Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀπολαύει [95]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀπολαύει
Cooperatorum Veritatis Societas
Ad Theodorum lapsum i
Ante [Go Back]
000-00-00 Serial Number=0975706518
[00161]
ἐπειδὴ δὲ μετενόησεν καὶ οὐκ ἀπέγνω, μετὰ τὴν τοσαύτην διαφθορὰν ἐπὶ τῆς προτέρας λαμπρότητος ἐπανέρχεται πάλιν καὶ τὴν καλλίστην περιβάλλεται στολὴν καὶ μειζόνων ἀπολαύει τοῦ μὴ καταπεσόντος ἀδελφοῦ·
Ad eos qui magni aestimant opes
Ante [Go Back]
000-00-00 Serial Number=0229050517
[00009]
Οὐ πλοῦτος σταθερᾶς ἀπολαύει γαλήνης, ἀλλ' ἐξ οὐρίας πολλάκις τοῖς κεκτημένοις συμπλέων, αἰφνιδίῳ λαίλαπι πειρασμῶν ἐβαπτίσθη.
[00059]
Τεχθὲν γὰρ χεῖρας εὐθέως σπαργανοῦται καὶ πόδας καὶ δεσμοῖς ἐνειλημμένον τῆς θηλῆς ἀπολαύει, ὡς προοιμίου ζωῆς προδρόμου νεκρώσεως.
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0224328578
[00361]
[7.14] Πάντα γὰρ αὐτοῦ δεῖται καὶ ἀπολαύει τῆς χρείας καὶ ἀμείνω γίνεται ταύτης μετέχοντα, οὐ σώματα δὲ μόνον, οὐδὲ φυτά, ἀλλὰ καὶ ὕδατα, καὶ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις λεπτυνομένη καὶ καθαιρομένη καὶ διειδεστέρα γινομένη.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0410064220
[00765]
Οὐκ ἔστιν εἰπεῖν ὅτι πλείονος ἀπολαύει τῆς ἀκτῖνος ὁ πλούσιος, ἐλάττονος δὲ ὁ πένης·
[05206]
ᾔδεσαν γὰρ ὅτι μεγίστη τοῦτο ἀρχὴ καὶ τιμὴ, καὶ δι' αὐτῶν τῶν ἔργων ἔδειξαν, ὅτι οὗτος μόνος μακάριός ἐστιν ὁ φιλοσοφίας ἐπειλημμένος τῆς ἄνω, καὶ μεταβολὴν οὐδεμίαν δέχεται, οὐδὲ δυσημερίαν ὑπομένει τινὰ, ἀλλὰ διηνεκοῦς εὐημερίας ἀπολαύει, καὶ πάντων καταγελᾷ τῶν δοκούντων εἶναι λυπηρῶν.
[05284]
∆ιὰ τοῦτο αὐτοῖς καὶ τὰ σώματα ὑγιείας ἀπολαύει καθαρᾶς μετὰ τῆς ψυχῆς, ἐπειδὴ πᾶσαν τρυφὴν ἀπήλασαν καὶ τὰ πονηρὰ τῆς μέθης ἐξέβαλον ῥεύματα.
Ad viduam juniorem
Ante [Go Back]
000-00-00 Serial Number=0025647819
[00046]
Τοσούτου οὐ παρ' ἡμῖν μόνον ἀλλὰ καὶ παρὰ τοῖς ἔξωθεν τὸ πρᾶγμα ἀπολαύει τοῦ θαύματος καὶ ἐπαίνου.
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr
Ante [Go Back]
000-00-00 Serial Number=0598025441
[00148]
Ὅτι ὁ μὲν πλούσιος δαψιλῆ παρατίθεται τράπεζαν, καὶ μᾶλλον ἀπολαύει τρυφῆς, ὁ δὲ πένης ἀπὸ τῆς πενίας κωλύεται·
Adversus eos qui non adfuerant
Ante [Go Back]
000-00-00 Serial Number=0811007321
[00045]
τῶν μὲν γὰρ ἄλλων ἁπάντων ἀνθρώπων πρῶτον μὲν οὐδεὶς ἂν εὑρεθείη πάντα ὑπομείνας ὁμοῦ, ἀλλ' εἰ καὶ πενίᾳ παλαίει, ὅμως ὑγείας ἀπολαύει·
Catechesis de juramento
Ante [Go Back]
000-00-00 Serial Number=0819217443
[00197]
οὐδὲ γὰρ πολλῆς ἀπολαύει τῆς προνοίας·
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0540619791
[02147]
εἶτα ἐμαρτύρησεν, μετὰ τοῦτο, μετὰ τὸ κληθῆναι, ὅσης ἀπολαύει σπουδῆς καὶ προνοίας.
