Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀκούων [246]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀκούων


000-00-00 Serial Number=0965222955
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00750]  Μὴ τοίνυν μηδὲ σὺ τῶν ἐξεστηκότων ἐκείνων ἀκούων, αἰσχύνην καὶ ὕβριν τὸ πρᾶγμα εἶναι νόμιζε, ἵνα μή ποτε ἀληθῶς ἐπονείδιστον καταστήσῃς σαυτὸν παροξύνων τὸν Θεόν.
 [01437]  Σὺ δὲ ταύτας ἀκούων τὰς δυσκολίας, μὴ ταύτας μόνον συμβεβηκέναι νόμιζε, καίτοι καὶ τῶν κειμένων οὐκ ὀλίγας παρέλιπον, τοὺς πολέμους, τὰς τῶν ἐχθρῶν ἐναντιώσεις, τὰς μακρὰς ὁδοιπορίας, τῆς ἀδελφῆς τὴν ὕβριν, τὴν τιμωρίαν, ἐφ' ᾗ μᾶλλον ἐκεῖνος ὁ πραότατος ἤλγησε Μωσῆς.
 [01588]  Ὁ δὲ ἐτήκετο μὲν ταῦτα ἀκούων καὶ πάσχων, ὡς καὶ ἀπ' αὐτῶν τῶν θρήνων τοῦτο ἐδήλου, οὐδὲν δὲ ἐτόλμα περαιτέρω ποιεῖν·
000-00-00 Serial Number=0914981186
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00006]  Τὸν γὰρ κόσμον τῆς διανοίας τῆς σῆς, ὃν κατέφλεξεν ὁ διάβολος νῦν, εἴ τις ὅτε ἔλαμπεν ᾔδει καλῶς, οὐκ ἂν ἐστέναξεν, τοὺς θρήνους ἐπερχόμενος τοῦ προφήτου, καὶ ἀκούων ὅτι χεῖρες βαρβαρικαὶ καὶ τὰ ἅγια τῶν ἁγίων ἐμόλυναν καὶ πῦρ ἐπαφεῖσαι πάντα κατέκαυσαν, τὰ Χερουβὶμ τήν τε κιβωτόν, τὸ ἱλαστήριον, τὰς πλάκας τὰς λιθίνας, τὴν στάμνον τὴν χρυσῆν.
000-00-00 Serial Number=0390596628
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00654]  [11.3] Εἰ δέ τις τὸ μέλλον ἀκούων καὶ μικροψυχῶν ἐπείγοιτο τοῦτο ἐνταῦθα ἰδεῖν γινόμενον, ἐροῦμεν ὅτι ἡ ἀληθὴς ζωὴ καὶ τὰ βέβαια πράγματα καὶ ἀκίνητα τότε ἡμᾶς μένει.
 [01115]  [22.4] Ἐννόησον τίς ὁρῶν ταῦτα καὶ ἀκούων καὶ τῶν τότε ζώντων καὶ τῶν μετὰ ταῦτα γενομένων, κἂν σφόδρα ἀναπεπτωκὼς ᾖ, νοῦν δέ τινα ἔχων βραχύν, πῶς τὰ μέγιστα κερδάνας ἄπεισι.
000-00-00 Serial Number=0676579893
Ad populum Antiochenum Ante [Go Back]  
 [01215]  Ἐνταῦθα μὲν γὰρ καὶ τῆς αὐτῆς οὐσίας ὁ ὑβρισθεὶς, καὶ ἅπαξ τοῦ παντὸς χρόνου τοῦτο πέπονθε, καὶ οὐ κατ' ὄψιν οὐδὲ παρὼν καὶ ὁρῶν καὶ ἀκούων, καὶ ὅμως οὐδεὶς ἔτυχε συγγνώμης τῶν τετολμηκότων·
 [01218]  [49.57] Θεοῦ, ὅσον οὐδὲ λόγος παραστῆσαι δυνήσεται, καὶ καθ' ἑκάστην ὑβρίζεται τὴν ἡμέραν παρὼν, καὶ ὁρῶν, καὶ ἀκούων, καὶ οὔτε σκηπτὸν ἀφῆκεν, οὔτε τὴν θάλατταν τῇ γῇ ἐπιδραμεῖν ἐκέλευσε καὶ καταποντίσαι πάντας, οὔτε τῇ γῇ διαστῆναι, καὶ δέξασθαι πάντας τοὺς ὑβρικότας προσέταξεν, ἀλλ' ἀνέχεται, καὶ μακροθυμεῖ, καὶ συγγνώσεσθαι ἐπαγγέλλεται τοῖς ὑβρικόσιν, ἂν μετανοήσωσι μόνον καὶ ὑπόσχωνται μηκέτι ταῦτα ποιεῖν.
 [01858]  Τίς γὰρ οὐκ ἂν ἀνασταίη, τὸ κατ' ἐκείνους παράδειγμα ἀκούων, κἂν πάντων νωθρότατος εἴη;
 [02797]  ὅταν γὰρ ἴδῃς τὸ κάλλος, τὸ μέγεθος, τὸ ὕψος, τὴν θέσιν, τὸ σχῆμα, τὸ πρὸς τοσοῦτον χρόνον διαρκὲς, ὥσπερ φωνῆς ἀκούων, καὶ διδασκόμενος διὰ τῆς ὄψεως, προσκυνεῖς τὸν ποιήσαντα σῶμα καλὸν οὕτω καὶ παράδοξον.
 [03969]  Ὁ γὰρ πονηρὸς δαίμων ἐκεῖνος, ὁ τοῖς ἀγαθοῖς ἐφεδρεύων ἀεὶ τοῖς ἡμετέροις, παρεστὼς καὶ ἀκούων τῆς ἀνάγκης τῶν ὅρκων, εἰς ῥᾳθυμίαν τοὺς ὑπευθύνους ἐμβάλλει, ἢ ἑτέραν δυσκολίαν ἐργάζεται, ὥστε μὴ πληρωθέντος τοῦ ἔργου, καὶ πληγὰς καὶ ὕβρεις καὶ ἐπιορκίας καὶ μυρία ἕτερα γενέσθαι δεινά.
 [04452]  Οὐχ οὕτω στένω καὶ δακρύω σφαζομένους ἀκούων τινὰς ἐν ταῖς ὁδοῖς, ὡς στένω καὶ δακρύω καὶ φρίττω, ἐπειδὰν ἴδω τινὰ πλησίον τῆς τραπέζης ταύτης ἐλθόντα, καὶ τὰς χεῖρας θέντα, καὶ τῶν Εὐαγγελίων ἁψάμενον καὶ ὀμνύοντα.
 [04515]  ὁ δὲ μακάριος Ἰὼβ ἐκεῖνος ἐπαλλήλων ἀγγέλων ἐρχομένων, καὶ τὰ δεινὰ ἀπαγγελλόντων ἀκούων, καὶ προσθέντων τὴν ἀφόρητον τῶν παίδων ἀπώλειαν, οὐκ ἀνῴμωξεν, οὐκ ἐστέναξεν, ἀλλ' ἐπὶ προσευχὴν ἐτρέπετο, καὶ ηὐχαρίστει τῷ ∆εσπότῃ.
000-00-00 Serial Number=0617641330
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00853]  Ταῦτα δὲ ἀκούων ὁ πατὴρ, τιμωρίαν μὲν οὐκ ἐπέθηκε, λόγῳ δὲ καὶ παραινέσει ἐπειρᾶτο τῆς πονηρίας ταύτης ἀπάγειν αὐτοὺς, καὶ τοιαῦτα συνεχῶς πρὸς αὐτοὺς ἔλεγε ῥήματα·
 [00887]  Πολέμου γὰρ καταλαβόντος τοὺς Ἰουδαίους, ἐπειδή τις ἐλθὼν ἀπήγγειλε τὰς ἐν τῷ πολέμῳ συμφορὰς καὶ πῶς οἱ παῖδες αὐτοῦ κατεκόπησαν αἰσχρῶς καὶ ἐλεεινῶς ἐν τῇ μάχῃ, ταῦτα μὲν οὖν ἀκούων ἡσύχαζεν·
000-00-00 Serial Number=0584923327
Caritatem secundum deum rem esse deo digna Ante [Go Back]  
 [00080]  Γλυκὺ τοῖς ὀφθαλμοῖς τὸ φῶς, καὶ οὐδεὶς ἔκαμεν ὁρῶν τῷ ὀφθαλμῷ, καὶ οὐδεὶς ἔκαμεν ἀκούων τοῖς ὠσίν·
000-00-00 Serial Number=0749178410
Catecheses ad illuminandos Ante [Go Back]  
 [00017]  [1.4] Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων παρ' ἡμῶν, εἰς σωματικὴν παχύτητα καταπιπτέτω·
000-00-00 Serial Number=0745609939
Catechesis de juramento Ante [Go Back]  
 [00146]  ἀλλὰ μὴ στυγνάσῃς ἀκούων αἰχμαλωσίαν·
000-00-00 Serial Number=0226225019
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00053]  Οὐκ ὠργίσθη τοῖς ἐξυβρίσασιν, ἀλλὰ Σαμαρείτης καὶ δαιμονιῶν ἀκούων, ἠπίως καὶ πραέως πρὸς τοὺς λέγοντας ἀποκρίνεται·
000-00-00 Serial Number=0562150776
Commentarius in Job Ante [Go Back]  
 [04292]  [40,4a] τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλεγχόμενος ὑπὸ τοῦ θεοῦ [4b] ἀκούων τοιαῦτα οὐδὲν ὢν [4c] ἐγώ;
000-00-00 Serial Number=0658560514
Contra ludos et theatra Ante [Go Back]  
 [00016]  Ἐγὼ οὖν οἴκοι καθήμενος, καὶ τῆς φωνῆς ἀκούων ἐκρηγνυμένης, τῶν κλυδωνιζομένων χαλεπώτερον ἔπασχον.
