένοι, καὶ μεμνημένοι διηνεκῶς ἔχωσί τινα διδάσκαλον ἀρετῆς τὴν διηνεκῆ τῶν ἁμαρτημάτων μνήμην.
000-00-00 Serial Number=0769061267
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00271]  ἵνα οὖν μὴ τοῦτο [50.450] ποιήσωσιν οὗτοι, διὰ τοῦτο οἱ ἄγγελοι παρειστήκεισαν παραμυθούμενοι τὴν ἀθυμίαν.
000-00-00 Serial Number=0677843690
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00016]  Κἂν ἐκ τῶν πολιτικῶν, κἂν ἐκ τῶν οἰκιακῶν πραγμάτων ἀθυμίαν τινὰ ἐπισυρόμενος εἰσέλθῃ, πᾶσαν αὐτὴν ἀποθέμενος, οὕτως ἄπεισι, καὶ ῥᾴων γίνεται καὶ κουφότερος, οὐχὶ κώπην ἀποτιθέμενος, οὐδὲ οἰάκων ἐξανιστάμενος, ἀλλὰ τὸ δυσβάστακτον καὶ ποικίλον τῆς βιωτικῆς λύπης φορτίον διαλύων, καὶ πολλὴν τῇ ψυχῇ δεχόμενος τὴν εὐφροσύνην.
000-00-00 Serial Number=0141376793
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01256]  Ἐπειδὴ γὰρ, φησὶν, ἡ χαρὰ ὑμῶν ἡμετέρα ἐστὶν, οὐκ ἦλθον, ἵνα μὴ ἐμβάλω εἰς λύπην ὑμᾶς, καὶ αὐξήσω τὴν ἀθυμίαν τὴν ἐμήν·
 [01622]  οὐ μικράν μοι καὶ τοῦτο ἀθυμίαν ἐνεποίησεν, ἀλλὰ καὶ σφόδρα μεγάλην, καὶ τῷ πολλοὺς ἡμαρτηκέναι παρ' ὑμῖν, καὶ τῷ διὰ τοῦτο ὑμᾶς μὴ ὁρᾷν·
 [03176]  Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος καὶ τῶν μετ' αὐτοῦ, θεωροῦντες ἕκαστος τὴν ἑαυτοῦ πενίαν, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνομεν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν ὑπομένομεν·
 [03769]  Οὐκοῦν οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ τῆς γνώμης ἀσθένεια ποιεῖ σοι τὴν ἀθυμίαν.
 [04778]  Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὴν ἑτέρου λύων ἀθυμίαν, αὐτὸς ἀθυμοίης;
 [06835]  Τὰ μὲν γὰρ πόνον εἶχε, τὰ δὲ ἀθυμίαν, τὰ δὲ φόβον, τὰ δὲ ὀδύνην, τὰ δὲ φροντίδα, τὰ δὲ αἰσχύνην, τὰ δὲ πάντα ὁμοῦ·
000-00-00 Serial Number=0618636370
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02379]  Ταῦτα προλέγει, οὐκ εἰς ἀθυμίαν βουλόμενος ἐμβαλεῖν, ἀλλ' ἵνα, ὅταν ἐκβῇ, γενναίως φέρῃ·
 [02402]  Τὴν ἀθυμίαν τοῦ μαθητοῦ παραμυθήσασθαι βούλεται, θαῤῥεῖν κελεύων ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος, ὡς καλῆς ἐπιτυχόντος τελευτῆς.
 [02611]  Ὁρᾷς ἐπιτεταμένην ἀθυμίαν;
000-00-00 Serial Number=0270780981
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02406]  Καὶ γὰρ εἰ ἠλγοῦμεν ἐπὶ τοῖς ἁμαρτήμασιν, εἰ ἐστενάζομεν ἐπὶ τοῖς πλημμελήμασιν, οὐδὲν ἂν ἄλλο ἡμᾶς ἐλύπησε, τῆς ὀδύνης ταύτης πᾶσαν ἀθυμίαν παρωθουμένης.
