Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀρετὴ [213]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀρετὴ


000-00-00 Serial Number=0023731530
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00027]  Τοσαύτη γὰρ τῆς ψυχῆς ἡ ἀρετὴ, ὡς εἶναι ῥᾴδιον τῷ βουλομένῳ διατρίβειν μὲν ἐπὶ τῆς γῆς, ὥσπερ δὲ ἐν οὐρανῷ καθημένῳ μηδενὸς ἐπαισθάνεσθαι τῶν γινομένων ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0002822161
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01023]  [19.12] Οὐ γὰρ δὴ μόνον οἱ ὀρθῶς βιοῦντες, ἀλλὰ πολλοὶ καὶ τῶν περὶ τὰ θέατρα μεμηνότων καὶ ἱπποδρομίας προσεχόντων, ὑπὸ τοῦ ζήλου πυρὸς σφοδροτέρου πυρωθέντες, πᾶσαν ἐκείνην ἀπέθεντο τὴν μανίαν καὶ κατ' αὐτῶν τῶν ξιφῶν σχεδὸν ἐπήδησαν, πρὸς ἄρχοντας παρρησιαζόμενοι, βασάνων καταφρονοῦντες, ἀπειλῶν καταγελῶντες, δεικνύντες ὅσον ἰσχύει ἀρετὴ καὶ πῶς ἔνι τὸν σφόδρα ἀπολλύμενον, μετανοήσαντα καὶ μεταστάντα αὐτῆς ἅψασθαι τῶν οὐρανῶν τῆς ἁψῖδος.
000-00-00 Serial Number=0024473608
Ad illuminandos catecheses Ante [Go Back]  
 [00492]  Εἰ γὰρ σοφία ἀνθρώπου φωτίζει τὸ πρόσωπον, πολλῷ μᾶλλον ἀρετὴ γυναικὸς φωτίζει τὴν ὄψιν.
000-00-00 Serial Number=0020249248
Ad populum Antiochenum Ante [Go Back]  
 [01511]  Καίτοι πόσῳ βελτίων παράδεισος κοπρίας! ἀλλ' οὐδὲν ὠφέλησεν ἡ ἀρετὴ τοῦ χωρίου τὸν ἐνοικοῦντα.
 [01910]  Μεγάλη μὲν οὖν καὶ ἡ τῶν ἀνθρώπων τούτων ἀρετὴ, πολλῷ δὲ μείζων ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ ταύτην ἀπ' αὐτοῦ τοῦ μεγέθους τῆς ἀπειλῆς ἔστιν ἰδεῖν.
 [02272]  Τοσοῦτον ἀρετὴ καλὸν, ὅτι καὶ αὐτοὺς τοὺς πολεμίους ἔχει θαυμαστὰς καὶ ἐπαινέτας.
 [03774]  Καὶ τότε ἐμάνθανον πῶς εὔκολον ἡμῖν ἡ ἀρετὴ, ῥᾴδιόν τε καὶ εὐκατόρθωτον, καὶ ὅτι παρὰ τὴν ἡμετέραν ὀλιγωρίαν μόνον ἐπίπονος εἶναι δοκεῖ.
 [04764]  ἡ δὲ εὐσέβεια καὶ ἡ κατὰ ψυχὴν ἀρετὴ τοὐναντίον ἅπαν.
 [04913]  Οὐ τὸ μητρόπολιν εἶναι, οὐδὲ τὸ μέγεθος ἔχειν καὶ κάλλος οἰκοδομημάτων, οὐδὲ τὸ πολλοὺς κίονας, καὶ στοὰς εὐρείας καὶ περιπάτους, οὐδὲ τὸ πρὸ τῶν ἄλλων ἀναγορεύεσθαι πόλεων, ἀλλ' ἡ τῶν ἐνοικούντων ἀρετὴ καὶ εὐσέβεια, τοῦτο καὶ ἀξίωμα καὶ κόσμος καὶ ἀσφάλεια πόλεως, ὡς ἂν μὴ τοῦτο ᾖ, πάντων ἐστὶν εὐτελεστέρα, κἂν μυρίας παρὰ βασιλέων ἀπολαύῃ τιμῆς.
 [04935]  Ἵνα γὰρ μάθῃς ἀκριβῶς, ὅτι ἀρετὴ μόνη κοσμεῖ τοὺς ἐνοικοῦντας, οὐδέν σοι λέγω περὶ πόλεως, ἀλλ' ὃ πάσης πόλεώς ἐστι σεμνότερον, τὸν τοῦ Θεοῦ ναὸν τὸν ἐν Ἱεροσολύμοις εἰς μέσον ἐνεγκὼν τοῦτο ἀποδεῖξαι πειράσομαι.
 [04953]  Οὐ μέγεθος πόλεως, ἀλλὰ ψυχῆς ἀρετὴ κόσμος ἐστὶ καὶ ἀσφάλεια.
000-00-00 Serial Number=0038232386
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00758]  Οὐδὲ γὰρ δεῖται πολλῶν ἡμερῶν ἡ παρ' ἡμῖν ἀρετὴ, ἅτε δὴ θείᾳ βλαστάνουσα χάριτι, καὶ ὄψει πάντα τὰ εἰρημένα ἐπὶ τῶν πραγμάτων αὐτῶν δεικνύμενα·
000-00-00 Serial Number=0405852795
Catecheses ad illuminandos Ante [Go Back]  
 [00935]  Καθάπερ γὰρ τὸ ἡλιακὸν φῶς ταῖς οἰκείαις ἀκτῖσι καταυγάζει τῶν ὁρώντων τὰς ὄψεις, οὕτω καὶ ἀρετὴ πάντας τοὺς ὁρῶντας ἐπισπωμένη πρὸς τὴν ἑαυτῆς θέαν, εἰς δοξολογίαν κινεῖ τοῦ δεσπότου τοὺς εὖ φρονοῦντας.
000-00-00 Serial Number=0725782096
De Anna i Ante [Go Back]  
 [00097]  Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ οὐχ ἡ φύσις, ἀλλ' ἡ ἀρετὴ ποιεῖ πατέρας, αὐτοὶ συνομολογήσαιεν ἂν ἡμῖν οἱ γονεῖς.
 [00649]  Εἰ γὰρ καὶ ἄωρος ἡ ἡλικία, ἀλλ' ὥριμος ἦν αὐτῷ ἡ ἀρετὴ, καὶ τοῖς ἀναβαίνουσιν εἰς τὸν ναὸν διδάσκαλος πᾶσιν ἐγίνετο θεοσεβείας πολλῆς.
 [00843]  ἡ δὲ ἀρετὴ, βραχὺν μὲν τὸν πόνον, διηνεκὲς δὲ τὸ κέρδος μετὰ τῆς εὐφροσύνης.
 [00947]  οὐ γὰρ οὕτω τὸ πλῆθος τῶν ἀρχομένων, ὡς ἡ ἀρετὴ τῶν βασιλευομένων δείκνυσιν αὐτοῦ τὴν ἀρχήν·
 [01060]  Τὰς γὰρ ἑορτὰς οὐ τὸ πλῆθος, ἀλλ' ἡ ἀρετὴ τῶν συλλεγομένων ποιεῖν εἴωθεν·
000-00-00 Serial Number=0435122609
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00205]  Κῶμοι δὲ καὶ μέθαι καὶ πᾶσα ἡ λοιπὴ μανία καὶ αἰσχρότης ἐκβέβληται ἀντεισῆκται δὲ ἀντὶ τούτων ὅσα σεμνά, ὅσα ἁγνά, ὅσα δίκαια, ὅσα εὔφημα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος.
