Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀληθῆ [184]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀληθῆ


000-00-00 Serial Number=0222433031
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00060]  Εἰ μὲν οὖν πρός τινά μοι τῶν ἀπίστων ὁ λόγος ἦν, ἢ τῶν αὐτομάτως ἅπαντα φέρεσθαι νομιζόντων, ἢ τῶν πονηροῖς δαιμονίοις τοῦ κόσμου τὴν πρόνοιαν ἀνατιθέντων, πολλῆς ἄν μοι πραγματείας ἐδέησεν, ἵνα πρῶτον τὴν πεπλανημένην δόξαν ἐκβαλὼν, καὶ πείσας εἰδέναι τὴν ἀληθῆ τοῦ παντὸς πρόνοιαν, οὕτως ἐπὶ τὸ παρακαλεῖν τρέψω τὸν λόγον·
 [00061]  ἐπειδὴ δὲ τῇ τοῦ Θεοῦ χάριτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, καὶ τὰ ἀληθῆ καὶ σωτήρια δόγματα διαδεξάμενος ἐκ προγόνων πιστεύεις ἀκριβῶς ὅτι μέλει περὶ πάντων τῷ Θεῷ, καὶ μάλιστα τῶν πιστευόντων αὐτῷ, τοῦτο ἀφέντες τὸ μέρος, ἑτέρωθεν ποιησώμεθα τὴν ἀρχήν.
 [00805]  ὁ δὲ ἐνταῦθα τὰς θλίψεις προθύμως ἐνεγκὼν, καὶ ἐνταῦθα καὶ ἐκεῖ λαμπρὸς ἔσται καὶ ἐπίδοξος δόξαν τὴν ἀθάνατον καὶ ἀληθῆ.
000-00-00 Serial Number=0097757697
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00202]  Ὑγιαίνοντά σε τὴν ἀληθῆ ὑγίειαν θᾶττον ἀπολάβοιμεν εὐχαῖς ἁγίων, ὦ φίλη κεφαλή.
000-00-00 Serial Number=0291546881
Ad illuminandos catecheses Ante [Go Back]  
 [00375]  Πρὶν ἢ τοίνυν ἐπελθεῖν τὴν ἀληθῆ τοῦ Πνεύματος βαφὴν, ἐξάλειψον τὰς κακῶς ἐντεθείσας σοι συνηθείας·
000-00-00 Serial Number=0688389778
Ad populum Antiochenum Ante [Go Back]  
 [02260]  Ἀλλὰ κατέλυσάν μου τὴν βασιλείαν, φησὶ, κατεπάτησάν μου τὸν τῦφον, ἔδειξαν διὰ τῶν ἔργων τὸν ἀληθῆ ∆εσπότην αὐτῶν.
 [02446]  Ὦ μιαρὲ, καὶ παμμίαρε, τοιαύτης ἀπολαύσας εὐνοίας παρ' ἐμοῦ, τοσαύτῃ τιμηθεὶς βασιλείᾳ, καὶ τῶν ἐπὶ τῆς γῆς προτιμηθεὶς ἁπάντων ἀντ' οὐδενὸς κατορθώματος, καὶ διὰ τῶν ἔργων αὐτῶν ἐνέχυρα λαβὼν τῆς ἐμῆς κηδεμονίας, καὶ τῆς προνοίας ἀπόδειξιν ἀληθῆ, πονηρὸν δαίμονα καὶ λυμεῶνα καὶ τῆς σῆς ἐχθρὸν σωτηρίας ἀξιοπιστότερον ἐποίησας τοῦ ∆εσπότου καὶ κηδεμόνος;
 [04514]  Σὺ μὲν στρατιωτῶν ἔφοδον ἀκούσας οὐκ ἀληθῆ, καὶ τῆς ζωῆς ἐκινδύνευσας ἀποῤῥαγῆναι τῆς παρούσης·
 [04879]  ἀπὸ τούτων δῆλον, ὅτι καὶ τὰ πρότερα ἦν ἀληθῆ τὰ παρ' ἡμῖν, τὰ περὶ Ἰωάννου καὶ Παύλου καὶ Πέτρου καὶ τῶν ἄλλων ἁπάντων.
 [05400]  οὐκ ἔστι δὲ, ἀλλ' ἀμφότερα ταῦτα ἀληθῆ.
000-00-00 Serial Number=0250729740
Admonitiones spirituales Ante [Go Back]  
 [00092]  Ἰδοὺ ἡ χαρὰ, ἰδοὺ ἡ ἀνάπαυσις, ἰδοὺ τὸ φῶς, ἰδοὺ ἡ ζωὴ, ἰδοὺ ἡ δόξα, ἰδοὺ ἡ τρυφὴ, ἰδοὺ τὰ ἀληθῆ καὶ αἰώνια, ἰδοὺ τὰ μεγάλα καὶ θαυμαστὰ, ἰδοὺ πάντα ὡς θέλεις, μᾶλλον δὲ καὶ ὑπὲρ ὃ θέλεις.
000-00-00 Serial Number=0242603898
Adversus Judaeos Ante [Go Back]  
 [00295]  εἰ δὲ ταῦτα ἀληθῆ, ὥσπερ οὖν καὶ ἀληθῆ, ἐκεῖνα ἀπάτης γέμει.
 [01015]  ὑμεῖς δὲ τὸν ἀληθῆ Θεὸν προσκυνοῦντες, ἀφέντες τὴν πατρῴαν εὐσέβειαν, πρὸς τὰ ἀλλότρια ηὐτομολήσατε·
 [01390]  Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν παραγενόμενον, βουλόμενος συσκιάσαι αὐτοῦ τὴν παρουσίαν καὶ τὴν ἀληθῆ οἰκονομίαν, εἰσήνεγκεν ἀπατεῶνάς τινας, οὓς προείπομεν, ἵνα καὶ οὗτος εἷς ἐκείνων νομίζηται εἶναι.
 [02165]  Ἵνα γὰρ θύραν ἀνοίξωσι ταῖς ἑαυτῶν ἀπάταις, καὶ τῷ ψεύδει πολλὴν δῶσι παῤῥησίαν, διὰ τοῦτο καὶ ἀληθῆ τινα ἀνέμιξαν, καθάπερ οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα, μέλιτι τὸ στόμα τῆς κύλικος περιχρίοντες, εὐπαράδεκτον ποιοῦσι τὴν βλάβην.
000-00-00 Serial Number=0417799294
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00461]  τέως γὰρ οὕτως εἰρήσθω, ἐπεὶ κατὰ τὸν ἀληθῆ λόγον τότε μάλιστα αὑτὸν εἰς τὴν πατρίδα ἀποπέμψεις, ὅταν ἀπὸ τῆς γῆς ἐξαγάγῃς.
 [00471]  οὗτος δὲ ἐπειδὴ πλουτεῖ πλοῦτον τὸν ἀληθῆ, διὰ τοῦτο θαυμάζεται μάλιστα, καὶ διὰ τοῦτο οὐ φθονεῖται οὐδὲ ἐπιβουλεύεται.
 [01080]  καθάπερ δεδοικότες μὴ παρ' ἑτέρων τὴν ἀληθῆ τούτων προσηγορίαν ἀκούσαντες φύγωσι τὴν λύμην οἱ παῖδες.