000-00-00 Serial Number=0744270265
Contra theatra Ante [Go Back]  
 [00034]  ταῖς αὐταῖς ἀκοαῖς πόρνης ἀκούων αἰσχρολογούσης, καὶ Προφήτου καὶ Ἀποστόλου σε μυσταγωγοῦντος·
 [00252]  Μόνος ἐκ πάντων ἐξ ἀγόνου μήτρας, μόνος ἐκ πάντων ἀκούων τὸν ἐπὶ τῇ ταφῇ σου θρῆνον.
000-00-00 Serial Number=0299824119
De Anna i Ante [Go Back]  
 [01180]  Τάχα ἐγέλασας ἀκούων τὴν ἰσότητα ταύτην.
000-00-00 Serial Number=0382613242
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00144]  Σὺ δὲ ταῦτα ἀκούων μὴ παρέλθῃς τὸ λεχθέν.
 [00164]  ∆ιά τοι τοῦτο ὅλον ἑαυτὸν μεταστήσας ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ὡς ἐκείνῳ τῷ δικαστῇ παρεστὼς καὶ αὐτοῦ κελεύοντος ἀκούων τὸν ἐναγῆ καὶ μιαρὸν τῆς ἱερᾶς ἀγέλης ἐξωθεῖν, οὕτως ἐξέβαλλε καὶ τῶν λοιπῶν προβάτων ἀφώριζε καὶ πρὸς οὐδὲν ἐπεστρέφετο τῶν ὁρωμένων καὶ δοκούντων εἶναι φοβερῶν ἀλλ' ἀνδρείως αὐτὸν μάλα καὶ γενναίως ἀπωσάμενος παρέστη τυραννουμένοις τοῖς τοῦ Θεοῦ νόμοις.
 [00390]  Ὁ δὲ γενναῖος ἐκεῖνος, καὶ ψάμμου τε ἀριθμὸν εἰδὼς καὶ μέτρα θαλάσσης καὶ κωφοῦ συνιεὶς καὶ οὐ λαλέοντος ἀκούων ὥς φησι τὸ μὲν εἰπεῖν διαρρήδην καὶ σαφῶς, ὅτι διὰ τὸν ἅγιον Βαβύλαν καὶ τὴν ἐκ γειτόνων δύναμιν ἐπιστομισθεὶς οὐ δύναμαι φθέγγεσθαι, παρῃτήσατο δεδοικὼς μὴ γέλωτα παρὰ τοῖς θεραπευταῖς ὄφλῃ τοῖς ἑαυτοῦ, βουλόμενος δὲ συσκιάσαι τὴν ἧτταν εἶπε πρόφασιν τῆς σιγῆς ἢ μᾶλλον αὐτὸν καταγελαστότερον ἀπέφηνε τῆς σιγῆς.
 [00534]  Ὁ γὰρ τὸν δαίμονα προσκυνῶν καὶ τῆς ∆άφνης τὴν ὑπόθεσιν ἀκούων καὶ τοῦ θεοῦ τὴν μανίαν τοσαύτην ὁρῶν, ὡς καὶ καταποθείσης τῆς ἐρωμένης ἔτι προσεδρεύειν τῷ τόπῳ καὶ τῷ φυτῷ, πόσην ἐκεῖθεν οὐκ ἂν ἐδέξατο φλόγα μανίας;
000-00-00 Serial Number=0323393822
De Christi precibus Ante [Go Back]  
 [00207]  Μηδεὶς δὲ ἀκούων ὅτι ὁ νόμος ἀτελὴς ἦν, τοῦ θέντος αὐτὸν κατηγορεῖν ἡμᾶς νομιζέτω.
000-00-00 Serial Number=0621108234
De Davide et Saule Ante [Go Back]  
 [00404]  Ὁ γὰρ ταῦτα ἀκούων δυνήσεται μικρὸν ἀπὸ τῆς κακίας διαβλέψας εὐκολώτερον πρὸς ἀρετὴν ἐπανελθεῖν, αἰσχυνόμενος καὶ ἐρυθριῶν ἀνάξιος τῆς περὶ αὐτοῦ δόξης φανῆναι.
 [00538]  ταῖς αὐταῖς ἀκοαῖς πόρνης ἀκούων αἰσχρολογούσης, καὶ προφήτου καὶ ἀποστόλου σε μυσταγωγοῦντος;
000-00-00 Serial Number=0305296540
De Lazaro Ante [Go Back]  
 [00100]  Τὸν γοῦν Ἰὼβ ἀκούων ἐπαινούμενον παρὰ τοῦ τὰ ἀπόῤῥητα πάντα εἰδότος Θεοῦ, προσεδόκησε δυνήσεσθαι καὶ περιτρέπειν·
 [00915]  τίς δὲ ἀκούων, ὅτι μακάριοι οἱ πραεῖς, μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ ὅσα τοιαῦτα, διδασκάλου δεήσεται, ὥς τι μαθεῖν τῶν λεγομένων;
 [01360]  ἀλλ' ἐπειδὴ τῶν Γραφῶν ἀκούων κατεφρόνει, κατεγέλα, μύθους εἶναι ἐνόμιζε τὰ λεγόμενα·
 [01366]  Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ὅτι ὁ τῶν Γραφῶν οὐκ ἀκούων οὐδὲ νεκρῶν ἀνισταμένων ἀκούσεται, ἔδειξαν οἱ Ἰουδαῖοι, οἳ ἐπειδὴ Μωϋσέως οὐκ ἤκουσαν καὶ τῶν προφητῶν, οὐδὲ νεκροὺς ἀναστάντας ἰδόντες ἐπίστευσαν·
 [01943]  Οὐ παύσομαι λέγειν ἐγὼ, κἂν μηδεὶς ᾖ ὁ ἀκούων·
000-00-00 Serial Number=0708236992
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00016]  Τούτων ἐγὼ συνεχῶς ἀκούων τῶν λόγων, καὶ τῶν ἀνθρώπων τὴν ἐπὶ τὰ μάταια βλέπων σπουδὴν, λίαν θαυμάζω τῶν εἰρημένων τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0570399523
De beato Abraham Ante [Go Back]  
 [00236]  Ἀλλά φησι, Θεός εἰμι, οὐ τὰ ἐκ χειλέων μόνον ἀκούων, ἀλλὰ καὶ τὰ ἐν τῇ καρδίᾳ γνωρίζων, ἵνα μάθῃς, ὅτι οὐκ ἐν τῷ κράζειν ἡ εὐχὴ, ἀλλ' ἐν τῇ γνώμῃ.
000-00-00 Serial Number=0458460271
De consubstantiali Ante [Go Back]  
 [00105]  Καὶ γὰρ πάλιν ἐπειδὴ εἶπεν, Ὁ τὸν λόγον μου ἀκούων, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα, ἔλεγον, Οὐ καλῶς ἐλέγομεν, ὅτι δαιμόνιον ἔχεις;
 [00106]  Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις, ὅτι Ὁ τὸν λόγον μου ἀκούων οὐ μὴ γεύσηται θανάτου;
 [00231]  Ὥσπερ οὖν ἀκούων ἐνταῦθα προσηγορίας κοινωνίαν, οὐδὲν ἴσον φαντάζῃ, οὕτω δὴ καὶ ἐνταῦθα ἀκούων υἱὸν καὶ υἱὸν, μὴ πρὸς τὴν σὴν εὐτέλειαν κάταγε τὸν Μονογενῆ.
000-00-00 Serial Number=0308133006
De cruce et latrone ii Ante [Go Back]  
 [00229]  Ταῦτα ἀκούων, ἀγαπητὲ, μηδέποτε ἀπογνῷς σαυτοῦ, ἀλλ' ἐννοῶν τὸ ἄφατον μέγεθος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπείγου πρὸς τὴν τῶν ἡμαρτημένων διόρθωσιν.
000-00-00 Serial Number=0405049860
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00285]  ὁ γὰρ μὴ ἀκούων αἰσχρὰ μηδὲ πονηρὰ οὐδὲ φθέγγεται αἰσχρά·
000-00-00 Serial Number=0613994122
De incomprehensibili dei natura Ante [Go Back]  
 [00461]  Ταῦτα οὖν ἀκούων οὐ θρηνεῖς σαυτόν, εἰπέ μοι, καὶ κατορύττεις πρὸς
 [00990]  Ὥσπερ γὰρ ἀκούων θρόνον καὶ τὴν ἐκ δεξιῶν καθέδραν, οὐ θρόνον ὑπολαμβάνεις, οὐδὲ τόπον καὶ περιγραφήν, ἀλλ' ἐκ τῆς τοῦ θρόνου προσηγορίας καὶ τῆς κατὰ τὴν καθέδραν κοινωνίας, τὸ τῆς τιμῆς ἀπαράλλακτον καὶ ἴσον, οὕτω καὶ τὸν κόλπον ἀκούων, μὴ κόλπον εἶναι νόμιζε, μηδὲ τόπον, ἀλλ' ἀπὸ τῆς τοῦ κόλπου προσηγορίας τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα καὶ τὴν παρρησίαν ἐκλάμβανε·
000-00-00 Serial Number=0175576866
De jejunio et eleemosyna Ante [Go Back]  
 [00043]  Ἐγὼ ταῦτα ἀκούων, καὶ διορθούμενος, παρ' ὑμῶν χάριν λαμβάνω·
000-00-00 Serial Number=0863082051
De jejunio sermones 1 Ante [Go Back]  
 [00106]  Ἔχεις λοιπὸν τὸ κέρδος ἀσύλητον, τὸν φόρτον ἀναυάγητον, ὅταν ταῖς ἐντολαῖς τοῦ Πνεύματος ἐμπορεύσῃ, ὅταν τὸν λογισμὸν τῷ φόβῳ τοῦ Θεοῦ στηρίξας καὶ τὰ παρόντα διακρούσῃ, ἀκούων τῆς θείας Γραφῆς λεγούσης·
000-00-00 Serial Number=0871306241
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00254]  Εἰ δὲ θαυμάζεις ἀκούων ὅτι, τὰ αὐτὰ κατορθώσας, τῶν αὐτῶν ἐπιτεύξῃ, ἄκουσον αὐτοῦ ταῦτα λέγοντος·
 [00387]  [4.2] Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων ἠναγκασμένην νομιζέτω εἶναι ταύτην τὴν κλῆσιν·
 [00413]  [4.4] Σὺ δὲ ἀκούων ταῦτα, μὴ ἀναγκαστὴν τὴν κλῆσιν εἶναι νόμιζε·
000-00-00 Serial Number=0071914434
De libello repudii Ante [Go Back]  
 [00170]  Εἰπὼν γὰρ, Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ, ἵνα μὴ νομίσῃς ἀνθρώπινον εἶναι τὸν νόμον, ἀκούων, Κατὰ τὴν ἐμὴν γνώμην, ἐπήγαγε·
000-00-00 Serial Number=0481747568
De mansuetudine sermo Ante [Go Back]  
 [00019]  καὶ οὐδείς ἐστιν ὃς ἥμερον ἄνθρωπον ἐπαινούμενον ἀκούων, οὐκ ἂν ἐπιθυμήσειεν ἰδεῖν καὶ ἀσπάσασθαι καὶ συνεχῶς ὁρᾷν, ἐν κέρδους μέρει τὴν τοῦ τοιούτου φιλίαν ποιούμενος.
