Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀκτῖνος [70]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀκτῖνος


000-00-00 Serial Number=0229370594
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00177]  Καὶ τὴν ἐν ἡμέρᾳ δὲ γενομένην φλόγα, τήν τε ἀπὸ τῆς ἀκτῖνος, τήν τε ἀπὸ τῶν μόχθων τῶν καθημερινῶν καταψύχων καὶ διαλύων, οὕτως ἀκμάζοντας πάλιν ἡμᾶς πρὸς τοὺς πόνους ἀνίστησι·
000-00-00 Serial Number=0865580261
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00242]  [5.2] Τοῦ γὰρ ἡλίου καὶ τῆς ἀκτῖνος αὐτῆς φανερωτέρα ἡ τοῦ Θεοῦ πρόνοια καὶ καθ' ἕκαστον καιρὸν καὶ καθ' ἕκαστον τόπον καὶ ἐν ἐρημίᾳ καὶ ἐν οἰκουμένῃ καὶ ἐν ἀοικήτῳ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ καὶ ὅπουπερ ἂν ἀφίκῃ, ὑπομνήματα ὄψει τῆς προνοίας ταύτης σαφῆ καὶ διαρκῆ καὶ παλαιὰ καὶ νέα καὶ φωνὰς τῆς φωνῆς ἡμῶν ταύτης τῆς λογικῆς τρανοτέρας πανταχόθεν φερομένας καὶ τὸν βουλόμενον ἀκούειν παιδευούσας αὐτοῦ τὴν κηδεμονίαν.
 [00343]  Τί γὰρ ὡραιότερον οὐρανοῦ, νῦν μὲν ὑπὸ τῆς ἀκτῖνος λαμπομένου, νῦν δέ, καθάπερ τισὶν ὀφθαλμῶν βολαῖς, τῷ ἀπείρῳ τῶν ἄστρων πλήθει καταυγάζοντος τὴν γῆν καὶ ναύταις καὶ ὁδοιπόροις ὁδηγούς τινας διδόντος καὶ χειραγωγούς;
 [00357]  [7.12] Τί δὲ αὐτοῦ ἡδύτερον, ὅταν τῆς νυκτὸς ἀπελθούσης καὶ μηδέπω τῆς ἀκτῖνος ἀνισχούσης, καθάπερ κροκωτῷ τινι πέπλῳ τοῖς προοιμίοις τῆς ἀνατολῆς τοῦ ἡλίου φοινισσόμενος καλλωπίζηται;
 [00380]  Καὶ γὰρ καὶ ἄνεμοι διὰ σὲ ἐπὶ γὰρ τὴν ἀρχὴν τὸν λόγον ἐπανάξομεν πάλιν ἵνα τὰ σώματα πεπονηκότα ῥιπίζωσιν, ἵνα τὸν ἀπὸ τοῦ βορβόρου μολυσμὸν καὶ τὴν γινομένην βαρύτητα ἀπὸ τοῦ καπνοῦ καὶ τῶν καμίνων καὶ ἑτέρων ἀναθυμιάσεων διακαθαίρωσιν, ἵνα τὴν ἐκ τῆς ἀκτῖνος θερμότητα παραμυθῶνται, ἵνα κοῦφον ποιῶσι τὸ πνῖγος, ἵνα τὰ σπέρματα τρέφωσιν, ἵνα τὰ φυτὰ αὔξωσιν, ἵνα σοι καὶ ἐν θαλάσσῃ συνοδοιπορῶσι καὶ ἐν γῇ τῆς γεωργίας ὑπηρέται γένωνται, ἐκεῖ μὲν βέλους ὀξύτερον τὰ πλοῖα παραπέμποντες, οὕτω τὸν πλοῦν κοῦφον καὶ εὐμαρῆ κατασκευάζοντες, [7.23] ἐνταῦθα δὲ μετὰ σοῦ τὰς ἅλωνας ἀνακαθαίροντες καὶ τὰ ἄχυρα τοῦ καρποῦ διαχωρίζοντες καὶ τὴν ἐκ τῆς ἐργασίας ταλαιπωρίαν ἐπικουφίζοντες, ἵνα σοι τὸν ἀέρα κοῦφον καὶ προσηνῆ κατασκευάσωσιν, ἵνα σε καὶ ἑτέρωθεν τέρπωσι, νῦν μὲν γλυκὺ καὶ προσηνὲς συρίζοντες, νῦν δὲ ἠρέμα φυτοῖς προσβάλλοντες καὶ πέταλα δένδρων σείοντες, [7.24] ἵνα σοι τὸν ὕπνον καὶ θέρους καὶ ἔαρος ὥρᾳ ἡδίω καὶ μέλιτος γλυκύτερον ἐργάσωνται, ἵν', ὅπερ ἐπὶ τῶν δένδρων ποιοῦσι, τοῦτο καὶ ἐπὶ τῶν θαλαττίων νώτων ἐργαζόμενοι, ἐπί τε τῶν ποταμίων ναμάτων καὶ τὴν ἐπιφάνειαν αὐτῶν μετεωρίζοντες, πολλήν σοι ἐντεῦθεν παρέχωσι τὴν ἀπὸ τῆς θέας τέρψιν καὶ πρὸ τῆς τέρψεως δὲ ταύτης καὶ ὠφέλειαν μεγίστην.
