Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀληθῶς [208]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀληθῶς


000-00-00 Serial Number=0476058185
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00013]  εἰ δὲ ἀληθῶς τὸ σαυτοῦ σκοπῶν, καὶ τοῦ διαναστήσοντος δεῖσθαι νομίζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως ἡμᾶς ἐδίδαξας, ὅτι σοι τῶν παρ' ἡμῶν οὐδενὸς δεῖ.
 [00022]  πένθους γὰρ ἀληθῶς, πένθους καὶ ὀδυρμῶν ὁ παρὼν ἅπας καιρός·
 [00110]  Τοῦτο γάρ ἐστιν ἀσπάσασθαι ἀληθῶς, ἐκεῖνο δὲ σκηνή τις καὶ ὑπόκρισις, καὶ παροξύνειε μᾶλλον ἂν τὸν Θεὸν ἢ καταλλάξειεν ὁ οὕτω φιλῶν.
000-00-00 Serial Number=0709196687
Ad Eudoxiam i Ante [Go Back]  
 [00004]  Ἐκπέπληγμαι δὲ ἀληθῶς καὶ ἐξέστην ἀκηκοὼς τῶν παρ' ὑμῶν ῥηθέντων σήμερον Θεοδωρίχῳ τῷ πατρικίῳ, ἀνδρὶ κατὰ Θεὸν ζῶντι, καθότι ὁ Θεὸς κατέστησεν ὑμᾶς δεσπότας πάσης γῆς καὶ θαλάσσης καὶ οὐ δέεται ἡ βασιλεία τῶν ὑπαρχόντων αὐτοῦ καὶ μάλιστα μηδὲν αὐτοῦ πταίσαντος αὐτῇ.
000-00-00 Serial Number=0590286553
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00102]  δεύτερον δὲ τὸν ἀληθῶς ἀπατεῶνα, καὶ τοῦ ψεύδους καὶ τῆς βασκανίας πατέρα, καὶ εὐεργέτην καὶ φίλον·
 [00438]  ὅπερ ἀληθῶς ἐστι δαιμονᾷν, καὶ τὸ τῆς γεέννης προκαλεῖσθαι πῦρ.
 [00628]  Καθάπερ γὰρ ἄνεμος ἀληθῶς εἰσελθὼν ἐκφυσᾷ ἅπαντας τοὺς τῆς ἀρετῆς θησαυρούς.
 [00647]  Καὶ ὅτι σε οὐ κολακεύων ταῦτα λέγω νῦν, ἀλλὰ ἀληθῶς τὰ μέγιστα ἀπὸ τῆς θλίψεως ταύτης ἐκαρπώσω, ἀνάσχου μετὰ παῤῥησίας λεγόντων ἡμῶν·
 [00748]  Οὗτοι γὰρ ἀληθῶς εἰσιν οἱ μαινόμενοι καὶ δαιμονῶντες, οἱ τὰ πράγματα ὡς ἔχει φύσεως μὴ μεμαθηκότες ὁρᾷν, ἀλλὰ τὰ μὲν ἐπαίνων ἄξια ψέγοντες, τὰ δὲ ἐπονείδιστα εἰς τὴν τῶν ἐπαινουμένων τάξιν μετατιθέντες.
 [00750]  Μὴ τοίνυν μηδὲ σὺ τῶν ἐξεστηκότων ἐκείνων ἀκούων, αἰσχύνην καὶ ὕβριν τὸ πρᾶγμα εἶναι νόμιζε, ἵνα μή ποτε ἀληθῶς ἐπονείδιστον καταστήσῃς σαυτὸν παροξύνων τὸν Θεόν.
 [00753]  Εἰ γὰρ βούλει τοὺς ἀληθῶς αἰσχύνης καὶ ὀνείδους ἀξίους ἰδεῖν, ἐγώ σοι πειράσομαι ἐκ πολλῶν ὀλίγους ὑποδεῖξαι τῷ λόγῳ.
 [01248]  ∆εινὸν μὲν γὰρ, ἀληθῶς δεινὸν, καὶ τὸ συκοφαντηθῆναι ἐπὶ τοιούτοις, καὶ τὸ κατακριθῆναι, καὶ τὸ δεσμωτήριον οἰκῆσαι χρόνον οὕτω μακρὸν, παῖδα ἐλεύθερον καὶ εὐγενῆ καὶ ταύτης ἄπειρον τῆς ἀνάγκης·
 [01525]  καὶ ὅτε πρὸς τὸν Ἀγχοῦς ἀπελθὼν, τοὺς μαινομένους ὑπεκρίνετο, καὶ κατέπιπτε, καὶ τὰ ὄμματα διαστρέφων καὶ πολὺν ἐκ τοῦ στόματος αὐτοῦ ἀφρὸν ἀφιεὶς, τῶν ἀληθῶς δαιμονώντων μᾶλλον ἐτήκετο, λογιζόμενος εἰς οἵαν κατέστησεν ἑαυτὸν ἀνάγκην ὁ τοσαῦτα εὐεργετηθείς.
 [01562]  νῦν δὲ τοιαῦτα τὸ μετὰ ταῦτά ἐστιν, ὡς μηδὲ ἦρχθαι τῶν ἀληθῶς λυπηρῶν.
000-00-00 Serial Number=0643000841
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00031]  Θεῖα ἀληθῶς ταῦτα παιδεύματα καὶ τῆς ἀνωτάτω φιλοσοφίας δόγματα·
 [00109]  Ἵνα δὲ μή τις αὐτοὺς ἰδὼν περιγεγονότας τῆς φλογὸς φάντασμα εἶναι νομίσῃ, συνεχώρησεν καυθῆναι τοὺς ἐμβαλόντας αὐτούς, δεικνὺς ὅτι πῦρ μὲν ἦν ἀληθῶς τὸ ὁρώμενον·
 [00620]  Ὡς δὲ ἀπῆλθεν ἑταίρους παραλαβών, τὸν συνοικοῦντα αὐτῷ πρότερον μόνον εὑρόντες ἐκεῖ, περὶ ἐκείνου ἐρωτῶντες ἔμαθον ὅτι τέθνηκεν, νομίσαντες δὲ ἠπατῆσθαι εἰς προσευχὰς αὖθις ἐτρέποντο, καὶ πάλιν διὰ τῆς αὐτῆς ὄψεως τὰ αὐτὰ τοῖς προτέροις ἤκουον, καὶ τότε τὸν ἀληθῶς ἀπατήσαντα περιστάντες παρεκάλουν ἐπιδεῖξαι τὸν ἄνδρα αὐτοῖς·
000-00-00 Serial Number=0084406316
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00664]  τοὺς πεπλασμένους τῶν ἀληθῶς ἐν εὐλαβείᾳ ζώντων;
000-00-00 Serial Number=0899044871
Ad populum Antiochenum Ante [Go Back]  
 [00631]  Τοῦτο γὰρ ἀληθῶς πλοῦτος καὶ εὐπορία, ὅταν καὶ ἀκήρατα ᾖ τὰ καλὰ, καὶ μηδεμίαν δέχηται μεταβολήν.
 [00882]  καὶ γὰρ ἦν ἀληθῶς μεγίστη κληρονομία, παντὸς χρυσίου τιμιωτέρα.
 [01128]  κάτασχε πόδας, καταφίλησον, μὴ ἐπαισχυνθῇς, εἴ γε ἀληθῶς ἰατρεῦσαι βούλει.
 [01760]  καὶ τὸ μὲν εὐκαταφρόνητον φρίττει προσωπεῖον, τὸ δ' ἀληθῶς φοβερὸν οὐ δέδοικε πῦρ·
 [01761]  οὕτω δὴ καὶ ἡμεῖς θάνατον μὲν δεδοίκαμεν, ὅπερ ἐστὶν εὐκαταφρόνητον προσωπεῖον, ἁμαρτίαν δ' οὐ δεδοίκαμεν, ὅπερ ἐστὶν ἀληθῶς φοβερὸν, καὶ πυρὸς δίκην κατεσθίει τὸ συνειδός.
 [04589]  ἀληθῶς μέγας·
 [04854]  Πάντες κατέλιπον τότε τὴν πόλιν, πάντες ἀπεπήδησαν, εἰς τὰ σπήλαια κατεκρύβησαν, μόνοι δὲ οἱ διὰ τῶν ἔργων ἀληθῶς τὴν φιλοσοφίαν ἐπιδεικνύμενοι, καθάπερ οὐδενὸς δεινοῦ τὴν πόλιν κατειληφότος, οὕτως ἀδεῶς ἐπὶ τῆς ἀγορᾶς ἐφάνησαν.
