Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀκροατὴν [96]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀκροατὴν


000-00-00 Serial Number=0008947909
Adversus Judaeos Ante [Go Back]  
 [00525]  Φοβεῖ τοίνυν τὸν ἀκροατὴν, ἀναμιμνήσκων τοῦ βασιλικοῦ θρόνου, καὶ δεικνὺς ὅτι οὗτοι οἱ λόγοι μάρτυρες ἔσονται αὐτῷ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἕκαστος τῶν ἑαυτῷ πεπραγμένων, καὶ ὧν εἶπε καὶ ὧν ἤκουσεν, ὑπέχῃ λόγον.
 [02488]  Ἐπειδὴ δὲ τοσαῦτα χρὴ λέγειν ὅσα δυνατὸν ὑποδέχεσθαι τὸν ἀκροατὴν, καὶ μὴ πάντα ὑφ' ἓν, μηδὲ ἀθρόως, εἰς ἕτερον ἐκεῖνα ταμιευσάμενοι καιρὸν, τέως ἐνταῦθα καταλύσομεν τὸν λόγον, παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μεμνῆσθαι τῶν εἰρημένων, καὶ τοῖς ἔμπροσθεν λεχθεῖσι ταῦτα συνάψαι·
000-00-00 Serial Number=0272026539
Commentarius in Job Ante [Go Back]  
 [04325]  δεῖ δὲ πρότερον τῆς ἱστορίας ἐπιμεληθῆναι καὶ τότε, εἴ τι τὸν ἀκροατὴν ὠφελεῖ καὶ ἐκ τῆς ἀναγωγῆς, μὴ παριδεῖν.
000-00-00 Serial Number=0792299926
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00093]  Ἐκ προοιμίων εὐθέως ἀνίστησι τὸν ἀκροατὴν, καὶ διεγείρει τὰ φρονήματα τῶν ἀκουόντων, δεικνὺς ὅτι οὐκ αὐτοῦ τὰ ῥήματα, ἀλλὰ τοῦ ἀπεσταλκότος αὐτὸν Θεοῦ.
000-00-00 Serial Number=0240451932
De Lazaro Ante [Go Back]  
 [02193]  ∆ιὰ τοῦτο οὐκ ἄγω τὸν λόγον εἰς πλάτος, ἵνα μὴ συγχέω τὸν ἀκροατὴν τῷ πλήθει τῶν λεγομένων·
000-00-00 Serial Number=0056579411
De decem millium talentorum debitore Ante [Go Back]  
 [00028]  Καὶ καθάπερ ἐπὶ τῆς κιθάρας ἅπτεται μὲν ὁ τεχνίτης τῶν νευρῶν, ἅπτεται δὲ καὶ ὁ ἄτεχνος, ἀλλ' ὁ μὲν λυπεῖ τὸν ἀκροατὴν, ὁ δὲ ψυχαγωγεῖ καὶ τέρπει, καίτοι γε οἱ αὐτοὶ δάκτυλοι καὶ αἱ αὐταὶ νευραὶ, ἀλλ' οὐχ ἡ αὐτὴ ἐμπειρία·
000-00-00 Serial Number=0563946486
De gloria in tribulationibus Ante [Go Back]  
 [00118]  Ἀπὸ γὰρ αὐτῶν τῶν δοκούντων λυπεῖν καὶ θορυβεῖν καὶ ταράττειν τὸν ἀκροατὴν, ἀπ' αὐτῶν τούτων ἀναπλέκει τῆς παρακλήσεως καὶ τοῦ καυχήματος τοὺς στεφάνους.
000-00-00 Serial Number=0862096727
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00781]  Καὶ ὁ ∆αυῒδ πάλιν καυχώμενος, ἀπ' ἐκείνων καυχᾶται τῶν δυναμένων τὸν ἀκροατὴν διορθῶσαι.
 [00788]  [5.15] Ὁρᾷς δι' ὅσων ἐπαίδευσε τὸν ἀκροατὴν μὴ ἁπλῶς καυχᾶσθαι;
000-00-00 Serial Number=0444391608
De virginitate Ante [Go Back]  
 [00553]  Ὁ δὲ ποικίλλων αὐτὸν καὶ πλείονα ἀπὸ τῶν ῥᾴστων ἢ τῶν δυσκόλων τιθεὶς τὴν μίξιν, τὸ τοῦ πράγματος κλέπτει βαρὺ καὶ διαναπαύσας τὸν ἀκροατὴν οὕτω πείθει καὶ προσάγεται μᾶλλον, ὅπερ οὖν καὶ ὁ μακάριος Παῦλος ἐποίησεν.
