Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀκρόασιν [91]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀκρόασιν


000-00-00 Serial Number=0271531224
Ad Innocentium papam i Ante [Go Back]  
 [00027]  ἀλλὰ ἀπόντων ἡμῶν, καὶ σύνοδον ἐπικαλουμένων, καὶ κρίσιν ἐπιζητούντων, καὶ οὐκ ἀκρόασιν φευγόντων, ἀλλ' ἀπέχθειαν φανερὰν, καὶ κατηγόρους ἐδέχετο, καὶ τοὺς παρ' ἐμοῦ γενομένους ἀκοινωνήτους ἔλυε, καὶ παρ' αὐτῶν ἐκείνων οὐδέπω τὰ ἐγκλήματα ἀποδυσαμένων λιβέλλους ἐλάμβανε, καὶ ὑπομνήματα ἔπραττε, ἅπερ ἅπαντα παρὰ θεσμὸν καὶ κανόνων ἀκολουθίαν ἦν.
 [00031]  Ἑλκόμενος ὑπὸ τοῦ κουριώσου τῆς πόλεως ἐν μέσῃ τῇ πόλει, καὶ πρὸς βίαν συρόμενος κατηγόμην, καὶ εἰς πλοῖον ἐνεβαλλόμην, καὶ διὰ νυκτὸς ἔπλεον, ἐπειδὴ σύνοδον πρὸς δικαίαν ἀκρόασιν προεκαλούμην.
000-00-00 Serial Number=0554161847
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00012]  Ἐπεὶ γὰρ πολλὰ μὲν τὰ ἐπισκοτοῦντα τῇ ὄψει, πολλὰ δὲ τὰ θορυβοῦντα τὴν ἀκοὴν, καὶ τὴν γλῶτταν ὑποσκελίζοντα, δεῖ πάσης ἑαυτὸν ὑπεξαγαγόντα τῆς ταραχῆς καὶ τοῦ καπνοῦ, πρὸς ἐκείνην ἀναχωρῆσαι τὴν ἐρημίαν, ἔνθα πολλὴ μὲν ἡ γαλήνη, λαμπρὰ δὲ ἡ αἰθρία, θόρυβος δὲ οὐδεὶς, ἀλλὰ πεπήγασι μὲν ἀκλινεῖς οἱ ὀφθαλμοὶ πρὸς τὸν τοῦ Θεοῦ πόθον ἐνορῶντες ἀτενὲς, ἑστήκασι δὲ ἀτρεμεῖς αἱ ἀκοαὶ, πρὸς ἓν μόνον ἠσχολημέναι, τὴν τῶν θείων λογίων ἀκρόασιν, καὶ τῆς παναρμονίου καὶ πνευματικῆς ἐπακούουσαι συμφωνίας, ἧς ἡ τυραννὶς οὕτω κρατεῖ τῆς ἅπαξ ἁλούσης ψυχῆς, ὡς μήτε σῖτα, μήτε ποτὸν, μήτε ὕπνον αἱρεῖσθαι μεθ' ἡδονῆς τὸν ὑπ' ἐκείνης ἐφελκυσθέντα τῆς μελῳδίας.
000-00-00 Serial Number=0298738241
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00003]  Ἀγγέλοις μὲν οὐρανὸς εὐφροσύνης χωρίον, Ἐκκλησία δὲ πιστοῖς ἀντ' οὐρανῶν ἓν διαίτημα καὶ νόμιμον, ταῖς ψυχαῖς ἡδονὴν δωρουμένη τῶν ἱερῶν ἐπῳδῶν τὴν ἀκρόασιν.
000-00-00 Serial Number=0975104272
Ad populum Antiochenum Ante [Go Back]  
 [01286]  ὅτι γὰρ ἱκανὴν ἐδέξασθε παράκλησιν, διὰ τῆς σπουδῆς ταύτης ἐδείξατε, καὶ διὰ τῆς περὶ τὴν ἀκρόασιν προθυμίας.
 [01376]  περὶ γὰρ ψυχῆς ἐστιν ὁ λόγος, τὴν τῶν θείων λόγων ἀκρόασιν διὰ τῶν ἔργων ἐπιδεικνυμένης ἢ διακρουομένης.
 [02714]  Ὁ τραπέζης, ὡς ἔοικε, μετασχὼν αἰσθητῆς, ἐνόμισεν ἀνάξιον εἶναι μετὰ τροφὴν αἰσθητὴν ἐπὶ θείων λογίων ἀκρόασιν ἐλθεῖν·
 [02951]  ἀκρόασιν·
 [02962]  τῇ παρελθούσῃ συνάξει, ὅτε μετὰ τὴν τράπεζαν ἐπὶ ὕπνον ἐτρέπεσθε, ἢ νῦν, ὅτε μετὰ τὴν τράπεζαν πρὸς τὴν ἀκρόασιν τῶν θείων ἀπηντήκατε νόμων;
 [03438]  Ἐχώμεθα τοίνυν τῆς ἱερᾶς ἀγκύρας, καὶ καθάπερ ἐν τῷ καιρῷ τῶν κινδύνων ἡμᾶς οὐ προέδωκεν, οὕτω μηδὲ ἡμεῖς αὐτὴν ἐν τῷ καιρῷ τῆς ἀνέσεως καταλίπωμεν, ἀλλὰ μείνωμεν μετὰ ἀκριβείας, καὶ τὰς συνάξεις καὶ τὰς εὐχὰς καὶ τὴν τῶν θείων λογίων ἀκρόασιν ποιώμεθα καθ' ἡμέραν, καὶ τὴν σχολὴν ἣν ἀνηλίσκομεν περιεργαζόμενοι, πολυπραγμονοῦντες, τοὺς ἀπὸ τοῦ στρατοπέδου περιτρέχοντες, σπουδάζοντες ὑπὲρ τῶν ἐπικειμένων κακῶν, ταύτην ἀναλώσωμεν ἅπασαν εἰς τὴν τῶν θείων νόμων ἀκρόασιν, ἀλλὰ μὴ εἰς ἀκαίρους καὶ ἀνονήτους διατριβὰς, ἵνα μὴ πάλιν εἰς τὴν ἀνάγκην τῆς ἀσχολίας ἐκείνης ἑαυτοὺς καταστήσωμεν.