000-00-00 Serial Number=0154775023
De mutatione nominum Ante [Go Back]  
 [00020]  Ὁ γὰρ μεγαλοφωνότατος Ἡσαΐας, ὁ τῶν παραδόξων ὄψεων θεωρὸς, ὁ τὰ σε [51.115] ραφεὶμ ἰδεῖν καταξιωθεὶς ἔτι ὢν ἐν σαρκὶ, ὁ τοῦ μυστικοῦ μέλους ἐκείνου, οὗτος εἰς τὴν πόλιν τῶν Ἰουδαίων τὴν μητρόπολιν εἰσελθὼν τὴν πολυάνθρωπον, τὰ Ἱεροσόλυμα λέγω, ἐν μέσαις ταῖς ἀγοραῖς ἑστὼς, τοῦ δήμου παντὸς αὐτὸν περιεστῶτος, βουλόμενος δεῖξαι, ὅτι ὁ μὴ ἀκούων τῶν λόγων τῶν προφητικῶν, οὐκ ἔστιν ἄνθρωπος, ἐβόα λέγων·
 [00147]  Ἀλλὰ μηδεὶς αἰσχυνέσθω περὶ Παύλου ταῦτα ἀκούων·
 [00491]  Ὥσπερ οὖν περὶ τοῦ Ἀδὰμ ἀκούων, ὅτι χοϊκὸς ἦν, οὐκ ἔρημον τῆς ψυχῆς τὸ σῶμα ὑποπτεύεις, οὕτως ἀκούων, Ὁ Κύριος ἐξ οὐρανοῦ, μὴ ἀθέτει τὴν οἰκονομίαν διὰ τὸ προσκεῖσθαι, Ἐξ οὐρανοῦ.
000-00-00 Serial Number=0615612090
De paenitentia [1] Ante [Go Back]  
 [00663]  τοῦτο τὸ ὄνομα ἀκούων ἐρυθριῶ, μετὰ τοσαύτην ἀρετὴν, μετὰ παρθενίας ἄσκησιν, μετὰ τὸ σῶμα εἰς οὐρανὸν ἀναπτερῶσαι, μετὰ τὸ πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν ἔχειν, καὶ τὸν καύσωνα ὑπομεῖναι, μετὰ τὸ τὴν κάμινον τῆς ἡδονῆς καταπατῆσαι·
 [01968]  ταῦτα ἀκούων ὁ Ἰσραὴλ, μόσχον ἐχώνευσε, καὶ Θεὸν ἠθέτησεν·
000-00-00 Serial Number=0230842590
De paenitentia sermo 1 Ante [Go Back]  
 [00408]  Ἆρα ταῦτα ἀκούων οὐ φρίττεις, οὐ τρέμεις, οὐ παύῃ τύπτειν τοὺς συνδούλους;
 [00409]  ἆρα ταῦτα ἀκούων, οὐκ ἐνάρκησέ σου ἡ χείρ;
000-00-00 Serial Number=0079425991
De patientia sermo 1 Ante [Go Back]  
 [00168]  ἐκεῖνος ἐκθαμβεῖται, ὅλος θορυβεῖται, ὁρῶν ἅπερ οὐδέποτε εἶδε, καὶ ἀκούων ἅπερ οὐδέποτε ἤκουσε.
000-00-00 Serial Number=0388351083
De proditione Judae Ante [Go Back]  
 [00393]  Ἀλλὰ σὺ τοῦτο ἀκούων, ἀγαπητὲ, μὴ γένῃ κατηφὴς, μηδὲ στυγνάσῃς ἀκούων, ὅτι παρεδόθη ὁ ∆εσπότης·
000-00-00 Serial Number=0085049927
De prophetiarum obscuritate Ante [Go Back]  
 [00881]  ἀπόφραξον τὰ ὦτα, ἀποτείχισον τῇ κατηγορίᾳ τὴν εἴσοδον, δεῖξον ὅτι τοῦ κατηγορουμένου οὐκ ἔλαττον αὐτὸς ὁ ἀκούων ἐχθρὸς εἶ καὶ πολέμιος τῷ κακῶς λέγοντι.
000-00-00 Serial Number=0562031031
De pseudoprophetis Ante [Go Back]  
 [00232]  Τίς ἕξει ἀπολογίαν ἀμελείας, ἀκούων τὰς τοσαύτας παραγγελίας;
 [00658]  Ὅρα δὲ μὴ χαυνωθῇς ἐπὶ τῷ λόγῳ, ἀκούων τὴν αὐτοῦ ἄφατον φιλανθρωπίαν·
000-00-00 Serial Number=0117354810
De remissione peccatorum Ante [Go Back]  
 [00071]  Θέρμην ἀκούων Χριστοῦ, νόει αὐτὸν ἥλιον δικαιοσύνης.
000-00-00 Serial Number=0430082202
De sacerdotio Ante [Go Back]  
 [00850]  Καὶ οὐδὲ οὕτως ἐπέδραμε, καίτοι παρὰ ἀνδρὸς ἀκούων προφήτου, ἀλλὰ καὶ ἀνεδύετο καὶ παρῃτεῖτο λέγων·
000-00-00 Serial Number=0743303835
De sancta trinitate Ante [Go Back]  
 [00093]  οὕτως ἀκούων περὶ Πατρὸς, Σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, περὶ δὲ τοῦ Υἱοῦ, τὸ Θεὸς μόνον, μὴ τολμήσῃς σμικρῦναι τὸν Υἱὸν, ἀντιπαρακειμένων ἀλλήλοις τῶν ὀνομάτων, τῷ Πατρὶ τὸ Θεὸς ἀληθινὸς, τῷ Υἱῷ τὸ, Θεός·
000-00-00 Serial Number=0486927509
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00210]  Σὺ δὲ μὴ παραδράμῃς ἁπλῶς ἀκούων, ὅτι ἐξῆλθον γυναῖκες ἐλευθερίως ἀνατραφεῖσαι, μηδέποτε πεῖραν λαβοῦσαι τῶν δεινῶν τούτων, ἀλλὰ ἀναλόγισαι τῇ διανοίᾳ ὅσον ἦν τὸ κακὸν, ὅσην ἔχει τὸ πρᾶγμα δυσκολίαν.
000-00-00 Serial Number=0893690765
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00171]  ὁ δὲ φίλος τοῦ νυμφίου, ἑστὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ, χαρὰν χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.
000-00-00 Serial Number=0697998166
De virginitate Ante [Go Back]  
 [00695]  Τίς οὖν οὐκ ἂν ἐρυθριάσειε ταῦτα ἀκούων;
 [01169]  τοῦτο γὰρ τῆς παρθενίας ἐστίν, ὁ δὲ γεγαμηκὼς ἀρκεῖται ἀκούων ὅτι οὐχ ἥμαρτε.
 [01228]  Πέτρος γὰρ ἦν ὁ ταῦτα ἀκούων καὶ Ἰάκωβος καὶ Ἰωάννηςκαὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορός·
000-00-00 Serial Number=0398784459
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00464]  Εἰ τοίνυν αὐτὸς τοῦ ὁμοδούλου δι' ὠμότητα μὴ ἀκούων, οὐκ ἀξιοῖς ἐγκαλεῖσθαι, τῷ ∆εσπότῃ τοῦ δούλου διὰ φιλανθρωπίαν οὐκ ἀκούοντι ἐγκαλεῖς;
 [01157]  ὁ δὲ Σίμων ἀκούων ἤρξατο γογγύζειν, καὶ λέγειν ἐν ἑαυτῷ·
 [03566]  Ὁ γὰρ κακῶς ἀκούων ψευδῆ, οὐ μόνον οὐκ ἠδίκηται, ἀλλὰ καὶ μισθὸν ἔχει μέγιστον.
 [03980]  ∆ιὰ τί γὰρ ὁ πλούσιος ἀκούων ὅτι πένης ἐστὶ, γελᾷ;
 [04640]  Τί ἔτι κρίνομαι νουθετούμενος ὑπὸ Κυρίου καὶ ἐλεγχόμενος, ἀκούων τοιαῦτα, οὐδὲν ὢν ἐγώ;
 [06256]  μοιχὸς δὲ ἀκούων αἰσχύνεται.
 [06257]  Εἰπὲ τῷ ὁμολογουμένῳ μοιχῷ, Μοιχὲ, καὶ ὃ ποιῶν ἥδεται, ἀκούων αἰσχύνεται·
 [08356]  Μὴ οὖν ἀπορίᾳ συνέχου ταῦτα ἀκούων·
 [09056]  Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων, ἠναγκασμένην νομιζέτω εἶναι ταύτην τὴν κλῆσιν·
 [09802]  Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ μύθων μᾶλλον καταπεφρόνηται τὰ φρικώδη ταῦτα δόγματα καὶ φοβερὰ, καὶ πεπάτηται, καὶ ὁ ἀκούων οὐδεὶς, οἱ δὲ γελῶντες καὶ χλευάζοντες πάντες.