 [01554]  ἂν δὲ εἰς δόξαν τὴν ἀληθῆ καὶ ὠφέλειαν καὶ τὸ τῷ Θεῷ δοκοῦν μετὰ πολλῆς αὐτὰ δαπανᾷ τῆς συνέσεως, οὐκέτι;
000-00-00 Serial Number=0877259493
Catecheses ad illuminandos Ante [Go Back]  
 [00152]  οὐδὲ γὰρ τρίβει τὸν αὐχένα οὐδὲ κάτω νεύειν παρασκευάζει, ἀλλὰ τὰ ἄνω φρονεῖν διδάσκει, τὴν ἀληθῆ φιλοσοφίαν οὗτος ὁ ζυγὸς ἐκπαιδεύει.
 [00721]  οὔτε γὰρ νηστεύειν ἀναγκάζων πάλιν φημὶ ταῦτα ἀλλὰ βουλόμενος ὑμᾶς καὶ ἀνίεσθαι καὶ ἀκριβεστέραν νῦν μᾶλλον τὴν ἀληθῆ νηστείαν ἐπιδείκνυσθαι.
 [00734]  Καὶ οὕτω δυνήσῃ ἐν παντὶ τῷ τῆς ζωῆς χρόνῳ τὴν ἀληθῆ νηστείαν ἐπιτελεῖν.
 [01184]  Τίς ἂν οὖν κατ' ἀξίαν τούτους μακαρίσειεν ὅτι τῆς ἔξωθεν παιδεύσεως μὴ μετέχοντες τὴν ἀληθῆ σοφίαν ἐπαιδεύθησαν, δεικνύντες ἐκεῖνο τὸ ἀποστολικὸν διὰ τῶν ἔργων πληρούμενον·
000-00-00 Serial Number=0231239736
Commentarius in Job Ante [Go Back]  
 [04376]  «ὥστε ἀληθῆ ἐλάλησεν ὁ Ἰὼβ λέγων τὰ ἑαυτοῦ κατορθώματα·
 [04377]  ὑμεῖς δὲ αὐτὸν καταδικάσαντες οὐκ ἀληθῆ εἰρήκατε.».
000-00-00 Serial Number=0909716487
De Anna i Ante [Go Back]  
 [00473]  ἀλλ' ἐσκόπησεν ὅπως ἀποκρούσαιτο μόνον τὴν ὑπόνοιαν, καίτοι γε οὐκ οὖσαν ἀληθῆ.
 [01182]  καὶ τότε σαυτοῦ καταγνώσῃ, καὶ τὸν ἀληθῆ τῶν πενήτων εἴσῃ πλοῦτον.
000-00-00 Serial Number=0840533793
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00690]  Ἐβουλήθη μὲν γὰρ αὐτὸν λυττῶντα πολλάκις ἀναστεῖλαι τῆς εἰς τὸ πρόσω φορᾶς καὶ τοῖς ἑτέρων διορθῶσαι κακοῖς, ἐπειδὴ δὲ ἀντέτεινε παρέδωκεν αὐτὸν τοῖς ἐσχάτοις κακοῖς τὴν μὲν ἀληθῆ τῶν αὐτοῦ τολμημάτων ἀντίδοσιν κατὰ τὴν μεγάλην ταμιευόμενος ἡμέραν καὶ διὰ τῆς παρούσης δὲ κολάσεως τοὺς ὑπτιωτέρους διανιστὰς καὶ σωφρονεστέρους ποιῶν.
000-00-00 Serial Number=0586839199
De Davide et Saule Ante [Go Back]  
 [00444]  Ἐπεὶ οὖν οὕτως ἀληθῆ καὶ ἀνύποπτον μαρτυρίαν παρήγαγεν, αὐτὸν λοιπὸν τὸν ἐχθρὸν καὶ δικαστὴν καὶ μάρτυρα καλεῖ τῆς οἰκείας κηδεμονίας, οὑτωσὶ λέγων·
 [00614]  Ταῦτα εἰ μὲν ἀληθῆ λέγῃ, διόρθωσαι·
 [00650]  Ὁρᾷς ὅτι κἂν ἀληθῆ τις λέγῃ περὶ ἡμῶν, κἂν τοιαῦτα ἅπερ ἡμεῖς ἑαυτοῖς σύνισμεν, ἡμεῖς δὲ τὸν λέγοντα μὴ ὑβρίσωμεν, ἀλλὰ στενάξωμεν πικρὸν, καὶ τὸν Θεὸν ὑπὲρ τῶν ἁμαρτημάτων παρακαλέσωμεν, πάντα δυνησόμεθα ἀποθέσθαι τὰ πλημμελήματα;
000-00-00 Serial Number=0419151008
De consubstantiali Ante [Go Back]  
 [00062]  ἀλλ' ὥσπερ θεὸς κληθεὶς οὐ τολμᾷς εἰπεῖν ὅτι ψιλὸν ἐκεῖ τὸ ὄνομα, ἀλλ' ὁμολογεῖς ἀληθῆ Θεὸν εἶναι τὸν Πατέρα·
000-00-00 Serial Number=0646031499
De diabolo tentatore Ante [Go Back]  
 [00626]  Μαθόντες οὖν τὴν θεραπείαν τῶν ἡμετέρων τραυμάτων, συνεχῆ ταῦτα ἐπιθῶμεν τὰ φάρμακα, ἵνα πρὸς ὑγίειαν ἐπανελθόντες τὴν ἀληθῆ, καὶ τῆς ἱερᾶς τραπέζης μετὰ παῤῥησίας ἀπολαύσωμεν, καὶ μετὰ πολλῆς δόξης ἀπαντήσωμεν τῷ βασιλεῖ τῆς δόξης Χριστῷ, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, ἅμα τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0981442273
De fato et providentia Ante [Go Back]  
 [00092]  τὸ δὲ τοὺς ταύτης μὲν ἀπαλλαγέντας τῆς πλάνης καὶ τῆς δουλείας, καταξιωθέντας δὲ τὸν ἐπὶ πάντων εἰδέναι Θεὸν, τὸν ἀληθῆ καὶ ὄντως Θεὸν, ὥσπερ ἔκ τινος παλιῤῥοίας, πρὸς ἐκείνην ὑποσύρεσθαι τὴν ζάλην, τὸν λογισμὸν καὶ τὴν μανίαν, τοῦτό ἐστι τὸ δεινότατον, καὶ πολλῶν ὄντως δακρύων καὶ θρήνων ἄξιον·
 [00592]  εἰ δὲ ἀληθῆ τὰ εἰρημένα, καὶ λύμη πάντων ἐστὶ τὸ πρᾶγμα, καὶ κατάγελως ἔσχατος, ὑμῶν αὐτῶν φείσασθε τῆς τοῦ σώματος ῥώσεως, τῆς κατὰ ψυχὴν ὑγιείας.
000-00-00 Serial Number=0364553213
De fugienda simulata specie Ante [Go Back]  
 [00037]  Χείλη ἀληθινὰ, φησὶ, κατορθοῖ μαρτυρίαν ἀληθῆ·
000-00-00 Serial Number=0734690607
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00390]  Εἰ γὰρ μῦθός τινος οὕτως αὐτῶν κατέχει τὴν ψυχὴν ὥστε νομίζεσθαι ἀξιόπιστος εἶναι, τὰ ὄντως ἀληθῆ πῶς οὐκ ἂν κατάσχῃ καὶ πολλοῦ φόβου ἐμπλήσῃ;
000-00-00 Serial Number=0003367782
De mutatione nominum Ante [Go Back]  
 [00056]  οὕτω δὴ τὸν τὴν ἀληθῆ καὶ προσήκουσαν ἀνθρωπίνῃ ψυχῇ μισοῦντα τροφὴν, τὴν ἀπὸ τῶν θείων λογίων, ἐν δὲ βιωτικοῖς συλλόγοις καὶ συνεδρίοις ἀεὶ αἰσχρότητος γέμουσι καθήμενον, καὶ παράνομα βοσκόμενον ῥήματα, οὐκ ἂν εἴποιμεν ἄνθρωπον εἶναι.