 [03143]  ἀλλ' οὐδὲν ἀνοίας χεῖρον, ἣ καὶ τοῖς ἀθυμίαν φέρουσι πράγμασι καὶ κέρδος οὐδὲν προσηλῶσθαι παρασκευάζει.
 [04174]  Εἴπω καὶ ἕτερον, τοῦ μὲν τὴν ἡδονὴν, τοῦ δὲ ἀθυμίαν ἐνδεικνύμενος.
 [04963]  Ταῦτα οὖν ἅπαντα ἀναλογισάμενοι, φιλοσοφῶμεν ἐν ταῖς ἀδικίαις, ἀγαπητοὶ, ἵνα καὶ τῆς τοῦ παρόντος βίου ταραχῆς ἀπαλλαγῶμεν καὶ τὴν ἀνόνητον ἐκβάλωμεν ἀθυμίαν, καὶ τῆς μελλούσης χαρᾶς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [08887]  ἵνα πάντα γενναίως καὶ εὐχαρίστως φέροντες, καὶ ἐν τῷ παρόντι βίῳ πᾶσαν ἀποκρουσώμεθα ἀθυμίαν, καὶ τοὺς περὶ τῆς εὐφημίας ταύτης ἀπολάβωμεν μισθοὺς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09543]  Καταστείλας τῶν ἐλαττόνων τὸν φθόνον, καὶ τὴν ἀθυμίαν αὐτῶν ἐξελὼν, ἣν εἰκὸς ἔχειν αὐτοὺς ἐκ τοῦ μειζόνων ἑτέρους κατηξιῶσθαι χαρισμάτων, ταπεινοῖ καὶ τούτων τὸν τῦφον τῶν τὰ μείζονα εἰληφότων χα-ρίσματα·
 [09695]  Εἰ γὰρ ἡ τοῦ πλησίον πρόνοια σωτηρία κοινή ἐστιν, ἀνάγκη καὶ τὴν δόξαν καὶ τὴν ἀθυμίαν εἶναι κοινήν.
 [09999]  ∆ιὰ τοῦτο καὶ μυρίους ἐκίνησε λογισμοὺς τοὺς δυναμένους αὐτῶν παραμυθήσασθαι τὴν ἀθυ-μίαν.
 [09999]  Οὐκ ἔστιν οὐδεμία, ἀλλὰ θόρυβος καὶ ὀδύνη καὶ νε-φέλαι ζοφώδεις ἀντὶ ὑδάτων πολλὴν φέρουσαι τὴν ἀθυμίαν·
 [09999]  ἐπὶ δὲ σοῦ τὴν μὲν ἀπὸ τῆς ἥττης ἀθυμίαν ὁρῶ, τὴν δὲ ἡδονὴν βουλόμενος ἰδεῖν, οὐχ εὑρίσκω.
000-00-00 Serial Number=0000077128
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00692]  Ἐκ τούτου καὶ τὴν ἀθυμίαν αὐτοῦ δείκνυσιν, ἐνᾗ ἦν διὰ τὸν χωρισμόν.
000-00-00 Serial Number=0942498744
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02256]  Ἵνα μὴ τὸ περὶ τοιούτων αὐτὸν διατάττεσθαι εἰς ἀθυμίαν ἐμβάλῃ τὸν μαθητὴν, φησίν·
 [02258]  Τούτῳ μὲν ὑπὲρ τοῦ παῦσαι τὴν ἀθυμίαν ταῦτα ἐπιστέλλει, τοῖς δὲ ἄλλοις ὑπὲρ τοῦ διεγεῖραι αὐτοὺς, καὶ ποιῆσαι σπουδαιοτέρους·
 [03931]  Ἵνα γὰρ μὴ καταπέσῃ εἰς ἀθυμίαν διὰ τὴν πενίαν, ἀνίστησιν αὐτὸν καὶ ἀνορθοῖ·
000-00-00 Serial Number=0161803722
In epistulam ad Ephesios Ante [Go Back]  
 [03016]  Τοῦτο γὰρ ἀεὶ καὶ αὐτοὺς καὶ Κορινθίους καὶ πολλοὺς ἑτέρους, τοὺς μὲν εἰς ἀπόνοιαν, τοὺς [62.81] δὲ εἰς ἀθυμίαν καὶ φθόνον ἀνῆγε.