 [09809]  Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα·
 [09999]  καὶ ὁ ἀκούων οὐδεὶς, οἱ δὲ γελῶντες καὶ χλευάζοντες πάντες.
 [09999]  Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα·
000-00-00 Serial Number=0392800093
Epistula ad Cyriacum Ante [Go Back]  
 [00422]  Εἰ γὰρ ὁ πάντα δυνάμενος Θεός, ὅταν παραινῇ καὶ συμβουλεύῃ, ὁ δὲ ἀκούων μὴ πείθηται τοῖς λεγομένοις, οὐδέποτε γίνεταί τι πλέον, ἀλλὰ καὶ μεῖζον ἔσται κολάσεως ἐφόδιον τοῦτο τῷ μὴ πεισθέντι.
000-00-00 Serial Number=0809129655
Epistulae Ante [Go Back]  
 [00397]  ἀκούων γὰρ ὑμῶν τὴν εὐλάβειαν, σφοδρὸς ὑμῶν γέγονα ἐραστὴς, τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς ὑμᾶς φανταζόμενος·
 [01053]  Ἐγὼ μὲν καὶ συγγενέσθαι ἐπεθύμουν σου τῇ τιμιότητι, παρὰ πολλῶν ἀκούων τὸν θερμὸν ἔρωτα, ὃν περὶ ἡμᾶς ἔχεις, καὶ ταῦτα μὴ συγγενόμενος ἡμῖν.
 [01355]  ἀκούων γὰρ ὑμῶν τὴν εὐλάβειαν, σφοδρὸς ὑμῶν γέγονα ἐραστὴς, τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς ὑμᾶς φανταζόμενος·
 [02011]  Ἐγὼ μὲν καὶ συγγενέσθαι ἐπεθύμουν σου τῇ τιμιότητι, παρὰ πολλῶν ἀκούων τὸν θερμὸν ἔρωτα, ὃν περὶ ἡμᾶς ἔχεις, καὶ ταῦτα μὴ συγγενόμενος ἡμῖν.
 [02474]  Ἀλγῶ δὲ καὶ σφόδρα ὀδυνῶμαι, ἀκούων ἔτι μυρίοις σε ἐμπεπλέχθαι πράγμασι, καὶ μυρία περιφέρειν τῶν βιωτικῶν φροντίδων φορτία.
000-00-00 Serial Number=0302511573
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00609]  Ἐγὼ δὲ ταῦτα ἀκούων τούτων μὲν οὐδὲν προσεδόκων, ἀλλὰ τἀναντία ἀνετύπουν παρ' ἐμαυτῷ·
 [00650]  Ἐννόησον τίς ἤμην ταῦτα ἀκούων.
 [00758]  Καὶ γὰρ ὁ πάντα δυνάμενος Θεός, ὅταν παραινῇ καὶ συμβουλεύῃ, ὁ δὲ ἀκούων μὴ πείθηται τοῖς λεγομένοις, οὐδέποτε γίνεταί τι πλέον, ἀλλὰ καὶ μείζονος ἔσται κολάσεως ἐφόδιον τοῦτο τῷ μὴ πεισθέντι.
000-00-00 Serial Number=0782754004
Expositiones in Psalmos Ante [Go Back]  
 [00086]  ἀλλ' ὅταν ἔλθῃς, ἕστηκεν ἀκούων, κἂν ἐν καιρῷ ἀρίστου, κἂν ἐν καιρῷ δείπνου, κἂν ἐν αὐτῇ τῇ ἀωρίᾳ, κἂν ἐν ἀγορᾷ, κἂν ἐν ὁδῷ, κἂν ἐν θαλάμῳ, κἂν ἔνδον ἐν δικαστηρίῳ ἄρχοντι παραστῇς, καὶ καλέσῃς αὐτὸν, τὸ κωλύον οὐδὲν ἐπινεῦσαι τῇ αἰτήσει, ἂν ὡς χρὴ καλέσῃς.
 [02206]  Ἐπειδὴ γὰρ οὐχ ὁμοίως τις φοβεῖται ἀκούων, ὅτι ἀκονᾶται ἡ μάχαιρα, καὶ ὅτι τὸ τόξον μετὰ χεῖρας, ἀπὸ τῶν ἀνθρωπίνων σχημάτων κατασείει τὴν διάνοιαν τῶν ἀκουόντων, λέγων·
 [03227]  Πάλιν πρόσωπον ἀκούων, μηδὲν σωματικὸν ὑποπτεύσῃς.
 [04990]  Πάλιν πρόσωπον ἀκούων, μηδὲν σωματικὸν ὑποπτεύσῃς.
 [07344]  Σὺ δὲ ἀκούων, Εὐλόγησέ σε ὁ Θεὸς, μὴ καταπέσῃς, μηδὲ ταπεινόν τι ἐννοήσῃς.
 [07488]  Ἵνα δὲ μὴ ἀκούων, Περίζωσαι τὴν ῥομφαίαν σου, μάχαιραν νομίσῃς αἰσθητὴν, ἄκουε τῶν ἑξῆς.
000-00-00 Serial Number=0898362160
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00284]  πῶς γὰρ, τοιαῦτα ὁρῶν, καὶ τοιαῦτα ἀκούων;·
 [01212]  Ἕως πότε ὄψομαι φεύγοντας, ἀκούων φωνὴν σαλπίγγων;
 [02578]  Ταῦτα ἀκούων ὁ προφήτης εἰς πλείονα ἀθυμίαν καταπίπτων ἱκέτευε τὸν Θεὸν ὑπὲρ τοῦ λαοῦ.
 [04671]  Ὁ γὰρ ἀκούων, τίς ὁ Ἀχιὰβ καὶ τίς εἴη ὁ δύσμορος οὗτος ὁ ἀποτηγανισθεὶς, ἐμάνθανε καὶ τὴν προφητείαν, καὶ τὰ ἁμαρτήματα αὐτῶν τὰ κεκρυμμένα.
000-00-00 Serial Number=0570031345
Fragmenta in Job Ante [Go Back]  
 [00442]  Ἐπεὶ καὶ Νικόδημος, ἀκούων περὶ τοῦ τῆς ἀναγεννήσεως λουτροῦ, Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, παχέως καὶ ταπεινῶς ἀπεκρίνατο·
000-00-00 Serial Number=0437042832
Fragmenta in Proverbia Ante [Go Back]  
 [00632]  οὐχ ὁ κακῶς ἀκούων, οὐδὲ ὁ πάσχων, ἀλλ' ὁ ποιῶν·
 [00873]  περὶ δὲ τῶν ἐν Εὐαγγελίοις ἐπαγγελιῶν ἀκούων εὐφραίνεται.
000-00-00 Serial Number=0377451241
Homilia de capto Eutropio Ante [Go Back]  
 [01083]  Εἶτα ἵνα μάθῃς, ὅτι οὐδὲν λέγει αἰσθητὸν, ἀκούων τὸ κάλλος, μὴ ὀφθαλμὸν νομίσῃς.
000-00-00 Serial Number=0369397402
In Acta apostolorum Ante [Go Back]  
 [01482]  Εἰ δὲ γελᾷς ταῦτα ἀκούων, οὐ θαυμαστόν·
 [02651]  ὁ δὲ ἀκούων οὐδείς·
 [02987]  Οὐ γὰρ δὴ κατὰ Μωσέα τὸ, Καὶ ἔσται πᾶς ὁ μὴ ἀκούων ἐξολοθρευθήσεται.
 [04738]  Τίς οὖν ὑπεύθυνος τῷ ῥήματι, ὁ ἀκούων, ἢ ὁ λέγων;
 [06537]  Εἰπὲ γάρ μοι, ὁ ἀκούων καὶ μὴ πειθόμενος, μειζόνως καταφρονεῖ, ἢ ὁ μηδὲ ἀκούων;
 [06566]  Οὐκ αἰσχύνῃ λέγων μὲν διὰ τοῦτο μὴ ἀκούειν, ἐπειδὴ τὰ αὐτὰ ἀεὶ ἀναγινώσκεται, οὐκ εἰδὼς δὲ οὐδὲ τὰ ὀνόματα τῶν ἀναγινωσκομένων, καὶ ταῦτα ἀεὶ τὰ αὐτὰ ἀκούων;
 [06761]  Μὴ δὴ νομίσῃ τις ταῦτα ἀκούων, ὅτι ἀπιστῶν τοῖς λεγομένοις ταῦτά φησιν Ἀνανίας, ἢ ἠπατῆσθαι νομίζων τὸν Χριστόν·
 [09202]  Οὐ νομοθετῶ νηστείαν (οὐδὲ γὰρ ὁ ἀκούων ἐστίν), ἀλλ' ἀναιρῶ σπατάλην, ἐκκόπτω τρυφὴν, διὰ τὸ χρήσιμον τὸ ὑμέτερον·
 [09719]  Τίς ἀκούων ἡμῶν ἀπέστη θεάτρων;
 [09999]  Ὁ μὲν γὰρ κατορθῶν, ἀεὶ χαίρει τὰ αὐτὰ ἀκούων, ὥσπερ ἐγκωμίων αὐτοῦ λεγομένων·
 [09999]  Οὐκ ἐκακολόγησε κακῶς ἀκούων καὶ αὐτὸς, ἀλλὰ μᾶλλον διελέγετο καθ' ἡμέραν, καὶ ταύτῃ μάλιστα οἰκειούμενος τοὺς πολλοὺς τῷ κακῶς καίτοι ἀκούσας μὴ ἀποπηδῆσαι μηδὲ χωρισθῆναι.
 [09999]  Καὶ μὴ γελάσῃς ἀκούων, ἀγαπητέ.
 [09999]  τοιαῦτα ἀκούων, χρήματα προσεδόκα λήψεσθαι παρ' αὐτοῦ.
 [09999]  Τάχα τις ὑμῶν ἀκούων, ποθεῖ ἐπὶ ταύτης γενέσθαι τῆς ἐξουσίας, ὥστε μὴ δύνασθαι δαίμονας ἀντιβλέπειν αὐτῷ, καὶ μακαρίζει τοὺς ἁγίους ἐκείνους διὰ τοῦτο, ὅτι τοσαύτην εἶχον ἰσχύν.