000-00-00 Serial Number=0226064265
Ad viduam juniorem Ante [Go Back]  
 [00117]  Καὶ τούτων δὲ ὧν ἐμνήσθην δι' οὐδὲν ἕτερον ἐμνήσθην νῦν, ἀλλ' ἵνα μάθῃς ὅτι τὰ ἀνθρώπινα οὐδέν ἐστι πράγματα, ἀλλ' ἀληθῶς, ὡς ὁ προφήτης φησί·
000-00-00 Serial Number=0369700909
Adversus Judaeos Ante [Go Back]  
 [02745]  Οὐδὲ γὰρ ἄλλῳ τινὶ τρόπῳ δοκοῦσι θεραπεύειν, οὐδὲ γὰρ θεραπεύουσι κατὰ ἀλήθειαν, μὴ γένοιτο! Ἐγὼ δὲ ὑπερβολὴν ποιοῦμαι πολλὴν, καὶ ἐκεῖνο λέγω, ὅτι εἰ καὶ θεραπεύουσιν ἀληθῶς, βέλτιον ἀποθανεῖν, ἢ τοῖς ἐχθροῖς τοῦ Θεοῦ προσδραμεῖν, καὶ τοῦτον θεραπευθῆναι τὸν τρόπον.
000-00-00 Serial Number=0252206504
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01045]  Εἰ δὲ μὴ φῂς ταῦτα οὕτως ἔχειν, ἀλλὰ δυνατὸν εἶναι καὶ ἐν μέσῳ στρεφόμενον πάντα κατορθοῦντα τῆς ἀρετῆς, καὶ μὴ παίζων, ἀλλὰ σπουδάζων ἀληθῶς ταῦτα λέγεις, μὴ κατοκνήσῃς ἡμᾶς διδάξαι τὸ καινὸν τοῦτο καὶ παράδοξον μάθημα·
 [01666]  ὡς εἴ γε ἀληθῶς ἐβούλεσθε, οὐδὲν ἂν ὑμᾶς τούτων ἐκώλυσε.
000-00-00 Serial Number=0601943135
Caritatem secundum deum rem esse deo digna Ante [Go Back]  
 [00059]  Σεμνὰ μὲν οὖν τὰ καθ' ἡμᾶς, καὶ ὡς ἀληθῶς ἐπικόσμια τὰ τῆς ἱερᾶς καὶ θείας ἀγάπης.
000-00-00 Serial Number=0748472989
Catecheses ad illuminandos Ante [Go Back]  
 [00058]  [1.12] Καὶ γάρ ἐστι μέγα ὡς ἀληθῶς·
 [00587]  Καὶ γὰρ ἀληθῶς πάντα λόγον ὑπερβαίνει τῶν τοῦ Θεοῦ δωρεῶν τὸ μέγεθος.
000-00-00 Serial Number=0159164190
Commentarius in Job Ante [Go Back]  
 [03667]  τοῦτό ἐστιν ἀληθῶς φιλοσοφία.
000-00-00 Serial Number=0063748300
Comparatio regis et monachi Ante [Go Back]  
 [00003]  Ὁρῶν ἐγὼ τοὺς πολλοὺς τῶν ἀνθρώπων τὰ δοκοῦντα εἶναι καλὰ μᾶλλον ἀγαπῶντάς τε καὶ θαυμάζοντας, ἢ τὰ φύσει χρηστὰ καὶ ὡς ἀληθῶς ἀγαθὰ, ἀναγκαῖον εἶναι νομίζω περὶ ἑκατέρων βραχεῖς ποιήσασθαι τοὺς λόγους, καὶ παραθεῖναι νῦν ἀλλήλοις τά τε κατεῤῥᾳθυμημένα παρὰ πολλοῖς, τά τε πολλῆς τυγχάνοντα σπουδῆς, ἵνα μαθόντες τὸ διάφορον ἑκατέρων, τὰ μὲν ὡς ἄξια σπουδῆς καὶ σωτηρίας περὶ πολλοῦ ποιησώμεθα, τῶν δὲ καταφρονεῖν παιδευθῶμεν ὡς οὐδενὸς ἀξίων.
 [00018]  Βασιλεὺς γὰρ ὡς ἀληθῶς ὁ θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν, καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ καὶ τὸν νοῦν ἐλεύθερον τηρῶν, καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν.
 [00034]  Εὕροι γὰρ ἂν ὡς ἀληθῶς τὸν μὲν ὁμιλοῦντα προφήταις, καὶ τῇ τοῦ Παύλου σοφίᾳ τὴν ψυχὴν καλλωπίζοντα, καὶ μεταπηδῶντα συνεχῶς ἀπὸ μὲν Μωσέως πρὸς Ἡσαΐαν, ἀπὸ δὲ τούτου πρὸς Ἰωάννην, ἀπὸ δὲ τούτου πρὸς ἕτερον·
 [00049]  Καὶ τὸν μὲν πλούσιον ἔβλαψεν οὐδὲν ὁ βασιλεὺς τοῖς τοιούτοις κακοῖς, τὴν πενίαν δὲ ἐκάκωσεν, ὥσπερ ὡς ἀληθῶς αἰσχυνόμενος τοὺς εὐπόρους.
 [00100]  Ταῦτα γὰρ ὡς ἀληθῶς καλὰ καὶ σωτήρια καὶ μόνιμα, διὰ τὴν τοῦ Χριστοῦ φιλανθρωπίαν καὶ πρόνοιαν·
000-00-00 Serial Number=0877522826
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00031]  Ἀληθῶς γὰρ ἐκ Θεοῦ Θεὸς ἐγεννήθη, ἀληθῶς ἐκ τῆς Παρθένου ἄνθρωπος ὁ Θεὸς μετὰ ἀνθρώπων ἐτέχθη·
000-00-00 Serial Number=0041118681
Contra theatra Ante [Go Back]  
 [00082]  Ὦ μακαρία ψυχὴ, τοσοῦτον πλῆθος κατορθωμάτων ὑφ' ἓν χωρήσασα! Σὺ πάμφορος ἀληθῶς χώρα, σὺ πεδίον πάγκαρπον τῶν κατ' εὐσέβειαν ἔργων, σὺ λειμὼν εὐανθὴς παντοίοις δικαιοσύνης ἄνθεσι βρύων, σὺ καὶ στέφανος εὐπρεπὴς, μέσον ἔχων τῆς πίστεως μαργαρίτην προλάμποντα.
 [00199]  Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου Εἰ δὲ ὁ Θεός ἐστιν ἀληθῶς ὁ φανεὶς, σύνες, ἄνερ, τοῦ φανέντος τὸ βούλημα.
 [00206]  Εἰ δὲ καὶ Θεὸς ἀληθῶς θέλει καρπωθῆναι τὸν Ἰσαὰκ, στέναξον πικρῶς, ἱκέτευσον, πρόσπεσον, ἐπιδάκρυσον τῆς ἱκετηρίας τοῖς ῥήμασιν.
 [00352]  Ξένος τις οὗτος ἀληθῶς ὁ τῆς θυσίας τρόπος, καὶ οὐδὲ λόγῳ ῥητός.
000-00-00 Serial Number=0173072815
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00415]  Ἀλλ' οἱ μὲν αὐτῶν ἔθνεσι παροικοῦντες ἀθέοις καὶ μιαροῖς οἱ δὲ ἐν μέσοις τοῖς βαρβάροις ὄντες ἔνθα τὰ ἀληθῶς μολυσμοῦ ἄξια καὶ μιασμοῦ πάντα ἐδρᾶτο μετὰ ἀληθείας ἅπαντα προύλεγον καὶ οὐδὲν αὐτοὺς ὁ τῶν ἄλλων μιασμὸς ἐκώλυεν εἰς τὴν πρόρρησιν.
 [00417]  Ὅτι ἐκεῖνοι μὲν ἀληθῶς ὑπὸ θείας ἐνεργούμενοι δυνάμεως ἔλεγον ἅπερ ἔλεγον, ὁ δὲ δαίμων κενὸς τῆς ἐνεργείας ἐκείνης καὶ ἔρημος ὢν εἶχε μὲν οὐδὲν προειπεῖν ὑπὲρ δὲ τοῦ μὴ δόξαι ἀπορεῖν πιθανὰ ἁπλῶς καὶ καταγέλαστα προφασίζεσθαι ἀναγκάζεται.
000-00-00 Serial Number=0596485317
De Christi divinitate Ante [Go Back]  
 [00152]  ∆έον προσκυνῆσαι τὸν ἐργασάμενον, δέον θαυμάσαι τὸ γεγενημένον, οἱ δὲ περὶ σαββάτου διαλέγονται, ἀληθῶς οἱ τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες.