 [00610]  Οὐ τούτῳ δὲ μόνον παραμυθεῖται τὸν ἀκροατὴν ἀλλὰ καὶ τῷ τὸ μὲν τραχὺ βραχέσι συστεῖλαι ῥήμασι, πρὶν ἢ δὲ ἀλγῆσαι τὸν ἀκούοντα ἐπὶ τὰ ἡδύτερα μεταπηδῆσαι καὶ τούτοις ἐνδιατρῖψαι μᾶλλον.
 [00874]  Καὶ οὐδὲ ἐνταῦθα ἠνέσχετο μὴ πλήξας τὸν ἀκροατὴν παρελθεῖν.
 [01199]  Οὐ δι' ἄγνοιαν οὐδὲ διὰ τὸ μὴ εἰδέναι πῶς ἄν τις ἐπαγάγοιτο καὶ πείσειε τὸν ἀκροατὴν ἀλλὰ καὶ διὰ τὸ μάλιστα πάντων ἀνθρώπων ταύτην κατωρθωκέναι τὴν ἀρετήν, τὴν τοῦ πείθειν λέγω.
000-00-00 Serial Number=0454770148
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01435]  καὶ ὁ μὲν λυπεῖ τὸν ἀκροατὴν, ὁ δὲ ψυχαγωγεῖ καὶ τέρπει·
000-00-00 Serial Number=0589344978
Expositiones in Psalmos Ante [Go Back]  
 [00974]  διὰ τούτων παιδεύουσα τὸν ἀκροατὴν πρότερον ὕμνους ἀναφέρειν εἰς τὸν Θεὸν, καὶ εὐχαριστεῖν ἐφ' οἷς εὖ πέπονθε·
 [01353]  Εἶτα παιδεύων τὸν ἀκροατὴν, ὅτι μετὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας δεῖ καὶ τὰ ἡμέτερα ἕπεσθαι ἄν τε γὰρ τὴν ἀσθένειαν προβαλλώμεθα, ἄν τε τὴν ταραχὴν, ἄν τε τοῦ Θεοῦ τὴν ἀγαθότητα, ἄν τε αὐτὸ δὴ τοῦτο, ὃ ἔλεγε, τὰ δὲ παρ' ἡμῶν μὴ προσκέηται, οὐδὲν ἡμῖν ὄφελος, ὅρα τί ἐπήγαγεν·
 [02296]  Ἐσωφρόνισε τούτῳ τὸν ἀκροατὴν, τὴν ἄνωθεν ὀργὴν ἐπικρεμάσας.
 [06546]  Πιστουμένων τοίνυν ἐστὶ τὸν ἀκροατὴν, τὸ τῶν ὤτων τὴν προσθήκην ποιεῖν.
 [06567]  πολλῷ μᾶλλον ταῦτα πολλὴν ἐδείκνυτο τὴν εὐεργεσίαν, τὴν δύναμιν, τὴν σοφίαν, τὴν κηδεμονίαν, καὶ μετὰ τῆς ἡδονῆς ἀνίστα τὸν ἀκροατὴν, καὶ σπουδαιότερον ἐποίει.
 [07562]  Ὥσπερ γὰρ ἀνωτέρω εἰπὼν ὅπλα καὶ ῥομφαίαν, ἐπὶ τὴν ὡραιότητα ἀνέβη, καὶ πρὸς τὰς ἀσωμάτους ἐννοίας τὸν ἀκροατὴν ἤγαγεν·
 [07563]  οὕτω πάλιν ἐπὶ τὸ παχύτερον καταβὰς, τὰ τόξα καὶ τὸ βέλη, κατὰ μικρὸν ἀνάγει πάλιν τὸν ἀκροατὴν, λέγων τοῦ πολέμου τὰς αἰτίας, ἀλήθειαν καὶ πραότητα καὶ δικαιοσύνην·
000-00-00 Serial Number=0375989139
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01219]  Θεατὴν αὐτὸν ποιεῖ, καὶ ἀκροατὴν, ἵνα ἑκατέρωθεν αὐτοὺς καταπλήξῃ.
000-00-00 Serial Number=0382450700
Fragmenta in Job Ante [Go Back]  
 [02059]  δεῖ δὲ πρότερον τῆς ἱστορίας ἐπιμεληθῆναι, καὶ πότε ἔστι τὸν ἀκροατὴν ὠφελεῖν καὶ ἐκ τῆς ἀναγωγῆς, μὴ παριδεῖν.