000-00-00 Serial Number=0247568190
De patientia sermo 2 Ante [Go Back]  
 [00153]  Εἰ μὲν ἀληθῆ τὰ ἐνύπνια, τίς μηχανὴ πῶς οὐχὶ πάντως ἐκβῆναι τὰ προοραθέντα;
000-00-00 Serial Number=0801771164
De perfecta caritate Ante [Go Back]  
 [00032]  ∆ι' ἀγάπην κατῆλθε πρὸς ἡμᾶς ὁ ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ, καὶ ὁμόσκηνος καὶ ὁμοδίαιτος τοῖς ἀνθρώποις γέγονεν, ἵνα τὴν πολύθεον καταλύσας πλάνην, καὶ τὴν ἀληθῆ καταγγείλας θεογνωσίαν, τὴν πρὸς ἀλλήλους ἀγάπην διδάξῃ τοὺς ἀνθρώπους, καθὼς Ἰωάννης μαρτυρεῖ λέγων·
 [00229]  Ὥστε ἐκεῖνα ἀληθῆ καὶ πάντως ἔσται, τὰ δὲ τῶν κολάσεων οὐ πάντως;
000-00-00 Serial Number=0966249645
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00034]  ἀλλ' ἀμφότερα ἀληθῆ, ἂν τὴν προσήκουσαν ἔννοιαν ἐκλάβῃς.
000-00-00 Serial Number=0929051995
De precatione [2] Ante [Go Back]  
 [00043]  Αὐτὴ τῶν μελλόντων ἀληθῆ δίδωσιν πληροφορίαν, κρείττονα λοιπὸν πίστεως τὴν ἐπίγνωσιν τῶν ἐκεῖσε παρεχομένη ἀγαθῶν, θησαυροὺς ἀποκρύφους, ἀοράτους, σκοτεινοὺς ἀνοίγει, δεικνύει σοι τὸν ἀντίπαλον·
000-00-00 Serial Number=0859431565
De prophetiarum obscuritate Ante [Go Back]  
 [00903]  ἂν δὲ ἀληθῆ, οὐδὲν οὐδὲ οὕτως ἐπηρέασται παρὰ τὴν σὴν κατηγορίαν.
 [00906]  ὁ δὲ κακῶς λέγων, ἄν τε ἀληθῆ κακῶς εἴπῃ τὸν πλησίον, τὰ μέγιστα ἠδίκηται.
 [00908]  ὅτι δὲ, κἂν ἀληθῆ λέγῃ, φορτικώτερον ἑαυτῷ ποιεῖ τὸ δικαστήριον, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς, καὶ σκανδάλων αἴτιος γινόμενος, ἃ κρύπτειν δέον, ἐκκαλύπτων ἅπασι, καὶ κηρύττων τὰ ἁμαρτήματα [56.191] τοῦ πλησίον, παντί που δῆλόν ἐστιν.
 [00910]  Καὶ γὰρ ὁ Φαρισαῖος οὐκ ἐψεύδετο, ἀλλ' ἀληθῆ ἔλεγε, τελώνην καλῶν τὸν τελώνην, ἀλλ' ὅμως δίκην ἔδωκε.
000-00-00 Serial Number=0049432993
De sacerdotio Ante [Go Back]  
 [00013]  Τί τὸ κωλῦσαν ἡμῖν αὐτὸν συνοικῆσαι Ἐπειδὴ δὲ ἔδει τὸν μακάριον τὸν τῶν μοναχῶν μεταδιώκειν βίον καὶ τὴν φιλοσοφίαν τὴν ἀληθῆ, καὶ οὐκέτι ἡμῖν ὁ ζυγὸς οὗτος ἴσος ἦν, ἀλλ' ἡ μὲν ἐκείνου πλάστιγξ ἐκουφίζετο μετέωρος, ἐγὼ δ' ἔτι ταῖς τοῦ κόσμου πεπεδημένος ἐπιθυμίαις καθεῖλκον τὴν ἐμαυτοῦ καὶ ἐβιαζόμην κάτω μένειν, νεωτερικαῖς αὐτὴν ἐπιβρίθων φαντασίαις, ἐνταῦθα λοιπὸν ἡ μὲν φιλία βέβαιος ἔμενεν ἡμῖν καθάπερ καὶ πρότερον, ἡ δὲ συνουσία διεκόπτετο·
 [01041]  {ΙΩ.} Τοῦτο γάρ, ἔφην, τοῦτό ἐστιν ὃ τοὺς πολλοὺς ἀπώλεσε καὶ ῥαθυμοτέρους περὶ τὴν ἀληθῆ διδασκαλίαν ἐποίησε·
000-00-00 Serial Number=0223508298
De salute animae Ante [Go Back]  
 [00127]  Ταῦτα ἀκούσαντες, ἀγαπητοὶ, καὶ πιστεύσαντες, ὅτι ἀληθῆ εἰσι καὶ οὐ μῦθοι, ἀγωνισώμεθα πρὸ τῆς ὥρας ἐκείνης·
000-00-00 Serial Number=0406543612
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00130]  Οὕτω γὰρ καὶ τῆς ἑορτῆς ταύτης μεγίστην αἴσθησιν ληψόμεθα, καὶ τὴν μάρτυρα τὴν ἁγίαν εἰς πλείονα ἐπισπασόμεθα εὔνοιαν, τιμὴν τὴν ἀληθῆ τιμῶντες αὐτήν.
000-00-00 Serial Number=0929153979
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01687]  Τὴν γὰρ ἀληθῆ ταπεινοφροσύνην ἐντεῦθεν μάλιστα ἔστι διδάσκεσθαι τοὺς προσέχοντας.
 [03709]  εἰ μὲν ἀληθῆ λέγει, διόρθωσαι·
 [03979]  ἂν δὲ δηχθεὶς ὑβρίσῃς, ἀναγκάζεις ἀληθῆ νομίζεσθαι τὰ λεγόμενα.
 [06133]  Ὥστε ἐκεῖνα μὲν ἀληθῆ καὶ πάντως ἔσται, τὰ δὲ τῶν κολάσεων οὐ πάντως, ἀλλ' ἀπειλῆς ἕνεκεν καὶ φόβου;
 [06282]  ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῶν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας τὴν φύσιν, καὶ περιγενομένους τῶν ἀτάκτων σκιρτημάτων, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δύνανται μετὰ τὴν ἄνωθεν χάριν·
000-00-00 Serial Number=0583673954
Epistula ad Antiochum Ante [Go Back]  
 [00003]  Εἰ γὰρ ἅπαντα τὰ θρυλούμενα ἀληθῆ, κινδυνεύσειαν ἂν ἅπαντες.
000-00-00 Serial Number=0640560806
Epistulae Ante [Go Back]  
 [00455]  Τοῦτο πατὴρ, τὸ μὴ μόνον μὴ δυσχεραίνειν τοῦ παιδὸς τὴν ἀληθῆ φιλοσοφίαν φιλοσοφοῦντος, ἀλλὰ καὶ συνήδεσθαι, καὶ πάντα ποιεῖν, ὅπως εἰς ἄκρον αὐτῆς ἀφίκοιτο·
 [01135]  τὰ δὲ ἀληθῆ πράγματα, καὶ πεπηγότα, καὶ ἀμετακίνητα, τὰ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς διαδεξόμενά ἐστι.