000-00-00 Serial Number=0805923104
De Davide et Saule Ante [Go Back]  
 [00337]  Ἐπανῄει γὰρ τῷ πολεμίῳ μυρία τραύματα δοὺς, τὸν μὲν Σαοὺλ διασώσας, τὸν δὲ ἀληθῶς ἐχθρὸν τὸν διάβολον πολλαῖς κατακεντήσας πληγαῖς.
000-00-00 Serial Number=0926083863
De Lazaro Ante [Go Back]  
 [00668]  οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ ἐν θεάτρῳ, τῷ κόσμῳ καθήμενος καὶ ἐπὶ σκηνῆς παίζοντας βλέπων, ἐπειδὰν ἴδῃς πλουτοῦντας πολλοὺς, μὴ πλουσίους ἀληθῶς εἶναι νόμιζε, ἀλλὰ πλουσίων περικεῖσθαι προσωπεῖα.
 [00674]  καὶ ἀπὸ τῶν ἔργων μόνον κρινόμενοι φαίνονται, τίνες μὲν ἀληθῶς πλούσιοι, τίνες δὲ πένητες, καὶ τίνες μὲν ἔντιμοι, τίνες δὲ ἄδοξοι.
 [01392]  Ὥστε εἰ καὶ τοῦτο συνέβη, καὶ τοῦτο ἐπεχείρησεν ἂν ὑποκρίνεσθαι διὰ τῶν οἰκείων ὀργάνων, οὐχὶ νεκροὺς ἀληθῶς ἀνιστὰς, ἀλλὰ μαγγανείαις τισὶ καὶ ἀπάταις τὰς ὄψεις τῶν ὁρώντων ἀπατῶν, ἢ καί τινας παρασκευάζων, ὥσπερ ἔφθην εἰπὼν, ὑποκρίνεσθαι τελευτὴν, τὰ ἄνω κάτω πάντα ἐποίησεν ἂν καὶ συνέχεεν.
 [02750]  Καὶ γὰρ ἀληθῶς πολὺ τὸ μέσον τῆς ἀρετῆς καὶ τῆς κακίας, καὶ πολλὴ ἡ διαφορά·
000-00-00 Serial Number=0757679224
De Melchisedech Ante [Go Back]  
 [00131]  Ἀλλ' ἐπειδὴ ὁ Μελχισεδὲκ τύπος ἦν τοῦ Κυρίου, καὶ εἰκόνα ἔφερε τοῦ Χριστοῦ, καθὼς καὶ Ἰωνᾶς, διὰ τοῦτο ἡ Γραφὴ παρέλιπεν αὐτοῦ τὸν πατέρα, ἵνα ἐν ἐκείνῳ, καθάπερ ἐν εἰκόνι τὸν ἀληθῶς ἀπάτορα καὶ ἀγενεαλόγητον Χριστὸν ἐνοπτρισώμεθα.
 [00135]  Πρὸς οὓς λέγομεν, ὅτι οὗτος ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε, καὶ ἀληθῶς εἰκόνα ἔφερε τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0374160230
De Susanna Ante [Go Back]  
 [00038]  καὶ ἦν ἀληθῶς, κατὰ τὴν σοφίαν τὴν λέγουσαν, Κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη.
000-00-00 Serial Number=0128415942
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00018]  Καὶ μακάριοι ἀληθῶς καὶ τρισμακάριοι οἱ ἁγνοῖς χείλεσι καὶ στόμασι καθαροῖς τοῦτον ἀξιούμενοι περιπτύξασθαι.
 [00019]  Ἔργῳ γὰρ ἀληθῶς πληροῦσι τὸ φάσκον τοῦ Κυρίου ῥητόν·
 [00150]  καὶ ἀληθῶς οὗτός ἐστιν ὁ κηρυχθεὶς ὑπὸ τῶν προφητῶν καὶ τοῦ νόμου, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Ἰησοῦς Χριστὸς Κύριος, καὶ οὐκ ἔστιν ἄλλος, εἰ μὴ ὁ γεννηθεὶς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐκ τῆς Παρθένου καὶ θεοτόκου Μαρίας ἐπὶ Καίσαρος Αὐγούστου.
000-00-00 Serial Number=0242052615
De baptismo Christi Ante [Go Back]  
 [00085]  Οὐ γὰρ ἀληθῶς ἁμαρτία ταῦτα ἦν οὐδὲ ἀκαθαρσία, ἀλλὰ ἀτελεστέρους ὄντας διὰ τῶν τοιούτων ποιῶν εὐλαβεστέρους ὁ Θεὸς, πρὸς τὴν τῶν μειζόνων παρατήρησιν ἀκριβεστέρους ἄνωθεν παρεσκεύασε.
000-00-00 Serial Number=0209431171
De circo Ante [Go Back]  
 [00013]  σκληρὸν γὰρ ἀληθῶς πνεῦμα καὶ πονηρὸν ὁ διάβολος.
000-00-00 Serial Number=0069929779
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00065]  Μακάριος γὰρ ὡς ἀληθῶς, καὶ τρισμακάριος ὁ [64.46] ῥάδαμνος Ζαχαρίου καὶ Ἐλισάβετ.
000-00-00 Serial Number=0138031125
De consubstantiali Ante [Go Back]  
 [00256]  ἵνα μὴ νομίσῃς καὶ ταύτην τὴν παρουσίαν τοιαύτην εἶναι, οἷαι ἐκεῖναι ἐγένοντο, ἀλλὰ πιστωθῇς ἀληθῶς, ὅτι σὰρξ ἦν ἀληθινὴ, καὶ συνελήφθη, καὶ ἐτέχθη, καὶ ἐτράφη, καὶ ἐπὶ φάτνης ἐτέθη, οὐκ ἐν οἰκίσκῳ τινὶ, ἀλλ' ἐν καταλύματι, πλήθους ἀπείρου παρόντος, ἵνα δημοσιεύηται αὐτοῦ ἡ γέννησις.
 [00278]  Ὅταν οὖν λέγῃ, Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, καὶ, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, οὐδὲν ἕτερον δείκνυσιν, ἀλλ' ἢ ὅτι σάρκα ἀληθῶς περιβέβληται φοβουμένην θάνατον·
000-00-00 Serial Number=0172435582
De cruce et latrone ii Ante [Go Back]  
 [00083]  Οὐκοῦν ἀληθῶς ἑορτὴ ὁ σταυρός.
 [00298]  Καθάπερ γὰρ ἐπὶ τοῦ Θωμᾶ ἐποίησε, βουλόμενος τὴν ἀπιστίαν διορθῶσαι τοῦ μαθητοῦ, καὶ ἔδειξεν αὐτῷ τοὺς τύπους τῶν ἥλων, καὶ αὐτὰ τὰ τραύματα, καὶ λέγει, Βάλε τὸν δάκτυλόν σου, καὶ φέρε τὴν χεῖρά σου, καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, ἵνα δείξῃ αὐτῷ, ὅτι ἀληθῶς ἀνέστη·
000-00-00 Serial Number=0790596724
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00384]  Ὁ δὲ πατὴρ νομίσας ὅτι ἀληθῶς ὁ πρεσβύτερός ἐστιν, φαγὼν εὐλόγησεν αὐτόν.
000-00-00 Serial Number=0459489763
De jejunio de Davide Ante [Go Back]  
 [00240]  Εὔκαιρον οὖν εἰπεῖν ἀληθῶς τὰ τοῦ μακαρίου Παύλου·
000-00-00 Serial Number=0820181251
De jejunio sermones 1 Ante [Go Back]  
 [00182]  Κλύδων γὰρ ὡς ἀληθῶς τὰ παρόντα καὶ θάλαττα, καὶ τὸ ἑκάστου πέρας ἄδηλον, ὡς ἡ πεῖρα διδάσκαλος·
000-00-00 Serial Number=0823494971
De mutatione nominum Ante [Go Back]  
 [01024]  Πῶς οὖν οὐκ ἄτοπον ἐπ' ἀνθρώπῳ μὲν, ἔνθα ψιλὸν ὄνομα ἡ δεσποτεία, τοσαύτην τοῖς κυρίοις παρέχειν τὴν αἰδῶ καὶ τὴν ὑπακοὴν, τὸν δὲ ἀληθῶς ∆εσπότην, οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, μηδὲ τῆς αὐτῆς τοῖς ἡμετέροις συνδούλοις ἀξιοῦν θεραπείας;
000-00-00 Serial Number=0994889259
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00045]  Οὐκ ἔδει γὰρ ἀληθῶς ἀπιστηθῆναι τὸν ἄγγελον, οὐ τὸ θυσιαστήριον εὐκαταφρόνητον ἔχειν, οὐ τὸν καιρὸν τοῦ θυμιάματος καιρὸν ἀπάτης λογίσασθαι, ὁ γὰρ ἄγγελος αὐτῷ θυμιῶντι ὤφθη , οὐ τῆς τοῦ Ἀβραὰμ ἱστορίας ἐπιλελῆσθαι.