 [03022]  Οὐκ εἶπε, Κατὰ τὴν ἑκάστου πίστιν, ἵνα μὴ εἰς ἀθυμίαν ἐμβάλῃ ἐκείνους, τοὺς μεγάλων μὴ τετυχηκότας·
 [05944]  Οὕτως αὐτῆς δυνήσῃ χαλάσαι τὸν θυμὸν, καὶ τὴν ἀθυμίαν σβέσαι.
000-00-00 Serial Number=0051679313
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01595]  εἶδες ἀθυμίαν ἀποστόλῳ πρέπουσαν;
000-00-00 Serial Number=0676180959
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03712]  ∆ιὰ τοῦτο πρότερον κενώσας αὐτῶν τὴν ἀθυμίαν διὰ πολλῶν, καὶ διὰ φοβερῶν, καὶ διὰ χρηστοτέρων, τότε λοιπὸν καθίησιν εἰς τὸν τῆς διαφορᾶς λόγον·
 [04254]  κἂν εἰς γέενναν μὴ ἐμπέσῃ, ἆρα οἴσει τὴν ἀθυμίαν, εἰπέ μοι;
 [04259]  ἆρα οἴσει τὴν ἀθυμίαν, εἰπέ μοι, ὅταν ἴδῃ τὸν μὲν μετ' αὐτοῦ πρὸς αὐτὴν δήπου ἀνελθόντα τῶν ἀξιωμάτων τὴν κορυφὴν, καὶ οὕτω λαμπρὸν γενόμενον, καὶ τῆς οἰκουμένης κρατοῦντα, ἑαυτὸν δὲ ἔτι κάτω μένοντα, καὶ οὐδὲ αὐτὸ τὸ μὴ κολασθῆναι μετὰ τιμῆς ἔχοντα, ἀλλ' ἀπὸ τῆς χάριτος καὶ τῆς φιλανθρωπίας τοῦ βασιλέως;
 [08714]  ὥσπερ οὖν οὐδὲ ἡδονὴ τίκτουσα ἀθυμίαν.
000-00-00 Serial Number=0107790768
In epistulam ad Philippenses Ante [Go Back]  
 [02935]  Ταύτην ἀποτίθεμαι τὴν ἀθυμίαν.
000-00-00 Serial Number=0335117102
In epistulam ad Romanos Ante [Go Back]  
 [02433]  Ἐπειδὴ γὰρ τὸ μετ' αἰσχύνης σώζεσθαι εἶχέ τινα καὶ ἀθυμίαν, καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν λοιπόν·
 [08304]  οὐκ ἀναιρεῖς τὴν ἀθυμίαν·
 [08361]  Κοινώνει τοίνυν τῶν δακρύων, ἵνα κουφίσῃς τὴν ἀθυμίαν·
 [09062]  Ἕτεροι πάλιν ἦσαν τελειότεροι, οὐδὲ ἓν τοιοῦτον παρατηροῦντες, οἳ τούτοις τοῖς παρατηροῦσι φορτικοὶ καὶ ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες, ἐγκαλοῦντες, εἰς ἀθυμίαν ἐμβάλλοντες.
 [09999]  οὕτω καὶ ἐνταῦθα ἐπὶ τὸ αὐτὸ καταφεύγει θέλημα, καί φησιν, ὅτι ∆ιὰ τοῦτο ἐπείγομαι, καὶ ῥυσθῆναι ἐκεῖθεν εὔχομαι, ἵνα ταχέως ὑμᾶς ἴδω, καὶ ἴδω μεθ' ἡδονῆς, μηδεμίαν ἐκεῖθεν ἐπισυρόμενος ἀθυμίαν.
