Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀρκεῖν [63]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀρκεῖν


000-00-00 Serial Number=0914002120
Ad Innocentium papam i Ante [Go Back]  
 [00041]  Ὃς καὶ πρεπόντως αὐτοῦ ποιῶν τῇ εὐσεβείᾳ, ἔπεμψε πρὸς αὐτὸν πάλιν καλῶν αὐτὸν ἐξ Αἰγύπτου, καὶ τοὺς μετ' αὐτοῦ πάντας, ὥστε δοῦναι λόγον τῶν γεγενημένων, καὶ μὴ τὰ ἀδίκως οὕτως ἐκ μιᾶς μοίρας, καὶ ἀπόντων ἡμῶν τολμηθέντα, καὶ παρὰ τοσούτους κανόνας, νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν ἑαυτῷ.
000-00-00 Serial Number=0842142224
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00930]  Πρὸς δὲ τούτοις καὶ ἀπὸ τῆς χώρας οἱ τῶν πόλεων ἄρχοντες ἄνδρας καὶ ῥώμῃ σώματος τῶν ἄλλων διαφέροντας καὶ ἀκοντίῳ καὶ σφενδόνῃ τοσοῦτον δυναμένους ἀρκεῖν, ὅσον τοῖς βέλεσι μὲν οἱ τοξόται, οἱ δὲ ὁπλῖται τοῖς δόρασι, τούτους συντάξαντες, καὶ ἄρχοντας αὐτοῖς ἐπιστήσαντες, εἰς οὐδὲν ἕτερον ἀπησχόλησαν, ἀλλὰ μόνον τὴν τῶν ὁδῶν ἐπέτρεψαν φυλακήν.
000-00-00 Serial Number=0351117909
Adversus Judaeos Ante [Go Back]  
 [01878]  Ὁρᾶτέ μοι τὴν φωνὴν ἀσθενεστέραν γενομένην, καὶ πρὸς τοσοῦτον πάλιν μῆκος ἀρκεῖν οὐ δυναμένην·
000-00-00 Serial Number=0381502867
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01662]  ἀλλ' ὅμως οὐ διακελεύεσθε λῦσαι τὴν ζώνην, ἢ μηδὲ τὴν ἀρχὴν ἐπιβῆναι τῶν βασιλείων, ἀλλὰ πάντα πραγματεύεσθε, ὡς μηδέποτε αὐτοὺς τῆς ἐκεῖθεν διατριβῆς ἐκπεσεῖν, ἀρκεῖν ἡγούμενοι τὸ καὶ ἐν τοῖς μέσοις ἀριθμουμένους ὁρᾷν.
000-00-00 Serial Number=0305911958
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00286]  Μὴ δὴ πάντα ῥίψαντες ἁπλῶς καὶ καταπατήσαντες ἀρκεῖν ἡγώμεθα πρὸς ἀπολογίαν ἡμῖν, ἐὰν εἴπωμεν ὅτι θοἰμάτιον ἐπριάμεθα παρθένῳ καὶ ὑποδήματα, καὶ τὰ ἄλλα τὰ κατὰ τὴν σωματικὴν ἀνάπαυσιν εὖ διεθήκαμεν.
000-00-00 Serial Number=0423492789
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00204]  [44] Ἡμεῖς δὲ καθάπαξ τὴν ὑμετέραν ἀλογίαν καὶ παρανομίαν μισήσαντες τοὺς μὲν ἀργοῦντας καὶ διὰ τοῦτο πεινῆν ἀναγκαζομένους οὐ τρέφομεν ἀλλ' ἐργαζομένους καὶ ἑαυτοῖς καὶ ἑτέροις ἀρκεῖν πείθομεν, τοὺς δὲ ἀναπήρους τῷ σώματι γενομένους παρὰ τῶν ἐχόντων τῆς ἀναγκαίας μόνον συγχωροῦμεν ἀπολαύειν τροφῆς.
 [00655]  οὐ τῷ πλήθει μόνον οὐδὲ τῷ πάντα ὁμοῦ γίνεσθαι καὶ ἐφεξῆς καὶ κατὰ πόδας τῶν τολμημάτων ὡς ἐπὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων ποτὲ ἀλλὰ τῷ καὶ καθ' ἑαυτὰ τοιαῦτα εἶναι τὰ δεικνύμενα τέρατα ὡς μὴ δεῖσθαι ἕτερον ἑτέρου πρὸς τὴν τῶν ὁρώντων ἐπιστροφὴν ἀλλ' ἀρκεῖν ἕκαστον αὐτῶν καὶ καθ' ἑαυτὸ τοῦτο ἐργάσασθαι.