000-00-00 Serial Number=0624200046
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00003]  δεδανείσμεθα γὰρ ὡς ἀληθῶς καὶ τὸν παρόντα καιρὸν καὶ τὸ λεῖπον τοῖς λόγοις.
 [00034]  βαρὺς γὰρ ἦν ἀληθῶς ὁ εἰς τὴν ἔρημον βίος.
 [00041]  Ἔδει γὰρ ἀληθῶς καὶ παρὰ θεῷ καὶ παρ' ἡμῖν τὸν βαπτιστὴν μεγαλύνεσθαι·
000-00-00 Serial Number=0243286729
De non iterando conjugio Ante [Go Back]  
 [00048]  «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», καὶ ὥσπερ σαρκὸς ἀληθῶς οἰκείας ἀντείχετο καὶ οὐκ ἐπελάθετο τῆς ἅπαξ δοθείσης αὐτῇ κεφαλῆς·
000-00-00 Serial Number=0052469552
De oratione Ante [Go Back]  
 [00025]  Οἶδα ἀληθῶς, ὅτι ἐὰν εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ ἀκούεις τῶν θείων Εὐαγγελίων, καὶ τῶν διδασκάλων τῶν ἀποστόλων, καὶ τῶν θείων πατέρων, κἂν λιθίνην καρδίαν ἔχῃς, κἂν θηρίου γνώμην καὶ ἀγριότητα, ὀψέ ποτε καὶ ῥᾳδίως κατανυγῆναι ἔχεις.
000-00-00 Serial Number=0063092470
De paenitentia [1] Ante [Go Back]  
 [00290]  Καὶ γὰρ ἀληθῶς πολλὰ [49.285] σκεύη αὐτοῦ ἥρπασεν ἡ μετάνοια, καὶ αὐτὴν τὴν ἀκρόπολιν αὐτοῦ καθεῖλε, καὶ καιρίαν ἔχει τὴν πληγὴν τῆς μετανοίας.
 [00496]  Θεὸν γὰρ ἀληθῶς φυγεῖν ἀδύνατον.
 [00510]  σὺ γὰρ ἀληθῶς εἶπας·
 [00567]  Ἐκεῖνον ἀληθῶς ταπεινόφρονα λέγω, τὸν μυρίους καμάτους ἀντλήσαντα, τὸν μυρία τρόπαια κατὰ τοῦ διαβόλου ἐνδειξάμενον, τὸν κηρύττοντα καὶ λέγοντα, Ἡ χάρις αὐτοῦ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον πάντων ἐκοπίασα·
 [00574]  Τοῦτο γὰρ ἀληθῶς ταπεινοφροσύνη, τὸ ταπεινοῦσθαι ἐν πᾶσι, καὶ ἑαυτὸν καλεῖν ἐλάχιστον.
 [01729]  καλὸν ὡς ἀληθῶς καὶ τὴν αἰτίαν εἰπεῖν.
000-00-00 Serial Number=0404209554
De patientia sermo 1 Ante [Go Back]  
 [00272]  Πολὺς ὡς ἀληθῶς ὁ φόβος ἐκεῖ, πολὺς ὁ τρόμος, ἀδιήγητος ἡ ἀνάγκη, ἀκατάπαυστον δάκρυον, ἀσίγητοι στεναγμοί.
000-00-00 Serial Number=0199400783
De patientia sermo 2 Ante [Go Back]  
 [00174]  Θῆρες γὰρ ἀληθῶς καὶ πονηροὶ οἱ τοῦτο ποιήσαντες, μᾶλλον δὲ καὶ τῶν θηρίων ἀγριώτεροι, ἅτε τὸν ἴδιον ἀδελφὸν θανατῶσαι συμβουλευσάμενοι καὶ ἀδελφοκτονίαν βουλόμενοι ἐργάσασθαι.
000-00-00 Serial Number=0545699656
De precatione [1] Ante [Go Back]  
 [00009]  Θεῷ γὰρ ὡς ἀληθῶς λαλοῦμεν τῷ καιρῷ τῆς προσευχῆς, δι' ἧς καὶ τοῖς ἀγγέλοις συναπτόμεθα, καὶ τὴν πρὸς τὰ ἄλογα κοινωνίαν πολὺ φαινόμεθα διαφεύγοντες.
 [00063]  Πανοπλία γὰρ ὡς ἀληθῶς οὐράνιος ἡ θεία προσευχὴ, καὶ μόνη δύναται φυλάττειν βεβαίως τοὺς δεδωκότας ἑαυτοὺς τῷ Θεῷ.
 [00134]  Καὶ γὰρ ὡς ἀληθῶς ὁ δουλεύων ἡδοναῖς, δαίμοσιν ὁμιλεῖ, καὶ τὴν ἐκείνων μανίαν ἐζήλωσεν·
000-00-00 Serial Number=0748685360
De precatione [2] Ante [Go Back]  
 [00006]  Μεγίστη οὖσα ἀληθῶς καὶ πρεσβυτέρα, καὶ μήτηρ τῶν ἐντολῶν ἁπασῶν αὕτη τετύχηκεν, ἅπαντα τὰ τοῦ Κυρίου ἀπογεννῶσα προστάγματα.
000-00-00 Serial Number=0101581275
De pseudoprophetis Ante [Go Back]  
 [00051]  Καὶ ἀληθῶς εἰς ἡμᾶς ἐπληρώθη ἡ προφητεία ∆αυῒδ λέγουσα·
 [00190]  Ταῦτα Πέτρος ἐφθέγξατο, Πέτρος ὁ μακάριος ἀληθῶς, Πέτρος τῆς πίστεως ἡ πέτρα, ἐφ' ἧς ᾠκοδόμησεν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, Πέτρος ὁ τὰς κλεῖς τῶν οὐρανῶν κατέχων, Πέτρος ὁ κατὰ κυμάτων πεζεύσας, ὁ θερμὸς ἐραστὴς τοῦ ∆εσπότου Χριστοῦ, ὁ τὸν Σίμωνα τὸν μάγον ἐν τῇ Ῥώμῃ ῥίψας, ὡς κορυφαῖος καὶ πρωτοστάτης τὸν πρῶτον λῃστὴν καὶ μαθητὴν τοῦ διαβόλου ἐν ταῖς αἱρέσεσιν.
 [00396]  Καὶ ἀληθῶς ἐν ἡμῖν ἐπληρώθη ἡ προφητεία αὕτη.
 [00608]  Καὶ οἶδα ἀληθῶς, ὅτι οὕτως ἐστίν·
000-00-00 Serial Number=0094834447
De sacerdotio Ante [Go Back]  
 [00561]  δεινὸν γὰρ ἀληθῶς, δεινὸν τὸ ταύτης γλίχεσθαι τῆς τιμῆς.
000-00-00 Serial Number=0146752179
De sancta pentecoste Ante [Go Back]  
 [00100]  Ἦν τότε ἀληθῶς ἰδεῖν, ὅτι τὰ λόγια Κυρίου ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν·
000-00-00 Serial Number=0333467245
De sancta trinitate Ante [Go Back]  
 [00103]  Πάντα ἔχει ὁ Πατὴρ, ἀληθῶς ζωὴ, καὶ ἀθανασία, καὶ φῶς, καὶ παντοδύναμος, καὶ Θεὸς, καὶ Κύριος·
000-00-00 Serial Number=0433417261
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00295]  Ἦλθον εἰς πόλιν Ἱεράπολιν καλουμένην, κἀκεῖθεν ἀληθῶς εἰς τὴν ἱερὰν πόλιν ἀνέδραμον διὰ τοιαύτης μηχανῆς.
000-00-00 Serial Number=0090781569
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00016]  οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μάλιστα ἐροῦμεν, ἵνα τὸ παράδοξον τοῦτο δείξαντες ἀληθῶς, τὸν γέλωτα εἰς τὴν ἐκείνων περιτρέψωμεν κεφαλήν.
000-00-00 Serial Number=0434545577
De virginitate Ante [Go Back]  
 [00670]  Ἤκουσε γὰρ ὅτι τὸ ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι ἡ παρθένος οὐκ ἔχει, ἀλλ' ἀνάγκη δι' ὅλου παλαίειν αὐτήν, δι' ὅλου μάχεσθαι πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἕως ἂν εἰς τὸν εὔδιον ἀληθῶς καταπλεύσῃ λιμένα.
000-00-00 Serial Number=0893182755
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00498]  Τοῦτο ἀληθῶς καρδίας συντετριμμένης, ὅταν πρὸς τοὺς ὑβρίζοντας μὴ χαλεπαίνωμεν μηδὲ δυσχεραίνωμεν, ἀλλὰ καὶ ἀπολογώμεθα.
 [00827]  καλὸν ὡς ἀληθῶς, ἀδελφοὶ, τὴν αἰτίαν εἰπεῖν.
 [01322]  κάτασχε πόδας, καταφίλησον χεῖρας, μὴ ἐπαισχυνθῇς, εἴ γε ἀληθῶς ἰατρεῦσαι βούλει.
 [01936]  τὸν δὲ ἀληθῶς ∆εσπότην οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, μηδὲ τῆς αὐτῆς τοῖς ἡμετέροις συνδούλοις ἀξιοῦν θεραπείας;
 [02503]  καὶ γὰρ ἦν ἀληθῶς μεγίστη κληρονομία, καὶ παντὸς χρυσοῦ τιμιωτέρα.
 [03650]  Καὶ ἀληθῶς δυνατώτερος ἦν, τὴν ἄνωθεν συμμαχίαν ἔχων ἐν ἅπασι, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς φρουρούμενος.
 [04103]  Καὶ γὰρ οὗτός ἐστιν ἀληθῶς βασιλεὺς, ὁ θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν, καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ, καὶ τὸν νοῦν ἐλεύθερον τηρῶν, καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν·
 [07015]  ἐξῄει, οὐ κεφαλὴν βαστάζων βαρβάρου, ἀλλὰ θυμὸν νενεκρωμένον, καὶ ὀργὴν ἐκνενευρισμένην, καὶ τῷ πολεμίῳ μυρία τραύματα δοὺς, καὶ τὸν μὲν Σαοὺλ διασώσας, τὸν δὲ ἀληθῶς ἐχθρὸν τὸν διάβολον πολλαῖς κατακεντήσας πληγαῖς·
 [07879]  καὶ τὸ μὲν εὐκαταφρόνητον προσωπεῖον φρίττει, τὸ δὲ ἀληθῶς οὐ δέδοικε φοβερὸν πῦρ.
 [08409]  Ἐπειδὴ, εἰ δι' ἑτέρου τινὸς ἐδικαίου τὴν κοινὴν τοῦ γένους σωτηρίαν ἡμᾶς δέξασθαι, οὐκ ἂν τῆς περὶ ἡμᾶς αὐτοῦ προνοίας τὸ μέγεθος ἐγνωρίζομεν, ἀλλὰ καὶ τὸ παρὰ πάντα τὸν αἰῶνα θαυμαζόμενον, εἰς εὐτελῆ καὶ οὐδὲν ἀληθῶς θαῦμα παρεχομένην πρᾶξιν ἐξέπιπτεν ἄν.
 [09999]  Εἰ δὲ δεῖ φιλοσοφῆσαι καὶ περὶ τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν, ἀληθῶς ἐκείνη ἐστὶν ἡ ὄντως ἀνάπαυσις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός·
000-00-00 Serial Number=0734983623
Epistula ad monachos Ante [Go Back]  
 [00119]  Ἔσω τοίνυν ἔχομεν ἄνθρωπον καὶ διπλοῖ τινές ἐσμεν καὶ τότε ἀληθῶς λέγομεν ὅτι ἔνδον ἐσμὲν ἄνθρωποι, τὸ δὲ ἔξω οὔ.
000-00-00 Serial Number=0493943810
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01677]  Κρείττους γίνεσθε, καὶ ἐξ αἰῶνος δοκιμάσατε τίς ἐστιν ἀληθῶς Κύριος·
 [04623]  Εἰ ἀληθῶς εἰσιν οὗτοι προφῆται, καὶ ἀπέστειλεν αὐτοὺς ὁ Θεὸς, ἀπαντησάτωσαν δὴ τῷ Κυρίῳ, τουτέστιν, εὐξάσθωσαν πρὸς τὸν Θεὸν, ὥστε τὰ ὄντα μὴ ἀπαχθῆναι, ὅπερ εὔκολον μᾶλλόν ἐστιν, ἢ τοὺς ἀποικισθέντας ἐπανελθεῖν, ἵνα ἀπὸ τούτων γνῶμεν, ὡς κἀκεῖνο ἔσται.
 [05400]  Τὸ δὲ, ἐν ὀλισθήματι ποδός σου, τουτέστι, Παρατρέψαντές σου τὴν ἐπὶ τοῖς ἀληθῶς λεγομένοις πίστιν.
000-00-00 Serial Number=0551474869
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00325]  Μέγα δὲ καὶ ὑπερβάλλον ἀγαθὸν ἀληθῶς τὸ παῤῥησίαν ἔχειν ἐπὶ τοῦ θείου καὶ φοβεροῦ βήματος.
000-00-00 Serial Number=0813146830
In Acta apostolorum Ante [Go Back]  
 [00693]  Εὔκαιρον ἀληθῶς εἰπεῖν·
 [08726]  Νῦν οἶδα, ὅτι ἀληθῶς ἐξαπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
 [08833]  Νῦν ἔγνων, φησὶν, ὅτι ἀληθῶς ἀπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
 [09999]  ἢ καὶ ἀληθῶς τοῦτο ἐπιεικείας τεκμήριον, εἰ παρὸν πολλὰ εἰπεῖν, ὑπὲρ τοῦ μὴ ἐνοχλεῖν ὀλίγα τις λέγοι.
000-00-00 Serial Number=0412835538
In Genesim sermones Ante [Go Back]  
 [00684]  Εἰ ἀληθῶς, Σεδρὰκ, Μισὰκ, Ἀβδεναγὼ, τοῖς θεοῖς μου οὐ λατρεύετε, καὶ τῇ εἰκόνι [54.601] τῇ χρυσῇ, ᾗ ἔστησα, οὐ προσκυνεῖτε;
000-00-00 Serial Number=0397155643
In Joannem Ante [Go Back]  
 [00154]  ∆ιαβάλλει δὲ καὶ ὁ ἀληθῶς Ἰσραηλίτης, λέγων·
 [03514]  Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.
 [03546]  Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.
 [03570]  Ἴδε ἀληθῶς Ἰσραηλίτης, οὐκ ἐχαυνώθη τοῖς ἐπαίνοις, οὐκ ἐπέδραμε τοῖς ἐγκωμίοις, ἀλλ' ἐπιμένει ζητῶν καὶ ἀκριβέστερον διερευνώμενος, καὶ βούλεταί τι σαφὲς μαθεῖν.
 [03577]  Ἴδε ἀληθῶς Ἰσραηλίτης·
000-00-00 Serial Number=0281536639
In Joannem theologum Ante [Go Back]  
 [00033]  Ὡς ἀληθῶς Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός·
000-00-00 Serial Number=0553869724
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00177]  εὗρεν ὡς ἀληθῶς τῆς Ἐκκλησίας ἡμῶν τὴν ἐνθήκην·
000-00-00 Serial Number=0647942245
In Psalmos 101-107 Ante [Go Back]  
 [01844]  κυρίως δὲ καὶ ἀληθῶς ὁ ∆εσπότης Χριστὸς, ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας, πάσης βασιλεύει τῆς κτίσεως.
000-00-00 Serial Number=0570009351
In Psalmum 139 Ante [Go Back]  
 [00121]  Ἦν γὰρ ἀληθῶς ἰδεῖν ὠμότατα πράγματα, τὰ τῶν νέων αἵματα καὶ τῶν νηπίων συμπεφυρμένα, καὶ νηπίων στομάτων ἄκρα τοῖς τῶν μητέρων μαστοῖς προσηρτημένα, καὶ ἄωρον κήραν (f.
000-00-00 Serial Number=0378454030
In Psalmum 145 Ante [Go Back]  
 [00148]  Μέγα ἀληθῶς αἶνος·
 [00241]  Εἶτα ἐπειδὴ ἀμφέβαλλον ἐκεῖνοι, καὶ ἐβλασφήμουν, καὶ ἔλεγον, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, βουλόμενος αὐτοῖς δεῖξαι, ὅτι Θεός ἐστιν ἀληθῶς, βουλόμενος αὐτοὺς κρῖναι ἐκ τοῦ στόματος αὐτῶν, ἵνα μέλλῃ λέγειν, Ἐκ τοῦ στόματός σου κρινῶ σε·
000-00-00 Serial Number=0666682005
In Samaritanam in die mediae pentecostes Ante [Go Back]  
 [00087]  ἡμεῖς γὰρ ἀκηκόαμεν καὶ οἴδα μεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός.
000-00-00 Serial Number=0348812044
In annuntiationem deiparae Ante [Go Back]  
 [00169]  Τοῦτο γὰρ ἀληθῶς ἅγιον γέννημα, τοῦτο ἄσπορον βλάστημα, τοῦτο πανάγιον κύημα.
000-00-00 Serial Number=0599480033
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00058]  Ἔλυσε γὰρ ἀληθῶς τὸ μεσότοιχον τοῦ φραγμοῦ.