000-00-00 Serial Number=0153220534
Adversus Judaeos Ante [Go Back]  
 [00470]  Ἐπεὶ οὖν καὶ ἡμεῖς ἐμέλλομεν ὑμῖν παρατιθέναι τράπεζαν κατὰ τῆς Ἰουδαίων ἀναισθησίας, προλαβόντες ὑμῖν τοῖς ἁλιεῦσι διελέχθημεν, ἵνα σαγηνεύσητε τῶν ἀδελφῶν τῶν ὑμετέρων τοὺς ἀσθενεστέρους, καὶ πρὸς τὴν ἀκρόασιν τῶν ἡμετέρων ἀγάγητε λόγων.
 [01266]  Εὐλογητὸς ὁ Θεὸς, ὁ τοσαύτην ὑμῖν περὶ τὴν πνευματικὴν ἀκρόασιν ἐπιθυμίαν ἐνθείς.
 [02944]  καὶ ἐπαγαγὼν, ὅτι Κἀγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτὸ, ἔδειξεν, ὅτι μετὰ τὴν ἀκρόασιν τοῦτο γάρ ἐστιν ἡ τοῦ ἀργυρίου καταβολὴ, τοὺς ὑποδεξαμένους τὴν διδασκαλίαν τόκον ἐργάζεσθαι χρή.
000-00-00 Serial Number=0184728682
Catecheses ad illuminandos Ante [Go Back]  
 [00806]  πέπεισμαι γὰρ ὅτι καθαροὶ τοῦ πάθους ὑμεῖς τυγχάνετε διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ τούτου μέγιστον ποιοῦμαι δεῖγμα τὴν ἐνταῦθα μετὰ προθυμίας ὑμῶν συνέλευσιν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν τῆς πνευματικῆς ταύτης διδασκαλίας.
 [00890]  Ἰδοὺ γάρ τινες τῶν ἀκηκοότων τῆς παρ' ἡμῶν διδασκαλίας παρασυρέντες σήμερον καὶ τὴν ἀκρόασιν ταύτην τὴν πνευματικὴν καταλιπόντες ἐκεῖ δεδραμήκασι, πάντα ὑφ' ἓν ἀπὸ τῆς διανοίας τῆς ἑαυτῶν ῥίψαντες, τῆς ἁγίας τεσσαρακοστῆς τὴν μνήμην, τῆς ἀναστασίμου ἡμέρας τὴν σωτήριον ἑορτήν, τῶν θείων μυστηρίων τὴν φρικτὴν καὶ ἀπόρρητον κοινωνίαν, τῆς ἡμετέρας διδασκαλίας τὴν συνέχειαν.
000-00-00 Serial Number=0830133438
Catechesis de juramento Ante [Go Back]  
 [00132]  βούλομαι δὲ καὶ ἕτερον ὑμῖν ἀποδοῦναι χρέος, εἰ μὴ πρὸς τὴν ἀκρόασιν ἀπεκάμετε, καὶ εἰπεῖν, τίνος ἕνεκεν γυμνοὺς καὶ ἀνυποδέτους ὑμᾶς πρὸς τὰς τῶν ἐξορκιζόντων ἐντεῦθεν παραπέμπομεν φωνάς·
000-00-00 Serial Number=0361631572
De Anna i Ante [Go Back]  
 [00598]  Μὴ τοίνυν, ἐπειδὴ χρήματα καὶ ἀργύριον οὐκ ἔστι λαβεῖν ἀπὸ τοῦ διηγήματος, ἀνόνητον ἡμῖν εἶναι τὴν ἀκρόασιν νομίζωμεν, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο κερδαλέαν καὶ ὠφέλιμον, ἐπειδὴ οὐ χρυσίον καὶ ἀργύριον, ἀλλ' ὃ πολλῷ μεῖζον τούτων ἐστὶ, ψυχῆς εὐλάβειαν, καὶ τοὺς ἐν τοῖς οὐρανοῖς ἡμῖν δείκνυσι θησαυροὺς, καὶ διδάσκει πῶς ἅπαντα διακρουσόμεθα κίνδυνον.
000-00-00 Serial Number=0301499963
De Lazaro Ante [Go Back]  
 [00340]  Τὰ γοῦν ἄπειρα πλήθη τότε ἑστιάσας ἐπὶ τῆς ἐρήμου, οὐκ ἐπὶ κλίνην καὶ ὕπνον αὐτοὺς ἔπεμψεν, ἀλλ' ἐπὶ θείων ἀκρόασιν ἐκάλεσε λογίων.