 [01413]  Τοῦτο πατὴρ, τὸ μὴ μόνον μὴ δυσχεραίνειν τοῦ παιδὸς τὴν ἀληθῆ φιλοσοφίαν φιλοσοφοῦντος, ἀλλὰ καὶ συνήδεσθαι, καὶ πάντα ποιεῖν, ὅπως εἰς ἄκρον αὐτῆς ἀφίκοιτο·
 [02093]  τὰ δὲ ἀληθῆ πράγματα, καὶ πεπηγότα, καὶ ἀμετακίνητα, τὰ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς διαδεξόμενά ἐστι.
000-00-00 Serial Number=0346059918
Expositiones in Psalmos Ante [Go Back]  
 [00534]  τουτέστι, Φιλοσοφεῖν με ἐπαίδευσας, ὑπερορᾷν τῶν βιωτικῶν πραγμάτων, εἰδέναι τὰ ἀληθῆ καὶ μένοντα·
 [00589]  Ἀλλ' οὐκ ἔστι, φησὶν, ἀληθῆ.
 [00614]  Εἰ δὲ θεία, καὶ τὰ ἐν αὐτῇ περὶ Θεοῦ εἰρημένα ἀληθῆ πάντα.
 [04093]  Καθάπερ ἐπὶ τῶν χρωμάτων, καὶ τῶν ἄλλων εἰδῶν, τὰ μέν ἐστιν ἀληθῆ, τὰ δὲ ψευδῆ, καὶ ἔστι πορφύρα ἀληθὴς, καὶ πορφύρα ψευδὴς, καὶ ἐπὶ κρόκου, καὶ ἐπὶ τῶν λίθων, καὶ ἐπὶ ἀρωμάτων, καὶ ἐπὶ ἑτέρων τοιούτων·
 [05856]  Καθάπερ ἐπὶ τῶν χρωμάτων, καὶ τῶν ἄλλων εἰδῶν, τὰ μέν ἐστιν ἀληθῆ, τὰ δὲ ψευδῆ, καὶ ἔστι πορφύρα ἀληθὴς, καὶ πορφύρα ψευδὴς, καὶ ἐπὶ κρόκου, καὶ ἐπὶ τῶν λίθων, καὶ ἐπὶ ἀρωμάτων, καὶ ἐπὶ ἑτέρων τοιούτων·
 [06864]  ἀλλ' ὅτι Θεὸν ἔχομεν ἀληθῆ, ἐν τούτῳ καυχώμεθα·
000-00-00 Serial Number=0788583577
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01310]  τουτέστι, Πάντα ἀκριβῶς γινώσκεις, καὶ ἀληθῆ τὰ παρὰ σοῦ λεγόμενα.
 [03436]  Γένοιτο ἀληθῆ τὰ τῆς ἀρᾶς αὐτῶν, γένοιτο αὐτοῖς ἀληθῆ τὰ ἀγαθά *Τουτέστιν, εἰ μὴ συμμαρτυρεῖς, ὅτι ἡνίκα ἀναγγέλλειν αὐτοῖς τῶν πολεμίων τὴν ἔφοδον ἔλεγες, εἱστήκειν προσευχόμενος ὑπὲρ αὐτῶν, ἀγαθὰ ὑπὲρ αὐτῶν αἰτῶν.
 [04027]  Τίνος γὰρ ἕνεκεν ἐρωτᾷς, ὡς εἰδὼς, ὁ εἰδὼς ὅτι πάντως ἀληθῆ τὰ λεγόμενα;
 [04167]  Ἐμνημόνευσε τῶν [64.941] κατὰ τὸν Ἰωακεὶμ, ὧν προεῖπεν, ὡς ἂν πείσῃ αὐτοὺς ἀληθῆ εἶναι τὰ παρ' αὐτοῦ λεγόμενα.
 [05056]  εἰ δὲ οὐκ ἐμὰ, δεῖ πιστεύειν ὅτι οὐκ ἐμά ἐστι, καὶ ὅτι ἀληθῆ ἔσται·
 [05222]  Ἐκεῖνος τοίνυν πάλαι τὴν Ἀχαὰβ παρανομίαν ὁρῶν, καὶ εἰδὼς ἀληθῆ τὰ παρὰ τῶν προφητῶν ῥήματα, καὶ σφόδρα προσδοκῶν ἅλωσιν τῆς χώρας, καὶ καταστροφὴν τῶν πόλεων, τοῖς αὐτοῦ υἱοῖς ἐνετείλατο ταῦτα, οὐχ ὥστε μόνον φυλάξαι, ἀλλ' ὥστε καὶ τοῖς οἰκείοις ἐγγόνοις παραδοῦναι τὸ παράγγελμα.
 [05569]  Ἀπειλεῖ πάλιν λιμὸν καὶ δεσμοὺς ἀνασωζομένους, ἵνα μάθωσιν, ὅτι ἀληθῆ ταῦτά ἐστιν.
000-00-00 Serial Number=0221449614
Fragmenta in Proverbia Ante [Go Back]  
 [00008]  καὶ οἱ ἐπιγνόντες τὴν ἀληθῆ καὶ ἐπουράνιον σοφίαν, εὐκόλως νοήσουσι τοὺς σοφοὺς παρ' αὐτῆς λελαλημένους λόγους·
 [00014]  νοοῦσι γὰρ τὴν ἀληθῆ δικαιοσύνην διὰ Χριστοῦ καταγγελλομένην.
 [00391]  εἰ δὲ τὴν ἀληθῆ σοφίαν ἀφέντες, ἀγαπήσομεν τὴν τοῦ κόσμου, ἀφρόνως μοιχεύομεν.
 [00472]  ∆εῦτε, ἐπίγνωτε τὴν ἀληθῆ καὶ εὐθεῖαν ὁδόν·
 [00652]  [52] β.] Τὸν δολερόν φησιν ἐνταῦθα, τὸν οὐκ ἀληθῆ·
 [01958]  [105] β.] Τὴν ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς·
000-00-00 Serial Number=0329040468
In Acta apostolorum Ante [Go Back]  
 [03452]  εἰ δὲ ἀληθῆ, τί κωλύεις;
 [03600]  Καὶ σκόπει, πῶς πάλιν ἐπὶ τὴν ἀληθῆ βοήθειαν κατέφυγον, ἐπὶ τὴν συμμαχίαν τὴν ἄμαχον, καὶ πάλιν ὁμοθυμαδὸν, καὶ μετὰ σπουδῆς·
 [05427]  Καὶ ὄντως ταῦτά ἐστι τὰ ποιοῦντα ἀληθῆ χαρὰν, ἐπεὶ ἐκεῖνα ὄνομα μόνον ἔχει χαρᾶς, τὸ δὲ πᾶν ἐν λύπῃ κεῖται.
 [09999]  Καὶ πῶς, φησὶν, ἐπίστευσεν ἀληθῆ εἶναι τὰ ἐπαγγελθέντα παρὰ τοῦ νεανίου;
 [09999]  Ὅτι δὲ ταῦτα ἀληθῆ λέγω, μαρτυροῦσιν οἱ περὶ τούτου ἐγκαλοῦντες.
000-00-00 Serial Number=0725201011
In Ecclesiasten Ante [Go Back]  
 [00068]  τὰ γὰρ ἔργα τοῦ θεοῦ οὐκ ἂν εἴη μάταια, ἀλλὰ ἀληθῆ·
000-00-00 Serial Number=0567420065
In Isaiam Ante [Go Back]  
 [01723]  Τῶν προφητῶν ἀπειλούντων συνεχῶς καὶ τὰ φοβερὰ προαναφωνούντων, οἱ ψευδοπροφῆται πρὸς χάριν διαλεγόμενοι καὶ τοῦ δήμου τὸν τόνον ἐκλύοντες τὰ μὲν ἐκείνων ἔφασκον εἶναι ψευδῆ, τὰ δὲ αὐτῶν ἀληθῆ.