000-00-00 Serial Number=0143801749
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00030]  Οὗτος τοίνυν ἐστὶν ἀληθῶς κραταιὸς καὶ δυνατὸς Κύριος·
000-00-00 Serial Number=0059359550
In catenas sancti Petri Ante [Go Back]  
 [00104]  «Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων».
000-00-00 Serial Number=0354617298
In diem natalem Ante [Go Back]  
 [00064]  Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι.
 [00069]  διὰ τοῦτο καὶ ὁ Χριστὸς, Ἴδε ἀληθῶς Ἰσραηλίτης, φησὶν, ἐν ᾧ δόλος οὐκ ἔστι.
 [00231]  Ὅπερ οὖν καὶ ἐπὶ τῶν Ἑλλήνων ἔστιν εἰπεῖν, ὅτι παίδων ἀνοητότερον σχεδὸν διακείμενοι, τὰ φρίκης ἄξια καὶ πολλοῦ θαύματος γέμοντα διασύρουσι, τὰ δὲ ἀληθῶς καταγέλαστα σεμνύνουσι καὶ περιστέλλουσιν.
000-00-00 Serial Number=0280550599
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01629]  ἡ μὲν τοῦ Θεοῦ σοφία μωρία ἐδόκει εἶναι τοῖς ἔξωθεν, ἡ δὲ αὐτῶν, ἀληθῶς οὖσα μωρία, σοφία αὐτοῖς νενόμισται.
 [02578]  Πίστις μὲν γὰρ οὐκ ἔστιν ἡ μὲν ἐλάττων, ἡ δὲ βελτίων, ἀλλ' ἡ αὐτὴ πάντων τῶν ἀληθῶς πιστευόντων·
 [06851]  Ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς εἰς ταῦτα μεταστήσῃ, ἐγίνετο αὐτὸς οὐκ ἀληθῶς, ἐπιδεικνύμενος μόνον, οὐκ ὢν δὲ, οὐδὲ ἐκ διανοίας ταῦτα πράττων οὕτως ἐχούσης.
000-00-00 Serial Number=0255131066
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00629]  ∆ιὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ' ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
 [00698]  τοῦτο ἀληθῶς θερμῆς ἀγάπης, τὸ καὶ ἰδεῖν καὶ ἀκοῦσαι καὶ εἰπεῖν, καὶ πολλὰ ἂν τοῦτο συμβάλλοιτο.
 [02546]  Ὁ καθεύδων, τὰ μὲν ὄντα καὶ ἀληθῶς ὑφεστῶτα οὐχ ὁρᾷ, τὰ δὲ μὴ ὄντα.
 [03085]  Πολλοὶ παρ' αὐτοῖς, οἱ μὲν προεφήτευον ἀληθῶς, οἱ δὲ ἐψεύδοντο.
000-00-00 Serial Number=0511748552
In epistulam I ad Timotheum Ante [Go Back]  
 [04048]  Οὗτοι δὲ οὐ τοιοῦτοι, ἀλλ' ἀληθῶς μαινόμενοι καὶ ἐξεστηκότες·
000-00-00 Serial Number=0888319433
In epistulam ad Colossenses Ante [Go Back]  
 [00804]  ἀλλὰ συστρέψαντες ἑαυτοὺς, διεγείρωμεν πρὸς ἀρετὴν, καὶ ζήσωμεν ἀληθῶς τῷ Θεῷ, ἐν Χριστῷ, καὶ τὰ ἑξῆς.
000-00-00 Serial Number=0256836772
In epistulam ad Ephesios Ante [Go Back]  
 [02898]  Καὶ ἔστιν ἀληθῶς ἰδεῖν θέαμα ἐλεεινὸν, κιόνων κεφαλὰς κόνιν γινομένας, πολλοὺς δὲ καὶ αὐτοὺς διακεκλασμένους, τοὺς μὲν τοῦ πυρὸς κατεργαζομένου, τοὺς δὲ πολλάκις τῶν οἰκοδομησάντων αὐτοὺς χειρῶν ὠθουσῶν, ὥστε μὴ πλείονα τροφὴν γενέσθαι τῷ πυρί.
 [07037]  Τοῦτο ἀληθῶς καρδίας συντετριμμένης, ὅταν πρὸς τοὺς ὑβρίζοντας μὴ χαλεπαίνωμεν, ὅταν μὴ δυσχεραίνωμεν, ὅταν ἀπολογώμεθα.
000-00-00 Serial Number=0844094813
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00036]  Καὶ ἀληθῶς οὐκ ἐκώλυον·
 [01576]  Ζηλοῦσιν ὑμᾶς οὐκ ἀληθῶς, ἀλλ' ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
000-00-00 Serial Number=0441390514
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01911]  τρίτην τὴν καὶ ὄντως ἀνάπαυσιν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς οἱ τυχόντες ἀναπαύονται ἀληθῶς τῶν κόπων καὶ τῶν μόχθων.
 [02764]  Ἄρα ἀληθῶς διδασκαλίας δεῖται ὁ τοῦ Θεοῦ φόβος.
000-00-00 Serial Number=0259793937
In epistulam ad Philippenses Ante [Go Back]  
 [02125]  Τοῦτο δὲ οὐκ ἔστιν ἄνθρωπος ἀληθῶς, τὸ ὡς ἄνθρωπον εἶναι, καὶ τὸ σχήματι εἶναι ἄνθρωπον·
 [03297]  Τοῦτο γάρ ἐστιν ἄνθρωπος, ἡ περιτομὴ ἡ ἐνάρετος, τοῦτό ἐστιν ἀληθῶς ἄνθρωπος.
000-00-00 Serial Number=0911212087
In epistulam ad Titum Ante [Go Back]  
 [00059]  οἷον τὸ εἰδέναι τὰ γεωργικὰ, τὸ εἰδέναι τέχνας, ἀληθῶς ἐστιν εἰδέναι·
 [00192]  οὐ γὰρ ἔστι δυνατὸν ἄρχοντα εἶναι ἀληθῶς.
000-00-00 Serial Number=0824572384
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00028]  Μὴ γὰρ πλατεῖαν νομίσῃς εἶναι ἀληθῶς, ἀγαπητὲ, ἢ ἀγαθὴν τὴν ὁδὸν ἐκείνην, ἐπειδὴ τοιαύτῃ λέξει ὁ ∆εσπότης ἐχρήσατο.
 [00166]  ποῦ τότε ἡ ἡδονὴ τῆς ἁμαρτίας ἡ ἀκάθαρτος καὶ μιαρὰ ἀληθῶς;
000-00-00 Serial Number=0919147253
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00052]  ἱερὸν δὲ ὡς ἀληθῶς ἅγιον, καὶ ἱερεῖον, καὶ ἱερεὺς, αὐτός ἐστιν ὁ Χριστὸς, ἐν ᾧ, κατὰ τὸν θεῖον Ἀπόστολον, Πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικεῖ σωματικῶς·
 [00090]  ∆ιὰ τοῦτο ἡ Γραφὴ παρέλιπε τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγενεαλόγητον αὐτὸν διηγήσατο, ἵνα ἐν ἐκείνῳ, καθάπερ εἰκόνι, τὸν ἀληθῶς ἀπάτορα καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον τὸν Χριστὸν ἐνοπτρισώμεθα.
 [00098]  Πρὸς οὓς λέγομεν, ὅτι οὗτος ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε, καὶ ἀληθῶς εἰκόνα Θεοῦ φέρων ἐν ἑαυτῷ.
000-00-00 Serial Number=0818955362
In illud Domine non est in homine Ante [Go Back]  
 [00188]  Καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἀληθῶς ὁ προφήτης φησὶ, καὶ οὐκ ἀφαιρεῖται τὴν ἐξουσίαν ἡμᾶς, ἀλλὰ περὶ τοῦ τέλους τῶν πραγμάτων ἐνταῦθα φιλοσοφεῖ, ἄκουσον τῆς ἐπαγωγῆς.