[04058]
«γῆν μὲν μετὰ ἀκριβείας τοσαύτης ἐστήριξα [183] διὰ σέ, σὲ δὲ παρόψομαι, δι' ὃν ἐκείνην ἐποίησα;» διὰ τοῦτο οὐ λέγει τῆς πλάσεως τὴν σοφίαν καὶ τὴν δημιουργίαν τὴν κατὰ τὴν κατασκευήν, ἀλλ' ἐκ περιουσίας ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ δείκνυσιν, ὅτι «εἰ ὁ κόσμος», φησίν, «τοσαύτης ἀπολαύει προνοίας διὰ σέ, πολλῷ μᾶλλον σύ.».
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0075814605
[00022]
Καὶ πρὸ τῶν οἰκιῶν δὲ ἡ τῶν νηστευόντων διάνοια ταύτης ἀπολαύει τῆς ἡσυχίας·
[01189]
ὁ δὲ πένης [54.674] διὰ τοῦ βίου παντὸς ἀδεῶς ἀπολαύει τῶν ναμάτων τούτων, ὡς ἐπὶ πηγὰς μέλιτος, οὕτως ἐπὶ τὰς τῶν ὑδάτων τρέχων πηγὰς, καὶ εἰλικρινῆ καὶ καθαρὰν ἐκεῖθεν καρπούμενος τὴν ἡδονήν.
De Christi divinitate
Ante [Go Back]
000-00-00 Serial Number=0559524596
[00260]
κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν τὰς ἄνω δυνάμεις, κἂν πάντα ἁπλῶς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, τῆς προνοίας ἀπολαύει τῆς ἐκείνου·
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0278011322
[00353]
οὗτος μὲν πονηρίᾳ συζῶν καὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, καὶ τῶν ὑπὲρ τὴν χρείαν ἀπολαύει πάντων, καὶ οὐδ' ἀθυμίαν ὑπομένει, οὐδ' ἄλλο τι τῶν ἀδοκήτων, οἷα πολλὰ τὰ παρὰ ἀνθρώποις ἐστὶν, ἀλλὰ καὶ καθαρὰν καρποῦται τὴν ἡδονήν·
[00499]
Καίτοι οὔπω συνείληπται, οὐδὲ εἰς χεῖρας τοῦ δικαστοῦ παραδέδοται, οὐδὲ εἰς δεσμωτήριον ἐνέπεσεν, οὐδὲ κατήγορον ἔσχεν, οὐδὲ ὑπὸ ψῆφον ἐγένετο, ἀλλὰ τρυφᾷ, μεθύει, εὐπορίας ἀπολαύει πολλῆς·
[02005]
Καίτοι οὐ νοσεῖ, ἀλλ' ἁρπάζων εὐδοκιμεῖ, τιμῆς ἀπολαύει καὶ δυναστείας, οὐδὲν τῶν ἀνθρωπίνων ὑπομένει, οὐ πυρετὸν, οὐ κάκωσιν, οὐκ ἄλλην τινὰ νόσον·
[02013]
ὁ δὲ νοσεῖ, καὶ ἀπολαύει ἰατρείας.
[02529]
κἂν ἁμαρτωλός τις ᾖ, γέμων κακῶν, καὶ μυρία ἀνίατα νοσῶν, ἁρπάζων, πλεονεκτῶν, διὰ τοῦτο ἀπολαύει ἐνταῦθα εὐημερίας, ἵνα μὴ ἐκεῖ ἀπαιτήσῃ μισθόν.
[02738]
Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὸ λεχθὲν, ἀλλ' ἐννοήσωμεν τῶν λεχθέντων τὴν ἀκρίβειαν, καὶ ὅσης ἀπολαύει τῆς τιμῆς καὶ τῆς προεδρίας ὁ παρὰ τὸν πυλῶνα ἐῤῥιμμένος, ὁ εὐκαταφρόνητος, ὁ πένης, ὁ τῷ λιμῷ διηνεκῶς παλαίων, ὁ τοῖς ἕλκεσι πολιορκούμενος, ὁ τοῖς κυσὶ προκείμενος.
De beato Abraham
Ante [Go Back]
000-00-00 Serial Number=0301201046
[00008]
Ἐπὶ μὲν γὰρ τῶν ἔξω πραγμάτων ὁ γέρων ἄχρηστος, εἰς οὐδὲν ἐπιτήδειος, ἀλλὰ πανταχοῦ συγγνώμης ἀπολαύει, διὰ ἀτονίαν μὴ δυνάμενος χρησιμεῦσαι τοῖς ἀναγκαίοις.
De fato et providentia
Ante [Go Back]
000-00-00 Serial Number=0633182168
[00309]
Θορυβῇ καὶ ἀλύεις, καὶ πάντα ταραχῆς πληροῖς, ἐπειδὴ ὁ δεῖνα παρ' ἀξίαν πλουτεῖ, καὶ ἀπολαύει θεραπείας τῆς παρὰ τῶν πολλῶν·
[00474]
Οὐκ ἤρκεσέ μοι τρόπος εἷς ἀδικίας, ὅτι μηδὲν ἁμαρτὼν εἰς κακίαν ἐμβέβλημαι, καὶ ὅτι ἕτερος μηδὲν κατορθώσας ἀγαθὸς γίνεται, καὶ τιμῆς ἀπολαύει·
De resurrectione mortuorum
Ante [Go Back]
000-00-00 Serial Number=0620087922
[00022]
οὗτος ἀπολαύει τρυφῆς πολλῆς, ἐκεῖνος ἐν πενίᾳ καὶ τοῖς ἐσχάτοις ἐστὶ κακοῖς·
[00183]
Ὁ ἔμπορος ὑπομένει μὲν χειμῶνας πολλοὺς καὶ κυμάτων ἐπαναστάσεις καὶ ναυάγια καὶ μυρίας δυσκολίας, ἀπολαύει δὲ καὶ πλούτου μετὰ τοὺς χειμῶνας, τὰ φορτία διατιθέμενος, καὶ πολλὴν ἐργαζόμενος πραγματείαν.
[00350]
ἐγὼ ὁ σπουδαῖος καὶ τοσαῦτα πονέσας καὶ ταλαιπωρηθεὶς ἀνίσταμαι, καὶ ὁ Ἕλλην, καὶ ὁ ἀσεβήσας, καὶ προσκυνήσας εἰδώλοις, καὶ τὸν Χριστὸν ἀγνοήσας, καὶ αὐτὸς ἀνίσταται ὁμοίως, καὶ τῆς αὐτῆς ἀπολαύει τιμῆς;
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0148323298
[01279]
Ὅτι πλείονος εὐκολίας ἀπολαύει ὁ μονάζων παρὰ τὸν Ἐκκλησίας προεστῶτα Ἤδη γάρ τινες ταῦτα ἐκφυγόντες τὰ θήρατρα, τοῖς πολὺ τούτων ἀφεστηκόσιν ἑάλωσαν·
De sanctis martyribus [1]
Ante [Go Back]
000-00-00 Serial Number=0784259260
[00183]
διὰ τοῦτο τὰ μὲν ἀναγκαῖα ἠμέληται, τὰ δὲ οὐδενὸς ἄξια σπουδῆς ἀπολαύει πολλῆς.
De sancto Meletio Antiocheno
Ante [Go Back]
000-00-00 Serial Number=0152025104
[00004]
τὸν ἅγιον Μελέτιον, ὅτι τοσαύτης καὶ μετὰ θάνατον ἀπολαύει τιμῆς, ἢ τὴν ὑμετέραν ἀγάπην, ὅτι τοιαύτην καὶ μετὰ τελευτὴν περὶ τοὺς ποιμένας τοὺς ὑμετέρους εὔνοιαν ἐπιδείκνυσθε.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0409506381
[01243]
Ὁρᾷς πόσης ἀπολαύει τῆς τιμῆς καὶ τῆς προεδρίας ὁ παρὰ τὸν πυλῶνα κείμενος, ὁ εὐκαταφρόνητος, ὁ πένης, ὁ τῷ λιμῷ διηνεκῶς παλαίων, ὁ τοῖς ἕλκεσι πολιορκούμενος, ὁ τοῖς κυσὶ προκείμενος;
[03331]
τὸ δὲ τοῦ Χριστοῦ μέλος, καὶ δι' ὃν ἐξ οὐρανοῦ παραγέγονεν, οὐδὲ τῆς ἀναγκαίας ἀπολαύει τροφῆς, ἀλλὰ πάντων σοι γέγονεν ὁ Χριστὸς ἀτιμότερος.