 [09999]  μυρία παραινοῦμεν, καὶ οὐδεὶς ὁ ἀκούων.
000-00-00 Serial Number=0641544759
In Ecclesiasten Ante [Go Back]  
 [00116]  Οὐ γὰρ ἴσως ἂν παρεδέξατο τις ἀκούων ὅτι τὸ ἐλεεῖν ἔργον θεοῦ, ὡς ὁ ἀκούων ὅτι τὸ τρυφᾶν ἔργον θεοῦ.
000-00-00 Serial Number=0018645167
In Genesim sermones Ante [Go Back]  
 [00894]  Ὁ δὲ μεθ' ἡδονῆς ἀκούων τῶν λεγομένων, οὗτος καὶ πρὸς τὴν τῶν ἔργων ἐπίδειξιν παρεσκεύασται.
 [01413]  Κἂν λίθος ᾖ ὁ ἀκούων, ἱκανὸν αὐτὸν φοβῆσαι τὸ ῥῆμα, καὶ πρὸς ἀνάληψιν διεγεῖραι τοῦ πεπτωκότος.
000-00-00 Serial Number=0494216502
In Herodem et infantes Ante [Go Back]  
 [00094]  Αἱ μητέρες ἐβόων, καὶ ὁ ἀκούων οὐκ ἦν·
000-00-00 Serial Number=0684384823
In Isaiam Ante [Go Back]  
 [00028]  ∆ιὰ τοῦτο καὶ Πέτρος ἀκούων τοῦ Χριστοῦ λέγοντος, ὅτι τοῖς πλουτοῦσι δυσκολωτάτη ἡ πρὸς τὸν οὐρανὸν εἴσοδος, ἠγωνία καὶ ἔτρεμε, καὶ πεῦσιν προσῆγε λέγων·
000-00-00 Serial Number=0950732887
In Joannem Ante [Go Back]  
 [00050]  μᾶλλον δὲ καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, καὶ παρ' αὐτοῦ πάντα ἀκούων, ἃ παρὰ τοῦ Πατρὸς ἐκεῖνος·
 [00120]  Ἕστηκας ἀκούων Ἰωάννου, καὶ δι' ἐκείνου τὰ τοῦ Πνεύματος μανθάνων, καὶ μετὰ ταῦτα ἀπέρχῃ πορνῶν ἀκουσόμενος γυναικῶν, αἰσχρὰ φθεγγομένων, αἰσχρότερα ὑποκρινομένων, καὶ μαλακῶν ῥαπιζομένων τε καὶ ῥαπιζόντων ἀλλήλους, Πῶς δυνήσῃ καλῶς καθαρθῆναι, ἐγκαλινδούμενος βορβόρῳ τοσούτῳ;
 [00521]  Εἶτα, ἵνα μή τις ἀκούων τὸ, ἦν ἐν ἀρχῇ, καὶ ἀγέννητον αὐτὸν εἴπῃ, εὐθέως αὐτὸ παρεμυθήσατο, πρὸ τοῦ εἰπεῖν τί ἦν, εἰπὼν ὅτι Πρὸς τὸν Θεὸν ἦν.
 [00760]  Οὕτω καὶ περὶ τοῦ Μονογενοῦς ἀκούων, ὅτι Ἐν ἀρχῇ ἦν, πρὸ πάντων αὐτὸν νόει τῶν νοητῶν καὶ πρὸ τῶν αἰώνων.
 [01262]  Σὺ δὲ ἀκούων, ὅτι παρὰ Θεοῦ ἀπεστάλη, μηδὲν λοιπὸν ἀνθρώπινον εἶναι νόμιζε τῶν λεγομένων παρ' ἐκείνου.
 [01339]  ἵνα μή τις ταῦτα ἀκούων, διὰ τὴν τοῦ μαρτυροῦντος πρόσφατον παρουσίαν, καὶ περὶ τοῦ μαρτυρουμένου τοιαύτην τινὰ ὑπόνοιαν λάβῃ, ἀνήγαγε τὴν διάνοιαν, καὶ πρὸς τὴν ἐπέκεινα πάσης ἀρχῆς παρέπεμψεν ὕπαρξιν, τὴν οὐδαμοῦ λήγουσαν οὐδὲ ἱσταμένην.
 [03422]  Εἰ γὰρ στρατηγοῦ τινος ἐπισήμου, ἢ καὶ ἄλλως λαμπροῦ τινος εἶναι λεγόμενός τις, μέγα φρονεῖ τοῦ δεῖνος ἀκούων ἢ τοῦ δεῖνος, καὶ ἀξίωμα τὸ ὄνομα νομίζει μέγα, καὶ πάντα ποιεῖ ὥστε μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας βλασφημίαν τῷ ᾧ ἐστιν ἐπώνυμος προστρίψασθαι·
 [03688]  Ὁ γὰρ ἐπὶ τοῖς παρελθοῦσιν αὐτοῦ τὴν δύναμιν γνοὺς, καὶ περὶ τῶν μελλόντων ἀκούων, εὐκολώτερον καταδέχοιτο ἂν καὶ ταύτην τὴν πρόῤῥησιν.
 [04360]  ∆ιὰ τοῦτο καὶ οὗτος διαπορῶν, τὸν τρόπον ἐπιζητεῖ (καὶ γὰρ συνῆκεν ὅτι καὶ πρὸς αὐτὸν λέγεται τὸ λεγόμενον), καὶ θορυβεῖται, καὶ ἰλιγγιᾷ, καὶ ἐν ἀμηχανίᾳ ἐστὶν, ἐλθὼν μὲν ὡς εἰς ἄνθρωπον, ἀκούων δὲ μείζονα ἢ παρὰ ἀνθρώπου, καὶ ἃ μηδεὶς ἤκουσε πώποτε·
 [04645]  Ἀλλ' ἐπειδὴ ὁ Νικόδημος ἀκούων ταῦτα συνεχῶς ἐταράττετο, ὅρα πῶς αὐτῷ παρανοίγει τὸ ἀπόῤῥητον τοῦ μυστηρίου τούτου, καὶ σαφὲς ἐργάζεται τὸ ἀσαφὲς ἐκείνῳ τέως, Τὸ γεγεννημένον, λέγων, ἐκ τῆς σαρκὸς, σάρξ ἐστι·
 [04686]  Ἐπειδὴ δὲ οὐκ ᾔδει τί ποτε ἐστὶν ὅ φησιν, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν, λοιπὸν αὐτὸν πρὸς ἑτέραν μεταφέρει εἰκόνα, οὔτε εἰς τὴν τῶν σωμάτων ἄγων παχύτητα, οὔτε περὶ ἀσωμάτων καθαρῶς διαλεγόμενος (οὐδὲ γὰρ ἐδύνατο ἀκούων χωρεῖν ἐκεῖνος), ἀλλ' εὑρών τι μέσον σώματός τε καὶ ἀσωμάτου, τὴν τοῦ ἀνέμου φορὰν, ἐντεῦθεν αὐτὸν ἀνάγει.
 [04700]  πῶς τὴν ἀπὸ τοῦ θείου Πνεύματος ἐνέργειαν περιεργάζῃ, τὴν τοῦ ἀνέμου οὐκ ἐπιστάμενος, καίτοι φωνὴν ἀκούων;
 [04709]  Εἰ τοίνυν τὸ σῶμα οὐκ ἀσχάλλεις ὅτι μὴ ὁρᾷς, οὐδὲ ἀπιστεῖς διὰ τοῦτο, τί δήποτε περὶ τοῦ Πνεύματος ἀκούων ἰλιγγιᾷς, καὶ τοσαύτας ἀπαιτεῖς εὐθύνας, ἐπὶ σώματος τοῦτο οὐ ποιῶν;
 [05248]  ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.
 [05267]  Τί δέ ἐστιν, Ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου;
 [05502]  Τοῦτο γὰρ ποιῶν ἀπολογήσομαι τῷ [59.176] Θεῷ, κἂν μηδεὶς ὁ ἀκούων ᾖ.
 [05870]  Ἐκεῖνος μὲν γὰρ μυρίων τοιούτων ἀκούων, οὔτε ἄλλον τινὰ ἐπὶ τοῦτο ἐκάλεσεν, οὔτε αὐτὸς ἐπαῤῥησιάσατο·
000-00-00 Serial Number=0578629613
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00083]  Ταῦτα ἀκούων ὁ βασιλεὺς ὠδυνᾶτο πλέον, καὶ βουλόμενος αὐτοὺς ὑποσκελίσαι, καὶ τῆς προθυμίας ἐκλῦσαι ἐκείνης, καθῆκεν ἀνθρώπους μιαρούς τινας καὶ γόητας πρὸς τὴν ἐπιβουλήν·
000-00-00 Serial Number=0601616681
In Psalmum 118 Ante [Go Back]  
 [00507]  Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον·
000-00-00 Serial Number=0250123739
In Psalmum 139 Ante [Go Back]  
 [00038]  Ὁ δὲ πονηρὸς ἄνθρωπος ἀκούων τὸ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, οὐ μόνον οὐκ ἀγαπᾷ τοὺς ἐχθροὺς, ἀλλά γε καὶ τοὺς εὐεργετοῦντας μισεῖ, καὶ τούτους φο νεύει, ὡς καὶ ὁ Σαοὺλ ἐποίει τῷ ∆αυΐδ.
000-00-00 Serial Number=0839697778
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00094]  ∆ύναται γὰρ ὁ ἀκούων λέγειν, ὅτι εἰ ἕτερος ἐκεῖνός ἐστι Θεὸς, καὶ ἕτερος οὗτος, οὐ πάντως οὗτος κατὰ τὴν ἐκείνου κρινεῖ γνώμην, οὐδὲ τοῖς αὐτοῖς πείθεται νόμοις.