 [02195]  ὅτι ἃ προλέγει οὐκ ἔστιν ἀληθῆ;
000-00-00 Serial Number=0386160851
In Joannem Ante [Go Back]  
 [00109]  Ἂν οὕτω μὲν τὸ πλοῖον, οὕτω δὲ τὸν κυβερνήτην καὶ τοὺς ναύτας παρασκευάσωμεν, ἐξ οὐρίων πλευσόμεθα, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ἀληθῆ κυβερνήτην ἐπισπασόμεθα πρὸς ἑαυτούς·
 [00241]  Ἐπίστευσε γὰρ αὐτὰ ἀληθῆ τε εἶναι καὶ χρήσιμα τοῖς ἀκουσομένοις ἅπασι·
 [00320]  Εἶδες φιλοσοφίαν ἀληθῆ καὶ δόγματα θεῖα, οὐχ οἷα τῶν Ἑλλήνων, χρόνους τιθέντων, καὶ τοὺς μὲν πρεσβυτέρους, τοὺς δὲ νεωτέρους εἶναι λεγόντων θεούς;
 [00693]  Ἀνανήψωμεν τοίνυν, ἀγαπητοὶ, καὶ τὸ πονηρὸν ἀποδυσώμεθα τοῦτο ἱμάτιον, καὶ διαῤῥήξωμεν καὶ ἀποτέμωμεν, καὶ γενώμεθά ποτε ἐλεύθεροι τὴν ἐλευθερίαν τὴν ἀληθῆ, καὶ λάβωμεν αἴσθησιν τῆς εὐγενείας τῆς παρὰ τοῦ Θεοῦ δεδομένης ἡμῖν·
 [02779]  Ἀξιόπιστον ἡγήσαντο εἶναι τὸν Ἰωάννην, καὶ οὕτως ἀληθῆ, ὡς μὴ μόνον ἑτέροις μαρτυροῦντα, ἀλλὰ καὶ αὐτῷ περὶ ἑαυτοῦ λέγοντι πιστεῦσαι.
 [03203]  Πάντα ὅσα εἶπεν Ἰωάννης, ἀληθῆ ἐστιν.
 [03658]  Ὅτι τὰ μὲν ῥήματα τὰ αὐτὰ ἐφθέγξατο καὶ ὁ Πέτρος καὶ ὁ Ναθαναὴλ, οὐ μετὰ τῆς αὐτῆς δὲ διανοίας ἑκάτερος, ἀλλ' [59.128] ὁ μὲν Πέτρος ὡμολόγησεν Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν ἀληθῆ, ὁ δὲ ἄνθρωπον ψιλόν.
 [04325]  ∆εικνὺς ὅτι οὐδὲ τῶν προθύρων τῆς προσηκούσης γνώσεως ἐπέβη, οὐδὲ ἐν τοῖς προπυλαίοις ἔστη, ἀλλ' ἔξω που τῆς βασιλείας πλανᾶται ἔτι, καὶ αὐτὸς, καὶ ὅστις ἂν ἕτερος ταῦτα λέγῃ, καὶ οὐδέπω πρὸς τὴν ἀληθῆ παρέκυψε γνῶσιν, ὁ ταύτην περὶ τοῦ Μονογενοῦς ἔχων τὴν δόξαν·
 [04805]  Εἰ γὰρ καὶ ἐπουράνιος αὕτη ἡ γέννησις, ἀλλὰ πρὸς ἐκείνην παραβαλλομένη τὴν ἀληθῆ, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας οὖσαν, ἐπίγειός ἐστι.
 [05231]  Εἰ ὅλως ἔχεσθε τῆς ἐμῆς μαρτυρίας, φησὶ, καὶ ἀληθῆ ταύτην ἡγεῖσθε, μάθετε ὅτι διὰ ταύτην μάλιστα οὐκ ἐμὲ ἐκείνου, ἀλλ' ἐκεῖνον ἐμοῦ προτιμᾷν ἐχρῆν.
 [05395]  τουτέστιν, οὐδὲν τῶν παρ' αὐτοῦ ψεῦδός ἐστιν, ἀλλὰ πάντα ἀληθῆ.
000-00-00 Serial Number=0581244648
In Psalmos 101-107 Ante [Go Back]  
 [01792]  ∆ι' αὐτῶν γὰρ τὰ ἀληθῆ μεμαθήκαμεν δόγματα.
000-00-00 Serial Number=0979574800
In Psalmum 118 Ante [Go Back]  
 [01010]  οἱ δὲ ἀπόστολοι τὴν ἀληθῆ γνῶσιν μαρτυρουμένην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν συνιέντες ἐκήρυττον.
000-00-00 Serial Number=0021339715
In Romanum martyrem Ante [Go Back]  
 [00033]  ἐκκόλαψον τὴν γλῶσσαν τοῦ στόματος, ἵνα μάθῃς ἀληθῆ τὸν τὰ χαρίσματα τῶν γλωσσῶν ὑποσχόμενον.
000-00-00 Serial Number=0623278856
In Samaritanam Ante [Go Back]  
 [00033]  οἱ δὲ ἀπόστολοι καὶ εὐαγγελισταὶ τὴν τοῦ σώματος οἰκονομίαν ἀληθῆ διαγορεύουσιν.
000-00-00 Serial Number=0323259771
In Samaritanam in die mediae pentecostes Ante [Go Back]  
 [00065]  Οὐκ οἶδάς μου τὴν ἀληθῆ γενεὰν, οὐκ οἶδας τὴν παρ' ἐμοῦ φιλοτιμίαν οὖσαν πολλὴν, οὐκ οἶδας οἵα εὔροια τῆς πηγῆς παρ' ἐμοί·
000-00-00 Serial Number=0643422008
In catechumenos Ante [Go Back]  
 [00023]  εἴ τις διψᾷ τῆς σωτηρίας τὰ νάματα, εἴ τις τοῦ ὕδατος τοῦ ζῶντος ἐπιθυμεῖ, εἴ τις πρὸς τὴν ἀληθῆ διαλέγεται γνῶσιν, εἴ τις διψᾷ τῆς εὐσεβείας τὸ δίψος.
000-00-00 Serial Number=0610120356
In catenas sancti Petri Ante [Go Back]  
 [00084]  Καὶ ἵνα μήτι ἄτοπον κατὰ διάνοιαν αὐτὸν ὑποδράμῃ, ὡς καὶ αὐτοῦ τοῦ σατανᾶ ἔσθ' ὅτε εἰς ἄγγελον μετασχηματιζομένου φωτὸς, ὑποκλέπτην τε τὴν αἴσθησιν ἐν τῷ φαινομένῳ προσχήματι, ἅμα τῷ λόγῳ ἐξέπεσον αἱ ἁλύσεις αὐτοῦ ἀπὸ τῶν χειρῶν ὡς πιστωθῆναι τοὺς λόγους τῷ πράγματι, καὶ μὴ δύναμιν ἀποστατικὴν ἢ φαντασίαν ἀνύπαρκτον ἡγήσασθαι τὸ φανὲν, ἀλλ' ἄγγελον ἀληθῆ καὶ ὄψιν ὑπαρκτικὴν τὸ ἀψευδὲς αὐτόπιστον ἔχουσαν.