 [00824]  ∆ιὸ δὴ πάντα τὰ εἰρημένα μετὰ ἀκριβείας φυλάξαντες, τά τε νῦν, τά τε πρώην λεχθέντα, μετὰ ἀσφαλείας ἁπάσης ἀποθώμεθα, καὶ πρὸς τὴν τῶν μελλόντων ῥηθήσεσθαι ἀκρόασιν ἐκ τῶν εἰρημένων ἐπιτηδειοτέρους ἑαυτοὺς κατασκευάσατε·
 [00842]  ∆ιὰ τοῦτο καὶ τὴν ὑπόθεσιν τῶν μελλόντων ῥηθήσεσθαι πολλάκις ὑμῖν προλέγομεν πρὸ πολλῶν ἡμερῶν, ἵνα ἐν ταῖς μεταξὺ ταύταις ἡμέραις τὸ βιβλίον λαβόντες, καὶ τὴν περικοπὴν ἅπασαν ἐπιόντες, καὶ καταμαθόντες τί μὲν εἴρηται, τί δὲ ὑπολέλειπται, εὐμαθεστέραν ὑμῶν ποιήσητε τὴν διάνοιαν πρὸς τὴν ἀκρόασιν τῶν μετὰ ταῦτα ῥηθησομένων.
 [02070]  κἂν ταχὺς ᾖς, κἂν παρεσκευασμένος πρὸς ἀκρόασιν, μὴ ἔχῃς δὲ παρακολουθοῦντα τὸν ἀδελφὸν τοῖς καταβαλλομένοις, καταβήτω ὁ ὀφθαλμός σου πρὸς τὴν πτέρναν·
000-00-00 Serial Number=0066306412
De Melchisedech Ante [Go Back]  
 [00040]  τὸ μὲν εἰπεῖν, Πολὺς καὶ δυσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα μὴ ῥᾳθυμότεροι γίνωνται περὶ τὴν ἀκρόασιν·
000-00-00 Serial Number=0456152201
De gloria in tribulationibus Ante [Go Back]  
 [00010]  Παράκλησιν ὑμῖν ἐντεῦθεν πρὸς τὴν ἀκρόασιν εἰσαγαγεῖν βούλομαι, καὶ παραμυθίαν πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας.
 [00011]  Εἰ γὰρ τῶν [51.156] εἰρημένων ἕκαστος τὸ ἐπίπονον κοῦφον ἡγεῖται διὰ τὴν τῶν μελλόντων ἐλπίδα, καὶ ταῦτα, εἰ καί τις αὐτῶν ἐπιτυχεῖν δυνηθείη, τῷ παρόντι συγκαταλυόμενα βίῳ, πολλῷ μᾶλλον ὑμᾶς τὴν ὑπὲρ τῆς πνευματικῆς διδασκαλίας ἀκρόασιν ἀνέχεσθαι χρὴ, καὶ τὴν ὑπὲρ τῆς αἰωνίου ζωῆς παράταξίν τε καὶ τοὺς ἱδρῶτας γενναίως φέρειν.
000-00-00 Serial Number=0921319425
De incomprehensibili dei natura Ante [Go Back]  
 [00789]  Ἀπὸ τῆς ῥᾳθυμίας ταύτης καὶ τοὺς ἐπαίνους τοὺς ἐπὶ τῇ κατὰ τὴν ἀκρόασιν σπουδῇ πάντας ἀπόλλυτε.
 [01064]  Ἵν' οὖν μηδὲ τοῦτο γίνηται, μηδὲ τὴν περὶ τὴν ἀκρόασιν προθυμίαν ἡ τῶν χρημάτων ζημία κατασβέσῃ τῷ χρόνῳ, πολλῶν τοῦτο πασχόντων, παραινῶ καὶ συμβουλεύω πᾶσιν ὑμῖν, μηδένα χρυσίον ἐπιφερόμενον ἐσιέναι ἐνταῦθα, ὥστε μὴ τὴν ὑμετέραν σπουδήν, τὴν περὶ τὴν ἀκρόασιν, ἐφόδιον ἐκείνοις γενέσθαι τῆς κακουργίας, μηδὲ τὴν ἡδονὴν τὴν ἐκ τῆς ἐνταῦθα διατριβῆς ἐγγινομένην ὑμῖν, τῇ τῶν χρημάτων ἀμαυρωθῆναι κλοπῇ.
 [01065]  Καὶ γὰρ ὁ διάβολος τοῦτο κατεσκεύασεν, οὐχ ἵνα ὑμᾶς πενεστέρους ἐργάσηται, ἀλλ' ἵνα ἡ τῶν χρημάτων ἀπώλεια, εἰς ἀηδίαν ὑμᾶς ἐμβαλοῦσα πολλήν, τῆς προθυμίας ἀπαγάγῃ τῆς περὶ τὴν ἀκρόασιν.
000-00-00 Serial Number=0559203982
De mutatione nominum Ante [Go Back]  
 [00313]  Ὑμῖν δὲ οὐ στέφανος δάφνης, ἀλλὰ στέφανος δικαιοσύνης πρόκειται τῆς ἀκροάσεως ὁ μισθὸς, καὶ οὐδὲ μέχρι μεσημβρίας μέσης ὑμᾶς κατέχομεν, ἀλλ' ἀπ' αὐτῶν τῶν προοιμίων τῆς ὑμετέρας ἕνεκα ὀλιγωρίας διαφίεμεν, ἔτι τοῦ ἀέρος ὄντος ψυχροτέρου, καὶ οὐ διαθερμαινομένου ταῖς ἀπὸ τῶν ἀκτίνων βολαῖς, οὐ γυμνῇ τῇ κεφαλῇ κελεύοντες ὑμᾶς τὴν ἀκτῖνα δέχεσθαι, ἀλλ' ὑπὸ τὸν θαυμαστὸν τοῦτον ἄγομεν ὄροφον, καὶ τὴν ἀπὸ τῆς στέγης παρέχομεν παραμυθίαν παντὶ τρόπῳ ἐπινοοῦντες ὑμῖν ἄνεσιν, ὥστε γενέσθαι τῶν λεγομένων μόνιμον τὴν ἀκρόασιν.