000-00-00 Serial Number=0585825980
De Christi precibus Ante [Go Back]  
 [00302]  Καὶ ἡμεῖς δὲ αὐτοὶ μὴ τὴν πίστιν μόνην ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν νομίζωμεν, ἀλλὰ καὶ πολιτείας ἐπιμελώμεθα, καὶ βίον ἄριστον ἐπιδειξώμεθα, ἵν' ἑκατέρωθεν ἡμῖν ἀπηρτισμένα ᾖ τὰ τῆς ὠφελείας.
000-00-00 Serial Number=0991099358
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00067]  Ἵνα δὲ μηδεὶς νομίσῃ τοῦτο μόνον ἀρκεῖν, τὸ πρὸς θάνατον ἑτοίμους εἶναι εἰσὶ γὰρ καὶ λῃσταὶ καὶ γόητες τοιοῦτοι καὶ μιαιφόνοι πάντες, διὰ τοῦτο προσέθηκε·
000-00-00 Serial Number=0785960376
De diabolo tentatore Ante [Go Back]  
 [00941]  Εἰ δὲ ἀρκεῖν τοῦτο εἰς παράκλησιν νομίζεις, δυνήσῃ δὲ καὶ αὐτὸς ταύτην τὴν παραμυθίαν ἔχειν.
000-00-00 Serial Number=0306833863
De fato et providentia Ante [Go Back]  
 [00243]  Πάντα οὖν ὑπὲρ τούτου πραγματευσώμεθα, πάντα ὑπὲρ τούτου πράττωμεν, τοὺς κύνας, τοὺς λύκους ἀπελαύνοντες, μηδὲ ἀρκεῖν ἡγώμεθα ἡμῖν τὴν ἡμετέραν αὐτῶν σωτηρίαν.
000-00-00 Serial Number=0215343773
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00114]  ∆ιὰ τοῦτο οὐδὲ τὴν κτίσιν αὐτὴν τὴν ὁρωμένην, ἀλλ' οὐδὲ τὴν νοητὴν ἐνόμισεν ἀρκεῖν εἰς παράστασιν τῆς ἀγάπης καὶ τοῦ ζήλου, ἀλλὰ καὶ ἑτέραν οὐκ οὖσαν ἐζήτει, ὥστε ἐνδείξασθαι ὅπερ ἤθελε καὶ ἐπεθύμει.
000-00-00 Serial Number=0513922930
De sacerdotio Ante [Go Back]  
 [00354]  {ΒΑΣ.} Εἶτα ἀρκεῖν οἴει, φησί, πρὸς τὴν τῶν πλησίον διόρθωσιν τὴν τῆς ἀγάπης δύναμιν;
 [00724]  ἐγὼ δὲ οὐχ ἡγοῦμαί ποτε ταύτην αὐτῷ τὴν μεγαλοψυχίαν ἀρκεῖν μόνον, ἀλλὰ δεῖ μὲν αὐτὴν πρὸ τῶν ἄλλων ἔχειν χωρὶς γὰρ ταύτης λυμεὼν ἂν εἴη μᾶλλον ἢ προστάτης καὶ λύκος ἀντὶ ποιμένος , μετὰ δὲ αὐτῆς καὶ ἑτέραν ζητεῖν εἰ κεκτημένος τυγχάνοι.
 [01303]  Ἐγὼ μὲν γὰρ καὶ τὴν Μωϋσέως καὶ τὴν Ἠλίου παρρησίαν οὐδέπω πρὸς τὴν τοσαύτην ἱκετηρίαν ἀρκεῖν ἡγοῦμαι.
 [01498]  Τῆς μὲν ἀθυμίας ἕνεκεν ἀρκεῖν οἶμαι·
000-00-00 Serial Number=0233358800
De virginitate Ante [Go Back]  
 [00027]  Καὶ δεῖξαι βουλόμενος πῶς σφόδρα μικρὸν καὶ εὐτελὲς καὶ οὐδεμιᾶς τιμῆς ἄξιον τὸ μὴ τοῖς ἀδελφοῖς ἀπεχθάνεσθαι, τὸ τούτου πολλῷ πλέον θεὶς τὸ ἀγαπᾶν αὐτοὺς καὶ φιλεῖν, οὐδὲ τοῦτο ἔφησεν ἡμῖν ἀρκεῖν πρὸς τό τινος ἀξιωθῆναι τιμῆς.