000-00-00 Serial Number=0487215817
De Christi divinitate Ante [Go Back]  
 [00278]  [48.812] σώματος, ἀλλὰ ψυχῆς ἀρετὴ, οὐκ ἐπιτρίμματα καὶ ὑπογραφαὶ, οὐδὲ χρυσίον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ σωφροσύνη καὶ ἐπιείκεια καὶ φόβος ἐρειδόμενος πρὸς Θεόν.
000-00-00 Serial Number=0228091955
De Davide et Saule Ante [Go Back]  
 [00256]  οὐκ εἰδὼς ὅτι λαμπρὸν καὶ ἐπίσημον οὐ περιφάνεια προγόνων, ἀλλὰ ψυχῆς ἀρετὴ ποιεῖν εἴωθεν.
000-00-00 Serial Number=0001496255
De Lazaro Ante [Go Back]  
 [00483]  ἀρετὴ γὰρ σώματος οὐ πολυσαρκία καὶ εὐεξία, ἀλλὰ τοσαύτας καὶ τοιαύτας φέρειν βασάνους.
 [00754]  ἡ γὰρ ἀρετὴ τοῦ ξενισθέντος καὶ τὸν μισόξενον καταναγκάζει πολλάκις πᾶσαν εὔνοιαν ἐπιδείξασθαι·
 [01246]  οὐδὲ γὰρ ἡμᾶς ἡ ἑτέρων ἀρετὴ ὠφελῆσαι τότε δυνήσεται.
 [02146]  Μάθε τί ποτε ἀρετὴ ἀνθρώπου, καὶ μὴ θορυβοῦ.
 [02256]  Ὥσπερ ἐκείνης ἡ ἀρετὴ οὐκ ὠφελεῖ σε μὴ ζηλοῦντα αὐτῆς τὴν ἀρετὴν, οὕτως οὐδὲ ἡ κακία αὐτῆς βλάπτει σε, ἐὰν μεταβάλῃς τὴν πονηρίαν.
000-00-00 Serial Number=0630685210
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00052]  ποία γὰρ ἀρετὴ τοῦτο;
000-00-00 Serial Number=0082412779
De corruptoribus virginum Ante [Go Back]  
 [00124]  ∆ιὸ πᾶσιν ὑμῖν τοῦτο γνωστὸν ἔστω, ὡς οὐδεμία ἀρετὴ τιμιωτέρα παρθενίας πέφυκεν εἰς πᾶν φυτὸν ἀρετῆς, ἀλλ' οὐδὲ ὁμοία ταύτης εὑρίσκεται, ἐὰν ὁ μονάζων ἐκεῖνος, ἢ ἡ παρθένος κατὰ διάνοιαν μὴ ἐκπορνεύσῃ·
000-00-00 Serial Number=0146846771
De cruce et latrone i Ante [Go Back]  
 [00215]  Εἶδες πόση ἀρετὴ τοῦ σημείου τοῦ σταυροῦ;
000-00-00 Serial Number=0382194698
De diabolo tentatore Ante [Go Back]  
 [00628]  Ὅτι ἐκ ῥᾳθυμίας ἡ κακία, καὶ ἀπὸ σπουδῆς ἡ ἀρετὴ, καὶ οὐδὲν οὔτε οἱ ἄνθρωποι πονηροὶ, οὔτε αὐτὸς ὁ διάβολος τὸν νήφοντα παραβλάψαι δύναται·
 [00648]  τοῖς κεκτημένοις ἐστὶν ὀλεθρία μόνοις, ἡ δὲ ἀρετὴ τοὐναντίον·
000-00-00 Serial Number=0327701211
De eleemosyna [4] Ante [Go Back]  
 [00059]  Βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, πῶς οὐδεμία ἀρετὴ συγκρίνεται αὐτῇ ἢ προτιμᾶται.
000-00-00 Serial Number=0724030793
De eleemosyna [5] Ante [Go Back]  
 [00006]  Οὐδεμία ἀρετὴ ἐξισχύει οὕτως ἐξαλεῖψαι ἁμαρτίας.
 [00022]  Καὶ βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, ὅτι οὐδεμία ἀρετὴ ἐγκρίνεται αὐτῆς.
000-00-00 Serial Number=0273994684
De fato et providentia Ante [Go Back]  
 [00058]  Ὡς εἰ ᾔδεσαν ὅτι οὐδὲν ἀγαθὸν ἐν τῷ παρόντι βίῳ, ἀλλ' ἢ ἀρετὴ μόνον, οὐ πλοῦτος, οὐ χρήματα, οὐχ ὑγίεια, οὐ δυναστεία, οὐκ ἄλλο οὐδὲν, καὶ ὡς οὐδὲν κακὸν ἐν τῷ παρόντι βίῳ, ἀλλ' ἢ κακία μόνον καὶ πονηρία καὶ διαστροφὴ ψυχῆς, οὐ πενία καὶ νόσος, καὶ ἐπήρεια, καὶ συκοφαντίαι, καὶ τὰ ἄλλα, ἃ νομίζεται εἶναι δεινὰ, οὐκ ἄν ποτε ταῦτα ἐφθέγξαντο, ἅπερ νῦν, οὐκ ἄν ποτε ἐν ἀθυμίᾳ διήγαγον, οὐκ ἄν ποτε ἐμακάρισαν οὓς ταλανίζειν ἐχρῆν, οὐκ ἄν ποτε ἐταλάνισαν οὓς μακαρίζειν ἔδει, οὐκ ἂν ὡς περὶ ὄντων τῶν ἀνθρώπων διέκειντο.
 [00062]  Εἶτα, ἐπὶ μὲν τῶν ἀλόγων ζώων, οἷς ἡ πᾶσα ἀρετὴ ἐν εὐεξίᾳ σώματος, βλαβερὸν τοῦτο·
 [00461]  ἀνῄρηται καὶ ἀρετὴ καὶ κακία, καὶ μάτην εἰς τὸν παρόντα τοῦτον βίον ὑπήχθημεν, μᾶλλον δὲ οὐ μάτην, ἀλλὰ καὶ ἐπὶ κακῷ.
 [00501]  εἰ γένεσίς ἐστιν, οὐκ ἔστιν ἀρετὴ, οὐκ ἔστι κακία·
000-00-00 Serial Number=0094745100
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00521]  Ἔστι δὲ ἐκείνου μὲν ἀρετὴ καὶ κακία·
 [00522]  ἀρετὴ μὲν σωφροσύνη καὶ ἐπιείκεια, κακία δὲ θρασύτης καὶ χαλεπότης·
 [00523]  τούτου δ' αὖ πάλιν ἀρετὴ μὲν σωφροσύνη, κακία δὲ ἀσέλγεια·
 [00524]  καὶ τοῦ λογιστικοῦ ἀρετὴ μὲν φρόνησις, κακία δὲ ἄνοια.