000-00-00 Serial Number=0184673429
Ad illuminandos catecheses Ante [Go Back]  
 [00305]  Οὐχ οὕτω γοῦν ὁ κόσμος ἐστὶ λαμπρὸς, ἀνισχούσης τῆς ἀκτῖνος, ὡς ψυχὴ καταυγάζεται καὶ λαμπροτέρα γίνεται, τὴν ἀπὸ τοῦ Πνεύματος δεξαμένη χάριν.
000-00-00 Serial Number=0731727421
Ad populum Antiochenum Ante [Go Back]  
 [00561]  ἀλλ' ἐννοήσας ὅτι οὐκ ἀντιφράττει μόνον νεφέλης φύσις τὴν εἰς τὸ πρόσω φορὰν τῆς ἀκτῖνος, ἀλλὰ καὶ τοὐναντίον αὐτὴ πάσχει πολλάκις·
 [00765]  Οὐκ ἔστιν εἰπεῖν ὅτι πλείονος ἀπολαύει τῆς ἀκτῖνος ὁ πλούσιος, ἐλάττονος δὲ ὁ πένης·
 [02831]  Ἐν χειμῶνι μακρὰν ἔταξεν εἶναι [49.107] τὴν νύκτα, ὅτε ἁπαλώτερα τὰ σπέρματα καὶ καταψύχεσθαι δεόμενα μᾶλλον, καὶ θερμοτέρας οὐκ ἀνέχεται τῆς ἀκτῖνος·
 [03451]  καὶ μία μὲν ἡ τῆς ἡλιακῆς ἀκτῖνος θέρμη καὶ διαφόρως ἅπαντα πεπαίνει, τὰ μὲν βραδύτερον, τὰ δὲ ταχύτερον πρὸς ἀκμὴν ἄγουσα.
 [03722]  Κατὰ τὴν ἡμέραν ταύτην τὸ φοβερὸν ἐκεῖνο γέγονεν ἐν τῇ πόλει δικαστήριον, καὶ τὰς καρδίας ἁπάντων διέσεισε, καὶ νυκτὸς οὐδὲν ἅμεινον διακεῖσθαι ἐποίησε τὴν ἡμέραν, οὐ τῆς ἀκτῖνος σβεσθείσης, ἀλλὰ τῆς ἀθυμίας καὶ τοῦ φόβου πηρωσάντων ὑμῶν τοὺς ὀφθαλμούς.