[09999]
παρελθόντος δὲ τοῦ καιροῦ, ὁ μὴ τυχὼν, οὐκέτι τινὸς ἀπολαύει·
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0992226124
[00446]
Ὁ γὰρ διὰ τὸν Θεὸν ταῦτα πάσχων, ὅσῳπερ ἄν τι χαλεπώτερον πάθῃ, μειζόνων ἀπολαύει στεφάνων.
[01404]
Ὁ γὰρ διὰ τὸν Θεὸν ταῦτα πάσχων, ὅσῳπερ ἄν τι χαλεπώτερον πάθῃ, μειζόνων ἀπολαύει στεφάνων.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0866076171
[00124]
τότε γὰρ μάλιστα τῆς εὐρυχωρίας ἀπολαύει.
[02341]
Ὥσπερ οὖν ὁ ἐν πονηρίᾳ τοσαῦτα πάσχει, οὕτως ὁ ἐν ἀρετῇ γαλήνης ἀπολαύει καὶ ἀταράχου διανοίας.
[06500]
Ἐκεῖνος μὲν γὰρ, εἰ καὶ τῆς ἔξωθεν ἀπολαύει τροφῆς, τῶν ἐν λιμῷ ζώντων ἁπάντων χαλεπώτερον διακείσεται, τὰ οἰκεῖα ἑαυτὸν ἀναμιμνήσκων κακὰ καὶ πονηρῷ συζῶν συνειδότι·
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0315998197
[00859]
Τῶν μὲν γὰρ ἄλλων ἕκαστος ἀνθρώπων, πρῶτον μὲν οὐδεὶς ἂν εὑρεθείη πάντα ὑπομείνας ὁμοῦ, ἀλλ' εἰ καὶ πενίᾳ παλαίει, ὅμως ὑγιείας ἀπολαύει·
[01958]
∆ιὰ τοῦτο οὐ λέγει τῆς πλάσεως τὴν σοφίαν, καὶ τὴν δημιουργίαν τὴν κατὰ τὴν κατασκευὴν, ἀλλ' ἐκ περιουσίας ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ δεικνὺς, ὅτι Εἰ ὁ κόσμος ἀπολαύει τοσαύτης προνοίας διὰ σὲ, πόσῳ μᾶλλον σύ;
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0939315617
[00646]
ἢ ὅτι τῆς δόξης καὶ μετὰ θάνατον ἀπολαύει.
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0587612867
[00593]
ἔρχεται Χαναναία, καὶ ἀπολαύει φιλανθρωπίας.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0775472581
[07324]
παρελθόντος δὲ τοῦ καιροῦ, ὁ μὴ τυχὼν οὐκ ἔτι τινὸς ἀπολαύει·
[08530]
Οὐ γὰρ δὴ βασκανίας ἀπήλλακται μόνον, ἀλλὰ καὶ εὐλογίας ἀπολαύει πολλῆς καὶ παρὰ τῶν οὐκ εὖ πεπονθόντων.
[09999]
Πάλιν ἀνθρωπίνως διαλέγεται, καὶ οὐ πανταχοῦ τῆς χάριτος ἀπολαύει, ἀλλὰ καὶ παρ' ἑαυτοῦ τι συγχωρεῖται εἰσφέρειν·
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0751139045
[00220]
Τίς ποτε ἄρα ἐστὶν ὁ δημιουργεῖσθαι μέλλων, ὅτι τοσαύτης ἀπολαύει τιμῆς;
In Heliam et viduam
Ante [Go Back]
000-00-00 Serial Number=0393902838
[00104]
Εἰ δὲ οὐχ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων αὐτοῖς μνησικακῶν, ἀλλ' ὑπὲρ τῆς εἰς τὸν ∆εσπότην ἀσεβείας καὶ ὕβρεως τηκόμενος, ταύτην ἐπήγαγεν αὐτοῖς τὴν συμφορὰν, τίνος ἕνεκεν καὶ αὐτὸς κοινωνεῖ τῶν δεινῶν, καὶ οὐκ ἀπολαύει πολλῆς τῆς ἀνέσεως καὶ ἀδείας;
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0193821907
[03424]
Οὐκ ἴστε τὰ τάγματα τὰ βασιλικὰ τῶν ἀσπιδηφόρων καὶ λογχοφόρων τὰ περὶ τὸν βασιλέα, πόσης ἀπολαύει τιμῆς;
In Psalmos 101-107
Ante [Go Back]
000-00-00 Serial Number=0296933353
[00605]
Ἀλλ' ὅμως διὰ τὴν τῶν ἀνθρώπων χρείαν καὶ τὰ κτήνη ταύτης ἀπολαύει τῆς προμηθείας.