 [00319]  εἰ πρὸς τὴν ἀκρόασιν οὕτω βάναυσοι, πόθεν δῆλον, ὅτι πρὸς τὴν πρᾶξίν ἐσμεν διεγηγερμένοι;
000-00-00 Serial Number=0732891619
De paenitentia [1] Ante [Go Back]  
 [00008]  Καὶ καθάπερ οἱ ζωγράφοι, ποικίλα χρώματα κεραννύντες, τὰς τῶν σωμάτων εἰκόνας ἐργάζονται, οὕτω καὶ ἡμεῖς τὴν σπουδὴν ὑμῶν τὴν ἐν ταῖς συνάξεσι, τὴν προθυμίαν τὴν περὶ τὴν ἀκρόασιν, τὴν εὔνοιαν τὴν περὶ τὸν λέγοντα, τὰ ἄλλα πάντα κατορθώματα καθάπερ ποικίλα χρώματα ἀρετῆς κεράσαντες, καὶ τὸν χαρακτῆρα τῆς ψυχῆς ὑμῶν ὑπογράψαντες, καὶ πρὸ τῶν ὀφθαλμῶν τῆς διανοίας θέντες, ἱκανὴν διὰ τῆς φαντασίας ταύτης ἐλαμβάνομεν τῆς ἀποδημίας παραμυθίαν.
000-00-00 Serial Number=0387304783
De paenitentia sermo 1 Ante [Go Back]  
 [00086]  Οἶδα γὰρ πολλοὺς συνερχομένους, οὐ διὰ Θεὸν, οὐδὲ δι' ἀκρόασιν τῶν ἁγίων αὐτοῦ ῥημάτων.
 [00119]  καὶ τοῦτο κατορθώσας τὸ ἐμπόδιον τῆς σωτηρίας, καὶ ἑαυτὸν ἐλευθερώσας καὶ λύσας ἀπὸ τοῦ τοιούτου χαλεποῦ δεσμοῦ, τρέχει πρὸς τὴν τῶν θείων λογίων ἀκρόασιν·
 [00121]  Καὶ συσφίγξας ἑαυτὸν καὶ συναγαγὼν ἑαυτοῦ τὴν διάνοιαν, καὶ πᾶσαν βιωτικὴν τέως ἀποῤῥιψάμενος μέριμναν, ἑτοιμάζει τὰς ἀκοὰς πρὸς ἀκρόασιν τῆς ἀγγελικῆς μελῳδίας·
 [00160]  Μετὰ τοῦτο ὅτε λοιπὸν προκηρυχθῇ πάντα, καὶ καταπαύσουσιν οἱ πρόδρομοι καὶ λειτουργοὶ κηρύσσειν καὶ μηνύειν τοῦ ∆εσπότου τὴν ἐπὶ τοῦ ἄμβωνος ἄνοδον, τῶν ἱερέων τέως καθεζομένων, καὶ τῶν λειτουργῶν σιωπησάντων, καὶ τῆς ὥρας καταφθανούσης τοῦ ἀναφανῆναι ἐφ' ὑψηλοῦ τόπου τὸν ἀκόρεστον ∆εσπότην καὶ Κύριον τῆς δόξης, καὶ τοῦ λαοῦ τὰς ἀκοὰς ἑτοιμάζοντος πρὸς ἀκρόασιν τῶν θεολέκτων καὶ ζωοποιῶν ῥημάτων, καὶ ὠθούντων ἑαυτοὺς, καὶ τῷ ἄμβωνι πλησιαζόντων, καὶ σιγῆς πολλῆς γενομένης, ὅτε λοιπὸν οὐκ ἔξεστί τινα καθέζεσθαι, οὐκ ἀρχιερέα, οὐχ ἱερέα, οὐ βασιλέα ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης τοῦ ἀναφαινομένου, κράζουσιν ἐν δυνάμει οἱ τὴν τῶν ἀγγέλων ἐπέχοντες τάξιν, λέγοντες πρὸς πάντας μικρούς τε καὶ μεγάλους·
000-00-00 Serial Number=0585137069
De proditione Judae Ante [Go Back]  
 [00007]  οὐδὲ γὰρ ἔστιν ἑτέραν πόλιν εὑρεῖν οὕτως ἐρωτικῶς πρὸς τὴν ἀκρόασιν τῶν πνευματικῶν λογίων διακειμένην.