000-00-00 Serial Number=0158067584
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00272]  Μιμηταί μου γίνεσθε, περὶ ἀγάπης εὐθέως διαλέγεται, δεικνὺς ὅτι αὕτη μάλιστα ἡ ἀρετὴ ἐγγὺς εἶναι ποιεῖ Θεοῦ·
000-00-00 Serial Number=0578878939
De paenitentia sermo 2 Ante [Go Back]  
 [00269]  Οὐκ ἐμάθετε ἐκ τῶν πέντε μωρῶν παρθένων, ὅτι πᾶσα ἀρετὴ χωρὶς ἐλεημοσύνης οὐδὲν ὠφελεῖ;
000-00-00 Serial Number=0921608448
De perfecta caritate Ante [Go Back]  
 [00111]  Καὶ γὰρ εἰ τοῦτο δοθείη, πάντα συγχυθήσεται τὰ καθ' ἡμᾶς, καὶ οὔτε ἀρετὴ ἔσται τι, οὔτε κακία, οὐ τέχναι, οὐ νόμοι, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν.
000-00-00 Serial Number=0765429199
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00280]  Αὕτη γὰρ ἡ ἀρετὴ ἐκείνην δίδωσι τὴν τιμήν.
000-00-00 Serial Number=0555439115
De precatione [1] Ante [Go Back]  
 [00244]  Ὥσπερ γάρ τινος βασιλίδος εἰσιούσης εἰς πόλιν, πάντα τὸν πλοῦτον συνακολουθεῖν ἀνάγκη, οὕτω δὴ καὶ προσευχῆς εἰς ψυχὴν εἰσιούσης, πᾶσα ἀρετὴ συνεισέρχεται.
000-00-00 Serial Number=0408492863
De sancta pentecoste Ante [Go Back]  
 [00095]  [50.456] οὕτω Πέτρου φανέντος καὶ φωνὴν ἀφιέντος, ἠλαύνετο τὸ σκότος τῆς πλάνης, ἀνεχώρει διάβολος, ἐδραπέτευον δαίμονες, ἀνῄρητο παθήματα σωμάτων, ἐθεραπεύετο νοσήματα ψυχῶν, ἠλαύνετο κακία πᾶσα, ἀρετὴ πρὸς τὴν γῆν ἐπανήγετο.
 [00550]  οὕτω τοῦτον ἡ ἀρετὴ, καὶ μετὰ τὴν τελευτὴν πλέον διαλάμπειν ἐποίησε.
000-00-00 Serial Number=0617581129
De virginitate Ante [Go Back]  
 [01031]  Οὐ ταύτῃ δὲ μόνον ἡμῖν ἡ ἀρετὴ δυσκατόρθωτος ἀλλ' ὅτι κἂν ἀνεκτὸν ἦθος ἔχῃ ἡ συνοικοῦσα, ὁ δι' αὐτὴν καὶ τὰ ἔκγονα ἐκείνης περιρρέων ἡμᾶς φροντίδων ὄχλος οὐδὲ μικρὸν ἀναβλέψαι πρὸς τὸν οὐρανὸν συγχωρεῖ, πάντοθεν ὥσπερ τις ἴλιγγος περιστρέφων καὶ βαπτίζων ἡμῶν τὴν ψυχήν.
 [01851]  Ὅτι οὔτε τὸν Ἀβραὰμ ὁ γάμος τοιοῦτον ἐποίησεν οὔτε ἡ παρθενία τὰς ἀθλίας ἐκείνας ἀπώλεσεν, ἀλλὰ καὶ τὸν πατριάρχην ἡ λοιπὴ τῆς ψυχῆς ἀρετὴ λαμπρὸν ἀπέδειξε καὶ ταύτας ἡ λοιπὴ κακία τοῦ βίου τῷ πυρὶ παρέδωκεν.
000-00-00 Serial Number=0373067796
De virtute animi Ante [Go Back]  
 [00002]  Ὅτι πάντων ἡ κατὰ ψυχὴν ἀρετὴ προτιμοτέρα.
000-00-00 Serial Number=0895853400
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00494]  Ἀλλ' εἰ ἔδωκε πρὸ τῆς αἰτήσεως, οὐκ ἂν ἐφάνη τῆς γυναικὸς ἡ προθυμία, οὐκ ἂν γέγονεν ἡ ἀρετὴ αὐτῆς δήλη, οὐκ ἂν τοσοῦτον ἐντεῦθεν ἐκτήσατο μισθόν.
 [02574]  Ὥσπερ γὰρ ἐπὶ τῆς κιθάρας, ὅταν ὦσι φθόγγοι ἀπαλοὶ καὶ μαλθακοὶ καὶ μὴ διατεταμένοι καλῶς, καὶ ἡ τῆς τέχνης ἀρετὴ ὑποτέμνεται, ἀναγκαζομένη δουλεύειν τῇ κακίᾳ τῶν νευρῶν·
 [02874]  Τίς γὰρ ἀρετὴ ὀφθαλμῶν;
 [02876]  Καὶ τίς ἀρετὴ λύχνου;
 [05082]  ἐντεῦθεν καὶ εὐχὴ καὶ νηστεία καὶ πᾶσα ἄλλη ἀρετὴ τὰ νεῦρα ἔχει.
 [06159]  Ἀλλὰ πάντων τούτων εὐκολωτέρα ἡ ἀρετὴ, ἐὰν βουλώμεθα καὶ εἰς αὐτὸν τὸν οὐρανὸν ἀναβῆναι.
 [06162]  Εἰ δὲ βούλει μαθεῖν, ὡς οὐκ ἔστιν ἐπίπονος ἡ ἀρετὴ, οὐδὲ δυσκατόρθωτος, ἐννόησόν μοι τοὺς ἐν τοῖς ὄρεσιν ἡσυχάζοντας·
 [06217]  οὕτως ᾠκονόμησε κατὰ ταὐτὸν ἅπαντας εἶναι, καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς ἀναμεμῖχθαι, ἵνα καὶ τῶν πονηρῶν ἡ κακία ἐκκόπτηται, καὶ τῶν ἀγαθῶν ἡ ἀρετὴ λαμπροτέρα δείκνυται, καὶ τὰ μέγιστα κερδάνωσιν οἱ ῥᾴθυμοι, εἰ βούλονται, ἀπὸ τῆς τῶν σπουδαίων συνουσίας.
 [06245]  Εἰ γὰρ οὐκ ἀρκεῖ εἰς σωτηρίαν ἡμῖν ἡ καθ' ἡμᾶς αὐτοὺς ἀρετὴ, ἀλλὰ δεῖ καὶ ἑτέρους ἔχοντας ἀπελθεῖν, ὅταν μήτε ἑαυτοὺς μήτε ἑτέρους διασώσωμεν, τί πεισόμεθα;
 [06290]  Ἔστι μὲν οὖν καὶ καθ' ἑαυτὴν ἡ ἀρετὴ θαυμαστή·
 [06292]  Οὐ γὰρ ὁ τόπος τὴν ἀρετὴν, ἀλλ' ἡ ἀρετὴ πέφυκε τὸν τόπον σεμνύνειν.
 [09635]  Οὐ γὰρ ἀρκεῖ μία μόνον ἀρετὴ παραστῆσαι τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας ἡμᾶς, ἀλλὰ πολλῆς δεῖ καὶ ποικίλης καὶ παντοδαπῆς καὶ πάσης αὐτῆς.
 [09659]  ἐκεῖ γὰρ ἡ ἀρετὴ πᾶσα ἀκέραιος ἦν, καὶ οὐδὲν ἐλέλειπτο, ἀλλ' ἐπειδὴ περὶ τὴν ἐργασίαν ὀκνηρὸς γέγονεν, εἰκότως ἐξεβάλλετο.
000-00-00 Serial Number=0147259772
Epistula ad Cyriacum Ante [Go Back]  
 [00630]  Ὅτι γὰρ οὐ τοῦτο αἴτιον ἦν τοῦ φίλτρου, ἀλλ' ἡ ἀκμάζουσα τῆς ψυχῆς ἀρετὴ καὶ τῆς ἡλικίας ἀκμαιοτέρα οὖσα δῆλον ἐκ τοῦ Βενιαμίν.
000-00-00 Serial Number=0371251106
Epistula ad episcopos Ante [Go Back]  
 [00009]  Τοιοῦτον γὰρ ἀρετὴ, καὶ παρὰ τοῖς πολεμοῦσιν αὐτὴν θαυμάζεται·
000-00-00 Serial Number=0452145755
Epistulae Ante [Go Back]  
 [00839]  Ἐπεὶ καὶ τοιοῦτον ἡ ἀρετὴ, καὶ τοιοῦτον ἡ κακία·
 [01797]  Ἐπεὶ καὶ τοιοῦτον ἡ ἀρετὴ, καὶ τοιοῦτον ἡ κακία·
 [03348]  ἡ γὰρ σὴ τιμὴ τῆς ψυχῆς σού ἐστιν ἡ ἀρετὴ, καὶ οὔτε ἔμπροσθέν σέ τις αὐτὴν ἀφελέσθαι ἴσχυσεν, οὔτε νῦν ἀποδέδωκεν πῶς γὰρ τὴν μὴ ἀφαιρεθεῖσαν;·
 [03385]  Αὕτη καὶ ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ ἐστὶ τῶν ἀγαθῶν, ἀρετὴ πόνον οὐκ ἔχουσα, ἀρετὴ ἡδονῇ συγκεκληρωμένη, καὶ πολλὴν φέρουσα τοῖς γνησίως αὐτὴν μετιοῦσι τὴν εὐφροσύνην.
000-00-00 Serial Number=0888355851
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00985]  Ὅτι γὰρ οὐ τοῦτο αἴτιον ἦν τοῦ φίλτρου, ἀλλὰ ἡ ἀκμάζουσα τῆς ψυχῆς ἀρετὴ καὶ τῆς ἡλικίας ἀκμαιοτέρα οὖσα, δῆλον ἐκ τοῦ Βενιαμίν.
 [01126]  Βαβαί, πηλίκον ἐστὶν ἡ ἀρετὴ καὶ τῶν παρόντων ὑπεροψία πραγμάτων·
 [01307]  Μάθε πῶς καὶ ἐν τῇ ἀρετῇ καὶ πρὸ τῶν ἐπάθλων αὐτὴ ἑαυτῆς ἔπαθλον ἡ ἀρετὴ γίνεται.
000-00-00 Serial Number=0730543435
Expositiones in Psalmos Ante [Go Back]  
 [00502]  Καὶ τοῦτο δὲ οὐ μικρὰ ἀρετὴ, τὸ ἐπ' αὐτῷ θαῤῥεῖν, καὶ ἐπ' αὐτῷ πεποιθέναι.
 [01551]  ἡ δὲ ἀρετὴ, κἂν μεμονωμένη τύχῃ, πάντων ἐστὶ δυνατωτέρα·
 [01704]  [55.86] Ποία γὰρ ἀρετὴ τὸ μὴ γενέσθαι πατραλοίαν, ὅπερ οὐδὲ ἐν τοῖς θηρίοις ἴδοι τις ἄν;
 [01885]  Μεγάλη δὲ ἀρετὴ τοῦ δικαίου, ὅταν τοὺς αὐτοὺς ἐχθροὺς ἔχῃ τῷ Θεῷ καὶ τοὺς αὐτοὺς φίλους·
 [02350]  Ὁρᾷς πῶς εὔκολον ἡ ἀρετὴ, δύσκολον δὲ ἡ κακία;
 [03363]  ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ ἀνθρώπινα πάντα σκιᾶς ἀδρανέστερα, καὶ ὅτι οὐδὲν ἡμῖν οὕτως οἰκεῖον ὡς ἀρετὴ, τὰ δὲ ἄλλα πάντα φύλλοις ἔοικεν ἔξωθεν προσκειμένοις.
 [03364]  Ὅτι γὰρ ἀρετὴ οἰκεῖον, δῆλον ἐντεῦθεν.
 [04069]  ∆ύσκολον μὲν ἀρετὴ, καὶ δυσκατόρθωτον καὶ καθ' ἑαυτὸ, μάλιστα δὲ, ὅταν ἐν σπάνει τῶν ἀγαθῶν ἀνδρῶν ὁ ἐργαζόμενος ᾖ.
 [05126]  ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ ἀνθρώπινα πάντα σκιᾶς ἀδρανέστερα, καὶ ὅτι οὐδὲν ἡμῖν οὕτως οἰκεῖον ὡς ἀρετὴ, τὰ δὲ ἄλλα πάντα φύλλοις ἔοικεν ἔξωθεν προσκειμένοις.
 [05127]  Ὅτι γὰρ ἀρετὴ οἰκεῖον, δῆλον ἐντεῦθεν.
 [05832]  ∆ύσκολον μὲν ἀρετὴ, καὶ δυσκατόρθωτον καὶ καθ' ἑαυτὸ, μάλιστα δὲ, ὅταν ἐν σπάνει τῶν ἀγαθῶν ἀνδρῶν ὁ ἐργαζόμενος ᾖ.
000-00-00 Serial Number=0189027071
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04872]  Μεγάλη ἡ ἀρετὴ, ὅταν ἐπιστρέψαντος Θεοῦ ἐπιστρέφωμεν.
 [05369]  καίτοι μεγίστη ἀρετὴ προφήτου, ὅταν μὴ μόνον προλέγῃ τὰ φορτικὰ, ἀλλὰ καὶ διέξοδον εὑρίσκει τῶν δεινῶν.
000-00-00 Serial Number=0545937002
Fragmenta in Job Ante [Go Back]  
 [00359]  Τί δέ ἐστιν ἀρετὴ ἀνθρώπου;
000-00-00 Serial Number=0215624690
Fragmenta in Proverbia Ante [Go Back]  
 [00709]  ὅτι τὸ ἐναντίον συμβαίνει, ἵνα μὴ ἀναγκαστὴ ἡ ἀρετὴ ᾖ.
 [00756]  ἡ μὲν ἀρετὴ τὸν ἑαυτῆς κοσμεῖ ἡ δ' αὖ κακία, τὸν κακὸν ἐφύβριστον ἔτι ποιεῖ.
 [01041]  [64] β.] Ἀδύνατος γὰρ οὖσα συνυπάρχειν, ὡς ἐναντία τῇ κακίᾳ ἡ ἀρετὴ, ἐν τῷ παρεῖναι, ταύτῃ πεσεῖται.
000-00-00 Serial Number=0172809184
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00047]  ∆ιά τοι τοῦτο οὐδὲ ἁπλῶς ἐν ἀλλοτρίῳ σώματι, ἀλλ' ἐν τῷ τοῦ παιδὸς αὐτὸν εἶδεν, ἔνθα μετὰ τῆς τοῦ πράγματος φύσεως ἡ τυραννὶς χαλεπωτέραν ἐποίει τὴν ὀδύνην, καὶ μετὰ τῆς φύσεως ἡ ἀρετὴ τοῦ παιδὸς, καὶ μετὰ τῆς ἀρετῆς τὸ τῆς ἡλικίας ἄνθος·
000-00-00 Serial Number=0840013027
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00281]  Ἂν γὰρ τοῦτο ποιῶμεν, πάντα ἔσται σύγχυσις καὶ ταραχὴ καὶ πραγμάτων διαστροφὴ, καὶ οὔτε ἀρετὴ ἔσται τι, οὔτε κακία·
000-00-00 Serial Number=0909629524
In Acta apostolorum Ante [Go Back]  
 [02576]  Τοιοῦτον γὰρ ἡ ἀρετὴ, ἀρχὴν λαβοῦσα πρόεισι, καὶ οὐδαμοῦ ἵσταται.
 [04040]  Εἰ γὰρ καὶ αὐτοὶ μετριάζοντες τούτῳ τὸ πᾶν λογίζονται, λέγοντες ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ ταῦτα ποιεῖν, ἀλλὰ καὶ ὁ βίος καὶ ἡ ἀρετὴ τῶν ἀνδρῶν τοῦτο πεποίηκε.
 [05802]  Ἂν ὁ κύων σαίνῃ μὲν τὰ πρόβατα, ἀγριαίνῃ δὲ κατὰ τῶν ἔξω καὶ ἀγρυπνῇ, τοῦτο ἀρετὴ κυνός·
 [09976]  ἀλλὰ καὶ ἐντεῦθεν τῶν ἀποστόλων ἡ ἀρετὴ δείκνυται.
 [09999]  Οὐκ ἔσται δύσκολος ἡμῖν ἡ ἀρετὴ λοιπὸν, ἐὰν ἐκείνους ῥυθμίσωμεν.
 [09999]  Ὅλως δὲ ἡ ἀρετὴ ἀγγέλους ποιεῖ·
 [09999]  ἔστιν οἰκονομία ἀρετὴ καὶ τὸ οἰκονομικὸν εἶναι·
 [09999]  Αὕτη διδασκάλου ἀρετὴ, ὅταν τῶν οἰκείων κατορθωμάτων μάρτυρας ἔχῃ τοὺς μαθητευομένους.
 [09999]  Πάλιν, ἔστι μεγαλοψυχία ἀρετὴ, καὶ παρυφέστηκεν αὐτῇ ἀσωτία·
 [09999]  Ἡ τελεία γὰρ αὕτη ἀρετὴ, ὅταν μηδὲ ἀνθρώποις διδῶμεν λαβὰς, καὶ παρὰ Θεῷ σπουδάζωμεν εἶναι ἀπρόσκοποι.
000-00-00 Serial Number=0424595952
In Genesim sermones Ante [Go Back]  
 [00667]  Ὁρᾷς πῶς πάλιν δείκνυσι ψιλὸν ὄνομα τὴν δουλείαν οὖσαν, ὅταν ἀρετὴ παρῇ;
 [00686]  Θέασαι πῶς αὐτοὺς ἡ ἀρετὴ αἰχμαλώτους ὄντας βασιλικωτέρους ἐποίησε τοῦ βασιλέως, καὶ ὑψηλότερον αὐτῶν ἔδειξε τὸ φρόνημα.
000-00-00 Serial Number=0895748913
In Isaiam Ante [Go Back]  
 [00933]  οὕτω καὶ τοῖς δαίμοσι καὶ τοῖς ὑπ' ἐκείνων πλανωμένοις ἡ πονηρία μὲν καὶ τὰ παράνομα ἅπαντα συνήθη καὶ φίλα, ἐχθρὰ δὲ ἡ ἀρετὴ καὶ τὰ τοῦ φωτὸς ἔργα, καὶ λαμψάντων αὐτῶν, εὐθέως σκοτίζονται, οὐ δεομένου τοῦ ἐν ἀρετῇ ζῶντος πόνου τινὸς καὶ καμάτου.
000-00-00 Serial Number=0871633291
In Joannem Ante [Go Back]  
 [01265]  ἀγγέλου δὲ ἀρετὴ, τὸ μηδὲν ἴδιον εἰπεῖν Τὸ δὲ, Ἐγένετο, ἐνταῦθα οὐ τῆς εἰς τὸ εἶναι παρόδου δηλωτικὸν, ἀλλὰ τῆς ἀποστολῆς ἐστιν αὐτῆς.
 [03413]  Οἷς μὲν γὰρ ἔμελλεν ἐκ πρώτης ἡλικίας ἡ ἀρετὴ διαλάμπειν, ἐκεῖθεν τὰ ὀνόματα ἐλάμβανον·
000-00-00 Serial Number=0463450372
In Kalendas Ante [Go Back]  
 [00056]  Ἀλλ' ἡμᾶς ἀποπηδᾷν χρὴ, καὶ σαφῶς εἰδέναι ὅτι οὐδὲν κακὸν, ἀλλ' ἁμαρτία μόνον, καὶ οὐδὲν ἀγαθὸν, ἀλλ' ἀρετὴ μόνον, καὶ τὸ διὰ πάντων ἀρέσκειν Θεῷ.
 [00130]  Οἰκεῖος γὰρ ἡμῶν κόσμος καὶ πλοῦτος οὐκ οἰκέται καὶ ἱμάτια καὶ ἵπποι, ἀλλὰ ψυχῆς ἀρετὴ, καὶ πλοῦτος ἀγαθῶν ἔργων, καὶ ἡ πρὸς τὸν Θεὸν παῤῥησία.
000-00-00 Serial Number=0067088485
In Psalmos 101-107 Ante [Go Back]  
 [01805]  Ἐκάλυψενοὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
000-00-00 Serial Number=0306406081
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00106]  Οὔτε γὰρ ἡ πολιὰ ἀρετὴ, οὔτε ἡ νεότης κακία.
 [00116]  Οὔτε γὰρ ἐν τῇ διαφορᾷ τῆς ἡλικίας ἡ ἀρετὴ καὶ ἡ κακία, ἀλλ' ἐν τῇ διαφορᾷ τῆς γνώμης·
000-00-00 Serial Number=0875257492
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00484]  ἰσχύει γὰρ καὶ πλῆθος, ὅταν καὶ ἀρετὴ ᾖ.
 [01415]  Τοῦτο ἀρετὴ μαθητῶν, τοῦτο ἀρετὴ διδασκάλων, τὸ οὕτως ἐκείνους εὐηνίους εἶναι, τὸ οὕτως αὐτὸν ῥυθμίζειν αὐτούς.
 [01716]  Αὕτη μεγίστη ἀρετὴ, τὸ πάντα τῷ Θεῷ ἀνατιθέναι, τὸ μηδὲν οἰκεῖον εἶναι νομίζειν, τὸ μηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν, ἀλλὰ πρὸς τὸ τῷ Θεῷ δοκοῦν·
 [01907]  Μαθητῶν γὰρ ἀρετὴ τὸν διδάσκαλον εἴωθε κοσμεῖν καὶ συνιστᾷν πάσης μᾶλλον ἐπιστολῆς.