In Psalmum 050 homilia 1
Ante [Go Back]
000-00-00 Serial Number=0416493058
[00572]
Ἐγκρατεύῃ, καὶ οὐ θέλεις καθευδῆσαι μετὰ τοῦ ἀνδρός σου, ἐκεῖνος δὲ οὐκ ἀπολαύει σου;
In Psalmum 118
Ante [Go Back]
000-00-00 Serial Number=0958631814
[00153]
Ὁ δὲ τῶν θείων ἐραστὴς πᾶσαν ἀφιεροῖ τῷ Θεῷ τὴν διά νοιαν, καὶ τῆς ἐκεῖθεν ἀπολαύει προνοίας, μὴ καταπί πτων ἀπὸ τῶν αὐτοῦ ἐντολῶν εἰς βάραθρον ἀπωλείας, ἀλλὰ στοιχῶν τῷ ζῶντι Θεῷ, καὶ πᾶσαν τὴν ἑαυτοῦ διά νοιαν αὐτῷ ἀνατιθέμενος.
[01423]
Ὁ τοῖς ἀνθρω πίνοις νόμοις πειθόμενος οὐδὲ κατὰ τὸν παρόντα βίον τῆς παρὰ τῶν νομοθετούντων ἀπολαύει τιμῆς·
In dictum Pauli Oportet haereses esse
Ante [Go Back]
000-00-00 Serial Number=0067261934
[00225]
Εἰ γὰρ τὰ πνευματικὰ ἐκεῖνα, εἰ γὰρ ἡ τράπεζα ἡ φρικώδης κοινὴ πᾶσι πρόκειται, καὶ πλουσίῳ καὶ πένητι, καὶ οὐχὶ δαψιλέστερον ἀπολαύει ταύτης ὁ πλούσιος, οὐδὲ ἔλαττον ὁ πένης, ἀλλὰ μία τιμὴ, καὶ πρόσοδος μία·
In diem natalem
Ante [Go Back]
000-00-00 Serial Number=0223732412
[00028]
Εἰ γὰρ ἀμφισβητουμένη τοσαύτης ἀπολαύει παρ' ὑμῶν εὐνοίας, εἰ γένοιτο γνωριμωτέρα, εὔδηλον ὅτι πολλῷ πλείονος σπουδῆς ἀπολαύσεται, τῆς κατὰ τὴν διδασκαλίαν σαφηνείας πλείονα τὴν περὶ αὐτὴν διάθεσιν ἐργαζομένης ὑμῖν.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0244738460
[03780]
Τούτου τοῦ κάλλους οὐχὶ πλέον μὲν ἀπολαύει ἐκεῖνος, οὐδ' ἂν δυνηθείη σε παρώσασθαι, καὶ αὐτοῦ ποιῆσαι τὸ πᾶν·
[03794]
Τί οὖν, ἐπειδὴ ἀποτέμνεται αὐτὸς, αὐτῶν ἀπολαύει μόνος;
[03800]
Καὶ πλέον οὐδὲν ἀπολαύει σου
[04558]
∆ιὸ καὶ πολλῆς ἀπολαύει τῆς ἄνωθεν βοηθείας παρὰ τοῦ Πνεύματος.
[06658]
Ἀλλ' ὅτι δόξης ἀπολαύει;
[07078]
τότε μείζονος ἀπολαύει βοηθείας, πλείονος δεομένη συμμαχίας, καὶ πλείονος ἀξία χάριτος.
[08114]
Τοσοῦτον ἡμῶν τοίνυν ἀπολαύει, ὅσον εὐεργετούμεθα, ὅσον ἐντρυφᾷ ἡμῶν τῇ σωτηρίᾳ.
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0897967875
[00833]
Ὥσπερ, φησὶν, ὁ γεωργὸς οὐκ ἀνόνητα πονεῖ, ἀλλὰ πρὸ τῶν ἄλλων αὐτὸς ἀπολαύει τῶν πόνων τῶν οἰκείων, οὕτω καὶ τὸν διδάσκαλον εἰκός.
[01319]
Ἀλλ' οὐ τῆς αὐτῆς, φησὶν, ἀπολαύει τιμῆς, ἀλλὰ τὰ μὲν εἰς τιμήν ἐστι, τὰ δὲ εἰς ἀτιμίαν.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0227036953
[04213]
Εἰ τοίνυν καὶ πένης ἐστὶν ὁ φιλάργυρος καὶ δειλὸς [61.122] καὶ εἴρων καὶ ὑποκριτὴς, καὶ φόβων γέμει καὶ τιμωρίας πολλῆς καὶ κολάσεως, ὁ δὲ καταφρονῶν χρημάτων, τῶν ἐναντίων ἀπολαύει πάντων, οὐκ εὔδηλον ὅτι ἡδίων ἡ ἀρετή;
[05151]
καὶ γὰρ κορώνη καὶ τὸ τῶν ἐλεφάντων γένος καὶ πολλὰ ἕτερα πλείονα χρόνον ἀπολαύει τῆς παρούσης ζωῆς.
[09569]
Εἴ τι γὰρ ἀσθενὲς ἐν ἡμῖν, εἴ τι ἄτιμον, τοῦτο καὶ ἀναγκαῖον καὶ τι-μῆς ἀπολαύει μείζονος.
[09574]
Ἀλλ' ὅμως πλείονος ἀπολαύει τιμῆς·
[09577]
Καὶ γὰρ ἐν οἰκείᾳ ὁ ἠτιμωμένος οἰκέτης οὐ μόνον οὐκ ἀπολαύει πλείονος θεραπείας, ἀλλ' οὐδὲ τῶν αὐτῶν ἀξιοῦται.
[09579]
νυνὶ δὲ πλείονος ἀπολαύει τιμῆς, καὶ τοῦτο τῆς τοῦ Θεοῦ σοφίας ἐργασαμένης.
[09708]
Πάλιν ἂν ὀφθαλμοί τι πάθωσι, πάντα ἀλγεῖ, καὶ πάντα ἐν ἀργίᾳ, καὶ οὔτε πόδες βαδίζουσιν, οὔτε χεῖρες ἐργάζονται, οὔτε γαστὴρ ἀπολαύει τῶν εἰωθό-των·
[09999]
οὗτος δὲ ὥσπερ ἐν λιμένι καθήμενος, βαθείας ἀπολαύει γαλήνης·
[09999]
Ἀλλ' ἀπολαύει τῆς ἐπιθυμίας ἐκεῖνος, φησὶν, οὗτος δὲ οὐκ ἀπολαύει.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0061057746
[03672]
Μὴ κατηγόρει τοῦ σώματος, ὃ τοσαύτης ἀπολαύει τιμῆς, ὃ τρέμουσι καὶ αἱ ἀσώματοι δυνάμεις.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0032811284
[01680]
τροφῆς ἀπολαύει οἵας καὶ ἡμεῖς;
[01682]
Ἀλλ' οὐκ ἀπολαύει·
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0883602917
[00482]
ὁ δὲ μηδαμοῦ κεχρημένος, αὐτὸς αὐτοῦ τῆς χρείας ἀπολαύει.
[04059]
ἐννόησον τίνων ἅπτεται, τίνων γεύεται, ποίας ἀπολαύει τροφῆς.
[04274]
οὐ τῆς αὐτῆς ἀπολαύει τραπέζης;
[04769]
Ὥσπερ τὸ τραῦμα, ἕως ἂν ἐμφωλεύῃ καλυπτόμενον ἄνωθεν, καὶ διὰ βάθους τρέχῃ, οὐδεμιᾶς ἀπολαύει τῆς ἐπιμελείας·
[05174]
Ὁ μέν ἐστι κωφὸς, ὁ δὲ ἄλαλος, ὁ δὲ πένης, ἕτερος μιαρὸς καὶ παμμίαρος, καὶ μυρίων γέμων κακῶν, χρημάτων ἀπολαύει, καὶ πόρνας τρέφει καὶ παρασίτους, καὶ λαμπρὰν οἰκίαν κέκτηται, καὶ βίον ἀπράγμονα ζῇ.