000-00-00 Serial Number=0445924878
De prophetiarum obscuritate Ante [Go Back]  
 [00038]  τῷ μὲν γὰρ εἰπεῖν, Πολὺς καὶ ∆υσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα προθυμότεροι γένωνται περὶ τὴν ἀκρόασιν·
000-00-00 Serial Number=0688207448
De sacerdotio Ante [Go Back]  
 [01172]  Γενναίας οὖν δεῖ κἀνταῦθα ψυχῆς καὶ πολὺ τὴν ἡμετέραν ὑπερβαινούσης σμικρότητα ἵνα τὴν ἄτακτον καὶ ἀνωφελῆ τοῦ πλήθους ἡδονὴν κολάζῃ καὶ πρὸς τὸ ὠφελιμώτερον μετάγειν δύνηται τὴν ἀκρόασιν, ὡς αὐτῷ τὸν λαὸν ἕπεσθαι καὶ εἴκειν, ἀλλὰ μὴ αὐτὸν ταῖς ἐκείνων ἄγεσθαι ἐπιθυμίαις.
000-00-00 Serial Number=0924921751
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00176]  φέρε δὴ λοιπὸν ἐπὶ τὸ ἐγκώμιον τῶν μαρτύρων ἴωμεν, εἰ μὴ ἀπεκάμετε πρὸς τὴν ἀκρόασιν·
000-00-00 Serial Number=0011592805
De sanctis martyribus [1] Ante [Go Back]  
 [00176]  ἐντεῦθεν πολλὰ ἁπλῶς καὶ ὡς ἔτυχεν ἡμῖν ἐν τῇ διανοίᾳ κεῖται, ἐπειδὴ τὴν τῶν θείων λόγων ἀκρόασιν δεχόμενοι, πρὶν ἢ τὰ πρόθυρα ὑπερβῆναι τῆς ἐκκλησίας, εὐθέως ῥίπτομεν, καὶ τὸ φῶς κατασβέσαντες, μετὰ πολλοῦ τοῦ ζόφου βαδίζομεν.
000-00-00 Serial Number=0298637748
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01423]  Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας ἐστὶ σημεῖον, οὕτω καὶ τὸ περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων ἐσπουδακέναι, τῆς κατὰ ψυχὴν ὑγείας τεκμήριον ἄν τις μέγιστον ποιήσαιτο.
000-00-00 Serial Number=0983828604
Homilia in martyres Ante [Go Back]  
 [00040]  Ἐννόησον ἡλίκος γέλως, μετὰ τοιαύτην σύνοδον, μετὰ παννυχίδας, μετὰ Γραφῶν ἁγίων ἀκρόασιν, μετὰ μυστηρίων θείων κοινωνίαν, καὶ μετὰ πνευματικὴν χορηγίαν, ἄνδρα ἢ γυναῖκα ἐν καπηλείῳ φαίνεσθαι διημερεύοντας.
000-00-00 Serial Number=0726778984
In Acta apostolorum Ante [Go Back]  
 [02567]  Τότε μὲν οὖν αὐτοὺς εἰς τὴν ἀκρόασιν διήγειρε τὸ πρᾶγμα τὸ περὶ τὰς γλώσσας, νυνὶ δὲ τοῦτο·
 [09999]  καὶ οὐχ ἁπλῶς εἶπε, Παρὰ Γαμαλιήλου, ἀλλὰ, Παρὰ τοὺς πόδας, τὴν καρτερίαν, τὴν προσεδρείαν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν, τὴν πολλὴν πρὸς τὸν ἄνδρα αἰδῶ δεικνύς.
 [09999]  Τοιαῦται αἱ τράπεζαι ἦσαν, ὡς νήφοντας πάλιν ἀπιέναι τοὺς ἀκροατὰς, καὶ πρὸς ἀκρόασιν εἶναι ἐπιτηδείους.
 [09999]  Ἐπειδὴ γὰρ θαῦμα ἔμελλε γίνεσθαι μέγα, ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν ὁ ἔξω τῆς πόλεως κρίνεται, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων.
 [09999]  Ἀρκεῖ, εἴ τις ἐπαίνων ἐρᾷ, τὸ μετὰ τὴν ἀκρόασιν τούτων τυγχάνειν, ὅταν τοὺς καρποὺς συλλέγῃ.
 [09999]  Οὐκοῦν διὰ τοῦτο οὐ προδώσεις τὴν ὄψιν, καὶ τὴν ἀκρόασιν, ὧν τε ἑώρακας ὧν τε ἤκουσας·
 [09999]  Εἶδες, πῶς οὐ μικρὰ πρὸς τὴν ἀκρόασιν συνεβάλετο καὶ ὁ χειμὼν καὶ τὸ σκότος;
000-00-00 Serial Number=0789858997
In Bassum martyrem Ante [Go Back]  
 [00005]  Ἔδει μὲν ἡμᾶς τοσαύτης λόγων πηγῆς συνήθως εἰς ὑμᾶς χεομένης, νῦν δὲ διὰ τῶν προλαβόντων ἡμῶν ἱερέων τε καὶ διδασκάλων πλουσίας ὑμῖν τῆς πνευματικῆς παρατεθείσης τραπέζης, τὰς πενιχρὰς τῶν ἡμετέρων ῥημάτων ἀναστεῖλαι ψεκάδας, καὶ μάλιστα τῇ πολυχρονίῳ τοῦ σώματος ἀῤῥωστίᾳ, καὶ τῇ ἀσθενείᾳ τῆς φωνῆς, ἔτι γε μὴν καὶ ταῖς ὑπαλλήλοις φροντίσι κεκρατημένους, φιλόχριστοι, ἀλλ' ἐπειδὴ καὶ ἡμᾶς πρὸς τὸ λέγειν ἐπιτρέπεσθε ἀκορέστῳ περὶ τὴν θείαν ἀκρόασιν κεκρατημένοι τῷ πόθῳ, φέρε τῇ χάριτι τοῦ Σωτῆρος διὰ βραχέων τὰ πρόσφορα καὶ ἁρμόζοντα τῷ καιρῷ παραθώμεθα τῇ ὑμετέρᾳ χρηστότητι.