000-00-00 Serial Number=0365970135
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00292]  Ὅτι εἰ μαλακισθέντες καὶ τὰ δεινὰ δείσαντες, μὴ ἐκηρύξαμεν ὑμῖν τὸν λόγον, ὥστε μαθεῖν τὴν ἀληθῆ γνῶσιν, ἐν ἐσχάτοις ἦν τὰ ὑμέτερα.
 [00944]  Τουτέστιν, Οὐ ποτὲ μὲν ἀληθῆ τὰ εἰρημένα, ποτὲ δὲ ψευδῆ, καθάπερ ἡ ἐπιδημία ἡ ἐμὴ, ἀλλ' ἀεὶ ἀληθῆ.
 [00980]  Εἰ γὰρ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἔδωκε καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, οἷον τὴν ἀληθῆ περὶ αὐτοῦ γνῶσιν, τὴν τοῦ Πνεύματος μετάληψιν·
 [03826]  ἀλλὰ μὴ δυσχεράνητε πρὸς τὸν λόγον, ἀλλ' εἰ μὴ ἀληθῆ λέγω, διελέγξατε·
 [04117]  ∆ιὸ παρακαλῶ καὶ δέομαι πάντων ὑμῶν, ἀφέντες τί τῷ δεῖνι καὶ τῷ δεῖνι δοκεῖ περὶ τούτων, παρὰ τῶν Γραφῶν ταῦτα ἅπαντα πυνθάνεσθε, καὶ τὸν ἀληθῆ πλοῦτον μαθόντες, τοῦτον διώκωμεν, ἵνα [61.498] καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν·
 [04619]  οὕτω καὶ τὰ περὶ ὑμῶν ἡμῖν Τίτῳ εἰρημένα, ἀληθῆ ἐφάνη.
 [04644]  ἀληθῆ διὰ τῶν ἔργων ταῦτα ἐδείξατε.
 [04810]  καὶ τὴν αὐτοῦ πατρίδα ἀπολαβὼν, ἐπιδέξεται τὸν ἀληθῆ πλοῦτον.
 [05889]  Ὅτι αὐτὸ τοῦτο μάλιστα οἰκοδομῆς εἶδός ἐστι, τὸ τὰ κωλύματα ἀναιρεῖν, καὶ τὰ σαθρὰ διελέγχειν, καὶ τὰ ἀληθῆ συντιθέναι.
 [07877]  Εἰς τοῦτο γὰρ ἡμῖν ἔδωκε τὴν δύναμιν, ὥστε ἀληθῆ φέρειν τὴν ψῆφον καὶ δικαίαν, καὶ οὐχ ὑπεναντίαν τῇ ἀληθείᾳ.
000-00-00 Serial Number=0818086326
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00775]  πάντα δὲ, ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν.
 [00930]  ἡμεῖς δὲ ἀποδυόμεθα τὰ ἐγκλήματα, τά τε ψευδῆ τά τε ἀληθῆ·
 [00931]  τὰ μὲν ψευδῆ, ὅτι ψευδῆ ἐστι δείξαντες, τὰ δὲ ἀληθῆ, μηκέτι ποιοῦντες τὰ αὐτά.
000-00-00 Serial Number=0240241170
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00100]  συνείδησιν ἔχω ἀληθῆ·
000-00-00 Serial Number=0825766385
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01159]  ∆ιὰ τοῦτο καὶ ἑαυτοῖς καὶ ἀλλήλοις συνεῤῥάγησαν, καὶ οὔτε τὸν Θεὸν εὗρον, οὔτε περὶ τῆς κτίσεώς τι σαφὲς ἔγνωσαν, οὐδὲ προσήκουσαν καὶ ἀληθῆ περὶ αὐτῆς δόξαν ἔσχον.
 [02091]  Οὐκοῦν ἀπὸ τῆς ἐκβάσεως τῶν εἰρημένων δῆλον ὅτι καὶ τὰ θαύματα ἀληθῆ, καὶ τὰ μέλλοντα ἐπηγγελμένα.
 [02729]  οὕτω καὶ μωρὸν κελεύει τῷ κόσμῳ τούτῳ γενέσθαι, σοφίαν ἐντεῦθεν ἡμῖν τὴν ἀληθῆ προξενῶν.
 [03183]  καὶ ὅταν λέγωσιν, ὅτι Πλουτῆσαι βουλόμεθα, μὴ λέγωμεν εὐθέως, ὅτι κακὸν ὁ πλοῦτος, ἀλλὰ συνθώμεθα, καὶ εἴπωμεν, ὅτι καὶ ἡμεῖς τοῦτο βουλόμεθα, ἀλλ' ἐν καιρῷ τῷ προσήκοντι, ἀλλὰ πλοῦτον ἀληθῆ, ἀλλὰ τὸν ἡδονὴν ἔχοντα ἀθάνατον, ἀλλὰ τὸν σοὶ συλλεγόμενον, καὶ μὴ ἑτέροις, πολλάκις δὲ καὶ ἐχθροῖς·
 [09008]  Ἵν' οὖν μὴ τοῦτο γένηται μηδὲ ἀρχὴν ἡ ἀπάτη λάβῃ, καὶ τὰ ἀληθῆ λέγοντας ἐπιστομίζει, ὥστε ἐν τοῖς ψεύδεσι μηδ' ὅλως τινὰ αὐτοῖς προσέχειν, ἀλλὰ καθόλου πρὸς τὰ λεγόμενα παρ' αὐτῶν ἀποφράττειν τὰς ἀκοάς.
000-00-00 Serial Number=0950721502
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02157]  Ὥστε ἐκεῖνα μὲν ἀληθῆ καὶ πάντως ἔσται·
 [03101]  καὶ τὰ ψευδῆ καὶ τὰ ἀληθῆ ἵνα μετὰ δοκιμασίας διακρίνητε, καὶ ἐκείνων ἀπέχησθε, καὶ τούτων ἔχησθε.
000-00-00 Serial Number=0618763864
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00523]  Ἡδονὴν δὲ ἐκείνην ἐγὼ εἴποιμι ἂν τὴν ἀληθῆ, ὅταν μὴ ᾖ ἐν πάθει ἡ ψυχὴ κατατεινομένη ὑπὸ τοῦ σώματος καὶ διασπωμένη.
000-00-00 Serial Number=0423413634
In epistulam ad Colossenses Ante [Go Back]  
 [00790]  ∆ιὸ, παρακαλῶ, τῆς κακίας ἀποσχόμενοι, τῆς ἀρετῆς ἐχώμεθα, ἵνα τὸν ἀληθῆ λόγον παραδεξώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
 [04256]  μὴ χρήματα ζήτει, μὴ γένους λαμπρότητα, μὴ πατρίδος μέγεθος, πάντα ταῦτα περιττὰ, ἀλλὰ ψυχῆς εὐλάβειαν, ἐπιείκειαν, τὴν ἀληθῆ σύνεσιν, τοῦ Θεοῦ τὸν φόβον, εἰ βούλει μεθ' ἡδονῆς τὸ θυγάτριον ζῇν.
000-00-00 Serial Number=0770633757
In epistulam ad Ephesios Ante [Go Back]  
 [03623]  ὥσπερ τὰ δόγματα ἀληθῆ, οὕτω καὶ ὁ βίος.
 [03772]  Καὶ ἴσως μὲν ἄπιστα δόξω ἐρεῖν, πλὴν ἀλλ' ἀληθῆ.