000-00-00 Serial Number=0506432891
In illud Dominus regnavit Ante [Go Back]  
 [00081]  νῦν λύε τὴν πολυθρύλλητον ἑρμηνείαν ἐκείνην, τὴν παρὰ πολλοῖς μὲν ῥηθεῖσαν, οὐκ ἀληθῶς δὲ ἑρμηνευθεῖσαν·
000-00-00 Serial Number=0470794737
In illud Exiit edictum Ante [Go Back]  
 [00246]  ἐκείνη γὰρ μήτηρ ἀληθῶς·
000-00-00 Serial Number=0934825897
In illud In faciem ei restiti Ante [Go Back]  
 [00103]  Ἀλλ' εἰ ἦν ἀληθῶς μάχη τὰ γενόμενα καὶ φιλο νεικία, εἶχεν ἂν λόγον τὰ κατηγορήματα ταῦτα·
000-00-00 Serial Number=0158882320
In illud Memor fui dei Ante [Go Back]  
 [00010]  Καὶ εἰ θέλεις γνῶναι ἀληθῶς, ὅτι καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ἐμέμνητο ὁ ∆αυῒδ τοῦ Θεοῦ, καὶ μνημονεύων ηὐφραίνετο, μετὰ πολλῆς φιληκοΐας πρόσεχε τὰ λεγόμενα·
 [00020]  Εἴ γε θέλεις μαθεῖν ἀληθῶς, ὅτι οὐχ ἁπλῶς ἐμνημόνευσε τοῦ Θεοῦ ὁ ∆αυῒδ, ἀλλὰ μετὰ συνοχῆς καρδίας, ἄκουε·
 [00227]  Ἕλκεται δέ μου ἀληθῶς ἡ διάνοια καὶ εἰς ἕτερα ἐκπηδῆσαι, εἰς σωτήριον πίστιν.
000-00-00 Serial Number=0575763345
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00423]  Καὶ ἵνα μάθῃς ὅτι οὐ κολακεία τὸ λεγόμενον, ἀλλ' ἀληθῶς, οἱ μηδὲν κεκτημένοι, οὗτοι μάλιστα πάντων ἐλευθεροστομεῖν δύναιντ' ἂν, πόσοι πλούσιοι κατὰ τὸν καιρὸν ἦσαν Ἡρώδου;
 [00516]  Εἰ μὲν γὰρ ἀληθῶς κακὸς ὁ πατὴρ, πῶς αὐτὸν ἀξιόπιστον εἶναι νομίζεις διάκονον τῆς τῶν φρικτῶν ἐκείνων μυσταγωγίας;
000-00-00 Serial Number=0245469391
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00064]  Καλὸν τῆς ἐπαγγελίας τὸ κτῆμα, μέγα τῆς ὀπτασίας τὸ δῶρον, ἀληθῶς Ἀβραμιαῖον τὸ καύχημα·
 [00092]  Οὐκ ἔδει γὰρ ἀληθῶς ἀπιστηθῆναι τὸν ἄγγελον, οὐ τὸ θυσιαστήριον εὐκαταφρόνητον σχεῖν, οὐ τὸν καιρὸν τοῦ θυμιάματος καιρὸν ἀπάτης λογίσασθαι·
000-00-00 Serial Number=0912803888
In mediam pentecosten Ante [Go Back]  
 [00072]  Ἀμνὸς γὰρ ἀληθῶς ὁ Χριστὸς, ὁ σήμερον ἀνελθὼν εἰς τὸ ἱερὸν, καὶ τὴν τῆς ἀληθείας φωνὴν ὁ Ἰωάννης ἐπ' αὐτῷ προεβάλετο.
000-00-00 Serial Number=0568942487
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00010]  Πῶς γὰρ οὐκ ἔστι θαυμαστὸν ἀληθῶς καὶ πᾶσαν ὑπερβαῖνον ἔννοιαν, τὸ παρθένον γεννῆσαι, καὶ παρθένον εὑρεθῆναι μετὰ τὸν τόκον;
 [00016]  Ὢ μυστηρίου ἀληθῶς ἐπουρανίου καὶ ἐπιγείου, κρατουμένου καὶ μὴ κρατουμένου, ὁρωμένου καὶ μὴ φαινομένου! Τοιοῦτος γὰρ ἦν, καὶ ὁ γεννηθεὶς Χριστὸς σήμερον, οὐράνιος καὶ ἐπίγειος, κρατούμενος καὶ μὴ κρατούμενος, ὁρώμενος καὶ ἀόρατος·
000-00-00 Serial Number=0563600421
In natalem Christi diem Ante [Go Back]  
 [00044]  Καὶ ἡ ἄνω αὐτοῦ γέννησις ἀληθὴς, καὶ ἡ κάτω γέννησις ἀψευδὴς, καὶ ἀληθῶς Θεὸς ἐκ Θεοῦ ἐγεννήθη, καὶ ἀληθῶς ἄνθρωπος ὁ αὐτὸς ἐκ παρθένου ἐτέχθη.
000-00-00 Serial Number=0877905428
In principium Actorum Ante [Go Back]  
 [00509]  Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐψεύδοντο ἐκεῖνοι, ἀλλὰ ἀληθῶς σημεῖα ἐποίησαν, καὶ ἀναξίοις ἀνθρώποις χαρίσματα ἐδίδοτο, καὶ ἵνα πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι κατορθωθῇ, καὶ τὴν τοῦ Θεοῦ δωρεὰν αἰδεσθέντες ἐκεῖνοι ἀποθῶνται τὴν πονηρίαν, Ἰούδας ὁ τῶν δώδεκα παρὰ πᾶσιν ὁμολογεῖται, ὅτι σημεῖα ἐποίει, ὅτι δαίμονας ἐξέβαλλεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι λεπροὺς ἐκάθηρεν·
000-00-00 Serial Number=0477653980
In principium indictionis [1] Ante [Go Back]  
 [00018]  Μέγα μὲν γὰρ ὡς ἀληθῶς τὸ τῆς δικαιοσύνης κατόρθωμα·
000-00-00 Serial Number=0737917602
In proditionem Judae [1] Ante [Go Back]  
 [00003]  νῦν σώφρων ἀληθῶς πηγὴ καὶ τῷ Πυθίῳ δαίμονι φοβερά.
000-00-00 Serial Number=0716098905
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00153]  εἰ δὲ ἀληθῶς ὁ Πατὴρ πατὴρ, ὑπακουέτω καὶ ὁ νεκρὸς πρὸς διδασκαλίαν τῶν παρόντων.
000-00-00 Serial Number=0692138493
In ramos palmarum [1] Ante [Go Back]  
 [00118]  Κοινὴ γὰρ ἡ βασιλεία, καὶ οὐκ ἔξωθεν τὴν αὐτῆς τιμὴν τῷ Υἱῷ ὁ Λόγος προσκληροῖ, οὔτε ἀρξαμένην ἢ προσ γινομένην ἢ μειουμένην, ἄπαγε, ἀλλὰ φυσικὴν καὶ ἰδιόκτητον ἀληθῶς.
000-00-00 Serial Number=0469769239
In sanctum Paulum apostolum Ante [Go Back]  
 [00019]  πρὸς μὲν γὰρ τοὺς ἐγερθέντας ἀληθῶς μείζων Ἰωάννου, πρὸς δὲ τὸν μέλλοντα ἐγείρεσθαι ἐλάχιστός ἐστιν·
 [00058]  ἀληθῶς ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θλίψεσιν ὑπερεχόντως, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν, καὶ ἅπερ αὐτὸς ἀπηριθμήσατο λέγων, χωρὶς τῶν παρεκτός.
000-00-00 Serial Number=0707128465
In sanctum pascha [1] Ante [Go Back]  
 [00081]  ὁ δὲ καὶ τοὺς πρὸ αὐτοῦ ἀνέστησεν ἀληθῶς.
000-00-00 Serial Number=0221796393
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00051]  [19] Ἡγεμὼν οὖν ἀληθῶς καὶ δεσπότης καὶ βασιλεὺς ὁ κύριος, οὐ μόνον ὅτι θεὸς ἦν ἐν ἀνθρώποις, ἀλλὰ καὶ κατὰ τὴν προϋπάρχουσαν θεότητα, ὅτι φύσει βασιλεὺς ἁπάσης τῆς κτίσεως, οὐ χάριτι τὸ βασιλεύειν λαβών, ἀλλ' ἔχων ἐν ἀληθείᾳ καὶ γεννήσει τῇ ἐκ πατρός·
000-00-00 Serial Number=0185055792
In sanctum pascha sermo 3 Ante [Go Back]  
 [00043]  Πάντα δὴ τὸν χρόνον ἐν ἁπλότητι καὶ εἰλικρινίᾳ ἔδει σε ζῆν, καὶ τοῦτο σωτήριον ἀληθῶς·
 [00055]  [19] Εἰ δὲ καλῶς καὶ κατὰ Χριστὸν ἐθέλεις τηρεῖν τὸ σάββατον καὶ τὴν ἄνεσιν τὴν ἑορταστικήν, κοσμικῶν σπουδασμάτων καὶ διαπράξεων ἀφίστασο, φρόντιζε δὲ καὶ πράττε τὰ τοῦ θεοῦ καὶ τὰ εἰς ψυχῆς ὠφέλειαν, καὶ οὕτω σαββατίσεις σάββατον ἅγιον ἀληθῶς καὶ ἑορτάσεις ἁγίαν ἑορτήν, εἰκόνα τῆς παρὰ Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0210988045
In sanctum pascha sermo 4 Ante [Go Back]  
 [00010]  νῦν δὲ ὡς ἀληθῶς θεόπεμπτον ἐξ οὐρανοῦ τὸ πρόβατον, προσαχθὲν ὑπὲρ ἡμῶν, ἵνα μηκέτι θανάτῳ κατεχώμεθα, διὰ τὸν ἀκράτητον ὑπὸ θανάτου Χριστόν.