000-00-00 Serial Number=0403190017
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03008]  Ἵνα γὰρ μὴ ἀκούων, ὅτι φθείρεται ὁ ἄνθρωπός σου ὁ ἔξω, ἀλγῇς, λέγει ὅτι, ὅταν παντελῶς τοῦτο γένηται, τότε μάλιστα χαρήσῃ, καὶ ἥξεις ἐπὶ βελτίονα λῆξιν.
 [03107]  Εἶτα ἵνα μηδεὶς εἴπῃ, ἀκούων, ὅτι Ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου, Τί ταῦτα λέγεις, ἀλλοτριούμεθα οὖν αὐτοῦ ἐνταῦθα ὄντες;
 [04927]  Καὶ σφόδρα γελῶ ταῦτα ἀκούων·
 [07335]  Ὅταν γὰρ κακῶς ἀγορεύῃς τὸν φιλούμενον, ὅταν ἀκούων κακῶς ἑτέρου λέγοντος μὴ ἀμύνῃς, ὅταν εὐδοκιμοῦντα φθονῇς, ποία αὕτη ἀγάπη;
 [07419]  ὁ δὲ ἑτέρου ἀκούων ἐπαινουμένου, συνηδέσθω.
000-00-00 Serial Number=0903570235
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00770]  Ὁ γὰρ Τιμόθεος ἀκούων, ὅτι ὁ τοσαῦτα δυνάμενος καὶ πάσης τῆς οἰκουμένης κρατήσας, ἐν δεσμοῖς ἐστι καὶ ἐν θλίψεσι, καὶ οὐκ ἀσχάλλει οὐδὲ δυσχεραίνει ὑπὸ τῶν οἰκείων ἐγκαταλειφθεὶς, εἰ καὶ αὐτὸς τὰ αὐτὰ ἔπαθεν, οὐκ ἂν ἡγήσατο ἀνθρωπίνης τὸ πρᾶγμα εἶναι ἀσθενείας, οὐδὲ διὰ τὸ μαθητὴς εἶναι καὶ ἐλάττων τοῦ Παύλου, ὅπου γε καὶ ὁ διδάσκαλος ταῦτα ἔπαθεν, ἀλλὰ διὰ τὴν τοῦ πράγματος φύσιν ταῦτα πάντα συμβεβηκέναι.
 [00815]  Μηδεὶς τοίνυν ἀπαξιούτω τῶν τὴν ἐπισκοπὴν ἐχόντων ταῦτα ἀκούων, ἀλλ' ἀπαξιούτω μὴ ταῦτα πράττων.
000-00-00 Serial Number=0267358780
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02025]  Τίς γὰρ τῶν ἐν ἐκείνοις βεβιωκότων ἀκούων, ὅτι Ἐὰν μή τις ἄρῃ ἑαυτοῦ τὸν σταυρὸν, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος·
 [02027]  Τίς δὲ ἀκούων, ὅτι Ἐὰν μή τις ἀποτάξηται καὶ οἰκίᾳ καὶ πατρίδι καὶ χρήμασιν, οὐκ ἔστι μου ἄξιος, οὐκ ἂν ὤκνησεν, οὐκ ἂν ἀπηγόρευσεν;
 [02432]  Ποίας οὖν σὺ τεύξῃ συγγνώμης, χαμαὶ συρόμενος, καὶ μὴ καταφρονῶν τῶν μικρῶν καὶ παρερχομένων ὑπὲρ τῶν μεγάλων καὶ διαιωνιζόντων, ὁ καὶ αὐτοῦ τοῦ Θεοῦ ἀκούων, ταῦτά σοι δεικνύντος καὶ ἐκκαλύπτοντος, καὶ ἐπαγγελίας τοιαύτας παρ' αὐτοῦ ἔχων;
 [03239]  Ἕως μὲν αὐτῷ τῶν φορτικῶν ἔδει ῥημάτων, οὐκ ἀπεκάλυψε τὴν σκηνὴν, ἀλλ' ὡς αὐτὸς ὢν ὁ ταῦτα ἀκούων, οὕτω διελέγετο, ἵνα τὸ ἀξίωμα τῶν ἐγκαλουμένων προσώπων τοῖς ἐγκαλοῦσιν ἀντιπίπτον, ἀπὸ τῶν ἐγκλημάτων εἰς ὀργὴν ἐξενεχθῆναι μὴ συγχωρήσῃ·
 [08568]  Ἐπεὶ οὖν ἀντὶ αἵματος ἀλόγων αἷμα εἰσήγαγε τὸ αὐτοῦ, ἵνα μή τις θορυβηθῇ τοῦτο ἀκούων, ἀνέμνησε τῆς παλαιᾶς θυσίας ἐκείνης.
 [09999]  Οὕτω καὶ τὸν ∆αυῒδ ὁ Ἰωνάθαν ἐφίλει, καὶ ἀκούων τοῦ πατρὸς λέγοντος, Υἱὲ κορασίων αὐτομολούν-των γυναικοτραφὲς, οὐκ ᾐσχύνετο, καίτοι γε πολλῆς αἰσχρότητος τὰ ῥήματα γέμει.
 [09999]  Οὐ γὰρ ἀκούων τὸ, Εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὅπερ ἐστὶ τέλος, οὐ λέγει τὸ, Ἀμήν.
 [09999]  ἀλλ' ἐκεῖνος οὐδὲν ἀκούων, οὐδὲ εἰδὼς τὰ λεγόμενα, ἕστηκεν οὐ πολλὴν δεχόμενος τὴν ὠφέλειαν.
000-00-00 Serial Number=0268705547
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01185]  Καθάπερ γάρ τις γεωργὸς, ἀκούων περὶ τῆς αὐτοῦ χώρας τῆς πονηθείσης αὐτῷ, ὅτι βρίθεται τοῖς καρποῖς, ποθεῖ κατ' ὄψιν τὴν τοσαύτην ἰδεῖν ἡδονήν·
 [01931]  Μὴ νομίσῃς ἐργωδίαν εἶναί τινα, ἀκούων ὅτι οἱ ζῶντες τότε τοὺς διαλυθέντας, τοὺς σαπέντας, τοὺς μυρία ἔτη ἔχοντας οὐ μὴ προλάβωσι·
 [03214]  Εἰ τοίνυν αὐτὸς τοῦ ὁμοδούλου δι' ὠμότητα μὴ ἀκούων οὐκ ἀξιοῖς ἐγκαλεῖσθαι, τῷ δεσπότῃ τοῦ δούλου διὰ φιλανθρωπίαν οὐκ ἀκούοντι ἐγκαλεῖς;
 [03267]  Τάχα γελᾷς ἀκούων.
000-00-00 Serial Number=0924028039
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00006]  καὶ οὕτω σφόδρα συνετὸς ἦν, ὡς ἀκούων Παύλου χωρὶς περιτομῆς κηρύσσοντος, καὶ μαθὼν ὅτι καὶ Πέτρῳ ἀντέστη τούτου ἕνεκεν, ἑλέσθαι μὴ μόνον τὸ ἐναντίον μὴ κηρῦξαι, ἀλλὰ καὶ παθεῖν·
 [01333]  Ἐάν τις ἐλεημοσύνην, εἰπέ μοι, ποιῇ, εἶτα ἄλλος περὶ ἐλεημοσύνης διαλέγηται, οὐ μόνον οὐκ ἀποκναίει πρὸς τὴν ἀκρόασιν, ἀλλὰ καὶ γάννυται, ἀκούων τῶν οἰκείων κατορθωμάτων λεγομένων καὶ ἀνακηρυττομένων.
 [03225]  Καὶ μὴ θαυμάσῃς ἀκούων ταῦτα·
 [04274]  καὶ οὐδεὶς ὁ ἀκούων.
000-00-00 Serial Number=0167472184
In epistulam ad Colossenses Ante [Go Back]  
 [00598]  Ἵνα γὰρ μὴ ἀκούων, ὅτι τὸ πᾶν τοῦ Πατρὸς ἦν, νομίσῃς τὸν Υἱὸν ἐκτὸς εἶναι, δίδωσι τὸ πᾶν καὶ τῷ Υἱῷ, δίδωσι καὶ τῷ Πατρί.
000-00-00 Serial Number=0246404886
In epistulam ad Ephesios Ante [Go Back]  
 [00078]  Ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε·
 [01885]  Οὐδαμῶς, ἀλλὰ καὶ μειζόνως εὐηργέτει ταῦτα ἀκούων, καὶ ἀπῄει πρὸς τοὺς μέλλοντας αὐτὸν σταυροῦν, ἵνα μόνον αὐτοὺς διασώσῃ.
 [03062]  Ταῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε.
 [04006]  Ἢ τοῦτό φησιν, ἵνα χάριν σοι εἰδῇ ὁ ἀκούων.
 [05813]  Ἀλλὰ μηδὲ ὁ ἀνὴρ ταῦτα ἀκούων ὡς ἀρχὴν ἔχων, ἐπὶ ὕβρεις τρεπέσθω καὶ πληγὰς, ἀλλὰ παραινείτω, νουθετείτω, ὡς ἀτελεστέραν λογισμοῖς ἀναπειθέτω, χεῖρας μηδέποτε ἐντεινέτω·
 [07006]  Ἐὰν ἀκούων εἰσακούσῃ, φησὶ, τῆς προσευχῆς τῆς δούλης σου, καὶ δῷς μοι υἱὸν, δώσω αὐτὸν δοτὸν τῷ Κυρίῳ πάντα τὸν χρόνον.
000-00-00 Serial Number=0269311368
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00878]  Καὶ γὰρ εἰ μὲν ἀκούων ταῦτα Πέτρος ἀντέλεγε, καλῶς ἄν τις ἐμέμψατο, ὡς τῆς οἰκονομίας ἀνατρεπομένης·
 [00904]  Καὶ ἀκούων ταῦτα Πέτρος συνυποκρίνεται, ὡς ἁμαρτάνων, ἵνα ἐν τῇ πρὸς αὐτὸν ἐπιτιμήσει διορθωθῶσιν.
000-00-00 Serial Number=0358978152
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00320]  Ὅταν γὰρ ἀκούων κακῶς, μὴ τοῖς αὐτοῖς αὐτὸν ἀμύνηται, ἀλλ' ἐπαινῇ καὶ θαυμάζῃ·
 [02176]  Εἶτα, ἵνα μὴ ἀκούων, Ἐν τῷ αὐτῷ, τὴν αὐτὴν εἶναι νομίσῃς τιμωρίαν, ἄκουσον τί ἐπάγει·
 [02809]  Καθάπερ γὰρ ἐπὶ τῶν γραμματιστῶν, ἂν ἀεὶ τὰ στοιχεῖα ἀκούων ὁ παῖς μὴ κρατῇ, ἀεὶ ἔσται αὐτῷ ἀνάγκη τὰ αὐτὰ ἐνηχεῖν τῷ παιδὶ, καὶ οὐ πρότερον ἀποστήσεται διδάσκων, ἕως ἂν ἐκεῖνα μαθεῖν ἀκριβῶς δυνηθῇ·
 [04598]  νυνὶ δὲ κάθηται ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ ἀγωνοθέτης, ἀκούων ἀκριβῶς μήτι ἀπηχὲς φθεγγώμεθα, μήτι παρὰ μέλος·
 [06845]  Ὁ ἀκούων, οὐδείς·
 [06854]  Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα·
 [07868]  Ὥσπερ γὰρ διδασκάλου ἀκούων ψελλίζοντος καὶ τὰ στοιχεῖα καταλέγοντος, οὐ φὴς αὐτὸν ἀγνοεῖν, καὶ ὅταν ἐρωτᾷ, ποῦ ἐστι τόδε τὸ στοιχεῖον, οἶδας ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὸν μαθητευόμενον θέλων ἐναγαγεῖν·
 [07930]  μὴ ἀγανάκτει καὶ παρ' ἑτέρων ἀκούων, καὶ ἐλεγχόμενος·
 [08970]  Ὁ μὲν γὰρ ἑστὼς, ἀκούων ὅτι πεσόντα οὐκ ἔστι συγγνώμης τυχεῖν, σφοδρότερος ἔσται, καὶ ἀσφαλέστερος περὶ τὴν στάσιν·
000-00-00 Serial Number=0802319109
In epistulam ad Philemonem Ante [Go Back]  
 [00081]  Τίς [62.704] οὐκ ἂν αἰδεσθείη, τίς οὐκ ἂν δυσωπηθείη, Χριστοῦ δεσμὰ ἀκούων;
 [00218]  Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς
000-00-00 Serial Number=0772772312
In epistulam ad Philippenses Ante [Go Back]  
 [02689]  Ὁρᾷς πῶς ἕκαστος ἡμῶν ναρκᾷ ταῦτα ἀκούων;
000-00-00 Serial Number=0647484481
In epistulam ad Romanos Ante [Go Back]  
 [00004]  Συνεχῶς ἀκούων ἀναγινωσκομένων τῶν Ἐπιστολῶν τοῦ μακαρίου Παύλου, καὶ καθ' ἑκάστην ἑβδομάδα δὶς, πολλάκις δὲ καὶ τρὶς καὶ τετράκις, ἡνίκα ἂν μαρτύρων ἁγίων μνήμας ἐπιτελῶμεν, χαίρω μὲν τῆς σάλπιγγος ἀπολαύων τῆς πνευματικῆς, καὶ διανίσταμαι, καὶ θερμαίνομαι τῷ πόθῳ, τὴν ἐμοὶ φίλην ἐπιγινώσκων φωνὴν, καὶ μονονουχὶ παρόντα αὐτὸν δοκῶ φαντάζεσθαι, καὶ διαλεγόμενον ὁρᾷν·
 [01067]  Εἰ δὲ γεέννης καταγελᾷς ἀκούων καὶ ἀπιστεῖς, ἐκεῖνο τὸ πῦρ ἀναμνήσθητι τῶν Σοδόμων·
 [02719]  Ἀπὸ τούτων μανθάνομεν, ὅτι κἂν μυρία ὁ Θεὸς ἀδύνατα ἐπαγγέλληται, μὴ καταδέξηται δὲ ὁ ἀκούων, οὐ τῆς τῶν πραγμάτων φύσεώς ἐστιν ἡ ἀσθένεια, ἀλλὰ τῆς ἀνοίας τῆς τοῦ μὴ δεχομένου.
 [03283]  Ἵνα γὰρ τὸ, ὡς, καὶ τὸ, οὕτω, τιθέμενον, μὴ ἴσον εἰσάγῃ μέτρον τῶν ἀγαθῶν πρὸς τὰ κακὰ, μηδὲ νομίσῃς ἀκούων τὸν Ἀδὰμ, ἐκείνην ἀνῃρῆσθαι μόνην τὴν ἁμαρτίαν, ἣν ἐκεῖνος εἰσήνεγκε, λέγει ὅτι πολλῶν παραπτωμάτων ἡ ἀναίρεσις γέγονε.
 [03846]  Εἰ δὲ φρίττεις ταῦτα ἀκούων, ἀπόστηθι πράσσων, καὶ οὐδέν σε βλάψει τὰ εἰρημένα·
 [04421]  Ἵνα γὰρ μὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβε, καὶ ὅτι ἐλθούσης αὐτῆς ἡ ἁμαρτία ἀνέζησε, καὶ ὅτι δι' αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινεν·
 [04752]  Ἀλλὰ μὴ θορυβηθῇς ἀκούων, Οὐδὲ γὰρ δύναται·
 [05355]  Ἵνα γὰρ μὴ ἀπορῇς δόξαν ἀκούων συνεχῶς, καὶ μηδὲν σαφῶς ἐπιστάμενος, ἐκ μέρους ὑπανοίγει τὰ μέλλοντα, τὸ σῶμά σοι μεταβάλλων, καὶ τὴν κτίσιν αὐτῷ συμμεταβάλλων ἅπασαν·
 [05532]  καὶ γὰρ ἐπιθέτης εἶ, εἰς μὲν ἐκκλησίαν εἰσιὼν συνεχῶς, καὶ νόμων ἀκούων τῶν ἐμῶν, ἐν δὲ τῇ ἀγορᾷ καὶ χρυσίον καὶ ἐπιθυμίαν καὶ φιλίαν καὶ πάντα ἁπλῶς προτιμῶν τῶν ἐμῶν ἐπιταγμάτων·
 [05981]  ἐπεὶ οὖν ταῦτα λέγοντες τὸν Θεὸν ἐβλασφήμουν, ἀκούων ταῦτα καὶ δακνόμενος ὁ Παῦλος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνάθεμα εἶναι, εἴ γε δυνατὸν ἦν, ὥστε ἐκείνους σωθῆναι, καὶ τὴν βλασφημίαν ταύτην καταλυθῆναι, καὶ μὴ δόξαι τὸν Θεὸν ἠπατηκέναι τοὺς ἐκγόνους τοὺς ἐκείνων, οἷς τὰς δωρεὰς ἐπηγγείλατο.
 [07572]  Μήτε γὰρ σὺ ἀποτομίαν ἀκούων, ἀπαγορεύσῃς, μήτε σὺ χρηστότητα, θαῤῥήσῃς.
 [09345]  Ἀνάγνωθι τὴν ἱστορίαν τοῦ Ἰωσήπου, καὶ οὐδὲ ἀναπνεῦσαι δυνήσῃ, μόνον ἀκούων ἅπερ ἔπαθον ἐπὶ τῶν πραγμάτων ἐκεῖνοι.
000-00-00 Serial Number=0602632642
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00033]  ∆ιὰ τοῦτο ὁ λαὸς πρότερον μὲν περὶ σταυροῦ ἀκούων ἐγόγγυζεν, αὖθις δὲ περὶ ἀναστάσεως ἀκούων τὸν γογγυσμὸν εἰς χαρὰν μετέβαλε, καθαρᾷ τῇ φωνῇ τὴν δόξαν προφερόμενος.
000-00-00 Serial Number=0186834157
In illud Dominus regnavit Ante [Go Back]  
 [00007]  Ἀλλ' ἐπειδὴ βασιλεύσαντος τοῦ Χριστοῦ ἡ ἁμαρτία λέλυται, ὁ διάβολος ᾔσχυνται, δαίμονες πεφεύγασιν, τὰ κέντρα τοῦ θανάτου κατεκλάσθησαν, ὁπότε κεκλεισμένος τῷ Ἀδὰμ παράδεισος ἠνέῳκται, αἱ ἄκανθαι τῶν ἁμαρτημάτων ἡμῶν ἐξηράνθησαν, ὁ τρίβολός μου ἐξεριζώθη, καὶ τρίπλοκος χάρις τῆς κεφαλῆς μου ἐπετέθη, λέλυταί μου ἡ ἀρχαία κατάρα, οὐκέτι ἐγὼ φοβοῦμαι ἀκούων γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·
000-00-00 Serial Number=0522791624
In illud Exiit edictum Ante [Go Back]  
 [00068]  Καὶ ἅμα τοῖς λόγοις τοῦ προφήτου ἀνελάμβανε τὴν μνήμην τοῦ ὀνείρατος ὁ ἀκούων·
000-00-00 Serial Number=0936733186
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00196]  Εἰ δὲ καὶ ταῦτα ἀκούων ὀκνεῖς προέσθαι τι τῶν ὄντων, καὶ οὔτε τὸ ἑκατονταπλασίονα ἀπολαβεῖν, οὔτε ἡ τοῦ πένητος συμφορὰ, οὔτε ἄλλο οὐδὲν ἐπικάμψαι σε δυνήσεται, ἀναλόγισαι τὰ πεπλημμελημένα σοι·
000-00-00 Serial Number=0366966605
In illud In faciem ei restiti Ante [Go Back]  
 [00058]  ὁ ἀκούων τῆς κατηγορίας, ἐπιθυμεῖ δέ ξασθαι τὴν ἀπολογίαν.