 [01053]  Ὁ μὲν γὰρ Χριστὸς οὐδὲ τὸ τοῖς οἰκείοις ἀποτάξασθαι πᾶσι πρὸς ἀρετὴν ἡμῖν ἀρκεῖν φησιν, ἂν μὴ καὶ ἡμᾶς αὐτοὺς μισήσωμεν.
000-00-00 Serial Number=0167031169
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01976]  Μετὰ ἐνιαυτὸν τῆς μεταλήψεως μετέχων οἴει ἀρκεῖν σοι πρὸς καθαρισμὸν τῶν ἁμαρτημάτων τοῦ παντὸς χρόνου, καὶ πάλιν ἑβδομάδος παρελθούσης ἐκδίδως σαυτὸν τοῖς προτέροις;
 [02691]  Εἰ δὲ ἀρκεῖν τοῦτο εἰς παράκλησιν νομίζεις, δυνήσῃ δὴ καὶ αὐτὸς ταύτην τὴν παραμυθίαν σχεῖν.
 [07150]  Οὐ γὰρ ἐνόμιζεν αὐτῷ ἀρκεῖν εἰς ἀρετὴν, εἰ μὴ καὶ ὑπερακοντίσειεν τὰ προστάγματα.
 [09229]  ∆ιὰ τοῦτο οὐδὲ τὴν κτίσιν αὐτῷ τὴν ὁρωμένην, ἀλλ' οὐδὲ τὴν νοητὴν ἐνόμισεν ἀρκεῖν εἰς παράστασιν τῆς ἀγάπης καὶ τοῦ ζήλου, ἀλλὰ καὶ ἑτέραν οὐκ οὖσαν ἔπλασε τῷ λόγῳ, ὥστε ἐνδείξασθαι ὅπερ ἠθέλησε καὶ ἐπεθύμει.
000-00-00 Serial Number=0277574122
Expositiones in Psalmos Ante [Go Back]  
 [01719]  Οὐ γὰρ ἐνόμιζεν ἀρκεῖν εἰς ἀρετὴν, εἰ μὴ καὶ ὑπερακοντίσειε τὰ προστάγματα.
 [06706]  Τὸ γὰρ μὴ νομίσαι τοῦ ἰατροῦ τὸ πρόσταγμα ἀρκεῖν, ἀλλὰ δεηθῆναι χειρὸς, τῆς ἀσθενείας ἦν τοῦ θεραπευομένου.
 [06715]  ἐπειδήπερ αὐτὸν οὐχ εἵλκυσεν εἰς τὴν οἰκίαν ὁ ἑκατόνταρχος, ἀλλ' ἔφησεν ἀρκεῖν αὐτοῦ τὸ πρόσταγμα.
000-00-00 Serial Number=0648765087
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00110]  Οὐκοῦν ὅταν λέγῃ, Καὶ αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, μὴ νομίσωμεν ἡμῖν ἀρκεῖν εἰς σωτηρίαν τὸ λεγόμενον·
000-00-00 Serial Number=0114232719
Homilia in martyres Ante [Go Back]  
 [00050]  τοσοῦτον γὰρ αὐτοῦ τὸ σκότος, ὡς μὴ ἀρκεῖν αὐτῷ τὰς ἀκτῖνας εἰς τὸ λῦσαι τὸν ζόφον ἐκεῖνον.
000-00-00 Serial Number=0918208241
In Acta apostolorum Ante [Go Back]  
 [02551]  Εἰ γὰρ μηδὲ ἁπλῶς ἐπιβῆναι δυνατὸν ἦν αὐτῷ τὸ πρότερον, καὶ ταῦτα τοῦ λιμοῦ καταναγκάζοντος (οὐ γὰρ ἂν εἵλετο πρὸς τοὺς βαστάζοντας διανέμεσθαι τὰ τῆς ἐλεημοσύνης, ἑαυτῷ δυνάμενος ἀρκεῖν), πολλῷ μᾶλλον τότε.
 [09999]  Καὶ προσλαμβάνουσί τινας, ἐπειδὴ οὐκ ἐνόμισαν ἑαυτοὺς ἀρκεῖν πρὸς τὴν στάσιν οἱ Ἰουδαῖοι, καὶ ἐπειδὴ οὐκ εἶχον αἰτίαν εὔλογον.