000-00-00 Serial Number=0015064955
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00782]  Καὶ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων ἐκείνης αὐτὸν ἀναμνῆσαι τῆς ἡμέρας, καὶ τοῦ ποταμηδὸν ῥέοντος πυρὸς, τῆς οὐδέποτε σβεννυμένης φλογὸς, τῆς ἀφανιζομένης ἀκτῖνος, τῆς κρυπτομένης σελήνης, τῶν πιπτόντων ἄστρων, τῶν ἑλισσομένων οὐρανῶν, τῶν κλονουμένων δυνάμεων, τῆς τινασσομένης πανταχόθεν καὶ ἀναβρασσομένης γῆς, τῆς φοβερᾶς καὶ ἐπαλλήλου τῶν σαλπίγγων ἠχῆς, τῶν διατρεχόντων τὴν οἰκουμένην ἀγγέλων, τῶν παρεστηκυιῶν χιλιάδων, τῶν λειτουργουσῶν μυριάδων, τῶν μετ' αὐτοῦ τοῦ κριτοῦ παραγινομένων τῶν στρατοπέδων, τοῦ ἔμπροσθεν [47.350] λάμποντος σημείου, τοῦ τιθεμένου θρόνου, τῶν ἀνοιγομένων βίβλων, τῆς ἀπροσίτου δόξης, τῆς φοβερᾶς καὶ φρικτῆς τοῦ δικάζοντος φωνῆς, τοὺς μὲν εἰς τὸ πῦρ πέμποντος τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς δὲ τῶν θυρῶν ἀποκλείοντος, μετὰ τὸν πολὺν τῆς παρθενίας πόνον, καὶ τῶν διακόνων αὐτοῦ τοῖς μὲν ἐπιτάττοντος τὰ ζιζάνια δῆσαι καὶ εἰς τὴν κάμινον ἐμβαλεῖν, τοῖς δὲ ἄλλους τινὰς συμποδίσαι, καὶ τὼ χεῖρε στραγγαλῶσαι, καὶ ἀπαγαγεῖν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τῷ ἀνηκέστῳ παραδοῦναι τῶν ὀδόντων βρυγμῷ·
000-00-00 Serial Number=0079053819
De Anna i Ante [Go Back]  
 [01193]  Ἡ δὲ παρὰ τοῦ ἀέρος γινομένη τοῖς σώμασιν ἡμῶν ὠφέλεια, καὶ τὸ φῶς τῆς ἀκτῖνος, ἆρα τοῖς μὲν εὐπόροις πλέον, τοῖς δὲ πένησιν ἔλαττον παραγίνεται, κἀκεῖνοι μὲν τέτρασιν, οὗτοι δὲ δύο μόνον καθορῶσιν αὐτὸ ὀφθαλμοῖς;
000-00-00 Serial Number=0082582831
De Davide et Saule Ante [Go Back]  
 [00689]  Ἐπειδὰν δ' ἡ τῆς ἀκτῖνος θερμότης ἐνδιατρίψασα καὶ διαῤῥήξασα τὸ νέφος, δείξῃ τὸν ἥλιον, δείκνυσι καὶ τὴν τοῦ οὐρανοῦ πάλιν εὐπρέπειαν.
000-00-00 Serial Number=0673008978
De Joseph et de castitate Ante [Go Back]  
 [00070]  μετ' οὐ πολὺ γὰρ ὑπὸ τῆς ἀκτῖνος τῶν τρόπων μου διαχυθήσεται, καὶ ἀνὰ πᾶσαν τὴν Αἴγυπτον ἐκλάμψει τὸ τῆς εὐγενείας μου κάλλος.
000-00-00 Serial Number=0536190987
De consubstantiali Ante [Go Back]  
 [00309]  Ὥσπερ οὖν τῆς ἀκτῖνος ἀνισχούσης πάντα φυγαδεύεται τὰ θηρία, καὶ πρὸς τοὺς φωλεοὺς τοὺς ἑαυτῶν καταδύεται·
 [00310]  οὕτω δὴ τῆς εὐχῆς, ὥσπερ τινὸς ἀκτῖνος ἀπὸ τοῦ στόματος τοῦ ἡμετέρου καὶ τῆς γλώττης ἀναφανείσης, φωτίζεται μὲν ἡ διάνοια, πάντα δὲ τὰ ἄλογα καὶ θηριώδη πάθη δραπετεύει καὶ φυγαδεύεται, καὶ πρὸς τοὺς οἰκείους καταδύεται φωλεοὺς, μόνον ἂν μετὰ ἀκριβείας εὐχώμεθα, ἂν μετὰ ψυχῆς διεγηγερμένης καὶ διανοίας νηφούσης.
000-00-00 Serial Number=0730763614
De fato et providentia Ante [Go Back]  
 [00028]  ἀλλ' ὥσπερ ὀφθαλμὸς, νοσῶν μὲν καὶ ἐν μεσημβρίᾳ φανοτάτῃ σκότος ὄψεται, καὶ ἕτερα ἀνθ' ἑτέρων, καὶ οὐδὲν αὐτῷ τῆς ἀκτῖνος ἔσται πλέον, ὑγιαίνων δὲ καὶ ἐῤῥωμένος, καὶ ἐν ἑσπέρᾳ δυνήσεται τὸ σῶμα χειραγωγεῖν μετὰ ἀσφαλείας·
000-00-00 Serial Number=0732189775
De incomprehensibili dei natura Ante [Go Back]  
 [00848]  ἐπεὶ καὶ τὰς πονηρὰς βοτάνας οὐκ ἄνωθεν ἀποκείρειν χρὴ μόνον πάλιν γὰρ βλαστάνουσι τῶν ῥιζῶν κάτω κειμένων , ἀλλ' ἐξ αὐτῶν τῶν λαγόνων τῆς γῆς καὶ τῶν κόλπων ἀνασπᾶν καὶ γυμνὰς προτιθέναι τῇ θέρμῃ τῆς ἀκτῖνος, ὥστε καταμαρανθῆναι ῥᾳδίως.