 [03893]  Θερμὴ γάρ ἐστιν ἡ ἀρετὴ καὶ ζέουσα.
 [07554]  Τοσοῦτόν ἐστιν ἀρετὴ, οὕτως ἀθάνατον ἔχει τὴν μνήμην, οὕτω καὶ ἀπὸ ῥημάτων μόνων καταπλήττει τοὺς ἀντικειμένους αὐτῇ.
000-00-00 Serial Number=0995790660
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00913]  Ὅτι εἰ καὶ μὴ ἡ οἰκεία ἀρετὴ, ἀλλ' ἡ συμφωνία πολλὴν ἔχει τὴν ἰσχύν.
 [00982]  Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι εἰ καὶ ἀρκεῖ ἡ ἀρετὴ καὶ μόνη σῶσαι, ἀλλ' ὅμως χρὴ διαρκῆ τε αὐτὴν εἶναι, καὶ μέχρι τοῦ ἐλθεῖν ἡμᾶς εἰς ἐσχάτας ἀναπνοὰς ἡμῖν συμπαρεῖναι.
000-00-00 Serial Number=0090428948
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00530]  Μὴ γὰρ ὁ βίος τοῦ ἱερέως, μὴ γὰρ ἡ ἀρετὴ τοσοῦτόν τι συντελεῖ;
 [02119]  οἷον, ἀγαθὸν ἡ ἀρετὴ, κακὸν ἡ φαυλότης, ἀδιάφορα πλοῦτος, πενία, ζωὴ, θάνατος.
 [02127]  Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον κακία, ὅτι ἀδιάφορα νόσοι, πενία, ἐπιβουλαὶ, συκοφαντίαι, καὶ ὅσα τοιαῦτα·
 [02129]  εἰ δέ τινες καὶ εὖ πάσχουσιν, ἵνα μὴ ἡ ἀρετὴ δόξῃ μισητὴ εἶναι·
 [02201]  οἷον, ἀγαθὸν ἡ ἀρετὴ, κακὸν ἡ φαυλότης, ἀδιάφορα πλοῦτος, πενία, ζωὴ, θάνατος.
 [02209]  Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον κακία, ὅτι ἀδιάφορα νόσοι, πενία, ἐπιβουλαὶ, συκοφαντίαι, καὶ ὅσα τοιαῦτα·
 [02211]  εἰ δέ τινες καὶ εὖ πάσχουσιν, ἵνα μὴ ἡ ἀρετὴ δόξῃ μισητὴ εἶναι·
 [02818]  Οὐδὲ γὰρ μερίζεται ἡ ἀρετὴ, οὐ μειοῦται οὐδὲ ἡ εὐσέβεια, οὐδὲ ἡ βασιλεία τῶν οὐρανῶν.
 [02819]  Τότε αὔξεται ἡ ἀρετὴ, ὅταν ἁρπάσῃς·
000-00-00 Serial Number=0625300705
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01887]  οἷον, ὅτι ἀθάνατος ἡ ψυχὴ, καὶ ὅτι ἡ ἀρετὴ οὐδενὸς δεῖται τῶν ἔξωθεν, καὶ ὅτι οὐκ ἀνάγκης οὐδὲ εἱμαρμένης τὸ γενέσθαι καλοὺς, ἢ μὴ τοιούτους.
 [04085]  Ἀλλ' ἡ μὲν ἀρετὴ, φησὶν, ἐπαχθὴς καὶ φορτικὴ, τῇ δὲ κακίᾳ ἡδονὴ συγκέκραται πολλή·
 [06918]  Καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσον καὶ κατὰ φύσιν ἡμῖν ἐστιν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν ἡ πονηρία, ὥσπερ οὖν τὸ νοσεῖν καὶ ὑγιαίνειν.
 [09239]  Τὸ γὰρ διαφέρον ἡμῖν, ἀρετὴ καὶ φιλοσοφία.
 [09999]  Ἀλλ' οὐχ ἡ ἀρετὴ, ἀλλ' ἡδονὴν μόνον καὶ ἀσφάλειαν·
000-00-00 Serial Number=0001825571
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01238]  καθολικῶς δὲ πᾶσα ἁμαρτία ἀκαθαρσία, καὶ πᾶσα ἀρετὴ καθαρότης·
 [01252]  ὅπερ ἀεὶ λέγω, τὸ ἐνώπιον τοῦ Θεοῦ (αὕτη γὰρ ἡ ἀρετὴ εἰλικρινής), οὐκ ἐνώπιον ἀνθρώπων.
 [01396]  Εἰς δύο γὰρ ταῦτα ἀρετὴ διῄρηται, εἰς τὸ ἐκκλίνειν ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθόν.
 [01821]  Ἐν γὰρ τοῖς βασιλείοις ἐκείνοις οὐ πλοῦτος, οὐκ εὐγένεια, οὐκ ἄλλο οὐδὲν, ἀλλ' ἀρετὴ ζητεῖται μόνον·
000-00-00 Serial Number=0616330564
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00028]  [καὶ πάλιν, Τὰς νεωτέρας, φησὶν, ὡς ἀδελφάς.] Ὅταν γὰρ ᾖ ἀρετὴ, πάντα περιττὰ, καὶ οὐδὲν ἐμποδὼν γένοιτ' ἄν.
 [00498]  Τοῦτο τὸ ἄρωμα οὐ γῆ ἀναδίδωσιν, ἀλλ' ἀρετὴ τίκτει, οὐ μαραίνεται, ἀλλ' ἀνθεῖ·
 [00957]  Εἰπὲ γάρ μοι, τίς ἀρετὴ ὀφθαλμῶν;
 [00960]  Τίς ἀρετὴ λύχνου;
 [02397]  Ἀρετὴ μόνον οἶδεν ἡμῖν συναποδημεῖν, ἀρετὴ μόνη διαβαίνει πρὸς τὴν ζωὴν τὴν ἐκεῖ.
000-00-00 Serial Number=0478076816
In epistulam ad Colossenses Ante [Go Back]  
 [00702]  εἰ Θεὸς οὐκ ἔστιν, ἁπλῶς ἅπαντα φέρεται, οὐδὲν ἀρετὴ, οὐδὲν κακία.
 [01385]  ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ πολλὴ ἡ ἐπιείκεια, πολλὴ ἡ ἀρετὴ πανταχοῦ καταπεφύτευται.
 [04044]  Ἡ γὰρ [62.386] ἑκάστου ἀρετὴ τότε φαίνεται, ὅταν πρὸς τὸ ἐπιτήδειον ἔργον ἄγηται·
000-00-00 Serial Number=0964554369
In epistulam ad Ephesios Ante [Go Back]  
 [00136]  Οὐδένα γὰρ ἂν ἔσωσεν ἡ ἀρετὴ, τῆς ἀγάπης μὴ οὔσης.
 [00469]  Ὁρᾷς ὅτι κατὰ φύσιν μὲν ἡ ἀρετὴ, παρὰ φύσιν δὲ ἡ κακία, καθάπερ ἡ νόσος καὶ ἡ ὑγεία;
 [01036]  Οὐ γὰρ ἀρκεῖ μία μόνον ἀρετὴ παραστῆσαι τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας ἡμᾶς, ἀλλὰ πολλῆς ἡμῖν δεῖ καὶ ποικίλης καὶ παντοδαπῆς, καὶ πάσης αὐτῆς.