000-00-00 Serial Number=0662325501
In Genesim sermo 3 Ante [Go Back]  
 [00241]  οὐχ ὑπήκουσε τοῖς ὠσὶν αὐτῆς τῆς ζωῆς τὴν ἀκρόασιν·
000-00-00 Serial Number=0047306359
In Genesim sermones Ante [Go Back]  
 [00551]  ἀλλ' ἵνα μάθητε πόσην περὶ τὴν ἀκρόασιν σπουδὴν ἐπιδείκνυσθαι χρή.
 [00900]  Ἐπίθετε τοίνυν μετὰ τὴν ἀκρόασιν τὰ κλεῖθρα ταῖς θύραις.
 [01247]  Ὥστε δὲ εὐμαθεστέραν καὶ σαφεστέραν ὑμῖν γενέσθαι τὴν ἀκρόασιν, καὶ τῶν χθὲς ὑμῖν εἰρημένων ἀναμνήσωμεν ἐν βραχεῖ.
000-00-00 Serial Number=0322722673
In Joannem Ante [Go Back]  
 [00041]  Εἰ τοίνυν καὶ ἀρχαὶ καὶ ἐξουσίαι καὶ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ διὰ τῆς Ἐκκλησίας ἔμαθον ταῦτα, εὔδηλον ὅτι καὶ αὗται μετὰ πολλῆς τῆς σφοδρότητος περὶ ταύτην ἐσπούδασαν τὴν ἀκρόασιν.
 [00243]  Ὅλην τε γὰρ πρὸς ἑαυτὸν ἐφειλκύσατο τὴν οἰκουμένην, καὶ πάσης ἀλλοκότου τραγῳδίας τὸν ἡμέτερον ἀπήλλαξε βίον, μετὰ τὴν τῶν λόγων τούτων ἀκρόασιν.
 [00327]  ∆ιὸ παραινέσας ἐκεῖνα, ἅπερ ἐστὶν ὑμῖν καὶ πρὸς τὴν τῶν εἰρημένων, καὶ πρὸς τὴν τῶν λεχθησομένων ἀκρόασιν χρήσιμα, πάλιν σιγήσομαι.
 [00375]  Τί γὰρ ἕξομεν τῶν οὐκ ἀκηκοότων πλέον, ὅταν καὶ μετὰ τὴν ἀκρόασιν μηδὲν οἴκαδε ἀπέλθωμεν ἔχοντες, ἀλλὰ θαυμάζοντες τὰ εἰρημένα μόνον;
 [00404]  Προσοχῆς μὲν ἕνεκεν τῆς περὶ τὴν ἀκρόασιν, περιττὸν λοιπὸν ὑμῖν παραινεῖν·
 [01810]  καὶ πάντα ἁπλῶς διακωδωνίσαντες, οὕτως ἀπαντᾶτε πρὸς τὴν ἀκρόασιν.
 [01813]  ὑμεῖς δὲ ὀξύτεροι καὶ διορατικώτεροι τούτῳ τῷ τρόπῳ γενήσεσθε, οὐ πρὸς τὴν ἀκρόασιν μόνον, οὐδὲ πρὸς τὴν μάθησιν, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι ἑτέρους.
 [01912]  Καὶ γὰρ καὶ σφόδρα δεδοίκαμεν, μήποτε σπουδαζόντων μὲν ἡμῶν, ὑμῶν δὲ οὐκ ἐθελόντων τὴν αὐτὴν ἐπιδείξασθαι περὶ τὴν ἀκρόασιν φιλοπονίαν, αἱ τῶν μελλόντων εὐθῦναι χαλεπώτεραι γένωνται.
 [03124]  Εἰ γὰρ οἱ Σαμαρεῖται λέγουσι μετὰ τὴν ἀκρόασιν αὐτοῦ τῇ γυναικὶ, Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν·
 [03252]  ἀλλὰ τὴν πολλὴν σπουδὴν ἢν εἶχον περὶ τὴν ἀκρόασιν ἐπιδείκνυνται, τῷ μηδὲ ὑπὸ τῆς ὥρας ἀποτραπῆναι.
 [03306]  Εἰ δὲ ἐμοῦ φθεγγομένου, εἰ δὲ ἐν ἐκκλησίᾳ ἑστῶτες, εἰ δὲ ἐκείνων ἀπέχοντες ἐπάθετέ τι πρὸς τὴν ἀκρόασιν·
000-00-00 Serial Number=0892897069
In assumptionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00088]  δῶμεν καὶ ταῖς λοιπαῖς κιθάραις ἀκρόασιν·
000-00-00 Serial Number=0930603862
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00138]  συνιόντες γὰρ οἱ πιστοὶ πάντες μετὰ τὴν τῆς διδασκαλίας ἀκρόασιν, μετὰ τὰς εὐχὰς, μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν, τῆς συνάξεως λυθείσης, οὐκ ἀνεχώρουν εὐθέως οἴκαδε, ἀλλ' οἱ πλούσιοι καὶ εὐπορώτεροι φέροντες οἴκοθεν τροφὰς καὶ ἐδέσματα, τοὺς πένητας ἐκάλουν, καὶ κοινὰς ἐποιοῦντο τραπέζας, κοινὰς ἑστιάσεις, κοινὰ συμπόσια ἐν αὐτῇ τῇ ἐκκλησίᾳ·
000-00-00 Serial Number=0760293543
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04588]  Ταῦτ' οὖν εἰδότες καὶ καταμαθόντες, ὡς [61.512] ἐντεῦθεν πᾶσα ὠφέλεια τοῦ βίου, καὶ ἡ τῆς οἰκουμένης διόρθωσις, θαμινὰ βαδίζετε παρὰ τὴν τῶν θείων λόγων ἀκρόασιν, καὶ τὰς συνόδους τὰς ἐνταῦθα, καὶ τὰς εὐχάς.