 [01089]  τί δὲ ἥδιον ἀκτῖνος;
 [01362]  Καὶ καθάπερ νεφῶν συνδρομὴ παρὰ μὲν τὴν ἀρχὴν ζοφερὸν ποιεῖ τὸν ἀέρα, ἐπειδὰν δὲ ἐπαλλήλους ἀφῇ τὰς νιφάδας, ἀποθεμένη τὸν ὑετὸν ἅπαντα, γαληνὸν καὶ φαιδρὸν ἐργάζεται τὸν ἀέρα, οὕτω δὴ καὶ ἀθυμία ἕως μὲν ἂν ἔνδον συστρέφηται, σκοτοῖ τὸν ἡμέτερον λογισμόν, ἐπειδὰν δὲ διὰ τῶν τῆς εὐχῆς ῥημάτων καὶ τῶν μετ' ἐκείνων δακρύων κενωθῇ καὶ εἰς τὸ ἔξω διαπνεύσῃ, πολλὴν ἐντίθησι τῇ ψυχῇ τὴν φαιδρότητα, τῆς ἀντιλήψεως τοῦ Θεοῦ καθάπερ τινὸς ἀκτῖνος εἰς τὴν διάνοιαν ἀφεθείσης τοῦ εὐχομένου.
000-00-00 Serial Number=0159979165
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00597]  μᾶλλον δέ, καθάπερ τῆς ἀκτῖνος ἀνισχούσης, καὶ σκότος ἐλαύνεται, καὶ θηρία καταδύεται καὶ φωλεύει λοιπόν, καὶ λῃσταὶ δραπετεύουσι, καὶ ἀνδροφόνοι περὶ τὰ σπήλαια καταφεύγουσι, καὶ πειραταὶ ἀφίστανται, καὶ τυμβωρύχοι ἀναχωροῦσι, καὶ μοιχοὶ καὶ κλέπται καὶ τοιχωρύχοι, ἅτε ἀπὸ τῆς ἀκτῖνος ἐλέγχεσθαι μέλλοντες, ἀπελθόντες που μακρὰν ἑαυτοὺς ἀφανίζουσι, καὶ πάντα διαφανῆ καὶ λαμπρὰ γίνεται, καὶ γῆ, καὶ θάλαττα, τῆς ἀκτῖνος ἄνωθεν πάντα καταυγαζούσης, τὰ πελάγη, τὰ ὄρη, τὰς χώρας, τὰς πόλεις·
000-00-00 Serial Number=0017907381
De perfecta caritate Ante [Go Back]  
 [00201]  Κἂν γὰρ τῷ τῆς ἀκτῖνος παραβάλω φωτὶ τὸ κάλλος τῶν τότε σωμάτων, κἂν ἀστραπῇ τῇ φανοτάτῃ, οὐδὲν οὐδέπω τῆς λαμπρότητος ἐκείνης ἄξιον ἐρῶ.
000-00-00 Serial Number=0707733572
De precatione [1] Ante [Go Back]  
 [00014]  Καὶ ὥσπερ ἀνάγκη πᾶσα τῆς ἡλιακῆς ἀκτῖνος τὸν ἀπολαύοντα διαφεύγειν τὸ σκότος, οὕτως ἀνάγκη πᾶσα τὸν θείας ὁμιλίας ἀπολαύοντα μηκέτι εἶναι θνητόν.
000-00-00 Serial Number=0784922481
De profectu evangelii Ante [Go Back]  
 [00201]  τὰς μὲν χεῖρας ἐσφιγμένας, τὸν δὲ λόγον λελυμένον, καὶ τῆς ἀκτῖνος τῆς ἡλιακῆς ταχύτερον τὴν οἰκουμένην ἐπιτρέχοντα πᾶσαν.