 [00506]  ἀλλ' ὥσπερ τότε ἐπετίμα Παῦλος, καὶ ταῦτα ἀκούων ὁ Πέτρος ἐσίγα, ὥστε μὴ ἀνατρέψαι τὴν οἰκονομίαν Παύλου, καὶ κατεδέχετο, ὡς οὐκ ὀρθῶς πεποιηκὼς, δέχεσθαι τὴν ἐπίπληξιν, ἵνα ἀπολογία αὐτῷ γένηται τοῦτο πρὸς τοὺς μαθητάς·
000-00-00 Serial Number=0247592032
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00047]  Ἵν' οὖν μή τις τῶν παχυτέρων ταῦτα ἀκούων θορυβῆται καὶ ταράττηται, ἄκουσον πῶς ὁ Προφήτης ἐπαγωνίζεται τῷ εἰρημένῳ.
000-00-00 Serial Number=0529238701
In illud Messis quidem multa Ante [Go Back]  
 [00084]  μᾶλλον δὲ κυβερνῆται ὀλίγοι ἐν τῷ Ἰουδαίων ἔθνει, ὁ δὲ ἀκούων οὐδεὶς, τῶν ναυτῶν πρὸς αὑτοὺς διαστασιαζόντων, καὶ ἀλλήλους κατακοπτόν των καὶ καταποντιζόντων.
000-00-00 Serial Number=0601229846
In illud Pater si possibile est Ante [Go Back]  
 [00167]  Νῦν χαίρει ἀκούων τῶν τοιούτων μου ῥημάτων, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω·
000-00-00 Serial Number=0571962953
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00106]  Καθήμενος γὰρ καὶ ἀκούων αὐτοῦ λέγοντος, ὅτι ἡρπάγη εἰς τρίτον οὐρανὸν, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν·
000-00-00 Serial Number=0287144005
In illud Vidi dominum Ante [Go Back]  
 [01347]  Ἀλλὰ μή τις ἔκπληξιν καὶ θάμβος ἀκούων, ἀηδῆ τινα ἀγωνίαν αὐταῖς ἐγγίνεσθαι νομιζέτω·
000-00-00 Serial Number=0696959734
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00110]  ταῦτα τοῦ Κυρίου διδάσκοντος ὁ Σίμων ἀκούων, ὁ δόξας τὸ πλοῖον μεμισθωκέναι τῷ Κυρίῳ, ἤρξατο γογγύζειν καὶ λέγειν ἐν ἑαυτῷ·
000-00-00 Serial Number=0488935888
In parabolam de ficu Ante [Go Back]  
 [00005]  Ὁμοίως δὲ καὶ ὁ ἀκούων διὰ λόγων πράξεις καὶ ἱστορίας, πρὸς ἐκείνας τὴν διάνοιαν ἀνατείνει, ὡς εἶναι τὸν τοιοῦτον τῷ μὲν σώματι ἐν τῷδε τῷ τόπῳ, τῇ δὲ διανοίᾳ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα ὁ λόγος τῆς ἱστορίας διαστρέφει τὸ πρᾶγμα.
000-00-00 Serial Number=0986237407
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00190]  οὐδεὶς γὰρ οὕτω λίθινος, ὡς παρεστὼς τοῖς ταῦτα πάσχουσι, καὶ ἀκούων ὀλολυζόντων, οὐχὶ κατακλᾶται, καὶ συγχεῖται, καὶ πολλὴν τῇ ψυχῇ δέχεται τὴν ἀθυμίαν·
000-00-00 Serial Number=0062142909
In pharisaeum et meretricem Ante [Go Back]  
 [00018]  Τίς γὰρ ἀκούων ὅτι γυνὴ μυρίαις κηλῖσι κατάστικτος, ἵνα προσφύγῃ μόνον αὐτῷ, καὶ τοῖς ποσὶν αὐτοῦ σταγόνας ἐπιχέῃ δακρύων θερμὰς, παρθενίας χειροτονίαν ἐδέξατο;
000-00-00 Serial Number=0568496227
In principium Actorum Ante [Go Back]  
 [00970]  Τί οὖν ἀκούων ἐκεῖνος τοὺς λόγους τούτους;
000-00-00 Serial Number=0534726799
In principium indictionis [2] Ante [Go Back]  
 [00039]  Ἀλλὰ γὰρ ἀγανακτεῖς, ὦ Ἰουδαῖε, ταῦτα ἀκούων;
000-00-00 Serial Number=0117663503
In ramos palmarum [1] Ante [Go Back]  
 [00057]  Πόλιν δὲ ἀκούων, τὴν παλαιὰν τῆς συναγωγῆς ἄτακτον πληθὺν ἐπιγίνωσκε.
 [00151]  οὐκ ἄχθῃ ἀκούων παρὰ τῶν ἀκάκων τὰ τῷ Θεῷ καὶ μόνῳ πρέποντα;
000-00-00 Serial Number=0111468136
In sancta et magna parasceve Ante [Go Back]  
 [00035]  Ὢ πολυτρόπου ἡμέρας! ὢ πολυπενθοῦς καὶ ἀπενθοῦς! ὢ πρωῒ μὲν λυπήσασα, ἑσπέρας δὲ εὐφράνασα! μᾶλλον δὲ ὢ πόσα θεραπεύσασα! Σκυθρωπῶς ὑμῖν ὁμολογῶ, τοῖς παλαιοῖς ἐντυγχάνων πάθεσιν, ἀκούων τὸν Ἀδὰμ τῆς πατρῴας ἑστίας ἐκπεσόντα, ἄνθρωπον παρα δείσου πολίτην ἄνευ γεωπονίας τρεφόμενον, ἄνευ ὄμβρου τρυφῶντα, μηδὲν ἱδρώτων ἢ δικέλλης ἢ πό [50.813] νου ἢ μόχθου πρὸς ζωὴν δεόμενον, ἀειθαλέσι δέν δρεσιν ἀγαλλόμενον, ἀπὸ ἀνθέων εἰς ἄνθη μεταβαί νοντα, ἀπὸ καρπῶν εἰς καρποὺς μετιόντα, ταῖς ἐπι θυμίαις ἀκολουθοῦσαν τὴν χρείαν ἔχοντα, οὐκ ἔχοντα δὲ διὰ κάλλους τῶν ὁρωμένων τίνι πρότερον τὰς χεῖρας ὑποβάλλει·
000-00-00 Serial Number=0339709997
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00167]  καὶ ἀκούων ὅτι μαστιχθέντες ἐκεῖνοι μετὰ χαρᾶς ἀνεχώρουν, ἐβουλήθη καὶ αὐτὸς μὴ τῇ τελευτῇ μόνον, ἀλλὰ καὶ τῇ χαρᾷ μιμήσασθαι τοὺς διδασκάλους·
000-00-00 Serial Number=0713517129
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00013]  Οὔτε γὰρ ὁ πλούσιος ἐνταῦθα τοῦ πένητος ὑπεριδεῖν δυνήσεται, ἀκούων παρὰ τῶν θείων Γραφῶν, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·
 [00014]  οὔτε ὁ πένης πλουτοῦντα ἕτερον ἰδὼν βασκανίᾳ ἁλώσεται, ἀκούων καὶ αὐτὸς ἑτέρου προφήτου λέγοντος·
 [00081]  ἀλλ' ἔμενεν ἀδάμαντος παντὸς ἰσχυρότερος, ταῖς ἀγαθαῖς ἐντρυ φῶν ἐλπίσι, καὶ τῇ τῶν ἀγώνων ἐγκαλλωπιζόμενος ὑποθέσει, ἱκανὴν παραμυθίαν ἔχων τῶν ἄθλων τὴν ἀφορμὴν, μάλιστα καθ' ἑκάστην ἀκούων Παύλου λέ γοντος·
000-00-00 Serial Number=0353997588
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00072]  Οὐδεὶς ἀκούων ἀπαγγέλλει·
000-00-00 Serial Number=0334350646
In sanctum pascha [1] Ante [Go Back]  
 [00018]  Καὶ γὰρ ὁ πρῶτος ἄνθρωπος γενόμενος ἀντὶ μεγάλου ἐπιτιμίου τοῦτο κατεδικά ζετο ἀκούων·
000-00-00 Serial Number=0125408173
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00048]  Ὁ φίλος δὲ τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου·
000-00-00 Serial Number=0243385494
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00088]  ἀλλ' εἶπε, Τίς ὁ ἁψάμενός μου, ἐν μετεώρῳ καταλείπων τὴν φωνὴν, ἵνα ἕκαστος ἀκούων, ἀνδρὸς εἶναι νομίσῃ τὴν τοιαύτην ἐπιχείρησιν·
000-00-00 Serial Number=0353503823
In secundum domini adventum Ante [Go Back]  
 [00133]  Ἀνάγνωθι τὴν ἱστορίαν τοῦ Ἰωσήππου, καὶ οὐδὲ ἀναπνεῦσαι δυνήσῃ ἀκούων, ἅπερ ἔπαθον ἐπὶ τῶν πραγμάτων ἐκεῖνοι.
000-00-00 Serial Number=0818497956
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01491]  Ὥσπερ γὰρ θρόνον ἀκούων οὐχὶ καθέδραν νοεῖς·
 [01598]  Τὸ δὲ Ἐδόθη, καὶ ὅσα τοιαῦτα ἀκούων, [56.233] μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς, μηδὲ ταπεινὸν περὶ τοῦ Υἱοῦ.
000-00-00 Serial Number=0474968195
Oratio de hypapante Ante [Go Back]  
 [00118]  Μὴ αἰσχύνου ἐλεγχόμενος ἀλλὰ μᾶλλον κατανύγηθι ἀκούων.
000-00-00 Serial Number=0038699567
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00167]  ἵν', ὅταν ἴδῃς πεπηρωμένην καὶ δεδεμένην τὴν μήτραν πρὸς παιδοποιίαν ἀνοιγομένην ἐκ τῆς τοῦ Θεοῦ χάριτος, μὴ θαυμάσῃς ἀκούων ὅτι παρθένος ἔτεκε.
000-00-00 Serial Number=0685579181
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02026]  Ἐλάλησε Ἰὼβ τῷ Κυρίῳ, ὅτι, Ἐγὼ κρίνομαι νουθετούμενος, καὶ ἐλέγχων Κύριον, ἀκούων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»