000-00-00 Serial Number=0451383889
Fragmenta in Proverbia Ante [Go Back]  
 [00195]  Καὶ γὰρ κἀκεῖνος μὴ ἔχων ἀκροατὴν, σιγήσει.
000-00-00 Serial Number=0417130709
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00006]  Οὐ γὰρ πλήθη σωμάτων ἐπιζητοῦμεν, ἀλλὰ γνώμην παρεσκευασμένην, διάνοιαν ἐπτερωμένην, ἀκροατὴν ὑψηλότερον γινόμενον τῶν βιωτικῶν ἁπάντων·
 [00037]  ὁ οἶνος οὗτος οὐ παράφρονα ποιεῖ τὸν ἀκροατὴν, ἀλλὰ καὶ τὸν μεθύοντα σώφρονα καθίστησι.
000-00-00 Serial Number=0689751089
In Acta apostolorum Ante [Go Back]  
 [00147]  Τοῦτο δέ φησι, τὸν ἀκροατὴν εἰς ἐπιθυμίαν λοιπὸν ἄγων τοῦ μαθεῖν τὰς ἐντολὰς, καὶ ἀξιοπίστους τοὺς ἀποστόλους ποιῶν, εἴ γε τὰ τοῦ Πνεύματος μέλλουσι λέγειν, καὶ τὰς τοῦ Χριστοῦ ἐντολάς.
 [04041]  Σκόπει δὲ, πῶς ἀριθμὸν ἐνταῦθα τῶν πιστευσάντων οὐ λέγει, ἀφεὶς ἐξ ἑαυτοῦ τὸν ἀκροατὴν συλλογίζεσθαι·
 [09999]  Μέχρι τούτων τὸν λόγον ἵστησιν ὁ συγγραφεὺς, καὶ ἀφίησι διψῶντα τὸν ἀκροατὴν, ὥστε τὸ λοιπὸν ἀφ' ἑαυτοῦ συλλογίζεσθαι.
 [09999]  ἔπληξε τὸν ἀκροατὴν, οὐδὲν ἀγαθὸν εἰργάσατο.
 [09999]  ἀλλ' ὅμως καὶ ἔτι οἱ Ἰουδαῖοι ἐπιτίθενται, καὶ προκαταλαμβάνουσι τὸν ἀκροατὴν, καὶ πάλιν εἰς δεσμὰ βάλλεται, καὶ ἄκουε πῶς·
 [09999]  Ἀλλὰ συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, οὐ μὴν ἴσχυσε, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών.
000-00-00 Serial Number=0299807429
In Isaiam Ante [Go Back]  
 [00046]  Ποιεῖ δὲ καὶ τὸν λόγον ἀξιόπιστον, ὅρασιν εἰπών, καὶ ἀνίστησι τὸν ἀκροατὴν καὶ παραπέμπει πρὸς τὸν τὰ πράγματα δείξαντα.
 [00102]  Καὶ τὸν καιρὸν ἀναγκαίως προτίθησι, τὸν φιλόπονον ἀκροατὴν παραπέμπων εἰς τὴν ἱστορίαν τῶν γεγενημένων.
 [00202]  Κέχρηνται δὲ τῷ ἔθει οἱ προφῆται τούτῳ, ὁμοῦ τε φοβοῦντες τὸν ἀκροατὴν καὶ τῆς οἰκείας ἀληθείας τὴν δύναμιν ἐνδεικνύμενοι.
 [00959]  Ἰδού, συνεχῶς οἱ προφῆται κέχρηνται, ὅταν πληροφορῆσαι τὸν ἀκροατὴν βούλωνται περὶ τῶν λεγομένων.
 [01253]  Τῶν ἀγγέλων λέγει, τῶν ἀρχαγγέλων, τῶν ἄνω δυνάμεων, ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν τὸν ἀκροατὴν ἀνάγων, εἰς ἔννοιαν τῆς μεγάλης αὐτοῦ βασιλείας αὐτὸν ἐμβάλλων, ἵνα τούτῳ γοῦν καταπλήξας, σωφρονέστερον ἐργάσηται καὶ δείξῃ τὴν τοσαύτην ἀνοχὴν οὐκ ἀσθενείας, ἀλλὰ μακροθυμίας οὖσαν.