000-00-00 Serial Number=0300853312
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00122]  Ἴστε γὰρ δήπου, καὶ μέμνησθε, ὅτι μὲν θέρους τῆς ἀκτῖνος μέσης κατεχούσης τὸν οὐρανὸν, μετὰ τῶν προσεδρευόντων αὐτῷ, καθ' ἑκάστην ἐβάδιζεν ἐκεῖ τὴν ἡμέραν, οὐχ ὡς θεατὴς μόνον, ἀλλὰ καὶ ὡς κοινωνὸς τῶν γινομένων ἐσόμενος.
000-00-00 Serial Number=0948068142
De virtute animi Ante [Go Back]  
 [00009]  οἷον ἡ τῆς ἀκτῖνος καλή τις ἀπόλαυσις, ἀλλὰ πρόκειται καὶ τοῖς κτήνεσιν αὐτή·
000-00-00 Serial Number=0108901680
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02145]  ἀλλ' ὥσπερ ὀφθαλμὸς νοσῶν μὲν καὶ ἐν μεσημβρίᾳ φανοτάτῃ σκότος ὄψεται, καὶ ἕτερα ἀνθ' ἑτέρων, καὶ οὐδὲν αὐτῷ τῆς ἀκτῖνος ἔσται πλέον·
 [02270]  καὶ οὐδὲ εἴποτε γέγονεν ἐπὶ τῆς ἡδονῆς ἐκείνης οἶδεν, οὐδὲ αὐτῆς αἰσθάνεται τῆς ἀκτῖνος·
 [05277]  κουφότερον εἶναι νομίζοντες ἀποστερεῖσθαι τοῦ κοινοῦ τούτου φωτὸς καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ λιμῷ παλαίειν διηνεκεῖ, καὶ τὸν οἴκτιστον ὑπομένειν θάνατον.
 [07544]  Ταύτην καὶ διαλελυμένην ἐπεθύμουν ἰδεῖν, τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, τὴν εὐρυτέραν τῆς οἰκουμένης, τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν καινὴν ζήσασαν ζωὴν, ἢ ταύτην τὴν ἡμετέραν·
 [08427]  τοὐναντίον δὲ, καὶ τὴν δυσώδη καταξηραίνει ὀσμὴν τῇ τῆς ἀκτῖνος προσβολῇ.
 [09278]  Ταύτην καὶ διαλελυμένην ἐπεθύμουν ἰδεῖν, τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, τὴν εὐρυτέραν τῆς οἰκουμένης, τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν καταξιωθεῖσαν φιλῆσαι Χριστὸν, ὡς οὐδεὶς ἄλλος ἐφίλησεν.
 [09999]  Ὁ γὰρ ἀθλητὴς μάχεται κόνει, ἐλαίῳ, ἀκτῖνος θερμότητι, ἱδρῶτι πολλῷ, θλίψει καὶ στενοχωρίᾳ.
000-00-00 Serial Number=0256466985
Epistula ad Caesarium Ante [Go Back]  
 [00044]  ἐν τῷ οὖν τέμνεσθαι τοῦτο θεωροῦμεν ὅτι ὁ πλήττων σίδηρος πρῶτος κατὰ τῆς ἐν ἑαυτῷ ἀκτῖνος ἄνωθεν φέρεται.
000-00-00 Serial Number=0111073315
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01119]  Ἐπεὶ καὶ τὰ δένδρα τὰ μὲν σκιατροφούμενα μαλακώτερα γίνεται καὶ πρὸς καρπῶν γένεσιν ἀχρηστότερα, τὰ δὲ ἀέρων ἀνωμαλίᾳ ὁμιλοῦντα καὶ πνευμάτων δεχόμενα ἐμβολὰς καὶ θέρμην ἀκτῖνος, αὐτά τε ἰσχυρότερα καθίσταται καὶ τοῖς φύλλοις κομᾷ καὶ τῷ κάρπῳ βρίθεται, οὕτω καὶ ἐπὶ τῆς θαλάσσης συμβαίνειν εἴωθεν·
000-00-00 Serial Number=0092847586
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00054]  τῶν γὰρ λειψάνων φερομένων, ἐμπρησμοὶ δαιμόνων, ὀλολυγαὶ καὶ κωκυτοὶ πανταχόθεν ᾔροντο, τῆς ἀκτῖνος τῶν ὀστῶν ἐκπηδώσης, καὶ τὴν φάλαγγα τῶν ἀντικειμένων κατακαιούσης δυνάμεων.
