Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀναμένει [58]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀναμένει


000-00-00 Serial Number=0530869544
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00460]  Εἰ γὰρ ὁ γηπόνος ὁλόκληρον ἀναμένει χειμῶνα, οὐ πρὸς ταῦτα ἅπερ ὁ σῖτος πάσχει βλέπων κατὰ τὴν ὥραν τοῦ κρυμοῦ, ἀλλὰ πρὸς ἐκεῖνα ὧν ἀπολαύειν μέλλει·
 [00469]  ἐπὶ δὲ τῆς Καινῆς οὐ πανταχοῦ τοῦτο, ἀλλ' ἔστιν ὅπου τὰ μὲν λυπηρὰ ἐνταῦθα, τὰ δὲ χρηστὰ ἀναμένει τὴν ἐντεῦθεν ἡμῶν ἀποδημίαν.
000-00-00 Serial Number=0349328041
Ad populum Antiochenum Ante [Go Back]  
 [00163]  καὶ τὸ κεφάλαιον τῶν κακῶν, ὅτι τὸν οὐρανὸν ἄβατον ποιεῖ τοῖς μεθύουσι τοῦτο τὸ νόσημα, καὶ τῶν αἰωνίων ἀγαθῶν οὐκ ἀφίησιν ἐπιτυχεῖν, ἀλλὰ μετὰ τῆς ἐνταῦθα ἀσχημοσύνης καὶ ἐκεῖ κόλασις ἀφόρητος τοὺς τὰ τοιαῦτα νοσοῦντας ἀναμένει.
 [01335]  οὐ γὰρ τὰ παρόντα βλέπει, ἀλλὰ τὰ μέλλοντα ἀναμένει·
 [01417]  καὶ γὰρ σοῦ τοῦ πειραζομένου μᾶλλον αὐτὸς βούλεται σβέσαι τὴν πυρὰν ταύτην, ἀλλ' ἀναμένει σου τὴν σωτηρίαν Ὥσπερ οὖν ἐξ ἀνέσεως ἐγένετο θλῖψις, οὕτω καὶ ἀπὸ θλίψεως ἄνεσιν χρὴ προσδοκᾷν.
 [03228]  Εἰ γὰρ ὁ μέλλων δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ προτείνειν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ διακειμένῳ τῷ μέλλοντι διδόναι τὴν αἴτησιν προσέλθοι, καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὼν συμμαχίαν ἐπιτύχοι τῆς χάριτος, πολλῷ μᾶλλον τὸν λέγοντα καιρὸν ἐπιτήδειον ζητεῖν χρὴ, ὅπως εὖ διακειμένῳ τῷ ἀκροατῇ καὶ πάσης ἀπηλλαγμένῳ φροντίδος καὶ ἀθυμίας προσαγάγῃ τοὺς λόγους·
000-00-00 Serial Number=0131196201
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00061]  Ἀλλὰ ὅμως τὴν χαλεπὴν ταύτην τραγῳδίαν ἕτερα χαλεπώτερα πάλιν αὐτὰ ἀναμένει, οὐδὲ μικρὸν ἀναπνεύσαντα.
000-00-00 Serial Number=0011360765
Catecheses ad illuminandos Ante [Go Back]  
 [00907]  [6.7] Ὥσπερ γὰρ ὁ τὴν ἀρετὴν μετιὼν οὐ μόνον ὑπὲρ τῶν οἰκείων πόνων ἀναμένει τὰς ἀμοιβὰς ἀλλὰ καὶ τῆς ἑτέρων ὠφελείας καρποῦται τὸν μισθόν, πολλοὺς εἰς ζῆλον καὶ μίμησιν ἄγων τῆς οἰκείας ἀρετῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τὴν κακίαν μετιόντες μείζους ὑπέχουσι τὰς εὐθύνας τῷ καὶ ἑτέροις ῥᾳθυμίας ὑπόθεσις γίνεσθαι.
 [01078]  Μὴ γὰρ ἀναμένει τὴν παρ' ἡμῶν ὑπόμνησιν ὁ δεσπότης καὶ τότε ἡμῖν τὰς παρ' ἑαυτοῦ παρέχει δωρεάς;
000-00-00 Serial Number=0881059945
Commentarius in Job Ante [Go Back]  
 [01248]  ὥσπερ ὁ Χριστὸς εἰπὼν καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη οὐδὲν ἕτερον ἐδήλωσεν, ἀλλ' ἢ ὅτι δεινὰ αὐτὸν ἀναμένει καὶ χαλεπά, οὕτω καὶ ἐνταῦθα ὁ Ἰὼβ λέγων «εἴθε μὴ ἐγεννήθην» οὐ τῆς δημιουργίας τοῦ θεοῦ κατατρέχει, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς παρίστησιν.
000-00-00 Serial Number=0178883791
Contra theatra Ante [Go Back]  
 [00318]  οὐ γὰρ ἀναμένει τὸ πρᾶγμα βραδυτῆτα·
000-00-00 Serial Number=0252148092
De Chananaea Ante [Go Back]  
 [00558]  Οὐδὲ ἀναμένει τελέσαι τὴν εὐχήν·
000-00-00 Serial Number=0069647670
De Christi divinitate Ante [Go Back]  
 [00010]  οὐκ ἀναμένει χρόνον, οὐ περιμένει πλῆθος ἡμερῶν, οὐκ ἐκδέχεται περιόδους μηνῶν, οὐδὲ ὥρας καὶ καιροὺς καὶ ἐνιαυτούς·
000-00-00 Serial Number=0692771494
De beato Philogonio Ante [Go Back]  
 [00039]  Οὐ γὰρ περιόδους μηνῶν, οὐδὲ κύκλους ἐνιαυτῶν, οὐδὲ ἡμερῶν ἀριθμὸν ἀναμένει, ἀλλ' ἕστηκε διηνεκῶς, καὶ τὰ ἐν αὐτῇ πάντα ἀγαθὰ πέρας οὐκ ἔχει, τέλος οὐκ οἶδεν, οὐ γηρᾷν οὐδὲ μαραίνεσθαι δύναται·
000-00-00 Serial Number=0034032345
De libello repudii Ante [Go Back]  
 [00042]  Τίς καθεύδοντα οὐκ ἀναμένει;
000-00-00 Serial Number=0065852821
De mutatione nominum Ante [Go Back]  
 [00298]  ταύτην δὲ τὴν δουλείαν, ἂν ἀπαρτισθῇ καλῶς, βασιλεία οὐρανῶν ἀναμένει.
000-00-00 Serial Number=0741082311
De paenitentia [1] Ante [Go Back]  
 [01877]  Οὐκ ἀναμένει ὁ Θεὸς χρόνον τὸν ἀπὸ τῆς μετανοίας·
000-00-00 Serial Number=0590821087
De paenitentia [2] Ante [Go Back]  
 [00066]  Καὶ ἵνα γνῷς ὅτιπερ ἡ ἀναβολὴ τῆς τιμωρίας ἀναμένει σου τὴν μετάνοιαν, Ἐὰν μὴ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει.
000-00-00 Serial Number=0852823019
De patientia sermo 1 Ante [Go Back]  
 [00122]  μὴ τοὺς χιτῶνας ἡμῶν διαῤῥήξωμεν, ἀλλὰ μᾶλλον τὴν ψυχὴν κατανύξωμεν, ὅτι καὶ ἡμᾶς τὸ αὐτὸ ἀναμένει ποτήριον.
 [00160]  οὐχ ὁρᾷς οἷον καὶ ἡμᾶς ἀναμένει πέραμα χαλεπόν;
000-00-00 Serial Number=0320662439
De prophetiarum obscuritate Ante [Go Back]  
 [00672]  ἐκεῖνος δὲ οὐκ ἀναμένει τὴν ἀπὸ τοῦ τέλους ἀπόδειξιν, οὐδὲ ἔρχεται πρὸς τὰς σοροὺς καὶ τὰς θήκας τῶν προγόνων, ἀλλὰ πρὸς τὰ παρόντα βλέπει, οὐδὲν τῶν μελλόντων ἐννοεῖ.
000-00-00 Serial Number=0093108535
De siccitate Ante [Go Back]  
 [00074]  Οὐ γὰρ βούλεται τὸν ψυχικὸν ἡμῶν θάνατον, ἀλλὰ τὴν ἐπιστροφὴν ἀναμένει καὶ τὴν μετάνοιαν.
000-00-00 Serial Number=0435377181
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00011]  ἀλλ' αὐτὸν ποθεῖ, αὐτὸν ἀναμένει, καὶ τῇ τούτου μνήμῃ συναποθνήσκει.
000-00-00 Serial Number=0867250443
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00381]  ἀλλὰ διὰ τοῦτο ἀναμένει, ἵνα ἀφορμὴν λάβῃ παρ' ἡμῶν τοῦ δικαίως ἡμᾶς ἀξιοῦν τῆς παρ' αὐτοῦ προνοίας.
 [02179]  μετὰ προσθήκης ἐν τῷ μέλλοντι καιρῷ ἀναμένει σε τούτων ἡ ἀμοιβή.
 [02895]  τίς δὲ τὸν καθεύδοντα οὐκ ἀναμένει;
 [03357]  αὐτὴν ἀναμένει μόνην τὴν ἀπὸ τοῦ τέλους ἀπόδειξιν·
 [03922]  Εἰ γὰρ ὁ μέλλων δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ παρακαλεῖν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ διακειμένῳ προσέλθοι τῷ μέλλοντι διδόναι τὴν αἴτησιν, καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὼν συμμαχίαν ἐπιτύχοι τῆς χάριτος·
 [08517]  Ἐπειδὴ γὰρ μετὰ πολλῆς τῆς ἐπιεικείας διελέχθη αὐτῷ καὶ τῶν δεινῶν ἀπήλλαξε καὶ θαῤῥεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων, καὶ τεκμήρια τούτου παρέσχε τὸ τὴν βουλὴν ἐξαγγεῖλαι τῶν ἐπιστρατευσάντων, καὶ τὴν προδοσίαν ἐλέγξαι, καὶ τὴν ἄλωσιν τοῦ Ἰσραὴλ προειπεῖν τὴν παντελῆ καὶ ὁλόκληρον, καὶ τὸν χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι, καὶ οὐκ ἀναμένει σημεῖον αὐτὸν αἰτῆσαι, ἀλλὰ καὶ μὴ βουλόμενον δι' ὑπερβολὴν ἀπιστίας προτρέπεται·
000-00-00 Serial Number=0883093059
Epistulae Ante [Go Back]  
 [00219]  Ἀλλ' ὥσπερ τοῦτο οἶδα, οὕτως κἀκεῖνο ἐπίσταμαι, ὅτι πολύς σε ἐκ τῶν θλίψεων τούτων ἀναμένει μισθὸς, καὶ μεγάλη ἀμοιβὴ καὶ ἀντίδοσις κεῖται.
 [00842]  Ἴστε γὰρ ἐφ' οἷς ἀπεδύσασθε ἐπάθλοις εἰς τὸν τῆς ἀνδρείας ταύτης ἀγῶνα, καὶ ποῖα ὑμᾶς καρτερούσας καὶ εὐχαρίστως φερούσας τὰ συμπίπτοντα ἀναμένει ἀγαθὰ, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
 [01800]  Ἴστε γὰρ ἐφ' οἷς ἀπεδύσασθε ἐπάθλοις εἰς τὸν τῆς ἀνδρείας ταύτης ἀγῶνα, καὶ ποῖα ὑμᾶς καρτερούσας καὶ εὐχαρίστως φερούσας τὰ συμπίπτοντα ἀναμένει ἀγαθὰ, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
 [02678]  οἱ τοσαῦτα καὶ ποιῆσαι καὶ παθεῖν ἑλόμενοι ὑπὲρ Ἐκκλησιῶν ταρασσομένων, ἐννοήσατε ἡλίκην λήψεσθε τὴν ἀμοιβὴν, καὶ πόσα ὑμᾶς ἀναμένει τῶν καλῶν πόνων τὰ βραβεῖα.
000-00-00 Serial Number=0838678002
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00607]  Ἐπειδὴ γὰρ ἐμέλλομεν ἐπιβαίνειν τῆς Καππαδοκῶν χώρας, ἀπαλλαγέντες τοῦ Γαλάτου, κἀκείνου δὲ σχεδὸν θάνατον ἡμῖν ἀπειλήσαντος, πολλοὶ κατὰ τὴν ὁδὸν ἡμῖν ἀπήντων λέγοντες ὅτι «Ὁ κύριος Φαρέτριος ἀναμένει σε καὶ πανταχοῦ μετέρχεται, μὴ ἀποτύχῃ τῆς συντυχίας σου, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται ὥστε σε ἰδεῖν καὶ περιπτύξασθαι καὶ πᾶσαν ἐπιδείξασθαι ἀγάπην·
 [01237]  καὶ τὸ ἀξίωμα τὸ διὰ τῶν παθημάτων τούτων συγκροτηθὲν διαδοχὴν οὐκ οἶδεν οὐδὲ ἀναμένει τέλος, ἀλλ' ἔστιν ἀπέραντον, οὐ δυσκολίᾳ καιρῶν, οὐκ ἀνθρώπων ἐπιβουλαῖς, οὐ δαιμόνων ἐφόδοις, οὐκ αὐτῇ διακοπτόμενον τῇ τελευτῇ.
000-00-00 Serial Number=0150084794
Expositiones in Psalmos Ante [Go Back]  
 [03623]  Καὶ γὰρ καὶ γεωργὸς ἀναμένει, καὶ ἔμπορος·
 [05386]  Καὶ γὰρ καὶ γεωργὸς ἀναμένει, καὶ ἔμπορος·
 [06463]  Εἰδὼς ὅτι ἐντεῦθεν ἀπελθὼν αὐτὸν ὄψεται, οὐδὲ τὴν ἀναβολὴν ἀναμένει·
000-00-00 Serial Number=0118879557
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02762]  Ὅτε γὰρ ἤκουσε τοῦ Θεοῦ, ὅτε ἐκωλύθη εὔχεσθαι ὑπὲρ αὐτῶν, τότε αὐτὰ, φησὶν, ὁρᾷ, καὶ τὸν καιρὸν ἀναμένει.
000-00-00 Serial Number=0190949857
Fragmenta in Job Ante [Go Back]  
 [00978]  Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη, οὐδὲν ἕτερον ἐδήλωσεν, ἢ ὅτι δεινὰ αὐτὸν ἀναμένει καὶ χαλεπά·
000-00-00 Serial Number=0976875186
In Acta apostolorum Ante [Go Back]  
 [00232]  ∆ιὰ τοῦτο καὶ ἡμέρας ἀναμένει τὰς μεταξὺ, ἵνα μικρὸν ἀθυμήσαντες, καὶ ἐν χρείᾳ, ὅπερ ἔφην, καταστάντες, ὁλόκληρον καὶ καθαρὰν καρπώσωνται τὴν ἡδονήν.
000-00-00 Serial Number=0800190508
In Christi natalem Ante [Go Back]  
 [00045]  οὐκ ἀναμένει πάθος·
000-00-00 Serial Number=0224470615
In Isaiam Ante [Go Back]  
 [02383]  ∆ιὰ δὴ τοῦτο καὶ ὁ μεγαλοφωνότατος οὗτος Ἡσαΐας, ἐπειδὴ μετὰ πολλῆς τῆς ἐπιεικείας διελέχθη τῷ βασιλεῖ καὶ τῶν δεινῶν ἀπήλλαξε καὶ θαρρεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων καὶ τεκμήρια τούτου παρέσχεν αὐτῷ, τὸ τὴν βουλὴν ἐξαγγεῖλαι τῶν ἐπιστρατευσάντων καὶ τὴν προδοσίαν ἐλέγξαι καὶ τὴν ἅλωσιν τοῦ Ἰσραὴλ προειπεῖν τὴν παντελῆ καὶ ὁλόκληρον καὶ τὸν χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι καὶ οὐκ ἀναμένει σημεῖον αὐτὸν αἰτῆσαι, ἀλλὰ καὶ μὴ βουλόμενον δι' ὑπερβολὴν ἀπιστίας προτρέπεται·
000-00-00 Serial Number=0956452072
In catechumenos Ante [Go Back]  
 [00135]  οὐκ ἐκδέχεται κατάγνωσιν, ἀλλ' ἀναμένει παράκλησιν·
000-00-00 Serial Number=0683542371
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04432]  ἀλλ' ἀναμένει ποιῆσαι αὐτὸν τὸ ἔργον, καὶ τότε λαβεῖν αὐτὸν τὴν χάριν.
 [05220]  Ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐδὲν ὁ τὸν ἀγῶνα θεὶς εἰσφέρει, ἀλλ' ἀναμένει τὸ τέλος·
000-00-00 Serial Number=0920667470
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03362]  Καὶ γὰρ ὁ γηπόνος ἐπειδὰν σπείρῃ, καὶ τὴν πρώτην ἡμέραν καὶ τὴν δευτέραν ἀναμένει, καὶ πολὺν χρόνον ἐκδέχεται·
 [05867]  Ἐπειδὰν γὰρ ἡμᾶς ὁ Χριστὸς φυτεύσῃ, καὶ τῆς ἀρδείας ἀπολαύσωμεν τῆς πνευματικῆς, εἶτα βίον ἄκαρπον ἐπιδειξώμεθα, πῦρ ἡμᾶς ἀναμένει τὸ τῆς γεέννης, καὶ φλὸξ ἄσβεστος.
000-00-00 Serial Number=0391604185
In epistulam ad Romanos Ante [Go Back]  
 [06182]  Ὅτι οὐκ ἀναμένει, καθάπερ ἄνθρωπος, ἀπὸ τοῦ τέλους τῶν πραγμάτων ἰδεῖν τὸν ἀγαθὸν, καὶ τὸν οὐ τοιοῦτον, ἀλλὰ καὶ πρὸ τούτων οἶδε τίς μὲν ὁ πονηρὸς, τίς δὲ ὁ μὴ τοιοῦτος.
 [07644]  Ἀλλ' ὅμως ὁ Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν ὑμῶν τὴν κλῆσιν, ἀλλ' ἀναμένει πάντας τοὺς ἐξ ἐθνῶν μέλλοντας πιστεύειν εἰσελθεῖν, καὶ τότε κἀκεῖνοι ἥξουσιν.
000-00-00 Serial Number=0119358003
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00348]  Οὐ γὰρ δὴ ἀναμένει τὸν Πατέρα ἰδεῖν ἐργαζόμενον, καὶ τότε ποιεῖ, οὐδὲ μαθητείας δεῖται·
000-00-00 Serial Number=0451904655
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00131]  ἀλλὰ καλεῖ μὲν, ἀναμένει δὲ ὥστε ἑκόντας καὶ βουληθέντας οἴκοθεν προσελθεῖν·
000-00-00 Serial Number=0094340384
In illud In faciem ei restiti Ante [Go Back]  
 [00326]  Καὶ καθάπερ τις γεωργὸς ἄριστος φυτὸν ἁπαλὸν πλησίον δένδρου [51.382] γεγηρακότος καταθέμενος, οὐ τολμᾷ, οὐδὲ ὑπομένει τὸ γεγηρακὸς ἀνασπάσαι δένδρον, δεδοικὼς μὴ, τῶν ῥιζῶν ἐκείνων ἀνελκομένων, καὶ τὸ νεόφυτον συνανελκυσθῇ, ἀλλ' ἀναμένει πρότερον παγῆναι ἐκεῖνο καλῶς, καὶ ἐν αὐτοῖς κάτω ῥιζωθῆναι τοῖς κόλποις τῆς γῆς, καὶ τότε τὸ παλαιωθὲν μετὰ ἀδείας ἀνέλκει, οὐδὲν ἔτι δεδοικὼς περὶ τοῦ νεοφύτου·
000-00-00 Serial Number=0684306145
In illud Vidi dominum Ante [Go Back]  
 [00594]  Καθάπερ γὰρ τὸ πῦρ, ἐπειδὰν χόρτου τινὸς ἢ καλάμης ἐπιλάβηται, οὐκ ἀναμένει χρόνον τινά, ἀλλ' ὁμοῦ τε ἥψατο τῆς ὕλης, καὶ λαμπρὰν ἀνῆψε τὴν φλόγα·
 [01405]  ἀλλὰ ἀναμένει μικρὰν πρόφασιν παρ' ἡμῶν λαβεῖν, ἵνα μετὰ παρρησίας ἡμᾶς στεφανώσῃ.
000-00-00 Serial Number=0050090015
In illud Vidua eligatur Ante [Go Back]  
 [00054]  Ἔνθα μὲν γὰρ ἂν πενίαν διορθῶσαι δέοι, οὐκ ἀναμένει χρόνον.
000-00-00 Serial Number=0483194947
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00021]  Νῦν δὲ ἐξεπίτη δες ἀναμένει τὸν θάνατον, καὶ ἐνδιατρίβει ἡ παρολ κὴ, καὶ τὴν παρουσίαν ἐκ προνοίας ὑπερτίθεται, ἵνα τὴν κατὰ τοῦ θανάτου νίκην πρὸ τῆς τοῦ θανάτου πάλης ἐνδείξηται·
000-00-00 Serial Number=0780010521
In synaxim incorporalium Ante [Go Back]  
 [00152]  πᾶσα φύσις κέχηνε διὰ τὴν Ἡσαΐου φωνὴν τὸ ξένον καραδοκοῦσα μυστήριον, ἰδεῖν ἀναμένει παρθένον ὠδίνουσαν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»