 [01591]  οὐκ ἀφῆκε κύριον γενέσθαι τὸν ἀκροατὴν ἁρμόσαι τὰ εἰρημένα οἷς ἐβούλετο πράγμασιν ἢ προσώποις, ἀλλὰ προϊοῦσα ἑαυτὴν ἡρμήνευσεν, εἰποῦσα·
000-00-00 Serial Number=0373385966
In Joannem Ante [Go Back]  
 [00341]  Ὅταν γὰρ ἐπιθυμία χρημάτων κατέχῃ τὸν ἀκροατὴν, οὐκ ἂν δύναιτο καὶ ἐπιθυμία κατασχεῖν ἀκροάσεως ὁμοίως, ἐπειδὴ μηδὲ ἀρκεῖ πολλαῖς ἐπιθυμίαις μία τυγχάνουσα ἡ ψυχὴ, ἀλλ' ἡ ἑτέρα τῇ ἑτέρᾳ λυμαίνεται, καὶ σχιζομένη ἀσθενεστέρα γίνεται, ἐπικρατούσης τῆς ἑτέρας καὶ τὸ πᾶν εἰς ἑαυτὴν δαπανώσης.
 [02075]  Καὶ οἱ μὲν ἄλλοι εὐαγγελισταὶ τῶν παλαιοτέρων μέμνηνται προφητῶν, καὶ καθ' ἕκαστον τῶν ἐπ' αὐτῷ γινομένων ἐκεῖ παραπέμπουσι τὸν ἀκροατὴν, καὶ ὅταν τίκτηται, λέγοντες·
 [03494]  Λέγει δὲ ταῦτα ἀξιόπιστον ποιῶν τὸ κήρυγμα εἴ γε ἀπὸ Μωϋσέως ἐστὶ καὶ τῶν [59.125] προφητῶν, καὶ δυσωπῶν τὸν ἀκροατὴν ἐντεῦθεν.
000-00-00 Serial Number=0878907681
In catenas sancti Petri Ante [Go Back]  
 [00142]  Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ οὔτε ὑπὸ τῆς ἄγαν εὐθυμίας ἐκλύεσθαι παρασκευάζοντος τὸν ἀκροατὴν, οὔτε ὑπὸ τοῦ θαύματος ἐκπίπτειν πρὸς τὸ λίαν θαμβητικὸν καὶ ἐξεστηκός·
000-00-00 Serial Number=0871070564
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00759]  ἵνα μὴ ταύτῃ τὸν ἀκροατὴν ὕπτιον ποιήσῃ, τῷ ἐλέῳ τοῦ Θεοῦ μόνον καὶ ταῖς ἑτέρων εὐχαῖς θαῤῥοῦντα, δείκνυσιν ὅτι καὶ αὐτοὶ οὐ μικρὸν οἴκοθεν συνεισήνεγκαν.
 [01972]  Εἰπὼν γὰρ τὴν διαφορὰν τὴν ἀπὸ τῆς φύσεως τῶν πλακῶν, οὐκ ἐνδιατρίβει αὐτῇ, ἀλλὰ παραδραμὼν αὐτὴν ταύτην ἐπὶ πλεῖον ἐργάζεται, ᾗ μάλιστα ἑλεῖν τὸν ἀκροατὴν ἠδύνατο, ἀπὸ τοῦ συμφέροντος καὶ κούφου.
 [02216]  καὶ Μωϋσέα εἰς μέσον παράγει, κατὰ σύγκρισιν προάγων τὸν λόγον, καὶ ταύτῃ τὸν ἀκροατὴν ἀνάγων.
 [03137]  ἐπεὶ οὖν οὐχ οὕτω διεγείρει τὸν ἀκροατὴν τὸν πολὺν ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν κολάσεων ἀπειλὴ, ἀναγκαίως ἐνταῦθα καταλύει, λέγων·
 [05887]  Εἶδες πῶς πάλιν παραμυθεῖται τὸν φθόνον τὸν ἀπὸ τῶν ἐγκωμίων, καὶ τὸν ἀκροατὴν ἐπισπᾶται, τὴν χρείαν εἰπὼν δι' ἣν ἔλαβε;
000-00-00 Serial Number=0305897832
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00353]  Εἰ γὰρ καὶ λυπεῖ τὸν ἀκροατὴν, ἀλλ' ὠφελεῖ τὰ μέγιστα.
000-00-00 Serial Number=0954968274
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00857]  καὶ δύο τούτοις τὸν ἀκροατὴν ἀλείφει, τῷ τε εἰδέναι κακοπαθεῖν, καὶ τῷ μὴ ἐπ' οὐδενὶ χρησίμῳ τοῦτο ποιεῖν.