000-00-00 Serial Number=0198244989
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00040]  ἐγκαλυπτέσθωσαν Ἕλληνες, τῆς ἀκτῖνος φανοτέραν ὁρῶντες τὴν ἀλήθειαν λάμπουσαν, οἱ τοῖς λίθοις παρακαθήμενοι καὶ τὸ σκότος διώκοντες·
000-00-00 Serial Number=0667392135
Homilia in martyres Ante [Go Back]  
 [00024]  Καθάπερ γὰρ τῆς ἀκτῖνος ἀνισχούσης δραπετεύει τὰ θηρία, καὶ πρὸς τοὺς οἰκείους καταδύεται χηραμούς·
000-00-00 Serial Number=0091432631
In Acta apostolorum Ante [Go Back]  
 [09999]  οὐκ εἰς ἀγῶνα καταχθεὶς, οὐδὲ ἡλίου καὶ ἀκτῖνος καὶ κόνεως ἐπάχθειαν ἐνεγκὼν, οὐδὲ συμπλακεὶς, καὶ λαβὰς δοὺς, ἀλλὰ θελήσας μόνον, καὶ καθήμενος ἢ ἑστὼς, ἔλαβες μέγαν τὸν στέφανον·
000-00-00 Serial Number=0762365341
In Christi natalem diem Ante [Go Back]  
 [00107]  ποῦ ἐστιν ὁ διὰ ξένης ἀκτῖνος ἕλκων ἡμᾶς πρὸς φῶς ἀγνοούμενον;
000-00-00 Serial Number=0607904613
In Eutropium Ante [Go Back]  
 [00068]  καὶ οὐδὲ εἴποτε γέγονεν ἐπὶ τῆς ἡδονῆς οἶδεν ἐκείνης, οὐδὲ αὐτῆς αἰσθάνεται τῆς ἀκτῖνος·
000-00-00 Serial Number=0433774590
In Isaiam Ante [Go Back]  
 [01838]  Σκότος δὲ ἐνταῦθά φησι τὸ ἀπὸ τῆς συμφορᾶς αὐτοῖς ἐγγινόμενον, οὐχ ὡς τῆς ἀκτῖνος ἀφανιζομένης, ἀλλὰ τῆς διαθέσεως τῶν πασχόντων ἐν μέσῃ τῇ μεσημβρίᾳ ἀντὶ φωτὸς σκότος ὁρώντων·
000-00-00 Serial Number=0056201279
In Joannem Ante [Go Back]  
 [01206]  Ὥσπερ οὖν ἡλιακῆς ἀκτῖνος ἀπολαύειν ὡς χρὴ οὐκ ἔνι, μὴ διανοίγοντα τοὺς ὀφθαλμούς·
 [05777]  τίνος ἡμεῖς τευξόμεθα συγγνώμης, οἱ καὶ εἰδότες αὐτὸν, καὶ μήτε ὄντες παρὰ φρέαρ, μήτε ἐν ἐρημίᾳ, μήτε ἐν ἡμέρᾳ μέσῃ, μήτε ἀκτῖνος καιούσης·
000-00-00 Serial Number=0326311350
In Psalmos 101-107 Ante [Go Back]  
 [01139]  Ἡ γὰρ αὐτὴ νεφέλη σκηνὴ μὲν αὐτοῖς μεθ' ἡμέραν ἐγίνετο, καὶ τῆς ἀκτῖνος ἐκώλυε τὸ λυποῦν·
000-00-00 Serial Number=0791310728
In epistulam II ad Corinthios Ante [Go Back]  
 [07543]  ἐπειδὰν δὲ ἴδωσί τινα αὐτοὺς ἐλέγχοντα τῶν ἐν ἀρετῇ βιούντων, ἢ καὶ φανέντα μόνον, τότε σαφέστερον αὑτῶν διαγινώσκουσι τὴν ἀθλιότητα, καὶ ὥσπερ ἀκτῖνος ἀφεθείσης, οὕτω περιστέλλουσι τὴν οἰκείαν ἀσχημοσύνην, καὶ τοὺς συνειδότας ἐρυθριῶσι, κἂν ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύθερος ᾖ, καὶ ὁ μὲν βασιλεὺς, ὁ δὲ ἀρχόμενος.