000-00-00 Serial Number=0774170816
In illud Ne timueritis Ante [Go Back]  
 [00395]  Ἐπείγει τὴν γυναῖκα, καὶ ἵνα μὴ ἡ μέλλησις εἰς ἀθυμίαν ἐμβάλλῃ τοὺς ξένους·
 [00656]  Αὕτη καὶ ἀθυμίαν ἀποκρούεται, καὶ εὐθυμίαν διατηρεῖ, καὶ τὸν πένητα τῶν εὐπόρων πλουσιώτερον κατασκευάζει, καὶ τοῖς πλουτοῦσιν ἀσφάλειαν περιτίθησι, καὶ τὸν ἁμαρτωλὸν δίκαιον ποιεῖ, καὶ τὸν δίκαιον ἐν ἀσφαλεῖ καθίστησι φυλακῇ, καὶ τὰ ὄντα κακὰ ἀνασπᾷ, καὶ τὰ οὐκ ὄντα ἀγαθὰ καταφυτεύει, ἀπελαύνει πονηρίαν, πρὸς ἀρετὴν ἐπανάγει, οὐκ ἐπανάγει δὲ μόνον, ἀλλὰ καὶ ῥιζοῖ, καὶ διηνεκῆ μένειν ποιεῖ, φάρμακον οὖσα πνευματικὸν, ἐπῳδή τις θεία καὶ ἀπόῤῥητος, παθῶν ἀναιρετική.
000-00-00 Serial Number=0031411529
In illud Vidi dominum Ante [Go Back]  
 [00032]  τρυφῇ τὴν ἀθυμίαν καὶ εὐφροσύνῃ τὴν λύπην ἰᾶται.
000-00-00 Serial Number=0723983824
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00190]  οὐδεὶς γὰρ οὕτω λίθινος, ὡς παρεστὼς τοῖς ταῦτα πάσχουσι, καὶ ἀκούων ὀλολυζόντων, οὐχὶ κατακλᾶται, καὶ συγχεῖται, καὶ πολλὴν τῇ ψυχῇ δέχεται τὴν ἀθυμίαν·
 [00399]  χαίρετε, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, ἀποθήσεται πᾶσαν ἀθυμίαν καὶ δέξεται πᾶσαν ἡδονήν·
000-00-00 Serial Number=0690883636
In principium Actorum Ante [Go Back]  
 [00799]  Ὅταν οὖν ὁ Θεὸς τὸν ἐν ἀθυμίᾳ παρακαλῇ, τί τῶν ὄντων αὐτὸν εἰς ἀθυμίαν ἐμβαλεῖν δύναται;
000-00-00 Serial Number=0343834102
Oratio secunda Ante [Go Back]  
 [00081]  Πολλὰ ἔχω τοιαῦτα παραδείγματα παρηγοροῦντα καὶ παραμυθούμενά μου τὴν ἀθυμίαν, ἀποδιώκοντα τὴν ἀπόγνωσιν ἀπ' ἐμοῦ, καὶ τρέφοντά μου τὴν ἐλπίδα τῆς σωτηρίας.
000-00-00 Serial Number=0661532998
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00126]  Ἐπειδὴ δὲ οὗτος ἐφάνη καὶ παρῆλθεν εἰς μέσον, πᾶσαν ἐκείνην τὴν ἀθυμίαν παρελθεῖν ἐποίησεν ὥσπερ νέφος καὶ τὰ σκυθρωπὰ ἀπέκρυψεν ἅπαντα, οὐ κατὰ μικρὸν ἐξαλείφων ἡμῖν τὸ πένθος, ἀλλ' οὕτως ἀθρόον ὡς ἂν εἰ ὁ μακάριος αὐτὸς ἐκεῖνος ἀπὸ τῆς λάρνακος ἀναστάς, ἐπὶ τὸν θρόνον ἀνέβη πάλιν τοῦτον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»