000-00-00 Serial Number=0584600210
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04773]  ὃ μάλιστα καὶ ἱκανόν ἐστι κατασχεῖν τὸν ἀκροατὴν, καὶ μὴ ἀφεῖναι ἀποπηδῆσαι, ὅταν μὴ πρὸς αὐτὸν ὁ λόγος ἀποτείνηται, ἀλλ' ἀδιορίστως λεγόμενος, λανθανόντως αὐτοῦ πλήττῃ τὸ συνειδός.
 [05290]  Καὶ τὸν δεδωκότα τέθεικεν, ὑψηλόν τε ὁμοῦ ποιῶν τὸν ἀκροατὴν, καὶ φοβῶν καὶ τῷ μεγέθει τῆς παρακαταθήκης καὶ τῇ φιλοτιμίᾳ τοῦ παρακαταθεμένου.
 [05916]  ∆ιόπερ ἐκεῖ παραπέμψαντες ὑπὲρ τούτων τὸν ἀκροατὴν, ἐνταῦθα ἐκεῖνο ἐροῦμεν, ὅτι τὴν ἐγκράτειαν δεῖ διώκειν.
 [06327]  εἶτα ἵνα μή τις εἴπῃ, ὅτι Πέτρῳ μὲν ἐξῆν λαμβάνειν, σοὶ δὲ οὐκ ἐξῆν, προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐγκωμίοις τοῖς περὶ ἑαυτοῦ.
 [07406]  Τοῦτο καὶ τὸν ἀκροατὴν αἴρει μειζόνως, ὅταν μὴ ὡς ἐπιτάττων μηδὲ ὡς νομοθετῶν, ἀλλ' ὡς συμβουλεύων καὶ παρ' αὐτοῖς ἐκείνοις δικαζόμενος, οὕτω διαλέγηται.
 [07413]  θέλων ἐντρέψαι τὸν ἀκροατὴν, καὶ μυστηρίων μεμνημένος φρικτῶν, εὐλογίας ποτήριον καλεῖς τὸ ποτήριον τὸ φοβερὸν καὶ φρικωδέστατον ἐκεῖνο;
 [09294]  Καὶ δέον εἰπεῖν, Οὕτω καὶ ἡ Ἐκκλησία (τοῦτο γὰρ ἀκόλουθον ἦν), τοῦτο μὲν οὐ φησὶν, ἀντ' ἐκείνης δὲ τὸν Χριστὸν τίθησιν, εἰς ὕψος ἀνάγων τὸν λόγον, καὶ μειζόνως τὸν ἀκροατὴν ἐντρέπων.
 [09405]  Ὅ τε γὰρ ἐπιστομίζων μόνον, τὸν ἀκροατὴν, θορυβεῖ ὅ τε δὲ ἐθίζων αὐτὸν πάντων αἰτίας ἀπαιτεῖν, εἰς τὸν τῆς πίστεως αὐτὸν παραβλάπτει λόγον.
 [09945]  ∆ιόπερ οὐκ εὐθέως αὐτὴν [61.268] ἀνακαλύπτει, ἀλλὰ πρῶτον τῇ ἐπαγγελίᾳ τὸν ἀκροα-τὴν ἐπάρας, καὶ εἰπὼν, Καθ' ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν, καὶ εἰς ἐπιθυμίαν αὐτὸν ἀγαγὼν, οὐδὲ οὕτως εὐθέως εἰς αὐτὴν ἐμβαίνει, ἀλλ' αὔξων ἔτι καὶ ἐπιτείνων αὐτῶν τὴν ἐπιθυμίαν, περὶ τούτων αὐτῶν διαλέγεται πρῶτον, καὶ δείκνυσιν ἐκείνης οὐκ οὔσης, οὐδὲν ὄντα, εἰς μεγίστην αὐτοὺς ἀνάγκην τοῦ φιλεῖν ἀλλήλους καθιστάς·
000-00-00 Serial Number=0652674615
In epistulam ad Colossenses Ante [Go Back]  
 [00118]  Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις, ὥστε μηδὲ ἄκοντα ἀποστῆναι.
 [00461]  Οἰκειοῦται γὰρ πρότερον τὸν ἀκροατὴν, καὶ τὴν κατηγορίαν ἀπαλλάττει πάσης ὑποψίας, καὶ δείκνυσιν ὅτι αὐτὸς μὲν ἐβούλετο διόλου ἐγκωμιάζειν, ὑπὸ δὲ τῆς ἀνάγκης εἰς τούτους ἐμβιβάζεται τοὺς λόγους.
000-00-00 Serial Number=0515040755
In epistulam ad Ephesios Ante [Go Back]  
 [00883]  Ὁρᾷς τὸ προσηνὲς τοῦ Παύλου, καὶ πῶς πανταχοῦ παραμυθεῖται τὸν ἀκροατὴν, οὐ βαρῶν αὐτόν;
 [03276]  Ὁ συμβουλεύων λέγει τὰ παρ' ἑαυτοῦ, οὐκ ἀναγκάζων τὸν ἀκροατὴν, ἀλλ' αὐτὸν ἀφίησι τῆς τῶν λεγομένων αἱρέσεως κύριον·
000-00-00 Serial Number=0915674269
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00923]  Καὶ γὰρ τοῦτό ἐστιν ἀνεπαχθῆ τὸν λόγον ποιεῖν, μὴ ἀφ' ἑαυτοῦ πανταχοῦ τὴν κρίσιν ἐπάγοντα ἀποφαίνεσθαι, ἀλλὰ κύριον ἀφιέναι τὸν ἀκροατὴν, ἵνα αὐτὸς ἐνέγκῃ τὴν ψῆφον·
 [07730]  Ὅταν γάρ τις ἰσχυρῶς ἀγωνίζηται, ἂν ἐπιμένῃ ἀγωνιζόμενος, ἀποκναίει τὸν ἀκροατὴν, πεπεισμένον λοιπὸν ἐνοχλῶν καὶ φιλοτιμίας λαμβάνων δόξαν·
000-00-00 Serial Number=0188077927
In epistulam ad Philemonem Ante [Go Back]  
 [00256]  Ὅρα πῶς ἀσφαλίζεται, μή τι καὶ τῶν ἀπὸ σφοδρᾶς ἀγάπης λεγομένων πλήξῃ τὸν ἀκροατὴν, ὡς δυσανασχετεῖν.
000-00-00 Serial Number=0635454357
In epistulam ad Romanos Ante [Go Back]  
 [00677]  Εἰπὼν γὰρ, Ἐκ πίστεως εἰς πίστιν, παρέπεμψε τὸν ἀκροατὴν ἐπὶ τὰς οἰκονομίας τοῦ Θεοῦ τὰς ἐν τῇ Παλαιᾷ γενομένας, ἃς Ἑβραίοις ἐπιστέλλων μετὰ πολλῆς ἐξηγεῖται τῆς σοφίας, καὶ τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλοὺς οὕτω δικαιωθέντας δείκνυσι καὶ τότε·
 [01292]  Ἐφόβησε τὸν ἀκροατὴν, ἐπήχησεν αὐτῷ τὴν ἡμέραν τὴν φοβερὰν, εἶπεν ὅσον κακὸν τῇ πονηρίᾳ συζῇν, ἔδειξεν οὐδένα ἐξ ἀγνοίας ἁμαρτάνοντα οὐδὲ ἀτιμωρητὶ, ἀλλὰ, κἂν μὴ νῦν δῷ δίκην, δώσοντα πάντως·
 [01351]  Καὶ πῶς ἔνι, φησὶν, ἀκροατὴν μὴ γενόμενον, ποιητὴν γενέσθαι;
 [01575]  ἀλλ' ἡνίκα ἔδειξεν αὐτοὺς ἀπὸ τοῦ μείζονος προσκεκρουκότας, καὶ τῆς εἰς τὸν Θεὸν βλασφημίας αἰτίους, τότε λοιπὸν λαβὼν τὸν ἀκροατὴν κατεγνωκότα αὐτῶν, καὶ γυμνώσας τῆς προεδρίας, εἰσάγει τὸν περὶ τῆς περιτομῆς λόγον, θαῤῥῶν, ὅτι οὐδεὶς αὐτῇ ψηφιεῖται λοιπὸν, καί φησι·
 [02049]  Ἐπάρας τοίνυν τὸν ἀκροατὴν διὰ τοῦ εἰπεῖν, ὅτι ἔνδειξις τῆς τοῦ Θεοῦ δικαιοσύνης ἐστὶ τὰ γινόμενα, πάλιν τῷ φόβῳ ὠθεῖ τὸν ὀκνοῦντα καὶ ἀναδυόμενον προσελθεῖν, οὕτω λέγων·
 [02688]  Καὶ τὸν ἀκροατὴν δὲ ἀναστήσας, ἵνα μὴ θορυβῆται, μηδὲ ἀμφιβάλλῃ ὁ Ἰουδαῖος καὶ λέγῃ, Καὶ πῶς δυνατὸν τοὺς οὐκ ὄντας παῖδας γενέσθαι παῖδας;
 [03406]  ἐνταῦθα δὲ, ἐπειδὴ διεγεῖραι σπεύδει τὸν ἀκροατὴν, ἐπ' αὐτὸν μεταφέρει τὸν θάνατον.