 [03943]  Καὶ ὥσπερ φιλίας οὔσης, καὶ τὰ ἀληθῆ ψευδῆ φαίνεται τῶν κακῶν·
 [03944]  οὕτως ἔχθρας οὔσης, καὶ τὰ ψευδῆ ἀληθῆ·
 [05030]  Οὕτω καὶ σὺ οἰκίαν ἔχεις μεγάλην, καὶ πίστιν ἀληθῆ·
 [05818]  Ἐὰν τὸν ἀληθῆ πλοῦτον μανθάνῃ, ἐὰν τὴν ἄνω φιλοσοφίαν, οὐδὲν ἐγκαλέσει τῶν τοιούτων.
 [06137]  Εἰ σχῆμα ψευδὲς, εἰ σκιὰ φιλοσοφίας φαινομένη οὕτως αἱρεῖ, τί ἐὰν τὴν ἀληθῆ φιλοσοφίαν ἀγαπήσωμεν καὶ τὴν εἰλικρινῆ;
 [06642]  κἂν βίος ᾖ, τὸν ἀληθῆ.
 [06645]  Ὅτι γὰρ τὰ μὴ ἀληθῆ ἀπὸ τῆς γῆς ἐστι, δῆλον ἐξ ὧν τοῖς πάθεσι δουλεύουσι πάντες οἱ ἔξωθεν, τοῖς οἰκείοις λογισμοῖς κατακολουθοῦντες.
000-00-00 Serial Number=0882965088
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01569]  Ἐγὼ γὰρ, φησὶν, οὐκ οἶδα ἄλλην αἰτίαν, ἢ τὰ ἀληθῆ λέγειν ὑμῖν.
000-00-00 Serial Number=0771495998
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00781]  Ἔνθα γὰρ τὴν ἀληθῆ διαφορὰν ἠβούλετο δηλοῦν, οὐκέτι ἀγγέλους περιέλαβε μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν ἄνω δύναμιν τὴν λειτουργικήν.
 [02272]  Ὅτι δὲ ταῦτα ἀληθῆ, δῆλον ἐκ τοῦ τὸν ἀρχιερέα ἔνδον εἶναι.
 [06303]  τί διαπορθμεύεις τὸν λόγον οὐκ ἀληθῆ ὄντα;
 [08427]  ∆ιὸ, παρακαλῶ, λάβωμέν τινα πόθον ἐκείνων τῶν ἀγαθῶν, ποθήσωμεν ἐκεῖνον τὸν νυμφίον, ὦμεν παρθένοι τὴν ἀληθῆ παρθενίαν·
000-00-00 Serial Number=0366828561
In epistulam ad Philippenses Ante [Go Back]  
 [03089]  ἀλλ' ἄν τε ἀληθῆ ᾖ, ἄν τε [62.253] ψευδῆ τὰ κατ' αὐτῶν, λέγοντες αὐτοὺς κακῶς, βλάπτεσθε.
 [03091]  Ἄν τε γὰρ ἀληθῆ ᾖ, καὶ οὕτω βλάπτεσθε, κρίνοντες τοὺς διδασκάλους, καὶ τὴν τάξιν ἀνατρέποντες·
 [04412]  Ἐν αὐτῷ φυλάξει, φησὶν,ὥστε μένειν, καὶ μὴ ἐκπεσεῖν αὐτοῦ τῆς πίστεως Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶ σεμνὰ, ὅσα ἀληθῆ, ὅσα δίκαια.
 [04416]  Λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·
 [04420]  Ὅσα ἐστὶν ἀληθῆ.
 [04421]  Ταῦτα γὰρ ὄντως ἀληθῆ, ἡ ἀρετή·
 [04487]  Ὅσα ἀληθῆ·
000-00-00 Serial Number=0985554993
In epistulam ad Romanos Ante [Go Back]  
 [00871]  Ὅταν γὰρ τοὺς ποιητὰς συνάγῃ, καὶ λέγῃ χρῆναι πιστεύειν αὐτοῖς ἐν τοῖς περὶ Θεὸν λόγοις, ὡς ἀκριβῶς εἰδόσιν, οὐδὲν ἕτερον ἢ τὸν ὁρμαθὸν τῶν λήρων τούτων εἰσάγει, καὶ τὸν πολὺν γέλωτα τοῦτον ὅτι ἀληθῆ χρὴ νομίζειν εἶναί φησι.
 [03509]  Ἄν τε ἀληθῆ ταῦτα ᾖ, ἄν τε ψευδῆ, στέφανόν σοι μέγιστον ἔπλεξεν, ἂν πράως τὴν λοιδορίαν ἐνέγκῃς.
 [03510]  Ὅ τε γὰρ συκοφαντῶν πολὺν ἡμῖν προξενεῖ τὸν μισθὸν (Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς), ὅ τε ἀληθῆ λέγων πάλιν τὰ μέγιστα ὠφελεῖ, μόνον ἂν πράως ἐνέγκωμεν τὰ λεγόμενα.
 [05043]  καὶ ταῦτα ἅπαντα συναγαγὼν, καὶ τῇ τῶν χρημάτων ἀντιστήσας ἡδονῇ, πρόῤῥιζον ἀνάσπασον τουτὶ τὸ νόσημα, ἵνα τὸν ἀληθῆ πλοῦτον λαβὼν, καὶ τῆς χαλεπῆς ταύτης πενίας ἀπαλλαγεὶς, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [06738]  ἥρπασεν ἀπὸ σοῦ μισθὸν ἀληθῆ, καὶ ἀργυρωνήτου μᾶλλον ὑπέταξεν.
 [09999]  Ἐπεὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ταπεινοῦ γένους εἶναι, λέγει τὴν ἀληθῆ εὐγένειαν καὶ τὴν προεδρίαν, ἐντεῦθεν αὐτὸν κοσμῶν.
000-00-00 Serial Number=0352703333
In epistulam ad Titum Ante [Go Back]  
 [00779]  Νήφωμεν τοίνυν, παρακαλῶ, καθαροὶ γενώμεθα τὴν ἀληθῆ καθαρότητα, ἵνα τὸν Θεὸν ἰδεῖν καταξιωθῶμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0268775403
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00088]  Καὶ ἵνα μάθητε ὅτι ταῦτά ἐστιν ἀληθῆ·
000-00-00 Serial Number=0405507922
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00598]  Καὶ ὅτι ταῦτ' ἔστιν ἀληθῆ, καὶ διδασκάλους καὶ μαθητὰς μυρία περιεστοίχιστο κακὰ, καὶ πάντας ὁ πόλεμος ἐπενέμετο, αὐτοῦ πάλιν τοῦ Παύλου τὴν μαρτυρίαν παράγω.
000-00-00 Serial Number=0527964175
In illud In faciem ei restiti Ante [Go Back]  
 [00007]  Καὶ ὅτι ἀληθῆ ταῦτα, ἴστε ἐξ ὧν καὶ ὑμεῖς ἐπάθετε.
000-00-00 Serial Number=0000133991
In illud Ne timueritis Ante [Go Back]  
 [00659]  ἀλλὰ καταμαθὼν τὴν ἀληθῆ τῶν πραγμάτων φύσιν, παρατρεχέτω μὲν τὰς σκιὰς, ἀντεχέσθω δὲ τῆς ἀληθείας.
000-00-00 Serial Number=0752508819
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00236]  διά τοι τοῦτο δεῖξαι βουλόμενος ἀληθῆ τῆς σαρκὸς τὴν περιβολὴν, καὶ τὴν οἰκονομίαν πιστώσασθαι, μετὰ πολλῆς τῆς ἀποδείξεως τὰ πάθη γυμνὰ προτίθησιν.