 [08107]  Εἰ γὰρ ὁ ἥλιος, κτίσμα ὢν, οὐδὲ δεῖται τῶν ἡμετέρων ὀφθαλμῶν (μένει γὰρ τὴν οἰκείαν φαιδρότητα ἔχων, κἂν μηδεὶς εἰς αὐτὸν ἐμβλέπῃ), οἱ δὲ κερδαίνοντες ἡμεῖς ἐσμεν, ὅταν αὐτοῦ τῆς ἀκτῖνος ἀπολαύσωμεν·
000-00-00 Serial Number=0507823825
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06588]  Ἐπειδὴ γὰρ βλέποντες καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας οὔτε ἀπὸ τῆς συμφορᾶς ἐπεσπάσαντο τοὺς ἀνηλεεῖς, προσέθηκαν τοῖς τοσούτοις κακοῖς ἑτέραν χαλεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιμὸν, κουφότερον εἶναι νομίζοντες ἀπεστερῆσθαι τοῦ κοινοῦ τούτου φωτὸς καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ λιμῷ παλαίειν διηνεκεῖ καὶ τὸν οἴκτιστον ὑπομένειν θάνατον.
 [09999]  Καὶ γὰρ ὁ ἐν σκότῳ καθήμενος, ἕως μὲν ἂν μὴ βλέπῃ τὸν ἥλιον, οὐκ αὐτὸς ἐπιτρέχει τῷ κάλλει τῆς ἀκτῖνος, ἀλλ' ἐκείνη δείκνυσιν ἑαυτὴν, ἐπειδὰν λάμψῃ·
000-00-00 Serial Number=0211250842
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02918]  Καὶ καθάπερ ἐπὶ τῆς κόρης τῶν ὀφθαλμῶν ἂν μὲν τοὺς ἔξωθεν ἐπικειμένους χιτωνίσκους ἔχῃ παχεῖς, οὐκ ἰσχύει τὸ διορατικὸν ἀφεῖναι καὶ ἀτενίσαι, τῆς ἀκτῖνος ἐκκρουομένης ὑπὸ τῆς παχύτητος, καὶ σκότος γίνεται πολλάκις·
 [03580]  Καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς τοῦ σκήνους ἀρθέντος αἱ ποικιλίαι διαλύονται, καὶ τὰ ὀνείρατα τῆς ἀκτῖνος φανείσης πάντα ἀφίπταται·
000-00-00 Serial Number=0979570866
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01803]  ὁ γὰρ ἀθλητὴς μάχεται κόνει, ἐλαίῳ, ἀκτῖνος θερμότητι, ἱδρῶτι πολλῷ, θλίψει, καὶ στενοχωρίᾳ ἀγῶνος.
 [08013]  Τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει, ὅτι ἡ μνήμη τῶν ἁγίων ἐκείνων, ὥσπερ νέφος τὸν φλεγόμενον ὑπὸ ἀκτῖνος θερμοτέρας σκιάζει, οὕτω τὴν ὑπὸ τῶν κακῶν καταπεπονημένην ἀνίστησι καὶ ἀνακτᾶται ψυχήν.
000-00-00 Serial Number=0726307571
In epistulam ad Romanos Ante [Go Back]  
 [05566]  Κἂν γὰρ τῷ τῆς ἀκτῖνος παραβάλω φωτὶ τὸ κάλλος τῶν τότε σωμάτων, κἂν ἀστραπῇ τῇ φανοτάτῃ, οὐδὲν οὐδέπω τῆς λαμπρότητος ἄξιον ἐκείνης ἐρῶ.
 [08864]  ἀλλ' ἐπειδὴ λοιπὸν ἄπεισιν, ἐπειγόμεθα λοιπὸν λέγοντες ἀλλήλοις, ὅτι Ἡμέρα γέγονε, καὶ τὰ τῆς ἡμέρας ἅπαντα πράττομεν, ἐνδυόμενοι καὶ ὀνείρων ἀπαλλαττόμενοι καὶ ὕπνον διακρουόμενοι, ἵνα παρεσκευασμένους ἡ ἡμέρα εὕρῃ, καὶ μὴ ἀνισχούσης ἀκτῖνος τότε ἀρξώμεθα ἀνίστασθαι καὶ διατείνεσθαι.