 [03557]  Εἶδες πῶς ἐπῆρε τὸν ἀκροατὴν, πρὸς τὸν ∆εσπότην εὐθέως αὐτὸν ἀναγαγὼν τὸν αὐτοῦ, καὶ πολλὴν δεῖξαι σπουδάσας τὴν ὁμοιότητα;
 [03720]  Ἐπειδὴ τοίνυν τούτοις ἀναπνεῦσαι πεποίηκε τὸν ἀκροατὴν, ἀσφαλίζεται πάλιν αὐτὸν, ἐξ ἀντιθέσεως παραίνεσιν εἰσάγων, καὶ λέγων οὕτω·
 [04115]  Πρὸ τῆς κατασκευῆς ἀπηγόρευσε, τὸν ἀκροατὴν οἰκειούμενος, καὶ τὸν σκανδαλιζόμενον θεραπεύων.
 [04420]  Ἐπειδὴ εἶπεν, ὅτι μεγάλα γέγονε κακὰ, καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη τῆς ἐντολῆς ἐπιλαβομένη, καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη, καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν, λέγει καὶ τὸν λογισμὸν λοιπὸν, καθ' ὃν ταῦτα γέγονε, πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας.
 [04816]  Ἐπαίρων τὸν ἀκροατὴν, καὶ δεικνὺς ὅτι οὐδὲ ἐν σώματι ἔσται ὁ ὀρθῶς βιῶν.
 [04885]  Εἶτα πάλιν ἐπισφίγγων τὸν ἀκροατὴν, λέγει καὶ τὴν αἰτίαν τῆς ζωῆς καὶ τὴν ἀπόδειξιν·
 [04890]  Πάλιν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον, ἐπειδὴ αὕτη μάλιστα τὸν ἀκροατὴν ἤλειφεν ἡ ἐλπὶς, καὶ βεβαιοῖ αὐτὸν ἀπὸ τῶν ἐπὶ τοῦ Χριστοῦ συμβάντων.
 [05256]  Ἐπαίρων δὲ καὶ ἑτέρως τὸν ἀκροατὴν, καὶ ἀπὸ τῆς κτίσεως ἐξογκοῖ τὸν λόγον, δύο κατασκευάζων διὰ τῶν λεχθήσεσθαι μελλόντων, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων·
 [05298]  Ἀλλ' ὁ Παῦλος, ἐπειδὴ αὐτὴν ἐπροσωποποίησεν, οὐδενὶ κέχρηται τούτων ὧν εἶπον, ἀλλ' ἑτέρῳ τινὶ λόγῳ, τὸν ἀκροατὴν ἐκ περιουσίας παραμυθήσασθαι σπεύδων.
 [05329]  Εἶδες πῶς ἐντρέπει τὸν ἀκροατὴν, μονονουχὶ λέγων·
 [05364]  Ἐπειδὴ γὰρ ἐν τῇ τῶν μελλόντων ἐνδιέτριψεν ὑποσχέσει, ἐδόκει καὶ [60.532] τοῦτο λυπεῖν τὸν ἀσθενέστερον ἀκροατὴν, εἴ γε ἐν ἐλπίσι τὰ ἀγαθὰ, πρότερον κατασκευάσας, ὅτι τῶν παρόντων καὶ ὁρωμένων ἐστὶ σαφέστερα, καὶ πολλὰ περὶ τῶν ἤδη δεδομένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶ ἀπαρχὴν ἐκείνων ἐλάβομεν τῶν ἀγαθῶν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν καὶ τὴν εὐγένειαν ἡμῶν προδῶμεν τὴν ἀπὸ τῆς πίστεως, φησί·
 [05815]  Ἀλλ' ἐπειδὴ τῆς ἀνθρωπίνης διανοίας ἡ ἀσθένεια καὶ μετὰ τοσαῦτα τὸ πλῆθος τῶν πειρασμῶν ἐδεδοίκει, ὅρα πῶς πάλιν ἀνίστησι τὸν ἀκροατὴν, καὶ ὑψηλὸν ποιεῖ καὶ γαῦρον, εἰπών·
 [06344]  Οὐδὲν τοίνυν ἕτερον ἐνταῦθα κατασκευάσαι βούλεται, ἢ τὸ πεῖσαι τὸν ἀκροατὴν μεθ' ὑπερβολῆς ἁπάσης εἴκειν, τῷ Θεῷ, καὶ μηδενὸς μηδέποτε ἀπαιτεῖν εὐθύνας αὐτόν.