000-00-00 Serial Number=0926231503
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00481]  [51.205] οὐ μόνον ἂν ψευδῆ τὰ λεγόμενα ᾖ, ἀλλὰ κἂν ἀληθῆ·
 [00482]  ἐπεὶ καὶ ὁ Φαρισαῖος τὸν τελώνην οὐδὲν κατέβλαψεν, ἀλλὰ καὶ ὠφέλησε, καίτοι γε ἀληθῆ περὶ αὐτοῦ λέγων·
000-00-00 Serial Number=0300021946
In illud Vidi dominum Ante [Go Back]  
 [01132]  ἀλλὰ πρὸς τὸν ἀληθῆ βασιλέα τῶν οὐρανῶν ἰδὼν καὶ τὸ βῆμα μὲν ἐννοήσας ἐκεῖνο καὶ τὰς εὐθύνας, καὶ τούτοις ἑαυτὸν τοῖς λογισμοῖς ὀχυρώσας, οὕτως ἐπεπήδησε τῷ τυράννῳ.
000-00-00 Serial Number=0931275129
In principium Actorum Ante [Go Back]  
 [01382]  ἵνα μὴ νομίσωσιν εἴδωλον εἶναι, μηδὲ πνεῦμα, μηδὲ φαντασίαν, ἀλλ' ἀληθῆ καὶ ἐνυπόστατον ἀνάστασιν, ἄκουσον, πῶς ὁ Πέτρος ἀπὸ τούτων πιστοῦται τὴν ἀνάστασιν.
000-00-00 Serial Number=0467142045
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00021]  ἀλλ' αὐτῶν ἐπ ακούσας τῶν τοῦ Φαρισαίου ῥημάτων, γνωριζέτω ἀληθῆ τὰ λεγόμενα.
000-00-00 Serial Number=0508161902
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00133]  Ὁ Θεὸς τὴν μὲν πίστιν αὐτοῦ τὴν ἀληθῆ καὶ ἀποστο λικὴν ἐν πολλοῖς συγχωρεῖ πολεμεῖσθαι, τὰς δὲ αἱρέ σεις καὶ τὸν ἑλληνισμὸν ἀφίησιν ἀδείας ἀπο λαύειν.
 [00203]  Καὶ ταῦτα ποιῶν ἐζύμωσεν ἅπαντας εἰς τὴν ἀληθῆ πίστιν, καὶ οὐ πρότερον ἀπέστη, ἕως ὁ Θεὸς τὸν μακάριον Μελέτιον παρεσκεύασεν ἐλθόντα τὸ φύραμα ἅπαν λαβεῖν·
000-00-00 Serial Number=0626740515
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00039]  Καὶ ὅτι ταῦτά ἐστιν ἀληθῆ, ἀνα χωροῦντες ἐντεῦθεν σπουδάσατε τοὺς σήμερον ἀπο λειφθέντας ἰδεῖν, καὶ ὄψεσθε πόσον τὸ μέσον τῆς ὑμετέρας εὐθυμίας καὶ τῆς ἐκείνων ἀθυμίας.
000-00-00 Serial Number=0983590126
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00054]  καὶ ὃς ἐν κτίσει τὸν κύριον ἀριθμεῖ καί φησι κεχαρισμένην ἔχειν, οὐκ ἀληθῆ, τὴν θεότητα, οὐδ' οὗτος ἄρσεν ἔχει τὸ θυόμενον ὑπὲρ αὐτοῦ πρόβατον, οὐ γὰρ ἔγνω τὸν φύσει βασιλέα ἀλλ' εἰς ἕτερον τὸν μὴ φύσει μηδὲ ἀληθείᾳ περιτρέπει·
000-00-00 Serial Number=0462784946
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00002]  πάντα γὰρ ταῦτα ἐν Χριστῷ καὶ τῷ τοῦ Χριστοῦ πάθει συνίσταται καὶ ἀληθῆ καὶ ἀναγκαῖα, καὶ καθ' ἑαυτὰ λόγον ἔχειν οὐδένα δύναται.
000-00-00 Serial Number=0313469529
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00267]  Ὅθεν πῶς ὑπώπτευσεν ἀληθῆ λέγειν αὐτόν;
000-00-00 Serial Number=0084108651
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00010]  πολλοὶ δὲ ἐντεῦθεν τῶν ἀθλιωτέρων καὶ ἀνοητοτέρων, καινήν τινα μανέντες μανίαν, τῆς τοῦ θεοῦ κατηγοροῦσι προνοίας, ὁρῶντες τὸν μὲν ἐπιεικῆ πολλάκις ἑλκόμενον, σπαραττόμενον, ἀγχόμενον, τὸν δὲ θρασὺν καὶ ἄτιμον καὶ ἐξ ἀτίμων πλουτοῦντα καὶ δυναστείαν περιβεβλημένον, φοβερόν τε τοῖς πολλοῖς γενόμενον καὶ μυρία προστριβόμενον τοῖς ἐπιεικεστέροις δεινά, καὶ ταῦτα ἐν πόλεσι καὶ ἐν χώραις καὶ ἐν ἐρημίαις καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ τολμώμενα, ἀναγκαῖος οὖν ἡμῖν ὁ λόγος οὗτος εἰσέρχεται, ἀπεναντίας τοῖς εἰρημένοις ἱστάμενος καὶ ἀγῶνα ἀγωνιζόμενος καινὸν μέν, ὅπερ ἀρχόμενος εἶπον, καὶ παράδοξον, χρήσιμον δὲ καὶ ἀληθῆ καὶ τοῖς βουλομένοις προσέχειν καὶ πείθεσθαι λυσιτελῆ.
 [00225]  Τιμὴν γὰρ οὐδὲν οὕτως εἴωθεν ποιεῖν ὡς ἀρετή, τιμὴν οὐ κατηναγκασμένην, τιμὴν οὐ πεπλασμένην, οὐδὲ προσωπείῳ τινὶ φενακισμοῦ κεκρυμμένην, ἀλλὰ ἀληθῆ καὶ γνησίαν, καὶ οὐδεμιᾷ καιρῶν δυσκολίᾳ ἐλεγχομένην.
000-00-00 Serial Number=0241612673
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00002]  Ἆρα ἀληθῆ τὰ συμβάντα περὶ ἡμᾶς;
000-00-00 Serial Number=0048336446
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02138]  Ἐπειδὴ γὰρ Ἕλληνες μὲν σοφίαν ἔχειν ἐπαγγέλλονται, αἱρετικοὶ δὲ νομίζουσι παιδείαν ἔχειν, διὰ τοῦτο οὗτος τὴν ἀληθῆ σοφίαν καὶ παιδείαν διδάσκει, ἵνα μὴ τῇ ὁμωνυμίᾳ τῆς σοφίας εἰς τὰ σοφίσματα τῶν Ἑλλήνων καὶ τῶν αἱρετικῶν ἐμπέσῃ τις.
 [02147]  ∆ιὰ τοῦτο οὗτος τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν ἐξηγεῖται, τὸ μὲν ἀνέκφραστον αὐτοῦ λέγων, ∆όξα Θεοῦ κρύπτει λόγον·
 [02179]  ∆ιὰ τοῦτο οὗτος τὴν ἀληθῆ δικαιοσύνην διδάσκει τούτοις·
 [02191]  Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, τὴν ἰδίαν ἑκάστου μέρους τῆς ψυχῆς πρᾶξιν ὑγιῆ καὶ ἀσινῆ φυλάττων, ἔσται γινώσκων τὴν ἀληθῆ δικαιοσύνην.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»