[06260]
μᾶλλον δὲ ἀδελφὸς ἐγένετο οὐ τοῦ κυρίου τοῦ ἑαυτοῦ, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τῶν αὐτῶν ἀπολαύει πάντων, καὶ λέγεις, Ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου;
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0470571280
[00310]
οἷον, ὁ βάσκανος δοκεῖ μὲν ἐπιβουλεύειν ἑτέρῳ, πρότερος δὲ αὐτὸς ἀπολαύει τῆς ἀδικίας, τηκόμενος καὶ φθειρόμενος, καὶ παρὰ πάντων μισούμενος.
[00324]
Ὁ γὰρ τίκτων καὶ τὸ καλὸν καὶ τὸ κακὸν, εἰκότως πρῶτος αὐτὸς ἀπολαύει·
[05985]
Εἶχέ τις γυνὴ πολλάκις ἀπὸ χρυσίου ὑφασμένον ἱμάτιον, καὶ τοῦτο τινάσσει, περιβάλλει λίνοις, τηρεῖ μετὰ ἀσφαλείας, τρέμει ὑπὲρ αὐτοῦ, καὶ οὐκ ἀπολαύει αὐτοῦ·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0979136407
[01112]
Ὁ μὲν γὰρ πένης παρ' ἑαυτῷ ἀπολαύει πάσης τῆς κατὰ ψυχὴν τρυφῆς, καὶ οὐδὲ τῆς ἔξωθεν αἰσθάνεται πενίας διὰ τὸν ἔνδον πλοῦτον·
[03842]
τὸ δὲ τοῦ Χριστοῦ μέλος, καὶ δι' ὃν ἐξ οὐρανοῦ παραγέγονε, καὶ τὸ τίμιον αἷμα ἐξέχεεν, οὐδὲ τῆς ἀναγκαίας ἀπολαύει τροφῆς διὰ τὴν πλεονεξίαν τὴν σήν.
[04314]
Ἀλλ' οὐχ ὁ χρημάτων καταφρονῶν τοιοῦτος, ἀλλὰ καὶ οὗτος πάλιν πολλῆς ἀπολαύει τῆς ἡδονῆς, ἐν ἀδείᾳ ζῶν καὶ μετὰ ἀσφαλείας ἁπάσης.
[04961]
καὶ ὁ μὲν συγγνώμης ἀπολαύει, ὁ δὲ κόλασιν δίδωσιν ὑπὲρ ὧν νοσεῖ.
[04967]
Κἂν γὰρ ἡμέρας γενομένης ἐκ τῆς κωμῳδίας ἐκείνης ἀναστὰς δόξῃ νήφειν, οὐδὲ τότε καθαρᾶς ἀπολαύει σωφροσύνης, ἔτι τῆς νεφέλης ἐκείνης τῆς ἀπὸ τοῦ χειμῶνος τῆς μέθης πρὸ τῶν ὀφθαλμῶν ἱσταμένης.
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0582530379
[00934]
Καὶ τί θαυμαστὸν, εἰ ἐν οἰκίᾳ τοσαύτης ἀπήλαυσε τιμῆς, ὅπου καὶ ἐν τῷ δεσμωτηρίῳ ὅρα αὐτὸν, ὅσης ἀπολαύει κηδεμονίας;
In illud Sufficit tibi gratia mea
Ante [Go Back]
000-00-00 Serial Number=0572580397
[00342]
Ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ὅταν ἔθνος πρὸς ἔθνος πρεσβεύῃ, ὁ πρεσβευτὴς ἀδείας ἀπολαύει τῷ νόμῳ τῆς πρεσβείας·
In sanctum pascha sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0639234543
[00024]
περαιου μένης δὲ τῆς πέμπτης, τὸ μὲν ἱερεῖον θύεται, ὁ δὲ θάνατος ὑπερβαίνει, ὁ δὲ σωθεὶς ἀπολαύει διηνεκοῦς φωτός, διά τε νυκτὸς ὅλης λαμπούσης σελήνης καὶ τοῦ ἡλίου τὴν σελήνην διαδεχομένου, τοῦτο γὰρ ἐν πεντεκαιδεκάτῃ καὶ πανσελήνῳ [9] γίνεται.
Quales ducendae sint uxores
Ante [Go Back]
[00427]
Καὶ σὺ τοίνυν ἄν τε νυμφίον, ἄν τε νύμφην ἐπιζητῇς, ταῦτα πρὸ τῶν ἄλλων ζήτει, εἰ θεοφιλής ἐστιν, εἰ πολλῆς ἄνωθεν ἀπολαύει τῆς εὐνοίας.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»