 [06484]  Ἐμβαλὼν τοίνυν εἰς ἀπορίαν τὸν ἀκροατὴν, ἐπάγει λοιπὸν σύντομον τὴν λύσιν, καὶ τὴν αἰτίαν φησὶ τῶν εἰρημένων ἁπάντων.
 [07846]  Ἐπάρας τοίνυν διὰ τῶν ὀνομάτων τὸν ἀκροατὴν, καὶ ἕκαστον ἱερέα διὰ τῆς ἑαυτοῦ σαρκὸς, διὰ τῆς πολιτείας ἀποφήνας, λέγει καὶ τὸν τρόπον, δι' οὗ δυνατὸν πάντα κατορθοῦν.
 [07864]  Εἶτα ἐπειδὴ ἀνθρώπους ὄντας εἰκὸς καθ' ἑκάστην ἁμαρτάνειν τὴν ἡμέραν, παραμυθεῖται τὸν ἀκροατὴν λέγων, ὅτι Καθ' ἑκάστην ἀνακαίνου σαυτόν.
000-00-00 Serial Number=0437062860
In epistulam ad Titum Ante [Go Back]  
 [00122]  τὸν γὰρ ἀκροατὴν ποιεῖ κύριον τῶν λεχθέντων, καὶ τὴν αἵρεσιν αὐτῷ δίδωσι τῶν πρακτέων.
000-00-00 Serial Number=0788523972
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00028]  ἀλλὰ πᾶσαν ταύτην ἐκβάλλοντες τοῦ βίου τὴν ἀνωμαλίαν, ἀκροατὴν παρεσκευασμένον ἕκαστος ἑαυτὸν παρεχέτω·
 [00035]  Καὶ γὰρ τὰ κινούμενα σήμερον ἐν ἀρχῇ μὲν ταράττει τὸν ἀκροατὴν τὸν μὴ προσέχοντα, καὶ εἰς ἀπορίαν ἐμβάλλει·
 [00052]  ἅπερ ἵνα μὴ πάλιν ἀνακινῶμεν, ἐκεῖ παραπέμψαντες τὸν ἀκροατὴν, τὸ νῦν ἐπαγόμενον διαλῦσαι πειρασόμεθα, δεικνύντες ὅτι οὐκ ἀνατρέπων τὴν ὑπόνοιαν ἐκείνην, ταῦτα λέγει, ἀλλὰ μετὰ πολλῆς ἀκριβείας ἱστῶν καὶ βεβαιῶν, καὶ τῆς πρὸς τὸν γεγενηκότα ἐγγύτητος, καὶ πολλῆς γνησιότητος καὶ συναφείας καὶ ὁμονοίας ἀπόδειξιν ἡμῖν παρέχων.
000-00-00 Serial Number=0902780771
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00284]  ∆ιὰ τοῦτο τὰ ῥήματα τέθεικεν, ἵνα πείσῃ τὸν ἀκροατὴν, ὅτι τῶν αἰσχίστων ἐστὶ, παλαιὸν νόμον, καὶ ὑπὸ τῶν ἀρχαίων κατορθωθέντα πολλάκις, νῦν εἰς τοσαύτην ἐπιδοθέντα φιλοσοφίαν φορτικὸν εἶναι νομίζειν καὶ ἐπαχθῆ.
000-00-00 Serial Number=0741589963
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00006]  πλείων δὲ εὐκολία τῷ μέλλοντι καταβάλλειν τὸν λόγον, ἐπειδὰν ἀκροατὴν παρεσκευασμένον θεάσηται.
 [00009]  ἀμφότερα γὰρ ἡ Γραφὴ ἐπιζητεῖ, σοφὸν διδάσκαλον καὶ συνετὸν ἀκροατὴν, ἵνα μὴ ὁ πόνος ὁ ἡμέτερος περιττὸς γένηται τῇ ῥᾳθυμίᾳ τῶν ἀκουόντων.
000-00-00 Serial Number=0617923617
In sancta et magna parasceve Ante [Go Back]  
 [00010]  ὥστε κἂν μυρία ἕτερα λέγω περὶ Χριστοῦ, κἂν μυρία θαύματα διηγούμενος καταπλήξω τὸν ἀκροατὴν, οὐχ οὕτως ἐπ' ἐκείνοις, ὡς ἐπὶ σταυρῷ σεμνύνομαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»