 [07101]  ὅτε δὲ ἠλαυνόμεθα, καὶ σωφρονέστεροι καὶ ἐπιεικέστεροι καὶ σπουδαιότεροι καὶ περὶ τοὺς συλλόγους τούτους ἦμεν προθυμότεροι, καὶ περὶ τὴν ἀκρόασιν.
000-00-00 Serial Number=0880294323
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04678]  Ἀλλ' ἐπειδὴ τοῦτο βίου καθαρότητα, οὐκέτι δὲ ἀκρίβειαν τὴν περὶ τὴν ἀκρόασιν αὐτοῖς ἐμαρτύρει, ὅρα πῶς καὶ τοῦτο μεθοδεύει τὸ μέρος, λέγων οὕτως·
 [04735]  καὶ ἐκ περιουσίας ἐπιστομίζων καὶ λέγων, ὅτι εἰ καὶ μηδεὶς ἦν σοφὸς ἐν ὑμῖν, τοῖς ἀσυνέτοις ἐπιτρέπειν ἐχρῆν μᾶλλον τὴν ἀκρόασιν, ἢ τοὺς ἔξωθεν δικάζειν.
000-00-00 Serial Number=0380582511
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01333]  Ἐάν τις ἐλεημοσύνην, εἰπέ μοι, ποιῇ, εἶτα ἄλλος περὶ ἐλεημοσύνης διαλέγηται, οὐ μόνον οὐκ ἀποκναίει πρὸς τὴν ἀκρόασιν, ἀλλὰ καὶ γάννυται, ἀκούων τῶν οἰκείων κατορθωμάτων λεγομένων καὶ ἀνακηρυττομένων.
000-00-00 Serial Number=0236346364
In epistulam ad Romanos Ante [Go Back]  
 [00139]  Ἐπειδὴ γὰρ ἀπεχθῶς εἶχον πρὸς αὐτὸν, ἵνα μὴ ἐκ προοιμίων ἀκούσαντες τοῦ ὀνόματος, ἀποκλείσωσι τῷ λόγῳ τὴν εἴσοδον, ἐσοφίσατο διὰ τοῦ κρύψαι τὸ ὄνομα τὴν ἀκρόασιν τὴν ἐκείνων.
 [01704]  Ἐπειδὴ πάντα ἐξέβαλε, τὴν ἀκρόασιν, τὴν διδασκαλίαν, τὸ ὄνομα τοῦ Ἰουδαίου, τὴν περιτομὴν, τὰ ἄλλα πάντα, διὰ τοῦ λέγειν, ὅτι Ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος οὐκ ἔστιν, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ, ὁρᾷ λοιπὸν ἀντίθεσιν ἀνακύπτουσαν·
000-00-00 Serial Number=0786669552
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00254]  ∆ιόπερ ἐνταῦθα στήσας τὸν λόγον, παρακαλῶ καὶ δέομαι τά τε εἰρημένα μετ' ἀκριβείας φυλάττειν, ὅσα περὶ πολιτείας, [51.282] καὶ πίστεως, καὶ παρθενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεημοσύνης ἠκούσατε, καὶ ταῦτα κατέχοντας ἀσφαλῶς, πρὸς τὴν τῶν μελλόντων ἀκρόασιν ἀπαντῆσαι.
000-00-00 Serial Number=0220355749
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00008]  Ταύτης δὲ ὑμεῖς αἴτιοι τῆς μεγαλοψυχίας, τῇ προθυμίᾳ τῆς ἀκροάσεως τοὺς ἀναπεπτωκότας διεγείροντες, πρὸς τὴν ἀκρόασιν κεχηνότες, καὶ τῆς τοῦ λέγοντος ἐκκρε μάμενοι γλώττης.
 [00097]  Ἐπεὶ οὖν βλέπουσιν οἱ ὀφθαλμοὶ ὑμῶν θεωρίαν, καὶ ἀκούει τὰ ὦτα ἀκρόασιν, ἣν ὁ Χρι στὸς ἐμακάρισε, φέρε ὑμῖν τοὺς μαργαρίτας τῶν Γρα φῶν παραθῶμεν.
000-00-00 Serial Number=0352829874
In illud In faciem ei restiti Ante [Go Back]  
 [00025]  Ἀλλ' εἴπερ ποτὲ προθυμίαν μοι παρέσχετε καὶ πολλὴν σπουδὴν ἐπὶ τὴν ἀκρόασιν, ὥσπερ οὖν ἀεὶ παρεσχήκατε, ταύτην αἰτῶ καὶ τήμερον ἐμοὶ δοῦναι τὴν χάριν.