 [08872]  διὸ καὶ τῆς ἀκτῖνος λαμπρότερόν σε ἀποφαίνει πολλὴν ἀφιέντα τὴν ἀστραπὴν, καὶ ἐν ἀσφαλείᾳ σε καθίστησιν·
 [09999]  τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, εὐρυτέραν τῆς οἰκουμένης, [60.680] τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν τοὺς ποταμοὺς ἀφιεῖσαν·
000-00-00 Serial Number=0268507123
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00107]  τῆς γὰρ φύσεως ἀπαγορευ ούσης τῷ διηνεκεῖ πόνῳ, διεφθάρη ἂν, καὶ ἀπώλετο τὸ ζῶον, καὶ οὐδὲν αὐτῷ πλέον ἐκ τῆς ἀκτῖνος ἐγέ νετο.
000-00-00 Serial Number=0482179463
In illud Ne timueritis Ante [Go Back]  
 [00661]  ἄλλως δὲ οὐδέ ἐστι μείζων, ἀλλὰ δοκεῖ, καὶ τότε δοκεῖ, ὅταν μακροτέρω τῆς ἀκτῖνος γενώμεθα·
 [00662]  οὕτω γοῦν ἡνίκα περὶ σταθερὰν μεσημβρίαν τῆς ἀκτῖνος ὑπὲρ κεφαλὴν ἱσταμένης συνελαύνεται πάντοθεν, καὶ συστέλλεται, καὶ βραχυτέρα γίνεται·
000-00-00 Serial Number=0757849455
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00026]  Τοῦτο ἐμοὶ τῆς ἀκτῖνος ταύτης γλυκύτερον, τοῦτο φωτὸς ἥδιον, τοῦτο ζωὴ, τὸ οὕτως εὐγνωμόνων ἐπιτυγχάνειν ἀκροατῶν, οὐχ ἁπλῶς κροτῆσαι, ἀλλὰ διορθωθῆναι βουλομένων, ἐπιτιμωμένων, καὶ μὴ ἀποσκιρτώντων, ἀλλὰ πρὸς τὸν ἐπιτιμῶντα καταφευγόντων.
000-00-00 Serial Number=0868278444
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00144]  Σταυρὸς ὁ τοῦ ἡλίου φανότερος, ὁ τῆς ἀκτῖνος φαιδρότερος·
000-00-00 Serial Number=0662174582
In illud Vidi dominum Ante [Go Back]  
 [00077]  οὐ λέγω αὐτὸ ἐκεῖνο, ὅπερ ἐστὶ τῇ φύσει (ἀκατανόητον γὰρ τοῦτο καὶ ἀθεώρητον καὶ ἀσχημάτιστον, καὶ ἄτοπόν ἐστι τὸ οὕτω περὶ αὐτοῦ ὑπολαμβάνειν), ἀλλ' ὅσον ἐγχωροῦσιν, ὅσον ὑπὸ τῆς ἀκτῖνος ἐκείνης ἰσχύουσιν καταλάμπεσθαι.
000-00-00 Serial Number=0092436850
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00027]  Μὴ σὺ μὲν ἄλλον οὐρανὸν ὁρᾷς, ἐκεῖνος δὲ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος καταφλέγεται;
000-00-00 Serial Number=0803297997
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00106]  Ἐξήλ λετο γὰρ ἡ ἁγία φωνὴ τοῦ μαρτυρικοῦ στόματος, καὶ ἐφείλκετο μεθ' ἑαυτῆς φῶς φαιδρότερον τῆς ἡλιακῆς ἀκτῖνος.
000-00-00 Serial Number=0353270710
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00298]  Οὐδὲ γὰρ εἰς ἀγορὰν ἐνέβαλλον καὶ οὕτω τῶν ὠνίων ἀπήλαυον, ἀργύριον μὴ κατατιθέντες, οὐδὲ αὔλακας ἔτεμνον, οὐδὲ ἄροτρον εἷλκον, οὐδὲ γῆν ἐσπαράττον, οὐδὲ σπέρματα κατέβαλλον, οὐδὲ ὑετῶν ἐδέοντο καὶ τῶν τοῦ ἔτους ὡρῶν, οὐχ ἡλιακῆς ἀκτῖνος, οὐ σεληνιαίου δρόμου, οὐ φύσεως ἀέρος, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός·
000-00-00 Serial Number=0593184114
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00111]  ὥστε κάτωθεν ῥιζωθέντα μήτε πρὸς τὴν τῆς ἀκτῖνος ἐνδοῦναι προσβολήν, μήτε ὑπὸ τῶν ἀκανθῶν ἀποπνιγῆναι πάλιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»