 [09999]  Ἵνα γὰρ μὴ νομίσῃ τις τοῦτο ἀρκεῖν εἰς ἀπολογίαν, τὸ εἶναι μαθητὴν, καὶ μὴ ὑπείκειν, διὰ τοῦτο, ∆ιαμαρτύρομαι, εἰπὼν, ἐπήγαγεν·
000-00-00 Serial Number=0092646420
In Ecclesiasten Ante [Go Back]  
 [00199]  Ἐνταῦθα πάλιν αὐτοῦ τὴν σοφίαν θαυμάζει, ὅτι οὕτως διαρκὲς καὶ ἀνελλιπὲς αὐτοῦ τὸ ἔργον ὡς πανταχοῦ ἀρκεῖν.
000-00-00 Serial Number=0247737646
In Isaiam Ante [Go Back]  
 [02571]  Ἡ γὰρ πυροὺς καὶ κριθὰς φέρουσα γῆ, τῶν ἀνθρώπων ἐρημωθεῖσα, δαψιλῆ παρέξει νομὴν τοῖς προβάτοις καὶ οὕτω δαψιλῆ, ὡς διὰ τὴν εὐθηνίαν τῆς τοιαύτης τραπέζης ἀρκεῖν καὶ δύο πρόβατα καὶ δάμαλιν μίαν πηγὰς τῷ κεκτημένῳ παρέχειν γάλακτος.
000-00-00 Serial Number=0434746683
In Joannem Ante [Go Back]  
 [01782]  [59.77] πητοὶ, μηδὲ ἡμεῖς νομίζωμεν ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν τὴν πίστιν.
 [05541]  Οὐκοῦν καὶ ὅταν λέγῃ, Αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, μὴ νομίσωμεν ἀρκεῖν ἡμῖν εἰς σωτηρίαν τὸ λεγόμενον.
 [05549]  Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθέν φαμεν ἀρκεῖν τὴν πίστιν εἰς σωτηρίαν μόνην.
000-00-00 Serial Number=0854371428
In Psalmum 118 Ante [Go Back]  
 [00017]  Οὐκ ἀμελεῖ δὲ οὐδὲ τῆς τῶν δογμάτων ἀκριβείας, ἀλλὰ ταῖς ἠθικαῖς ὑποθήκαις καὶ τὴν περὶ τούτων διδασκαλίαν προστίθησιν, ὡς ἀρκεῖν τοῦτον τὸν ψαλμὸν καὶ τοὺς τῆς τελείας ἀρετῆς ἐφιεμένους ἐν αὐτῇ τελειῶσαι, καὶ τοὺς ῥᾳστώνῃ συζῶντας πρὸς σπουδὴν διεγεῖραι, καὶ ψυχαγωγῆσαι τοὺς ἀθυμοῦντας, καὶ ῥυ θμίσαι τοὺς ῥᾳθυμοῦντας, καὶ ἁπαξαπλῶς παντοδαπὴν θεραπείαν ἐνθεῖναι τοῖς ποικίλοις τῶν ἀνθρώπων παθή μασι.
000-00-00 Serial Number=0841041625
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03128]  Μὴ τοίνυν νόμιζε τὴν ἐκ τοῦ σώματος ἀποδημίαν ἀρκεῖν·
 [03131]  οὕτω καὶ ἀποδημίαν δείξας, ἵνα μὴ νομίσῃς αὐτὴν ἀρκεῖν σοι πρὸς σωτηρίαν, τὸ, [61.470] Εὐαρέστους δεῖ εἶναι, προσέθηκεν.
 [05126]  Καὶ δοκῶν ἐγκωμιάζειν τοῦτον, ἐκείνους ἐπαίρει, δεικνὺς οὕτω περὶ αὐτὸν διακειμένους, ὡς ἀρκεῖν εἰς τιμῆς ὑπόθεσιν παρ' αὐτοῖς τὸ κοινωνὸν αὐτοῦ τινα φαίνεσθαι.
000-00-00 Serial Number=0581897736
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01876]  Καὶ γὰρ ἔδωκεν αὐτὴν ὁ Θεὸς, ἵνα μανθάνῃ καὶ δέχηται τὸ παρ' αὐτοῦ, οὐχ ἵνα ἑαυτῇ αὐτὴ ἀρκεῖν νομίζῃ.
 [02211]  Μὴ γάρ μοι τὸ μὴ πλεονεκτεