Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀπόστολοι [283]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀπόστολοι
Cooperatorum Veritatis Societas
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0822927892
[00225]
[4.17] Καὶ πόθεν οἱ ἀπόστολοι ἀνεκηρύχθησαν;
[00892]
Αὐτοὶ δὲ οἱ ἀπόστολοι, οὐχὶ τοῖς μὲν ὀσμὴ θανάτου εἰς θάνατον ἦσαν, τοῖς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν;
[00927]
Τί δαὶ οἱ ἀπόστολοι, οἱ μὲν ἀποτμηθέντες, οἱ δὲ ἑτέραις τιμωρίαις παραδοθέντες;
[01073]
Μετὰ δὲ ταῦτα εὐθέως ἐν φυγῇ οἱ ἀπόστολοι, ἐν διώξεσι, ἐν πολέμοις, ἐν ἐπιβουλαῖς, λανθάνοντες, κρυπτόμενοι, δεδοικότες, οὕτω τὸν λόγον ἐκήρυττον·
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0617073894
[00409]
Ἐπεὶ καὶ οἱ ἀπόστολοι ἡνίκα ἐκήρυττον, μαστιζόμενοι, λιθαζόμενοι, δεσμωτήρια συνεχῶς οἰκοῦντες, οὐ μόνον μετὰ τὴν τῶν κινδύνων ἀπαλλαγὴν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μετὰ μείζονος τῆς προθυμίας τὸ τῆς ἀληθείας κατήγ [49.32] γελλον κήρυγμα.
[04688]
Τοῦτο γάρ ἐστιν ὃ μάλιστα τὴν δύναμιν ἐνδείκνυται τοῦ Χριστοῦ, ὅτι διὰ τοιούτων ἐκράτησαν οἱ ἀπόστολοι, διὰ δεσμῶν καὶ θλίψεων καὶ μαστίγων καὶ τῶν ἐσχάτων κακῶν.
[05113]
ἐπεὶ καὶ οἱ ἀπόστολοι ἐμαστιγοῦντο μὲν, οὐκ ἠθύμουν δέ.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0271195948
[00191]
∆ώδεκα ἦσαν οἱ ἀπόστολοι, καὶ τὴν οἰκουμένην ἐπεσπάσαντο·
[00668]
Μὴ πάντες ἀπόστολοι;
[02930]
Ἐννόησον διὰ τί προφῆται, διὰ τί ἀπόστολοι, διὰ τί δίκαιοι, διὰ τί ἄγγελοι πολλάκις ἐπέμφθησαν, διὰ τί αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παρεγένετο·
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0636649609
[01652]
εἰ δὲ καὶ τοὺς ἐν ταῖς ἐρήμοις ὄντας, καὶ τοὺς ἐν ταῖς πνευματικαῖς βίβλοις γενομένους πάλαι ἐγνώκεις, ἔμαθες ἂν ὅτι καὶ οἱ μοναχοὶ, καὶ οἱ πρὸ τούτων ἀπόστολοι, καὶ οἱ πρὸ ἐκείνων δίκαιοι μετὰ ἀκριβείας ἁπάσης τὴν φιλοσοφίαν ἐπεδείξαντο ταύτην.
Christi discipulum benignum esse debere
Ante [Go Back]
000-00-00 Serial Number=0244329154
[00077]
Πρόβατον εἰς μέσον λύκων ἀπεστάλης καὶ σὺ, ὥσπερ καὶ οἱ ἀπόστολοι·
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0246668935
[00297]
καὶ πάλιν ἀλλαχοῦ περὶ τοῦ Πέτρου ἔλεγον οἱ ἀπόστολοι·
Contra Judaeos gentiles et haereticos
Ante [Go Back]
000-00-00 Serial Number=0951014340
[00313]
οἱ ἀπόστολοι ὁμοίως, καὶ οὗτοι κτίσμα καὶ ποίημα.
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0141383886
[00704]
Ἐφθέγγοντο γοῦν μόνον οἱ ἀπόστολοι, καὶ πᾶσαι ἐδραπέτευον αἱ ἀντικείμεναι δυνάμεις.
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0347557962
[00903]
Οἱ δὲ ἀπόστολοι καὶ οἱ προφῆται τοὐναντίον ἅπαν ἐποίησαν·
[01067]
ὥσπερ οὖν καὶ οἱ ἀπόστολοι μαστιγωθέντες ὑπέστρεφον χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἀτιμασθῆναι·
[01389]
καὶ ὅτε ἀπόστολοι, ψευδαποστόλους·
De cruce et latrone
Ante [Go Back]
000-00-00 Serial Number=0334687591
[00045]
εὑρήσεις ὅτι οὐδεὶς φαίνεται τῶν δικαίων πρὸ τοῦ λῃστοῦ διὰ φωνῆς τὴν ἐπαγγελίαν δεξάμενος, οὐκ Ἀβραάμ, οὐ Μωϋσῆς, οὐχ οἱ προφῆται, οὐκ ἀπόστολοι, ἀλλὰ πρὸ πάντων ὁ λῃστὴς ἀκούει·
De cruce et latrone i
Ante [Go Back]
000-00-00 Serial Number=0743843138
[00260]
Ὅτι γὰρ πολλαὶ μυριάδες Ἰουδαίων ἐπίστευσαν, ἄκουσον τί λέγουσιν οἱ ἀπόστολοι τῷ Παύλῳ·
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0842243195
[00519]
ἀλλ' οἱ ἀπόστολοι οὗτοι ὀσμὴ θανάτου τοῖς πολλοῖς ἐγένοντο·
[00707]
∆ώδεκα ἦσαν οἱ ἀπόστολοι·
De eleemosyna [2]
Ante [Go Back]
000-00-00 Serial Number=0256942928
[00136]
οὐ πάντες πένητες ἦσαν καὶ προφῆται καὶ ἀπόστολοι;
De laudibus sancti Pauli apostoli
Ante [Go Back]
000-00-00 Serial Number=0820644021
[00012]
Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς μεθ' ὅσης οὐδεὶς ἐκείνων, ὅπερ ἕκαστος εἶχε καλόν, ἐκέκτητο.
De mutatione nominum
Ante [Go Back]
000-00-00 Serial Number=0893639863
[01012]
Εἰ δὲ χωρὶς συνάξεως τοσοῦτον τὸ κέρδος τῆς ἐνταῦθα παρουσίας, ὅταν προφῆται πάντοθεν βοῶσιν, ὅταν ἀπόστολοι εὐαγγελίζωνται, ὅταν ὁ Χριστὸς ἐν μέσῳ εἱστήκῃ, ὅταν Πατὴρ ἀποδέχηται τὰ γινόμενα, ὅταν Πνεῦμα ἅγιον παρέχῃ τὴν οἰκείαν ἀγαλλίασιν, πόσης μὲν ὠφελείας ἐμπλησθέντες οἱ παρόντες ἀπέρχονται! οἱ ἀπόντες δὲ πόσην ζημίαν ὑπομένουσιν! Ἐβουλόμην εἰδέναι ποῦ διατρίβουσιν οἱ τῆς συνάξεως καταφρονήσαντες, τί κατέσχεν αὐτοὺς, καὶ τῆς ἱερᾶς ταύτης τραπέζης ἀπήγαγε, περὶ τίνων ἡ διάλεξις.
De negatione Petri
Ante [Go Back]
000-00-00 Serial Number=0819854975
[00113]
Πρόβατα δὲ καὶ οἱ ἀπόστολοι προσηγορεύθησαν, ὡς πειθόμενα τῇ σωτηρικῇ βακτηρίᾳ, καὶ χλοαζόμενα τὸ Κυριακὸν σῶμα, καὶ μανδρευόμενα εἰς τὰ πεδία τῆς τῶν οὐρανῶν βασιλείας.
De oratione
Ante [Go Back]
000-00-00 Serial Number=0293101728
[00076]
Σὲ γὰρ Εὐαγγέλια οὐ πείθει, νόμος οὐ σωφρονίζει, προφῆται οὐκ ἐπισκήπτουσιν, ἀπόστολοι οὐ δυσωποῦσι, πατέρων νουθεσίαι οὐκ ὠφελοῦσι, συνοδία ἀδελφῶν οὐκ ἀποτρέπει·
De paenitentia sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0055185199
[00094]
Ἐνταῦθα δὲ προφῆται καὶ ἀπόστολοι καὶ πατριάρχαι, οἱ πάντων βασιλέων ὑψηλότεροι, διαλέγονται, τί βούλεται Θεὸς καὶ πῶς θεραπεύεται, καὶ ποίῳ τρόπῳ δυνησόμεθα διαπερᾶσαι τὴν χαλεπὴν θάλασσαν τοῦ βίου·
De petitione matris filiorum Zebedaei
Ante [Go Back]
000-00-00 Serial Number=0410963595
[00161]
Εἰ γὰρ καὶ ἀπόστολοι ἦσαν, ἀλλ' ἀτελέστερον ἔτι διέκειντο, καθάπερ νεοττοὶ ὡς ἐν καλιᾷ πλανώμενοι, οὐδέπω τοῦ πτεροῦ παγέντος αὐτοῖς.
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0855041981
[00477]
Πῶς εἶχον πάλιν ἐπαγαγέσθαι τὸν Ἰουδαῖον οἱ ἀπόστολοι, εἰ μὴ ἔμελλον αὐτῷ διδάσκαλον οἴκοθεν παρέχειν τὸν προφήτην;
De pseudoprophetis
Ante [Go Back]
000-00-00 Serial Number=0676066101
[00282]
μᾶλλον δὲ καὶ ἐλέγχετε, ὥσπερ καὶ οἱ ἀπόστολοι καὶ ὁ θεοπάτωρ ∆αυῒδ περὶ αὐτῶν πολλοὺς μόχθους κατεβάλετο, καὶ πολλοὺς ἀγῶνας, ἐλέγχων καὶ ἐπιτιμῶν, στηλιτεύων αὐτοὺς καὶ τῷ Θεῷ ἐντυγχάνων κατ' αὐτῶν, καὶ λέγων·
[00304]
μετὰ δὲ τὴν αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν οἱ μακάριοι ἀπόστολοι παρετάξαντο κατ' αὐτῶν.
De remissione peccatorum
Ante [Go Back]
000-00-00 Serial Number=0690715909
[00028]
Τοῦτο γὰρ καὶ οἱ ἀπόστολοι ἐποίουν.
De resurrectione mortuorum
Ante [Go Back]
000-00-00 Serial Number=0401099980
[00064]
Οὐ γὰρ εὔκολος καὶ ῥᾳδία τις ἦν ἡ ὁδὸς, ἐφ' ἣν ἦγον αὐτοὺς οἱ ἀπόστολοι, ἀλλὰ τραχεῖα καὶ δυσκατόρθωτος καὶ φιλοσόφου τινὸς καὶ ἀγρύπνου δεομένη ψυχῆς καὶ ἠκριβωμένης πανταχόθεν.
[00078]
Οὐ γὰρ ἐκ προγόνων τὴν εὐσέβειαν διαδεξαμένους τοὺς ἀνθρώπους ἔλαβον οἱ ἀπόστολοι, ἀλλ' ἐν βλακείᾳ καὶ τρυφῇ καὶ μέθῃ καὶ αἰσχρότητι καὶ ἀκολασίᾳ τραφέντας.
De sancta pentecoste
Ante [Go Back]
000-00-00 Serial Number=0444447279
[00271]
Τίνος δὲ ἕνεκεν ὁ μὲν Ἰεζεκιὴλ οὐ δι' ὁμοιώσεως πυρὸς λαμβάνει τὸ χάρισμα τῆς προφητείας, ἀλλὰ διὰ βιβλίου, οἱ δὲ ἀπόστολοι διὰ πυρὸς λαμβάνουσι τὰ χαρίσματα;
De sancta trinitate
Ante [Go Back]
000-00-00 Serial Number=0478406847
[00426]
Καὶ οἱ ἀπόστολοι·
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0822023749
[01507]
Εἰ δὲ ἀπιστεῖς, ἄκουσον τοῦ Λουκᾶ λέγοντος ὅτι «Μαστιχθέντες οἱ ἀπόστολοι ἀνεχώρουν ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες»·
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0642186224
[01355]
Καὶ γὰρ καὶ οἱ ἀπόστολοι, εἰ καὶ μὴ πάντας ἔπεισαν, ἐπεὶ πᾶσι διελέχθησαν, τὸν ἐπὶ πᾶσι μισθὸν ἐκαρπώσαντο.
[04707]
ἐπεὶ καὶ οἱ ἀπόστολοι, ἡνίκα ἐκήρυττον μαστιζόμενοι, δεσμωτήρια συνεχῶς οἰκοῦντες, οὐ μόνον μετὰ τὴν τῶν κινδύνων ἀπαλλαγὴν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μετὰ μείζονος τῆς προθυμίας τὸ τῆς ἀληθείας κατήγγελλον κήρυγμα.
[06328]
Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς, μεθ' ὅσης οὐδεὶς ἐκείνων ὅπερ ἕκαστος εἶχε καλὸν ἐκέκτητο.
[06400]
∆ώδεκα ἦσαν οἱ ἀπόστολοι·
[07563]
Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, ταῦτα ὁμοῦ συλλαβὼν ἔχει, μετὰ τοσαύτης ὑπερβολῆς, μεθ' ὅσης οὐδεὶς ἐκείνων, ὅπερ ἕκαστος εἶχε καλὸν, ἐκέκτητο.
[09032]
οἱ μακάριοι δὲ ἀπόστολοι, ὀλίγον κηρύξαντες χρόνον, τὴν οἰκουμένην ἐφειλκύσαντο πᾶσαν.
[09129]
Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς, μεθ' ὅσης οὐδεὶς ἐκείνων, ὅπερ ἕκαστος εἶχε καλὸν, ἐκέκτητο.
[09999]
οὔτε δὲ ἐνταῦθα, οὔτε ἐκεῖ, ὡς οἱ ἀπόστολοι, ὡς οἱ προφῆται, ὡς ὁ μακάριος Ἰώβ·
Epistula ad abbatem
Ante [Go Back]
000-00-00 Serial Number=0066159248
[00018]
Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, ὑποτάγητε τῷ ἡγουμένῳ, ὡς αὐτῷ τῷ Χριστῷ, καὶ ἀλλήλοις, ἵνα μή τις ἐξ ὑμῶν ὡς Ἰούδας εὑρεθῇ, ἀλλ' ὡς οἱ ἀπόστολοι ὑποτασσόμενοι τῷ Κυρίῳ·
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0828358829
[01248]
Ἐννοήσατε ὅσα μακάριοι ἀπόστολοι ἔπασχον καὶ παρὰ οἰκείων, καὶ παρὰ ἀλλοτρίων, καὶ ὅτι πάντα τὸν χρόνον τοῦ κηρύγματος διὰ πειρασμῶν, διὰ κινδύνων, δι' ἐπιβουλῶν διήνυσαν, εἰς δεσμωτήρια, καὶ ἀλύσεις, καὶ ἀπαγωγὰς, καὶ μάστιγας καὶ λιμοὺς, καὶ γυμνότητας δαπανώμενοι.
[02206]
Ἐννοήσατε ὅσα μακάριοι ἀπόστολοι ἔπασχον καὶ παρὰ οἰκείων, καὶ παρὰ ἀλλοτρίων, καὶ ὅτι πάντα τὸν χρόνον τοῦ κηρύγματος διὰ πειρασμῶν, διὰ κινδύνων, δι' ἐπιβουλῶν διήνυσαν, εἰς δεσμωτήρια, καὶ ἀλύσεις, καὶ ἀπαγωγὰς, καὶ μάστιγας καὶ λιμοὺς, καὶ γυμνότητας δαπανώμενοι.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0376904130
[01054]
Ἐπεὶ καὶ οἱ ἀπόστολοι ἐμαστιγοῦντο, καὶ ἔχαιρον·
[01788]
Καὶ οἱ ἀπόστολοι τοὺς ψευδαποστόλους εἶχον ἐχθροὺς, καὶ οἱ προφῆται τοὺς ψευδοπροφήτας.
[02628]
Ἅπερ γὰρ οἱ ἀπόστολοι οὐδέπω ᾔδεσαν, ταῦτα τὰ παιδία ὕμνουν.
[02739]
οἷοι ἦσαν οἱ προφῆται, οἱ ἀπόστολοι.
[02821]
Ὅτε γὰρ ὁ σταυρὸς προεχώρησε, μετὰ μικρὸν ἐξῆλθον οἱ ἀπόστολοι, καὶ εὐθέως χαλεπὸς ἀνεῤῥιπίσθη πόλεμος κατὰ τῆς πόλεως ἐκείνης·
[03409]
Οὕτω καὶ οἱ ἀπόστολοι, ἐνεργοὶ ὄντες.
[04391]
Ἅπερ γὰρ οἱ ἀπόστολοι οὐδέπω ᾔδεσαν, ταῦτα τὰ παιδία ὕμνουν.
[04502]
οἷοι ἦσαν οἱ προφῆται, οἱ ἀπόστολοι.
[04584]
Ὅτε γὰρ ὁ σταυρὸς προεχώρησε, μετὰ μικρὸν ἐξῆλθον οἱ ἀπόστολοι, καὶ εὐθέως χαλεπὸς ἀνεῤῥιπίσθη πόλεμος κατὰ τῆς πόλεως ἐκείνης·
[05172]
Οὕτω καὶ οἱ ἀπόστολοι, ἐνεργοὶ ὄντες.
[06519]
Ἐπεὶ καὶ οἱ ἀπόστολοι τοῦτο ἐποίουν.
[06549]
Καὶ οἱ ἀπόστολοι δὲ ἔλεγον, Ἃ ἑωράκασιν οἱ ὀφθαλμοὶ ἡμῶν·
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0413336098
[01655]
ἐπειδὴ καὶ οἱ ἀπόστολοι τούτων οὐδὲν ἔχοντες, τὴν εἰρήνην εἶχον ὄντως, ἣν ἀφῆκεν αὐτοῖς ὁ Θεός.
[02919]
Ἕως μὲν οὖν Πνεύματος ἄμοιροι οἱ ἀπόστολοι ἦσαν, κλήρῳ τὰ πράγματα ἐπέτρεπον·
[04884]
Ἀλλ' οὐχὶ δίκαιοι οὕτως, ἀλλὰ κολαζόμενοι μὲν ἐφρόνουν μέγα, καθάπερ οἱ ἀπόστολοι·
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0695336580
[00927]
Ταῦτα γὰρ πάντα εἶχον οἱ ἀπόστολοι.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0362945974
[00081]
Καὶ αὐτοὶ οἱ ἀπόστολοι πολλαχοῦ οὕτω φασί·
[00131]
∆ιὰ τοῦτο οἱ ἀπόστολοι πρότερον ἀπὸ τοῦ βίου ἐδίδασκον, καὶ τότε ἀπὸ τῶν ῥημάτων·
[00181]
Εἰ γὰρ οὐκ ἀνέστη, ἀλλὰ μένει νεκρὸς, πῶς ἐν τῷ ὀνόματι αὐτοῦ οἱ ἀπόστολοι σημεῖα ἐποίησαν;
[00193]
Τοῦτο δὲ ἀεὶ καὶ αὐτοὶ οἱ ἀπόστολοι τεκμήριον ἐποιοῦντο τῆς ἀναστάσεως λέγοντες·
[00392]
Οἱ γοῦν ἀπόστολοι οὐκ ἐν τῷ πάσχα κατηξιώθησαν τῆς χάριτος, ἀλλ' ἐν ἑτέρῳ καιρῷ·
[00810]
Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ
[01049]
οὐ γὰρ ἂν ἀπέκρυψαν τὰ οἰκεῖα ἐλαττώματα οἱ ἀπόστολοι·
[01843]
οὕτω καὶ οἱ μακάριοι ἀπόστολοι.
[01866]
Τοῦτο γὰρ ἄνω καὶ κάτω καὶ αὐτὸς ἐσπούδαζε καὶ Ἰωάννης καὶ οἱ ἀπόστολοι δεῖξαι.
[02224]
Οὐ γὰρ ἀπέσπων αὐτοὺς οἱ ἀπόστολοι τέως, ὥστε μὴ βλάψαι.
[03193]
Καὶ ἡμεῖς τοίνυν ἀπὸ τοῦ λαλεῖν ὡς οἱ ἀπόστολοι γενώμεθα γνώριμοι·
[03650]
Καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον τῆς ἀναστάσεως οἱ ἀπόστολοι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ.
[03737]
Ὅρα, καὶ οἱ ἀπόστολοι μετὰ τὴν εὐχὴν Πνεύματος πληροῦνται.
[04198]
Τί οὖν οἱ ἀπόστολοι;
[04204]
Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον·
[04224]
∆ιὰ γάρ τοι τοῦτο καὶ ὁ Θεὸς συνεχώρει ἄγεσθαι αὐτοὺς εἰς δικαστήριον, ἵνα καὶ ἐκεῖνοι παιδεύωνται, εἴ γε μανθάνειν ἐβούλοντο, καὶ οἱ ἀπόστολοι εἰς παῤῥησίαν ἀλείφωνται.
[04242]
∆ιὰ τοῦτο καὶ οὐδὲ θρασέως αὐτοῖς ἀποκρίνονται οἱ ἀπόστολοι·
[04284]
Καὶ τίς ἄνθρωπος τοιούτων ἀπολαύων, οἵων οἱ ἀπόστολοι, οὐκ ἂν μέγας ἐγένετο;
[04379]
∆ιὰ τί γὰρ οὐκ ἀπηύχοντο αὐτὴν οἱ ἀπόστολοι;
[04642]
Ἐκ τούτου δῆλον, ὅτι ἀφώρισαν αὐτοὺς τοῦ πλήθους, καὶ αὐτοὶ ἕλκουσιν, οὐχ οἱ ἀπόστολοι ἄγουσιν.
[04653]
Καὶ θαυμάσαι ἄξιον, πῶς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐν τῇ αἱρέσει τῶν ἀνδρῶν, πῶς οὐκ ἀπεδοκιμάσθησαν ὑπ' αὐτῶν οἱ ἀπόστολοι.
[04657]
καίτοι οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ' οἱ ἀπόστολοι μόνον.
[04966]
Ἄρα οἱ ἀπόστολοι οὐκ ἐσυκοφαντοῦντο, ἀλλ' ἐκωλύοντο·
[05017]
Ἔχαιρον οἱ ἀπόστολοι μαστιζόμενοι.
[05410]
τοιαύτην καὶ οἱ ἀπόστολοι ἔχαιρον·
[05416]
Ἐμαστίζοντο οἱ ἀπόστολοι, καὶ ἔχαιρον·
[05946]
Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην·
[06073]
Ἀκούσαντες δὲ, φησὶν, οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην.
[06873]
Καὶ σκόπει, πῶς ἀκολουθεῖ, ἐκ πρώτης ἡμέρας τηρῶν τὸ παράγγελμα, ὅπερ ἤκουσαν οἱ ἀπόστολοι, τὸ, Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ μοι.
[07013]
Ἐπειδὴ οἱ μαθηταὶ ἐφοβοῦντο αὐτὸν, οἱ δὲ ἀπόστολοι οὐκ ἐπίστευον αὐτῷ, διὰ τοῦτο αὐτῶν ἐκεῖθεν λύει τὸ δέος.
[07381]
Εἶδες, πῶς τὰ ἀνακεχωρημένα τῶν πόλεων ἐδίωκον οἱ ἀπόστολοι, ἐρημίας ὄντες φίλοι καὶ ἡσυχίας;
[08030]
Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν, ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ.
[08032]
Μετὰ τ[οσ]αῦτα ∆ιεκρίνοντο οἱ ἐκ περιτομῆς, οὐχ οἱ ἀπόστολοι.
[08372]
Ὅτε γοῦν Στέφανος ἀνῃρέθη, ὅτε Παῦλος δὶς ἐκινδύνευσεν, ὅτε οἱ ἀπόστολοι ἐμαστίχθησαν, ὅτε πολλάκις ἠλάθησαν, τότε τὰ ἔθνη ἐδέχθη, τότε Σαμαρεῖται.
[08588]
Τοιαύτης καὶ οἱ ἀπόστολοι ἐκ περιουσίας ἦσαν ἐμπεπλησμένοι·
[09600]
Ἀλλ' ἀκούσωμεν τί καὶ λέγοντες οἱ ἀπόστολοι ἔπεισαν, ὅτι ἐσταυρώθη.
[09893]
Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες·
[09999]
Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ [60.235] λόγου τούτου.
[09999]
Οὐδὲν Ἰωάννης ἐνταῦθα, οὐδὲν οἱ ἄλλοι ἀπόστολοι φθέγγονται, ἀλλὰ σιγῶσι, καὶ οὐκ ἀγανακτοῦσιν·
[09999]
Ἠδύναντο ταῦτα αὐτοὺς ἐργάσασθαι οἱ ἀπόστολοι, ἀλλ' οὐκ ἐποίουν τέως.
[09999]
Ἰδοὺ διαμαρτύρομαι καὶ λέγω, ὅτι δέκα μόνον ἐὰν συμφράξητε ἑαυτοὺς, καὶ ἔργον τοῦτο θῆτε καθάπερ οἱ ἀπόστολοι τὸ [60.288] κηρύττειν, καθάπερ οἱ προφῆται τὸ διδάσκειν, οὕτω καὶ ἡμεῖς τὸ φίλους ποιεῖν, μισθὸς ἔσται μέγας.
[09999]
Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.
[09999]
καὶ οἱ ἀπόστολοι ἐδημηγόρουν, καὶ οὐδαμοῦ τοῦτο πρόσκειται, ὅτι μεταξὺ λεγόντων ἐκείνων τοῖς κρότοις διέκοπτον οἱ ἀκούοντες τὸν λέγοντα.
[09999]
Ὅρα διάφορα τὴν χάριν οἰκονομοῦσαν, πῶς ἐκεῖνος ἐξῆλθε, πῶς οὗτος, καίτοι ἀμφότεροι ἀπόστολοι.
[09999]
Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε;
[09999]
οὐκ ἐν ταῖς πόλεσιν αὐτῶν μόνον, ἀλλὰ καὶ ἔξω τούτων ταῦτα ποιοῦντες, καὶ τοσαύτην ποιούμενοι σπουδὴν καθελεῖν τὸ κήρυγμα, ὅσην οἱ ἀπόστολοι στῆσαι ἐπειγόμενοι.
[09999]
Οὐ τοίνυν οὐδὲ οἱ ἀπόστολοι ἐπέτρεχον τοῖς σημείοις, ὅπερ οὖν καὶ αὐτός φησιν·
[09999]
Ἴσως ἀγράφως παρέδωκαν οἱ ἀπόστολοι·
[09999]
Καὶ οἱ ἀπόστολοι οὕτως ἔλεγον·
In Christi ascensionem
Ante [Go Back]
000-00-00 Serial Number=0756785274
[00029]
«Ὡς ἀτενίζοντες ἦσαν οἱ ἀπόστολοι πορευομένου τοῦ Κυρίου εἰς τὸν οὐρανόν.
In Christi natalem diem
Ante [Go Back]
000-00-00 Serial Number=0572764933
[00091]
ἐξ ἐκείνης δωδεκάφυλον μισητὸν, ἐκ δὲ σοῦ δώδεκα ἀπόστολοι ἀγάπῃ συνηνωμένοι·
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0569833279
[00810]
Καὶ τοῦ συλλόγου τούτου οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ προφῆται καὶ ἀπόστολοι κοινωνοῦσι·
[00813]
Εἰ δὲ ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, ἐν μέσῳ αὐτῶν ἐστι, πολλῷ μᾶλλον ὅπου τοσοῦτοι μὲν ἄνδρες, τοσαῦται δὲ γυναῖκες, τοσοῦτοι δὲ πατέρες, καὶ ἀπόστολοι καὶ προφῆται ἐν μέσῳ πάρεισι.
[01611]
Καὶ οἱ ἀπόστολοι δὲ πονηροὺς ἔσχον πατέρας, καὶ τοῦτο ἐδήλωσεν ὁ Χριστὸς εἰπών·
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0931106269
[03162]
Οἱ μὲν οὖν προφῆται καὶ οἱ ἀπόστολοι πάντες ἀπόντα αὐτὸν ἐκήρυττον·
[03836]
Πάντων δὲ μείζους ἀνεφάνησαν οἱ ἀπόστολοι, ἐπειδὴ τὸν ἀληθινὸν καὶ ζηλωτὸν τρόπον τῆς πρὸς αὐτὸν οἰκειώσεως μετῆλθον, τὸν διὰ τῆς ὑπακοῆς.
[04496]
Οὕτω γοῦν καὶ νεκροὺς ἀνέστησαν οἱ ἀπόστολοι.
[05520]
Οὕτω μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὅτε καὶ ὑψηλοτέρων δογμάτων ὁ καιρὸς ἦν, ἅπαντας προσήγοντο οἱ ἀπόστολοι, οὐδὲν ἐκ πρώτης ὑψηλὸν φθεγγόμενοι.
[05592]
Οὕτω καὶ οἱ ἀπόστολοι ἐποίουν.
In Lazarum i
Ante [Go Back]
000-00-00 Serial Number=0727353215
[00196]
Τί ποιοῦμεν, ὅτι πάντα μεταφέρεται, προφῆται, ἀπόστολοι, ἱερωσύνη, νηστεία, πανήγυρις, λατρεία;
In Psalmos 101-107
Ante [Go Back]
000-00-00 Serial Number=0885914624
[01199]
Ταύτας δὲ πάσας τὰς δυναστείας οἱ ἀπόστολοι εἰς πᾶσαν τὴν γῆν ἐποίησαν ἀκουστὰς μετὰ καὶ τῶν αἰνέσεων αὐτοῦ.
[01698]
Καὶ ἔσπειραν τοίνυν οἱ ἀπόστολοι τὰ σωτήρια κηρύ γματα, καὶ τοὺς λογικοὺς τῷ Θεῷ κατεφύτευσαν παρα δείσους, καὶ τὸν ὥριμον τῆς δικαιοσύνης καρπὸν τῷ Θεῷ προσεκόμισαν.
In Psalmum 092
Ante [Go Back]
000-00-00 Serial Number=0205823660
[00010]
Ποταμοὶ γὰρ οἱ ἀπόστολοι, ὡς ἐκ τῆς ἀεννάου [55.612] πηγῆς Χριστοῦ προελθόντες, κατὰ τὸ φάσκον ῥητόν·
[00013]
οἱ δὲ ἀπόστολοι τῆς δικαιοσύνης οὐκ ἀφίσταντο, ἐν τῇ θαλάσσῃ κυμαινόμενοι.
[00058]
Ὅτι δὲ πρὸ τῆς ἀναστάσεως ἐκλονοῦντο πολλαῖς ἀμφιλογίαις, ἤκουες ἀρτίως, πῶς ὀψίας γενομένης προσῆλθον οἱ ἀπόστολοι τῷ Κυρίῳ λέγοντες·
In Psalmum 100
Ante [Go Back]
000-00-00 Serial Number=0546816766
[00224]
Εἰ δὲ οἱ ἅγιοι ἀπόστολοι καθίσονται κριταὶ γενόμενοι τῶν ἀπίστων, ἐπάναγκες καὶ τοὺς τῶν ἀποστόλων τὴν πίστιν ἐσχηκότας καὶ ὁμοίως αὐτοῖς πεπιστευκότας, καὶ αὐτοὺς συγκαθεσθῆναι τοῖς ἀποστόλοις, κριτὰς ἐσομένους τῶν μὴ παραδεξαμένων τὴν πίστιν, μηδὲ ὁμολογησάντων τὸν σωτήριον λόγον.
In Psalmum 118
Ante [Go Back]
000-00-00 Serial Number=0559176803
[00630]
τοιοῦτοι ἦσαν οἱ ἅγιοι ἀπόστολοι, προφῆται, καὶ μάρτυρες.
[00834]
Οἱ γὰρ ἀπόστολοι καὶ οἱ φοβούμενοι τὸν Θεὸν ἐπέστρεψαν πάντα τὰ ἔθνη εἰς ἐπίγνωσιν τῆς ἀληθείας.
[01010]
οἱ δὲ ἀπόστολοι τὴν ἀληθῆ γνῶσιν μαρτυρουμένην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν συνιέντες ἐκήρυττον.
[01012]
οἱ δὲ ἀπόστολοι συν ῆκαν τόν τε νόμον καὶ τοὺς προφήτας, πνευματικῶς ταῦτα νοοῦντες.
In Psalmum 139
Ante [Go Back]
000-00-00 Serial Number=0603578627
[00089]
ὡς οἱ ἀπόστολοι τοὺς ἐχομένους ἀπὸ πνευμάτων καὶ νόσων.
In Samaritanam
Ante [Go Back]
000-00-00 Serial Number=0663427353
[00031]
οὔτε οἱ ἀπόστολοι ἀλλότρια τοῦ ἁγίου Πνεύμα τος ἔγραψαν καὶ τῆς προφητείας·
[00033]
οἱ δὲ ἀπόστολοι καὶ εὐαγγελισταὶ τὴν τοῦ σώματος οἰκονομίαν ἀληθῆ διαγορεύουσιν.
[00346]
Οἱ γὰρ ἀπόστολοι μετὰ τὸ πληρωθῆναι πᾶσαν τὴν οἰκονομίαν, τότε τῶν ἀποστολικῶν ἤρξαντο κηρυγμάτων·
In ascensionem Sermo 4
Ante [Go Back]
000-00-00 Serial Number=0592218578
[00096]
Τότε οἱ ἀπόστολοι ἐν ἑαυτοῖς γενόμενοι, ὑπέστρεφον, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Κύριον, καὶ ἀπεκδεχόμενοι τῆς θείας δωρεᾶς, τουτέστι τοῦ παναγίου Πνεύματος τὴν ἐπιφοίτησιν.
In dictum Pauli Oportet haereses esse
Ante [Go Back]
000-00-00 Serial Number=0418332696
[00095]
Ἐπειδὴ γὰρ ἤρξαντο σπείρειν τὸν λόγον τῆς εὐσεβείας οἱ ἀπόστολοι, προσῆλθον εὐθέως τρισχίλιοι, καὶ πάλιν πεντακισχίλιοι, καὶ πάντων αὐτῶν ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.
[00128]
ἀλλὰ χαίροντες, ἀγαλλόμενοι, κερδαίνειν τὰ μέγιστα νομίζοντες, οὕτως ἔφερον τὰ χρήματα, καὶ ἀγαπητὸν εἶναι ἐνόμιζον, εἰ καταξιώσειεν οἱ ἀπόστολοι δέξασθαι.
In duodecim apostolos
Ante [Go Back]
000-00-00 Serial Number=0290026963
[00009]
Ἀλλ' ὢ τῆς ὑμῶν, ἀπόστολοι, μακαρίας καὶ λαμπρᾶς ξυνωρίδος! ὅτι τὰ πάντα τοῖς πᾶσι γεγόνατε χάριτι, οὐ καλάμῳ, ἀλλὰ λόγῳ τὰς τῶν ἀνθρώπων ἀγέλας ἐμπείρως ζωγρήσαντες.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0062334299
[00327]
Ὅτι μὲν γὰρ δι' αὐτοὺς ἐθλίβοντο οἱ ἀπόστολοι, ἀπέδειξεν εἰπὼν, ὅτι Εἴτε θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας.
[02190]
Ὅτι μειζόνων ἠξιώθημεν ἢ Μωϋσῆς, οὐχ οἱ ἀπόστολοι μόνον ἡμεῖς, ἀλλὰ καὶ πάντες οἱ πιστοί.
[05133]
Καὶ γὰρ καὶ αὐτοὶ, φησὶν, Ἀδελφοὶ ἡμῶν, καὶ ἀπόστολοι Ἐκκλησιῶν·
[05138]
Ὑπὲρ μὲν γὰρ Τίτου ἔχω λέγειν, ὅτι καὶ ἐμὸς κοινωνὸς καὶ ὑμῶν ἐραστὴς, ὑπὲρ δὲ τούτων, ὅτι ἀδελφοὶ, ὅτι ἀπόστολοι Ἐκκλησιῶν, ὅτι δόξα Χριστοῦ.
[06188]
Οὐ γὰρ εἶπεν, ὅτι Οὐδέν μου πλέον εἶπαν οἱ ἀπόστολοι·
[07240]
Εἶτα ἵνα μὴ λέγωσί τινες, Εἰ γὰρ καὶ μέγας, καὶ πολλὰ εἰργάσω, ἀλλ' οὐ τοσαῦτα, ὅσα ἐν ταῖς λοιπαῖς Ἐκκλησίαις οἱ ἀπόστολοι, ἐπήγαγε·
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0270741880
[01893]
καὶ μέχρι τέλους οὕτως ἐστὶν, ὁ Μωϋσῆς καὶ οἱ μάγοι, καὶ οἱ προφῆται καὶ οἱ ψευδοπροφῆται, οἱ ἀπόστολοι καὶ οἱ ψευδαπόστολοι, ὁ Χριστὸς καὶ ὁ ἀντίχριστος.
[01895]
Τότε ὁ Θευδᾶς, τότε ὁ Σίμων, ὅτε οἱ ἀπόστολοι, καὶ οὗτοι οἱ περὶ Ἑρμογένην καὶ Φίλητον.
[02674]
Οὐ πάντα ἴσχυον οἱ ἀπόστολοι, ἢ οὐ πάντα ᾠκονόμουν τῇ χάριτι, ἵνα μή τις εἰς αὐτοὺς λογίσηται ὑπὲρ ὃ βλέπει.
[02778]
Τοιοῦτοι ἦσαν οἱ ἀπόστολοι, καταφρονήσαντες τῆς δουλικῆς οἰκίας, καὶ τῶν ἐνταῦθα χρημάτων.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0007030368
[00459]
Καὶ ταῦτα οὐκ ἐν ταῖς Γραφαῖς ἔστιν ἰδεῖν μόνον, οἷον ὅτι τελῶναι γεγόνασιν ἀπόστολοι, καὶ μαθηταὶ
[00692]
Καὶ ὅταν εἴπωσιν ἐκεῖνοι, ὅτι ἄγροικοι ἦσαν οἱ [61.28] ἀπόστολοι, προσθῶμεν ἡμεῖς, καὶ εἴπωμεν, ὅτι καὶ ἀμαθεῖς καὶ ἀγράμματοι καὶ πένητες καὶ εὐτελεῖς καὶ ἀσύνετοι καὶ ἀφανεῖς.
[00738]
ἐπεὶ καὶ οἱ ἀπόστολοι οὐχὶ πάντας τοὺς ὄντας ἀνθρώπους ἔπεισαν, ἀλλ' ὅμως πᾶσι διελέχθησαν, καὶ τὸν ἐπὶ πᾶσι μισθὸν ἔχουσιν.
[00860]
Καὶ γὰρ οἱ ἀπόστολοι οὐ σοφίᾳ προσῆλθον, ἀλλὰ πίστει, καὶ γεγόνασι τῶν ἔξω σοφῶν σοφώτεροι καὶ ὑψηλότεροι, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τοῦ λογισμοὺς κινεῖν τὸ πίστει τὰ τοῦ Θεοῦ δέχεσθαι μεῖζον·
[00908]
οὕτω καὶ οἱ ἀπόστολοι οὐ μόνον οὐ διὰ σημείου, ἀλλὰ καὶ διὰ πράγματος δοκοῦντος ἐναντίου εἶναι τοῖς σημείοις περιεγένοντο·
[02069]
καίτοι γε οὐκ ἄλλους ἀνθρώπους, οὐδὲ ἐξ ἄλλης οἰκουμένης λαβόντες ἔπεισαν οἱ ἀπόστολοι.
[03460]
ἐπεὶ καὶ οἱ ἀπόστολοι ταῦτα ἤκου [61.102] σαν, καὶ κατεγέλων τῶν διαβαλλόντων.
[03653]
ἡμεῖς δὲ οἱ διδάσκαλοι καὶ ἀπόστολοι, καὶ πρὸ πάντων ὀφείλοντες λαβεῖν τὸν μισθὸν, οὐ μόνον ὑμῶν ἔσχατοι γεγόναμεν, ἀλλὰ καὶ ὡς ἐπιθανάτιοι, τουτέστι, κατάδικοι, διόλου ἐν ἀτιμίαις καὶ κινδύνοις καὶ λιμῷ διάγομεν, ὑβριζόμενοί τε ὡς μωροὶ καὶ ἐλαυνόμενοι καὶ τὰ ἀνήκεστα ὑπομένοντες.
[06394]
Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς;
[06406]
ἀπόστολοι κἀκεῖνοι καὶ ἡμεῖς, καὶ ἐλεύθεροι, καὶ τὸν Χριστὸν ἑωράκαμεν καὶ τὰ τῶν ἀποστόλων ἐπεδειξάμεθα.
[06423]
Καὶ γὰρ καὶ στρατιῶται καὶ γεωργοὶ καὶ ποιμένες ἦσαν οἱ ἀπόστολοι, οὐ γῆς οὐδὲ ἀλόγων οὐδὲ πολέμων αἰσθητῶν, ἀλλὰ ψυχῶν λογικῶν καὶ τῆς πρὸς τοὺς δαίμονας παρατάξεως.
[06802]
τί δὲ οἱ λοιποὶ ἀπόστολοι;
[07198]
∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι μαστιζόμενοι ἔχαιρον, καὶ Παῦλος ἐν τοῖς παθήμασιν ἐκαυχᾶτο.
[08615]
Ἐννόησον, ὅτε μετέλαβον οἱ ἀπόστολοι τῶν ἱερῶν δείπνων ἐκείνων, τί ἐποίησαν·
[08909]
Ἐπειδὴ γὰρ καὶ οἱ ἀπόστολοι τοῦτο πρῶτον σημεῖον ἔλαβον, καὶ οἱ πιστοὶ τοῦτο ἐλάμβανον τὸ τῶν γλωσσῶν, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα πλείω.
[09087]
Καὶ οἱ ἀπόστολοι δὲ περὶ αὐτῆς ἠξίουν λέγοντες, Πρόσθες ἡμῖν πίστιν.
[09105]
ἔλαβον οἱ ἀπόστολοι, καὶ παρὰ Κορινθίοις οἱ πλείους τοῦτο ἐκέκτηντο·
[09460]
Ὅπερ οὖν καὶ οἱ ἀπόστολοι συνιδόντες ἐξαρχῆς ἐνομοθέτησαν, ὥσπερ τὰ ἄλλα πάντα, οὕτω καὶ τὸ χήρας εἶναι·
[09881]
Καὶ διὰ τί μὴ πάντες ἀπόστολοι ἐγενόμεθα;
[09903]
Μὴ πάντες ἀπόστολοι;
[09999]
καθάπερ οὖν καὶ οἱ ἀπόστολοι μεθυόντων ἐλάμβανον ὑπόνοιαν·
[09999]
Ἀλλ' οὐχ οἱ ἀπόστολοι οὕτως.
[09999]
Τίνος οὖν ἕνεκεν πρὸ τῶν ἄλλων ἔλαβον αὐτὸ οἱ ἀπόστολοι;
[09999]
Τοῦτο καὶ ὁ Γαβριὴλ εὐηγγελίζετο τῇ Παρθένῳ, τοῦτο καὶ οἱ προφῆται τῇ οἰκουμένῃ, [61.323] τοῦτο καὶ οἱ ἀπόστολοι ἅπαντες.
[09999]
Ἦσαν γὰρ καὶ ἄλλοι ἀπόστολοι, ὡς οἱ ἑβδομήκοντα.
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0901131213
[00118]
Ὅπερ καὶ οἱ ἀπόστολοι ἐποίουν·
[00406]
Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, ὁ Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν οὔτε ἀπ' ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι.
[00413]
Οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν οὔτε ἀπ' ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι·
[00431]
∆υνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι.
[00578]
Εἶπε προλαβὼν, ὅτι ∆υνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι·
[02372]
καὶ γὰρ αὐτοὶ οἱ ἅγιοι ἐκεῖνοι οἱ ἀπόστολοι μάλιστα αὐτὸ πάντων πεπόνθασι, καὶ πρὸ μὲν τοῦ πάθους προσελθόντες λέγουσι τῷ Χριστῷ·
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0347429752
[00480]
τούτου ἀπέπνεον οἱ ἀπόστολοι·
[00766]
∆ιὰ τοῦτο καὶ πολὺν οἱ ἀπόστολοι λόγον ὑπὲρ τούτου ποιοῦνται, ὥστε πιστευθῆναι τὰ δῶρα τὰ παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντα.
[01013]
Ἐπεὶ οὐδὲ οἱ ἀπόστολοι Πνεύματος μετεῖχον, ὅτε τὸν Ματ [62.526] θίαν ἐξελέξαντο, ἀλλ' εὐχῇ τὸ πρᾶγμα ἐπιτρέψαντες, ἐγκατέλεξαν αὐτὸν τῷ τῶν ἀποστόλων ἀριθμῷ·
[01493]
πάνυ γὰρ ἐνάρκων πρὸς τοῦτο οἱ ἀπόστολοι.
[03171]
Κατέστησαν, φησὶν, οἱ ἀπόστολοι τοὺς περὶ Στέφανον εἰς τὴν τῶν χηρῶν διακονίαν.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0310230911
[03917]
ἄκουε γὰρ τοῦ Λουκᾶ λέγοντος, ὅτι Ὑπέστρεφον οἱ ἀπόστολοι ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0454237103
[01419]
Τουτέστι, Θεμέλιος οἱ ἀπόστολοι καὶ οἱ προφῆται.
[01505]
Ἔλεγον μὲν οὖν οἱ προφῆται, οὕτω δὲ ἀκριβῶς οὐκ ᾔδεσαν, ὅπου γε οὐδὲ οἱ ἀπόστολοι μετὰ τὸ ἀκοῦσαι·
[02315]
Εἰ δὲ πρὸς τοὺς λέγοντας, διὰ τί καὶ τὰ παιδία συνεχώρησεν ὁ Θεὸς ἀναιρεθῆναι, βουληθῶμεν ἀπολογήσασθαι, τάχα εἰς μακρότερον ἐμπεσούμεθα λόγον, ὃν ἐν προοιμίοις ἔδει λέγεσθαι πρὸς ὑμᾶς, [62.65] Τέως δὲ πολλὰ τῇ Παύλου εὐχαριστήσαντες ἁλύσει, καταπαύσωμεν τὸν λόγον, ὅτι τοσούτων ἡμῖν ἀγαθῶν αἰτία γέγονε, παρακαλέσαντες ὑμᾶς μὴ μόνον μὴ δυσχεραίνειν, εἴ τι διὰ Χριστὸν πάθοιτε, ἀλλὰ καὶ χαίρειν ὡς οἱ ἀπόστολοι, καὶ καυχᾶσθαι ὡς Παῦλος ἔλεγεν·
[02319]
οἱ ἀπόστολοι ἔχαιρον, ὅτι κατηξιώθησαν μαστιγωθῆναι, καὶ σὺ ἄνεσιν ζητεῖς καὶ τρυφήν;
[03111]
ἦσαν γάρ τινες, οἳ ἀπόστολοι μὲν οὐκ ἦσαν, προφῆται δὲ, ὥσπερ Ἄγαβος.
[06961]
ὅπερ καὶ οἱ ἀπόστολοι θαυματουργοῦντες πανταχοῦ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔλεγον.
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0112489522
[00527]
Αὐτὸς μὲν γὰρ ἐξ ἀρχῆς ταύτης εἴχετο τῆς γνώμης, ἣν καὶ οἱ ἀπόστολοι μετὰ ταῦτα ἐκύρωσαν τὸ μὴ δεῖν περιτέμνεσθαι·
[00529]
Οὕτω καὶ ἐξ ἀρχῆς τὰ δέοντα συνεώρα, καὶ οὐδενὸς ἐδεῖτο διδασκάλου, ἀλλ' ἃ μετὰ πολλὴν διάκρισιν ἔμελλον οἱ ἀπόστολοι κυροῦν, ταῦτα αὐτὸς πρὸ τῆς διακρίσεως ἄνωθεν ἔσχεν ἀκίνητα παρ' ἑαυτῷ.
[00676]
Οὐ μόνον γὰρ ἐγὼ οὕτως ἐκήρυττον, ἀλλὰ καὶ Τίτος οὕτως ἔπραττε, καὶ ἀκρόβυστον ὄντα οὐκ ἠνάγκασαν περιτμηθῆναι οἱ ἀπόστολοι.
[00678]
Καὶ τὸ πολλῷ τούτου μεῖζον, ὅτι οὐδὲ ἐπικειμένων τῶν ἐναντιουμένων, καὶ ταῦτα εἰδότων, ἠναγκάσθησαν οἱ ἀπόστολοι τοῦτο κελεῦσαι·
[00682]
Εἰ γὰρ οἱ ἀπόστολοι συνεχώρουν ἐνταῦθα περιτέμνεσθαι, διὰ τί νῦν ψευδαδέλφους καλεῖς τοὺς κατὰ τὴν τῶν ἀποστόλων γνώμην καὶ αὐτοὺς κελεύοντας τοῦτο ποιεῖν;
[00696]
Οὕτω καὶ ἐνταῦθα, οἱ μὲν ἀπόστολοι οὐχ ὡς νόμον ἐκδικοῦντες, συνεχώρουν, ἀλλὰ τῇ ἀσθενείᾳ τῇ Ἰουδαϊκῇ συγκαταβαίνοντες.
[00702]
∆ευτέρα δὲ, ὅτι οἱ μὲν ἀπόστολοι ἐν Ἰουδαίᾳ τοῦτο ἐποίουν, ἔνθα καὶ ὁ νόμος ἐκράτει, οἱ δὲ ψευδάδελφοι πανταχοῦ·
[00727]
Οὐ γὰρ λέγει τὴν οὖσαν αἰτίαν, οἷον ὅτι συγκαταβάσεως ἕνεκεν καὶ οἰκονομίας τοῦτο ἐποίουν οἱ ἀπόστολοι·
[00866]
Οἱ γὰρ ἀπόστολοι, καθὼς ἔφθην εἰπὼν, ἐν Ἱεροσολύμοις μὲν συνεχώρουν περιτέμνεσθαι·
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0304419279
[01649]
Τοῦτο καὶ οἱ ἀπόστολοι ἄνωθεν ἔλεγον Ὑμῖν ἀναστήσας τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν εὐλογοῦντα ὑμᾶς·
[02734]
Παρεγένετο ὁ Χριστὸς, δέχεται αὐτὰς, οἱ ἀπόστολοι εἰς πάντας αὐτὰς διασπείρουσι, σημεῖα ἐποίησε καὶ θαύματα ὁ Χριστός.
[02736]
Μετὰ τοσαύτην πραγματείαν καὶ οἱ ἀπόστολοι ἔγραψαν, καθὼς καὶ Παῦλος εἶπεν·
[07582]
Τί δήποτε οἱ μὲν ἀπόστολοι τὰς θυσίας ἀπεῖρξαν, καὶ διέῤῥηξαν αὑτῶν τὰ ἱμάτια, καὶ ἀπήγαγον αὐτοὺς τῆς ἐπιχειρήσεως, καὶ ἀπωδύροντο λέγοντες, Τί ποιεῖτε;
[07640]
καὶ γὰρ ἐκεῖ οὐκ ἐποίησαν, ἀλλ' ἐπεχείρησαν, καὶ ἐκώλυσαν οἱ ἀπόστολοι·
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0916068971
[01343]
Καὶ Ἰωάννης ἐλέῳ τοιοῦτος ἦν, καὶ πάντες δὲ ἁπλῶς οἱ ἀπόστολοι.
[03951]
Ἄρα τύπος ἦσαν οἱ ἀπόστολοι, ἀρχέτυπόν τινα εἰκόνα διασώζοντες.
[04022]
Οὐχὶ διὰ πάντων ἦλθον οἱ ἀπόστολοι;
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0456303000
[00272]
τουτέστιν, Οὐχ ἡμεῖς αὐτὸ καθωρθώσαμεν τὸ γενέσθαι ἀπόστολοι·
[00277]
Οὐκ ἄρα οἱ ἀπόστολοι ἦσαν οἱ κατορθοῦντες, ἀλλ' ἡ προοδοποιοῦσα χάρις αὐτοῖς.
[00285]
Οἱ γὰρ ἀπόστολοι διὰ τοῦτο ἐπέμφθησαν, ἵνα, ἅπερ ἤκουσαν, εἴπωσιν, οὐχ ἵνα οἴκοθέν τι προσθῶσι·
[08337]
∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑπέστρεφον χαίροντες, οὐχ ὅτι κακῶς ἤκουσαν μόνον, ἀλλ' ὅτι καὶ ἐμαστιγώθησαν.
[09999]
ἐκεῖθεν οἱ ἀπόστολοι, ἐκεῖθεν οἱ προφῆται, ἐκεῖθεν τὰ ἀγαθὰ πάντα.
[09999]
Καίτοι γε πάντες ἦσαν ἀπόστολοι, καὶ πάντες ἐπὶ δώδεκα θρόνους μέλλουσι καθῆσθαι, καὶ πάντες ἀφῆκαν τὰ ἑαυτῶν, καὶ πάντες αὐτῷ συνῆσαν·
[09999]
Εἰ γὰρ μὴ ἔστι γέεννα, πῶς κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι;
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0897551596
[00238]
Καὶ οἱ μὲν ἅγιοι ἐκεῖνοι ἄνδρες, οἱ ἀπόστολοι, τὸν τῷ λόγῳ προσκαρτεροῦντα οὐδὲ διακονίᾳ χηρῶν βούλονται προσανέχειν, ἀλλ' ἀνάξιον αὐτοῦ τὸ πρᾶγμα εἶναι νομίζουσι·
[00250]
οἱ ἀπόστολοι, φησὶν, ἐλευθέρους [62.670] εἶχον δουλεύοντας;
[00251]
Βούλει καὶ τοῦτο ἀκοῦσαι πῶς οἱ ἀπόστολοι διῆγον;
In evangelii dictum et de virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0825453758
[00191]
Ἐκεῖ ἀσπάζεταί σε Ἀβραὰμ, Ἰσαὰκ, Ἰακὼβ, Νῶε, Ἰὼβ, ∆αυῒδ, καὶ οιἅγιοι προφῆται καὶ ἀπόστολοι καὶ μάρτυρες καὶ πάντες οἱ δίκαιοι οἱ τῷ Θεῷ εὐαρεστήσαντες ἐν τῇ ζωῇ τῆς σαρκὸς αὐτῶν, καὶ ὅσους ἀκούεις καὶ θαυμάζεις αὐτῶν τὸν βίον, καὶ ἤθελες ἄρτι θεάσασθαι αὐτοὺς, αὐτοὶ ἐκεῖ ἔρχονται πρὸς σὲ, καὶ περιπτυσσόμενοι ἁρπάζονταί σε, ἀγαλλιώμενοι ἐπὶ τῇ σῇ σωτηρίᾳ.
In exaltationem venerandae crucis
Ante [Go Back]
000-00-00 Serial Number=0974303424
[00045]
σήμερον σταυρὸς κηρύσσεται, καὶ οἱ ἀπόστολοι Ἰουδαίους διὰ τῆς πίστεως προσάγουσιν.
In illud Exiit qui seminat
Ante [Go Back]
000-00-00 Serial Number=0667585969
[00017]
Σπορεὺς γὰρ ὁ Χριστὸς, σπέρμα ὁ θεῖος λόγος, ἄρουρα ἡ ἀνθρωπότης, βόες οἱ ἀπόστολοι, ἄροτρον ὁ σταυρὸς, ζυγὸς ἡ ὁμόνοια, ζεύγλη ἡ περισφίγγουσα τοὺς τῶν ἀποστόλων αὐχένας γλυκεῖα ἀγάπη.
[00033]
δέκα ζεύγη βοῶν λογικὰ τοῦ Χριστοῦ οἱ ἀπόστολοι τυγχάνουσιν οἱ δώδεκα, καὶ ἑπτὰ οὓς ἐξελέξαντο οἱ ἀπόστολοι.
[00056]
Ὅπου ἐργάζονται δέκα ζεύγη βοῶν, τῶν ἀποστόλων (βουσὶ γὰρ ὡμοιώθησαν οἱ ἀπόστολοι, ὡς Παῦλος ἐμοὶ μαρτυρεῖ λέγων·
[00066]
τουτέστιν, οἱ τέσσαρες εὐαγγελισταὶ, καὶ Πράξεις, καὶ ἀπόστολοι.
In illud Filius ex se nihil facit
Ante [Go Back]
000-00-00 Serial Number=0355743706
[00309]
τοῦτο γὰρ καὶ οἱ ἀπόστολοι ἐποίουν, νεκροὺς ἤγειρον, λεπροὺς ἐκάθηρον, ἀλλ' οὐχ Ὁμοίως ὡς αὐτός.
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0424754381
[00097]
Καὶ γὰρ πίστις λέγεται, καθ' ἣν τὰ σημεῖα ἐποίουν τότε οἱ ἀπόστολοι, περὶ ἧς ὁ Χριστὸς ἔλεγεν·
In illud Hoc scitote quod in novissimis diebus
Ante [Go Back]
000-00-00 Serial Number=0504770696
[00158]
Οὐ γὰρ τὰ ἑαυτῶν ὁρῶσιν οἱ ἀπόστολοι, ἀλλὰ τὰ τῶν ἄλλων καὶ κοινῇ πάν τες καὶ ἰδίᾳ ἕκαστος.
In illud In faciem ei restiti
Ante [Go Back]
000-00-00 Serial Number=0341076732
[00063]
Οὐ γὰρ οὕτως ἡμῶν τὰ μέλη πρὸς ἄλληλα συνέσφιγκται ταῖς τῶν νεύρων περιβολαῖς, ὡς οἱ ἀπόστολοι πρὸς ἀλλήλους ἦσαν συν δεδεμένοι τοῖς τῆς ἀγάπης δεσμοῖς.
[00084]
Οὕτω σοι ἐποίησαν οἱ ἀπόστολοι ἐν Ἱεροσολύ μοις, ὅτε ἀνῆλθες διὰ δεκατεσσάρων ἐτῶν ἀναθέσθαι αὐτοῖς τὸ Εὐαγγέλιον;
[00468]
Ἀλλὰ καὶ ἡμεῖς οἱ διδάσκαλοι, ἡμεῖς οἱ ἀπόστολοι.
[00469]
Καὶ οὐ τοῦτο λέγει μόνον τὸ δι καίωμα, ὅτι Οἱ διδάσκαλοι καὶ οἱ ἀπόστολοι, ἀλλ' ὅτι Καὶ οἱ ἐκ προγόνων Ἰουδαῖοι καθάπαξ ἀπέστημεν τοῦ νόμου.
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0790593684
[00074]
οὕτω καὶ οἱ ἀπόστολοι ἐποίουν·
In illud Si esurierit inimicus
Ante [Go Back]
000-00-00 Serial Number=0004237652
[00159]
Ὅπερ ἵνα μὴ γένηται, προφῆται καὶ ἀπόστολοι πάντοθεν συντρέχουσι, καταστέλλοντες ἡμῶν τὰ πάθη, καὶ τῆς ἐν ἡμῖν ἀλογίας τὴν θηριωδίαν πᾶσαν ἐκβάλλοντες, καὶ τὴν πολλῷ τῆς βασιλείας σεμνοτέραν ἀρχὴν ἡμῖν ἐγχειρίζοντες.
In illud Simile est regnum caelorum grano sinapis
Ante [Go Back]
000-00-00 Serial Number=0364221275
[00102]
οὗτος εἰς ὃν τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῖ, τουτέστι προφῆται καὶ ἀπόστολοι καὶ πάντες κλητοί·
In illud Simile est regnum caelorum patri familias
Ante [Go Back]
000-00-00 Serial Number=0219023824
[00126]
οὐ προετρέψαντο ὑμᾶς οἱ ἀπόστολοι;
In illud Sufficit tibi gratia mea
Ante [Go Back]
000-00-00 Serial Number=0037855923
[00379]
οἱ δὲ ἀπόστολοι πάντες ἦσαν δώδεκα, μᾶλλον δὲ ἕνδεκα·
In illud Vidua eligatur
Ante [Go Back]
000-00-00 Serial Number=0869140387
[00415]
∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι τοὺς ἑπτὰ ἐκείνους τοὺς περὶ Στέφανον ἐπέστησαν τῇ τοιαύτῃ διακονίᾳ.
In infirmos
Ante [Go Back]
000-00-00 Serial Number=0199444711
[00020]
ἅγιε Ἀκίνδυνε πρόφθασον, ἅγιε Ἀφθόνιε ἐπισκίασον, ἅγιε Ἐλπιδιφόρε ἀνάστησον, ἅγιε Ἀνεμπόδιστε μὴ παρίδῃς, ἅγιοι [325] ἀνάργυροι προφθάσατε, ἅγιε Παντελεήμων ἀρχιατρὲ ἐπισκίασον, ἅγιοι Κύρε καὶ Ἰωάννη προφθάσατε, ἅγιε Ἀγαπητὲ ἀπὸ Συναώ, ἅγιε Ἰωάννη Θεολόγε, ἅγιε Πέτρε ἀπὸ Ῥώμην, ἅγιε Παῦλε ἀπὸ ∆αμασκόν, ἅγιε Εὐθύμιε ἀπὸ Μάδητον, ἅγιε Νικόλαε ἐκ τὰ Μύρα, ἅγιε Βασίλειε ἀπὸ Καισαρίαν, ἅγιε Ἐπιφάνιε ἀπὸ Κύπρον, ἅγιε Ἰωάννη Χρυσόστομε, ἅγιε Θύρσε, Λεύκιε καὶ Φιλήμων, ἅγιε Ἀλύπιε καὶ Προκόπιε, ἁγία δέσποινα Θεοτόκε ἀπὸ Ἀθήνας, ἁγία Ἀναστασία φαρμακολύτρια, ἁγία Βαρβάρα ἀπὸ Πάτρας, ἁγία Μαρίνα ἡ τὸν δαίμονα πατήσασα, ἁγία πρωτομάρτυς Θεοφανοῦ ἀπὸ Κωνσταντινούπολιν, ἁγία Αἰκατερίνα ἀπὸ Ἀλεξανδρείαν, ἅγιε Ἰωάννη προφῆτα καὶ Πρόδρομε καὶ Βαπτιστὰ τοῦ Χριστοῦ, ἅγιοι προφῆται, ἀπόστολοι, μάρτυρες, ὅσιοι καὶ δίκαιοι, πᾶσαι αἱ οὐρανίαι δυνάμεις τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, ἀρχαί, ἐξουσίαι καὶ τὰ πολυόμματα χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα σεραφίμ, ἡ ἀκατάληπτος δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προσπέσατε, δυσωπήσατε τὸν μόνον ὑπεράγαθον θεὸν ὅπως δωρήσητε τὴν δούλην τοῦ θεοῦ Μαρίαν ὑγείαν καὶ σωτηρίαν καὶ ἄφεσιν τῶν συνεχομένων κακῶν καὶ ἀπελάσατε ταύτην τὴν χαλεπὴν ἀσθένειαν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν·
In lacum Genesareth et in sanctum Petrum apostolum
Ante [Go Back]
000-00-00 Serial Number=0673558593
[00059]
Καὶ ὅτιπερ οἱ προλεχθέντες ἀπόστολοι ἐπὶ τοῖς λιμνοδρόμοις πλοίοις θαῤῥοῦντες, οὐκ ἐγίνωσκον τὸν τῆς λίμνης καὶ πάντων ∆εσπότην·
[00216]
Ἔμελλον γὰρ λέγειν οἱ ἀπόστολοι τοῦ Κυρίου, εἰ μηδὲν ἕτερον σημεῖον ἐθεάσαντο·
[00219]
Ὅπως οὖν μὴ τοιούτοις σκεύμασι μολυνθῶσιν οἱ ἀπόστολοι, μόνον ἀπέστη τῆς λίμνης, καὶ ἐν μιᾷ τῶν ἐγγύθεν πόλεων ὄχλου συνδεδραμηκότος θεοθεράπευτον ἰατρεῖον ἀνοίγει, καὶ εὐθὺς θελήματι μόνῳ ἀποδύει τὸν λεπρὸν, καὶ τὴν κατάστικτον αὐτοῦ μηλωτὴν τῆς λέπρας ἐκαθάρισεν·
In parabolam de filio prodigo
Ante [Go Back]
000-00-00 Serial Number=0043636382
[00251]
ἡ γῆ καὶ τὰ ἐν αὐτῇ σὰ, ἡ θάλασσα καὶ τὰ ἐν αὐτῇ σὰ, ὁ κόσμος σὸς, ἡ Ἐκκλησία σὴ, τὸ θυσιαστήριον σὸν, ὁ μόσχος ὁ σιτευτὸς σὸς, ἡ θυσία σὴ, οἱ ἄγγελοι σοὶ, οἱ ἀπόστολοι σοὶ, οἱ μάρτυρες σοί·
In pentecosten Sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0993644714
[00013]
Τί γὰρ τοιοῦτον ἀστέρες, οἷον ἀπόστολοι;
[00015]
ἀπόστολοι ὑπὲρ τὸν οὐρανόν.
[00018]
ἀπόστολοι ἀπὸ πυρὸς πνευματικοῦ.
[00020]
ἀπόστολοι δὲ ἐν νυκτὶ καὶ ἡμέρᾳ τὴν ἑαυτῶν ἀκτῖνα λάμπουσιν.
[00022]
ἀπόστολοι δὲ, τοῦ Ἡλίου τῆς δικαιοσύνης λάμποντος, τὰς ἑαυτῶν λαμπηδόνας ἀπαστράπτουσιν.
[00024]
ἀπόστολοι δὲ ἐν τῇ ἀναστάσει ἐν νεφέλαις ἁρπάζονται.
[00027]
∆ιὰ δὴ τοῦτο τῶν ἀστέρων οἱ ἀπόστολοι φαιδρότεροι·
[00162]
∆ιὰ τὴν Ἐκκλησίαν προφῆται, διὰ τὴν Ἐκκλησίαν ἀπόστολοι·
[00183]
Ὅτε ἕνδεκα οἱ ἀπόστολοι, οὐδεὶς αὐτῶν ἐκράτησεν, ἀλλὰ οἱ ἕνδεκα τοσαύτας μυριάδας ἐσαγήνευσαν·
In principium Actorum
Ante [Go Back]
000-00-00 Serial Number=0650394619
[00421]
Ἀλλ' ἐπειδὴ οὕτως ἡ οἰκοδομὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωμεν πῶς κατεβάλλοντο οἱ ἀπόστολοι τοὺς θεμελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον γενέσθαι τὴν οἰκοδομήν.
[00426]
οὕτω καὶ οἱ ἀπόστολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδομεῖν, τὴν πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυμένην, οὐ διέσκαψαν βάθος, ἀλλ' εὑρόντες παλαιὸν θεμέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεμόχλευσαν ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδομὴν καὶ τὴν διδασκαλίαν, ἀλλ' ἀφέντες αὐτὴν μένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ' ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν.
[00435]
Καὶ τὸ δὴ θαυμαστὸν, οὐκ εὐθέως μετὰ τοὺς προφήτας ἦλθον οἱ ἀπόστολοι, ἀλλὰ πολὺς μεταξὺ παρεγένετο χρόνος.
[00604]
οὕτω δὴ καὶ οἱ ἀπόστολοι οὗτοι, οἱ πνευματικοὶ ἁλιεῖς, εἰς ἐκεῖνον τὸν κόλπον ἔσπευδον, ὅπου πᾶσα ἡ πόλις συνήγετο, ἵνα ἐκεῖ τὸ τοῦ Εὐαγγελίου δίκτυον ἁπλώσαντες, μετ' εὐκολίας τύχωσι τῆς ἄγρας.
[00619]
Προστασίας πενήτων παρέδραμον οἱ ἀπόστολοι, ἵνα πλείονα σχολὴν περὶ τὴν εὐχὴν ἔχωσι.
[00736]
Ὅτι χρήσιμος ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ ὅτι δουλείᾳ καὶ περιστάσει πραγμάτων ἀχείρωτον ποιεῖ τὸν προσέχοντα, καὶ ὅτι τὸ ὄνομα τῶν ἀποστόλων πολλῶν ἐστιν ἀξιωμάτων ὄνομα, καὶ ὅτι τῶν ἔξωθεν ἀρχόντων καὶ αὐτῶν τῶν βασιλευόντων πολλῷ μείζονα κέκτηνται δύναμιν οἱ ἀπόστολοι καὶ ἐξουσίαν·
[00914]
Ἄρχοντες γάρ εἰσιν ὑπὸ Θεοῦ χειροτονηθέντες οἱ ἀπόστολοι·
[00916]
Καὶ ὅτι ἄρχοντές εἰσι πνευματικοὶ, καὶ τοῦτο ἀποδεῖξαι πειράσομαι, ἵνα μετὰ τὴν ἀπόδειξιν μάθητε, ὅτι τοσούτῳ βελτίους εἰσὶν οἱ ἀπόστολοι τῶν ἀρχόντων τῶν βιωτικῶν, ὅσῳ αὐτοὶ οἱ βιωτικοὶ ἄρχοντες τῶν παίδων τῶν παιζόντων ἀμείνους εἰσί.
[00944]
οὕτω καὶ τότε, οἱ μὲν ἀπόστολοι ἐν ἑνὶ τόπῳ καθήμενοι ταῦτα ἐνομοθέτουν·
[00972]
Εἶδες πῶς καὶ ξίφος ἔχουσιν οἱ ἀπόστολοι;
[01239]
Ἀνῆλθέ ποτε εἰς Ἱεροσόλυμα, καὶ ἰδόντες αὐτὸν οἱ ἀπόστολοι ἔλεγον αὐτῷ·
[01269]
Οὕτω καὶ οἱ ἀπόστολοι τότε ἐποίουν·
[01271]
οἱ δὲ ἀπόστολοι πανταχοῦ ἠκολούθουν αὐτοῖς, καὶ οὐκ ἀνθεῖλκον·
[01280]
∆ιὰ τοῦτο κατέβησαν οἱ ἀπόστολοι ἀπὸ τοῦ ὕψους τῆς πολιτείας τῆς εὐαγγελικῆς, ἵνα ἀπὸ τῆς ταπεινότητος τῆς πολιτείας τῆς Ἰουδαϊκῆς ἀναγάγωσιν εἰς τὸ ὕψος ἐκεῖνο τοὺς Ἰουδαίους.
[01294]
Οὐδὲ γὰρ εὐθέως ὅτε ἀνέστη Χριστὸς, θαύματα ἐποίουν οἱ ἀπόστολοι, ἀλλὰ τεσσαράκοντα ἡμέρας αὐτοῖς συνηλίζετο ἐπὶ τῆς γῆς.
[01317]
Εἴδετε ἀκριβῆ τὴν ἀπόδειξιν γεγενημένην, οἷον ὅτι τεσσαράκοντα ἡμέρας ἦν ἐπὶ γῆς ὁ Χριστὸς, καὶ οὐδὲ ἐθαυματούργουν οἱ ἀπόστολοι;
[01320]
εἴδετε πάλιν, ὅτι μετὰ τὰς δέκα ἡμέρας ἐθαυματούργουν οἱ ἀπόστολοι;
[01323]
Εἰ γὰρ τότε ἤρξαντο ποιεῖν τὰ σημεῖα οἱ ἀπόστολοι, ἤγουν μετὰ τὴν Κυρίου ἀνάστασιν, τότε ἔδει καὶ τὸ βιβλίον ἀναγινώσκεσθαι τοῦτο.
[01417]
Εἰ δὲ λέγει ὁ ὑπεναντίος, ὅτι οὐκ ἐποίησαν σημεῖα οἱ ἀπόστολοι, μειζόνως αὐτῶν δεικνύεις τὴν δύναμιν καὶ τὴν θείαν χάριν, ὅτι χωρὶς σημείων τοσαύτην οἰκουμένην ἐπεσπάσαντο πρὸς θεοσέβειαν.
[01479]
Εἰ γὰρ ἐγένετο τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν, οὐκ ἂν ἀπὸ τῶν τέκνων αὐτῶν ἐγένοντο ἀπόστολοι·
In ramos palmarum [3]
Ante [Go Back]
000-00-00 Serial Number=0097320199
[00067]
Οὐ ταῦτα δὲ μόνον δηλοῦται διὰ τῶν εἰρημένων, ἀλλ' ὅτι καὶ μετ' εὐκολίας αὐτοὺς ἀξιοῦσιν οἱ ἀπόστολοι.
In sanctum Ignatium martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0692517579
[00083]
∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑπέστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες ὅτι ἐμαστιγώθησαν, καὶ Παῦλος βοᾷ λέγων·
In sanctum pascha sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0536503077
[00049]
αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται, οὐδὲ μὴν οἱ ἀπόστολοι νυμφίοι τῆς ἐκκλησίας, καίτοι γε τὴν πρὸς Χριστὸν ὁμοίωσιν κατὰ χάριν λαβόντες καὶ υἱοὶ Χριστοῦ διὰ τὸ Χριστοῦ πνεῦμα γενόμενοι, ἀλλὰ τί φησιν ὁ μακάριος Παῦλος;
In secundum domini adventum
Ante [Go Back]
000-00-00 Serial Number=0803313673
[00269]
Εἰ γὰρ μὴ ἔστι γέεννα, πῶς κρίνουσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι;
Interpretatio in Danielem prophetam
Ante [Go Back]
000-00-00 Serial Number=0544080615
[00128]
Καὶ ὅπερ ἔλεγον οἱ ἀπόστολοι, Ταῦτα ἔδει πρόσω ποιῆσαι, κἀκεῖνα μὴ ἀφεῖναι.
Oratio de hypapante
Ante [Go Back]
[00170]
οὐ προπατόρες, οὐ προφῆται, οὐκ ἀπόστολοι, οὐ μάρτυρες, οὐ πατριάρχαι, οὐ πατέρες, οὐκ ἄγγελοι, οὐ θρόνοι, οὐ κυριότητες, οὐ τὰ Σεραφίμ, οὐ τὰ Χερουβίμ, οὐκ ἄλλο τι τῶν τε ὁρατῶν καὶ ἀοράτων ἐν ποιήμασιν οὐ μεῖζον ταύτης εὑρίσκεται.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»