000-00-00 Serial Number=0592309356
In illud Messis quidem multa Ante [Go Back]  
 [00210]  τῶν μὲν προσιόντων τὸ βουληθῆναι καὶ ἑλέσθαι, καὶ πολλὴν ἐπιδείξασθαι τὴν προθυμίαν καὶ γενναίαν τὴν πίστιν, τοῦ δὲ τὸ παρέχειν τὰ δῶρα, καὶ εὔσημον ποιῆσαι τὸν λόγον καὶ σαφῆ τὴν διδασκαλίαν, καὶ τὰ σπέρματα καταβαλεῖν, καὶ βοηθῆσαι πρὸς τὸ ὥριμον γενέσθαι τὴν ἀκρόασιν.
000-00-00 Serial Number=0150665343
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00028]  Ὅθεν δῆλον, ὅτι κἂν ἡμεῖς σπουδαῖοι ὦμεν καὶ συγκεκροτημένοι, κἂν πολλὴν ἐπιθυμίαν ἔχωμεν περὶ τὴν ἀκρόασιν τῶν θείων Γραφῶν, οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῶν.
 [00126]  σὺ δὲ, ὁ τῆς σκιᾶς ἀνώτερος, ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν καταξιωθεὶς, ὁ πρὸς τὴν τῶν οὐρανῶν πολιτείαν τελῶν, οὐδὲ τὴν αὐτὴν ἐκείνοις ἐπιδείκνυσαι σπουδὴν τοῖς τῇ κακίᾳ προσεδρεύουσιν ἀκαίρως, ὁ τὴν ἀλήθειαν ἐγχειρισθεὶς, ἀλλὰ μικρὸν μέρος ἡμέρας ἐνταῦθα καλούμενος, οὐδὲ τοῦτο ὑπομένεις ἀναλῶσαι πρὸς τὴν τῶν θείων ἀκρόασιν λογίων;
000-00-00 Serial Number=0082714081
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00268]  ∆ιὸ καὶ πολλάκις δυσκόλοις ἐπεχείρησα νοήμασιν, οὐ προσδοκήσας αὐτὰ εὔληπτα ἔσεσθαι, ἀπὸ δὲ τῆς σπουδῆς τῆς κατὰ τὴν ἀκρόασιν ἰδὼν τὰ δύσκολα ῥᾴδια γενόμενα.
000-00-00 Serial Number=0152717769
In illud Vidi dominum Ante [Go Back]  
 [00252]  [2.1] Χαίρω μὲν συντρέχοντας ὑμᾶς ὁρῶν πρὸς τὴν ἀκρόασιν τῶν θείων λογίων, [καὶ τεκμήριον μέγιστον τοῦτο ποιοῦμαι τῆς κατὰ Θεὸν ὑμῶν προκοπῆς].
000-00-00 Serial Number=0281756997
In principium Actorum Ante [Go Back]  
 [00131]  ποιήσατε τοὺς ὑμετέρους λόγους διὰ τῆς ὑμετέρας γλώττης διαβῆναι πρὸς τὴν ἐκείνων ἀκρόασιν.
 [00134]  ξένον δὲ καὶ καινὸν λέγω οὐ κατὰ τὴν πνευματικὴν τράπεζαν, ἀλλὰ ξένον κατὰ τὴν ὑμετέραν ἀκρόασιν.
 [00140]  Οὐ ξένον μὲν, ὅτι τῆς ἀκολουθίας ἐστὶ τῶν θείων Γραφῶν, ξένον δὲ, διότι τάχα ἀήθης ὑμῖν ἡ ἀκοὴ πρὸς τὴν τοιαύτην ἀκρόασιν.
 [00741]  Ἱκανοὶ γὰρ ὑμεῖς καὶ λιθίνην λαβόντες διάνοιαν, πτεροῦ παντὸς κουφοτέραν ἐργάσασθαι τῇ περὶ τὴν ἀκρόασιν ἐπιθυμίᾳ τε καὶ σπουδῇ.
000-00-00 Serial Number=0064988434
Quales ducendae sint uxores Ante [Go Back]  
 [00014]  οὕτω δὴ καὶ ὑμεῖς περὶ τὴν τῶν θείων λογίων ἀκρόασιν μεμηνότες, ἀποδέχεσθε μὲν τοὺς σοφωτέρους τῶν διδασκάλων, καὶ τοῖς εὐτελεστέροις δὲ οὐ τὴν τυχοῦσαν παρέχετε σπουδὴν καὶ προθυμίαν.
000-00-00 Serial Number=0641746759
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00013]  Καίτοι καὶ εἰ κατὰ τοὺς ἀεννάως ῥέοντας ποταμοὺς πηγαὶ λόγων ἐναπέκειντό μου τῷ στόματι, τοσούτων ἀθρόων συνδραμόντων πρὸς τὴν ἀκρόασιν, ταχέως ἀνεστάλη μοι τῷ φόβῳ τὸ ῥεῖθρον καὶ ἀνεχαίτισεν ἂν εἰς τοὐπίσω τὰ νάματα·
 [00018]  ∆ιὸ δέομαι πάντων ὁμοίως ὑμῶν, ἀρχόντων καὶ ἀρχομένων, ὅσην ἡμῖν ἀγωνίαν ἐνεβάλετε τῇ συνδρομῇ τῇ κατὰ τὴν ἀκρόασιν, τοσοῦτον ἐμπνεῦσαι θάρσος ἡμῖν διὰ τῆς σπουδῆς τῆς κατὰ τὰς εὐχὰς καὶ δεηθῆναι τοῦ διδόντος ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, δοῦναι καὶ ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»