 [01059]  Ἐκεῖ γὰρ πᾶσα ἡ ἀρετὴ ἀκέραιος ἦν, καὶ οὐδὲν ἐλέλειπτο·
 [01356]  Οὐκοῦν ἐν τούτῳ ἡ ἀρετὴ τοῦ σώματος, ἐν τῷ εἴκειν τῇ ψυχῇ, ἐπεὶ καθ' ἑαυτὴν οὔτε καλὴ οὔτε κακή.
 [02721]  Ἔνθα δὲ ἀρετὴ, τὸ ἐναντίον ποιεῖ·
 [02727]  ἀπὸ γὰρ ἀγάπης ἡ ἀρετὴ, καὶ ἀπὸ ἀρετῆς ἡ ἀγάπη.
 [02736]  ὅτι δὲ ἀπὸ ἀγάπης ἡ ἀρετὴ, Ὁ ἀγαπῶν τὸν πλησίον, νόμον ἐπλήρωσε, φησίν.
 [03703]  ∆ικαιοσύνη δὲ, ἡ καθολικὴ ἀρετὴ λέγεται.
 [03752]  Οὐκ ἔστιν ἡ ἀρετὴ ἐπίπονος, οὐκ ἔστι δυσκατόρθωτος.
 [04666]  Πολλοῖς δὲ καὶ ἀρετὴ τὸ πρᾶγμα εἶναι δοκεῖ·
 [05109]  Τοσούτου δὲ ἔνδοθεν ὄντος φωτὸς, οὐδὲ δυσκατόρθωτος ἡμῖν λοιπὸν ἔσται ἡ ἀρετὴ, ἀλλὰ ῥᾳδία καὶ εὔκολος.
 [06214]  Τοῦτο γάρ ἐστιν ὅμοιον, ἡ τῆς ψυχῆς ἀρετὴ, ὅταν ἀγαθοὺς εἶναι παιδεύσωμεν τοὺς παῖδας, ὅταν ἀοργήτους, ὅταν ἀμνησικάκους·
 [06222]  οὐ γὰρ ἀρκεῖ ἡμῖν ἡ οἰκεία ἀρετὴ πρὸς σωτηρίαν.
 [06224]  δῆλον ὅτι οὐκ ἀρκεῖ ἡ οἰκεία ἀρετὴ εἰς σωτηρίαν, ἀλλὰ δεῖ καὶ τῆς ἑτέρου.
 [06237]  Ὥστε οὐκ ἀνὴρ μόνον, οὔτε γυνὴ, οὔτε παιδία, ἀλλὰ καὶ οἰκετῶν ἀρετὴ συντελεῖ εἰς σύστασιν καὶ πρόστασιν οἰκίας.
 [07018]  ἀλλ' εἰ ἔδωκε πρὸ τῆς αἰτήσεως, οὐκ ἂν ἐφάνη τῆς γυναικὸς ἡ προθυμία, οὐκ ἂν γέγονεν ἡ ἀρετὴ αὐτῆς δήλη, οὐκ ἂν τοσοῦτον ἐκτήσατο μισθόν.
000-00-00 Serial Number=0727472782
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02052]  οὗτοι γὰρ ἀλλήλοις ἀντίκεινται, ἡ ἀρετὴ καὶ ἡ κακία, οὐχ ἡ ψυχὴ καὶ τὸ σῶμα.
000-00-00 Serial Number=0459164321
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00326]  οὕτω δὴ καὶ κακία καὶ ἀρετὴ, ὅθεν ἂν ἐξίῃ, ἐκεῖνον καὶ εὐφραίνει καὶ ἀπόλλυσι.
 [05102]  ἀλλὰ πάντων τούτων εὐκολωτέρα ἡ ἀρετὴ, ἐὰν θέλωμεν, καὶ τὸ εἰς τὸν οὐρανὸν ἀναβῆναι·
 [05267]  φαρμάκου γὰρ ἀρετὴ τὸ ἅπαξ ἐπιτεθῆναι, καὶ μὴ πολλάκις·
 [05583]  Ἐὰν γὰρ ἀρετὴ παρῇ, ἅπας ὁ τῆς οἰκουμένης πλοῦτος οὐδὲ πηλὸς, οὐδὲ κάρφος ἐστὶ πρὸς αὐτήν.
 [05618]  τὴν παῤῥησίαν γὰρ ἀρετὴ δίδωσι καὶ τοῦ Θεοῦ φόβος, οὐ τὰ χρήματα·
 [06918]  Ἡ πρώτη ἀρετὴ, καὶ ἡ πᾶσα ἀρετὴ τὸ ξένον εἶναι τοῦ κόσμου τούτου καὶ παρεπίδημον, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὰ ἐνταῦθα πράγματα, ἀλλὰ ἀπηρτῆσθαι αὐτῶν ὥσπερ ξένων, καθάπερ οἱ μακάριοι [63.166] μαθηταὶ ἐκεῖνοι, περὶ ὧν φησι·
 [06942]  τοιοῦτον δέ ἐστιν ἡ ἀρετὴ, ὡς καὶ παρ' ἐκείνων θαυμάζεσθαι τῶν μὴ ζηλούντων αὐτήν.
 [07841]  Πλὴν ἴδωμεν ὅση ἡ ἀρετὴ τῶν ἁγίων.
 [08240]  ποία γὰρ ἀρετὴ ἀνδράποδα ἔχειν πολλά;
 [08618]  Καθάπερ γὰρ ἐπὶ νευρᾶς, ὅταν ὦσιν οἱ φθόγγοι ἁπαλοὶ καὶ μαλακοὶ, καὶ μὴ [63.207] διατεταμένοι καλῶς, καὶ ἡ τῆς τέχνης ἀρετὴ ὑποτέμνεται, ἀναγκαζομένη δουλεύειν τῇ μαλακίᾳ τῶν νευρῶν·
 [08684]  Τοιοῦτον γὰρ ἡ ἀρετὴ, τοιοῦτον ἡ κακία·
 [09832]  αὕτη γὰρ ἡ μεγίστη ἀρετὴ, ποιεῖν ἐνώπιον τοῦ Θεοῦ τὸ εὐάρεστον·
000-00-00 Serial Number=0140249372
In epistulam ad Philemonem Ante [Go Back]  
 [00189]  Οἴμοι! πόσης μὲν ἀπολαύομεν φιλανθρωπίας! πόσην δὲ ἐπιδεικνύμεθα κακίαν, πόσον ὕπνον, πόσην νωθείαν! πῶς εὔκολον ἡ ἀρετὴ καὶ πολλὴν ἔχον ὠφέλειαν! πῶς ἐργῶδες ἡ κακία! ἡμεῖς δὲ τὸ οὕτως ἐλαφρὸν ἀποφυγόντες διώκομεν τὸ μολύβδου βαρύτερον.
 [00345]  Ἐνταῦθα καὶ ἡ ἀρετὴ πολλή.
000-00-00 Serial Number=0656015217
In epistulam ad Philippenses Ante [Go Back]  
 [01258]  Ἄρα μεγάλη ἀρετὴ τοῦτό ἐστι.