000-00-00 Serial Number=0073559940
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00004]  [1.2] Καὶ διὰ τοῦτο μακρὰ καὶ αἰώνιος καὶ ἄσβεστος ἡμῖν ἐμπολιτεύεται πᾶσι τοῖς πεπιστευκόσιν αὐτῷ λαμπρὰ ἡμέρα, πάσχα τὸ μυστικόν, τυπικῶς μὲν διὰ νόμου λειτουργούμενον, ἐνεργῶς δὲ διὰ Χριστοῦ πληρώμενον, πάσχα τὸ θαυμαστόν, θάμβος θείας ἀρετῆς καὶ δυνάμεως ἔργον, ἀληθῶς ἑορτὴ καὶ μνημόσυνον αἰώνιον, ἐκ πάθους ἀπάθεια, ἐκ θανάτου ἀθανασία, ἐκ νεκρότητος ζωή, ἐκ πληγῆς ἴασις, ἐκ πτώσεως ἀνάστασις, ἐκ καθόδου ἀνάβασις.
 [00161]  [29.2] Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, ἀρχὴ καὶ μεσότης καὶ τέλος, πάντα συνέχων καὶ συσφίγγων καὶ συγκολλῶν ἐν ἑαυτῷ ἀλύτοις δεσμοῖς, γενόμενος ἀληθῶς μεσίτης Θεοῦ καὶ ἀνθρώπων.
 [00183]  τί τούτου σαφέσ τερον ἐξεβόησε τὸ πνεῦμα, ὅτι πάσχα οὐ τύπος, οὐχ ἱστορία, οὐ σκιά, ἀλλὰ πάσχα ἀληθῶς Κυρίου;
 [00186]  ἐσκέ πασας ἀληθῶς, Ἰησοῦ, ἀπὸ τῆς πολλῆς ἀπωλείας, καὶ χεῖρας ἐξέτεινας πατρικάς, ἐκάλυψας ἡμᾶς ἐντὸς τῶν πτερύγων σου τῶν πατρικῶν, αἷμα θεῖον ἐπὶ γῆς πηγάσας ταῖς ἐναίμοις σου καὶ φιλανθρώποις σου σπουδαῖς, καὶ τὰς τῆς ὀργῆς παρήγαγες ἀφ' ἡμῶν ἀπειλάς, καὶ τὰς πρώτας ἡμῖν ἄνωθεν ἀνταπέδωκας διαλλαγάς.
 [00200]  ∆ουλείας ἀποφυγή, παλαιᾶς ἀνάγκης ἀπαλλαγή, ἐλευθερίας ἀρχή, υἱοθεσίας τιμή, ἀφέσεως ἁμαρτημάτων πηγή, ἀθάνατος ἀληθῶς ἐν πᾶσι ζωή.
 [00265]  [50.1] Καὶ διὰ τοῦτο ξύλον ξύλῳ ἀντιρριζώσας, καὶ τὴν πάλαι πονηρὰν χεῖρα ἀσεβῶς ἐκταθεῖσαν <**> τὴν ἑαυτοῦ ἄχραντον εὐσεβῶς προσηλώσας, ὅλην ἔδειξεν ἐν αὐτῷ ἀληθῶς τὴν ζωὴν κρεμαμένην.
 [00274]  [51.8] Τοῦτο κλίμαξ Ἰακὼβ καὶ τῶν ἀγγέλων πορεία, ἐφ' ἧς ἄκρας ἀληθῶς ἐστήρικται ὁ Κύριος.
 [00278]  Καὶ πρὸς ὀλίγον μὲν βοᾷ παρελ θεῖν τὸ ποτήριον, ἵνα δείξῃ ἀληθῶς ὅτι καὶ ἄνθρωπος ἦν·
 [00293]  Μὴ ἔγνως τὴν πέτραν τὴν πνευματικήν, ἐξ ἧς ἀκολουθήσας ἔπινες, ἐρράγη δὲ τοῦ ναοῦ τὸ καταπέτασμα, συμπάσχον καὶ μηνύον τὸν οὐράνιον ἀληθῶς ἀρχιερέα, μικροῦ δ' ἂν ὅλος ὁ κόσμος συνεχύθη καὶ τῷ φόβῳ τοῦ πάθους συνελύθη, εἰ μὴ τὸ θεῖον πνεῦμα ἐνεφύσησεν ὁ μέγας Ἰησοῦς εἰπών·
 [00297]  Ὦ μόνε μόνων ἀληθῶς δι' ὅλων ὅλε, ἐχέτωσάν σου τὸ πνεῦμα οὐρανοί, ὁ δὲ παράδεισος τὴν ψυχήν·
000-00-00 Serial Number=0602238297
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00007]  Τηροῦμεν γὰρ καὶ πρῶτον μῆνα, τοῦτον τὸν πρῶτον μῆνα ἀληθῶς τοῦ πρώτου χρόνου, ὃς ἐπ' ἐαρινῆς ἰσημερίας γνωρίζεται ὁ γὰρ πρῶτον μῆνα τηρῶν ὀφείλει ἰδεῖν τὸν πρῶτον χρόνον, δι' ὃν καὶ πρῶτος μὴν ὀνομάζεται, πάλιν τε ὁ τὸν πρῶτον χρόνον παραλαμβάνων τὴν ἀρχὴν ὀφείλει τοῦ πρώτου χρόνου ἰδεῖν οὐκ ἄλλην τινὰ ἢ ἰσημερίαν ἐαρινήν, ὡς προϊὼν ἐπιδείξω ·
 [00064]  [19] Ὅτι μὲν γὰρ ἡ ἰσημερία προέστηκε τοῦ ἀληθῶς πρώτου χρόνου, τοῦτο δῆλον ἐπὶ τῆς τοῦ θεοῦ δημιουργίας ἐστίν.
 [00173]  Καὶ ἐπειδὴ ὁ προφήτης ἐβόα ὅτι σκοτισθήσεται ὁ ἥλιος μεσημ βρίας καὶ ἐνίοτέ τινες ἤμελλον ἀπιστεῖν εἰ ἀληθῶς γέγονε τοῦτο ἐπὶ τοῦ σωτῆρο
 [00214]  Ἔπειτα τὰ οὐδέποτε ἀληθῶς οὐδέποτε ἐπιστήμῃ ἁρμόζει, ἀλλ' ἀεὶ ὁ λόγος ζητεῖται τῆς ἐπιστήμης καὶ πολλάκις ταχὺ γίνεται πολλάκις ταχύτερον καὶ πάλιν βραδύτερον, καὶ οὐδεὶς ἐπιστήμων τῇ ἀνωμαλίᾳ προσέχει τῶν χρόνων ἀλλὰ τῇ ἁρμονίᾳ τῶν λόγων.
000-00-00 Serial Number=0854521096
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00007]  Αὕτη γὰρ ἀληθῶς ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος·
000-00-00 Serial Number=0020219088
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00007]  Αὕτη γὰρ ἀληθῶς ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος·
000-00-00 Serial Number=0442985952
Oratio de hypapante Ante [Go Back]  
 [00016]  Καὶ γὰρ τοῦτο ἀληθῶς τῆς πανσόφου ἐστὶν οἰκονομίας τοῦ Κυρίου, ἀναδέξασθαι τὰ τοῦ νόμου κελεύσματα ἐν τῇ οἰκείᾳ σαρκί, ἵνα δείξῃ τὸν νόμον τύπον καὶ σκιὰν τοῦ πνεύματος καὶ τῆς χάριτος.
 [00157]  ἐννοήσασα τοιγαροῦν ἡ [74] μακαρία παρθένος τὸ ἑαυτῆς ἄφθαρτον κύημα καὶ τῶν σημείων αὐτοῦ τὰς ἰάσεις, καὶ τῆς διδασκαλίας τὰ ἀπόῤῥητα μυστήρια, ἔγνω αὐτὸν ἀληθῶς εἶναι Θεόν·
000-00-00 Serial Number=0352602839
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00291]  Καὶ νομίσας αὐτὴν ἀληθῶς πόρνην εἶναι Ἰούδας (ἐκεκάλυπτο γὰρ τὸ πρόσωπον), εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἔδωκεν αὐτῇ ἀῤῥαβῶνα, ὁρμίσκον καὶ δακτύλιον καὶ ῥάβδον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»