 [02747]  Τοσαύτη ὑμῶν ἡ ἀρετὴ, ὡς μὴ ὑμᾶς σώζειν μόνον, ἀλλὰ καὶ ἐμὲ λαμπρὸν ποιεῖν.
 [03436]  οὕτω καὶ ἐνταῦθα, εὐκολώτερον μᾶλλον διὰ τῆς πενίας ἡ ἀρετὴ κατορθοῦται.
 [04008]  Πανταχοῦ γὰρ ἡ ἀρετὴ λάμπει, καὶ ἀκαταγώνιστός ἐστι, καὶ οὐδὲν ταύτην ἐμποδίσαι δύναται.
 [04416]  Λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·
 [04427]  Εἴ τις ἀρετὴ, καὶ [62.285] εἴ τις ἔπαινος.
 [04451]  Πῶς δὲ ἐχθρὸν ἡμῶν ἡ κακία, καὶ φίλον ἡ ἀρετὴ, πολλαχόθεν δῆλον·
 [04476]  Ταῦτα πάντα ἐξετάσωμεν, καὶ εὑρήσομεν, ὅτι ἡ μὲν ἀρετὴ, καθάπερ μήτηρ ὄντως φιλόστοργος, ἐν ἀσφαλείᾳ καθίστησιν·
 [04492]  Ἐπειδὴ εἶπεν, Ὅσα εὔφημα, ἵνα μὴ νομίσῃς, ὅτι τὰ παρὰ ἀνθρώποις ἁπλῶς φησιν, ἐπήγαγεν, Εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ταῦτα πράττετε.
 [04508]  Τοῦτο ἀρετὴ, τοῦτο μεῖζον ἀνθρωπίνου λογισμοῦ, τοῦτο Θεοῦ ἐγγὺς εἶναι ποιεῖ.
000-00-00 Serial Number=0869154692
In epistulam ad Romanos Ante [Go Back]  
 [04289]  Μὴ γὰρ τοῦτο δὴ ἴδωμεν, ὅτι ἐπίπονον ἡ ἀρετὴ, ἀλλ' ὅτι κατορθωθῆναι δυνατόν·
 [04292]  εἰς γὰρ θάνατον αὕτη καταστρέφει, καθάπερ ἡ ἀρετὴ εἰς ζωὴν ἡμᾶς χειραγωγεῖ.
 [04790]  Ὅτι γὰρ νῦν εὐκολωτέρα ἡ ἀρετὴ γέγονε, διὸ καὶ πολλὴ ἡ ἐπίτασις τῆς φιλοσοφίας, κατάμαθε πῶς μὲν, ἡνίκα ὁ νόμος ἐκράτει, τὰ τῶν ἀνθρώπων διέκειτο πράγματα, πῶς δὲ νῦν, ἐπειδὴ ἡ χάρις ἔλαμψεν.
 [06284]  ἐκεῖ μὲν γὰρ κἂν ἡ ἀρετὴ, κἂν ἡ κακία διέκρινεν·
 [07649]  ἔνθα δὲ ἀγαπητοὶ, οὐδὲν πρὸς αὐτοὺς ἡ τῶν προγόνων ἀρετὴ, ἐὰν μὴ πιστεύσωσιν.
 [07886]  Οἱ γὰρ μηδὲ αὐτὸ τοῦτο, ὅ τι ποτέ ἐστιν ἀρετὴ εἰδότες, ἀλλὰ τὴν κακίαν ἀντὶ ταύτης θαυμάζοντες, καὶ τὴν πόρνην ἀντὶ τῆς σώφρονος γυναικὸς ἑαυτοῖς συγκατακλείοντες, πότε δυνήσονται ἀποστῆναι τοῦ παρόντος αἰῶνος;
 [08906]  ὅτε δὲ περὶ τῆς ἀρετῆς, οὐκέτι ἔργα, ἀλλ' ὅπλα, δεικνὺς ὅτι ἐν πάσῃ ἀσφαλείᾳ καθίστησιν [60.624]ἀρετὴ τὸν ἔχοντα αὐτὴν, καὶ ἐν πάσῃ λαμπρότητι.
 [09999]  ἀλλ' ὅμως πάντα ἀπέκρυψεν ἡ ἀρετὴ, καὶ ὑπὲρ τὸν ἥλιον αὐτοὺς ἔδειξε·
000-00-00 Serial Number=0635925233
In epistulam ad Titum Ante [Go Back]  
 [00105]  Ἡ γὰρ τοῦ κήρυκος ἀρετὴ ἐν τῷ πᾶσιν εἰπεῖν ἐστι τὸ γεγονὸς, οὐκ ἐν τῷ προσθεῖναί τινα καὶ ἀφελεῖν.
 [00967]  πάντων γὰρ κρατεῖ καὶ πάντων ἡ ἀρετὴ περιγίνεται.
000-00-00 Serial Number=0054546714
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00155]  Εἰ τοίνυν καὶ ὁ πλοῦτος ἦν ἀρετὴ, ἔδει τὸν ἔχοντα τὸν πλοῦτον ἐνάρετον εἶναι καὶ λέγεσθαι·
 [00156]  εἰ δὲ οὐ πάντως ὁ πλούσιος ἐνάρετος, οὐκ ἀρετὴ, οὐδὲ καλὸν ὁ πλοῦτος ἁπλῶς, ἀλλὰ παρὰ τὴν γνώμην τοῦ χρωμένου τοῦτο γίνεται.
000-00-00 Serial Number=0829382956
In illud Ne timueritis Ante [Go Back]  
 [00200]  Βέλτιον γὰρ ἡ ἀρετὴ τῆς κακίας, ἀδελφοί.
000-00-00 Serial Number=0850272179
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00241]  ἀλλὰ ἀπὸ τῆς προσηγορίας ἐκείνης, ἀφ' ἧς ἡ κακία ἢ ἡ ἀρετὴ δίδωσιν.
000-00-00 Serial Number=0438910663
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00127]  ἀρετὴ ἐδιώκετο, καὶ κακία ἐνηβρύνετο·
000-00-00 Serial Number=0656576753
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00162]  εἰ μὴ δικαιοσύνη καὶ ἀρετὴ ἦν, οὐκ ἂν μισθὸν ἔθηκεν αὐτῇ ὁ Θεός.
000-00-00 Serial Number=0240333855
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00041]  καλὸν ἡ ἀρετὴ, κακὸν ἡ πονηρία·
000-00-00 Serial Number=0216296434
Quales ducendae sint uxores Ante [Go Back]  
 [00062]  Ἀλλ' ἴδωμεν μή ποτε τὸ κάλλος τῆς νύμφης ἐπεσπάσατο τὸν νυμφίον, καὶ ἡ ἀρετὴ τῆς ψυχῆς.
000-00-00 Serial Number=0794207036
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00106]  Τοιοῦτον γὰρ ἡ ἀρετὴ, πρᾶγμα ἀθάνατον, καὶ ὑπὲρ τὸν ἥλιον λάμπον.
000-00-00 Serial Number=0480580211
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00013]  τί ποτέ ἐστιν ἀνθρωπίνη ἀρετὴ καὶ τί τὸ λυμαινόμενον ταύτην·
 [00047]  Τί οὖν ἐστιν ἀρετὴ ἀνθρώπου;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»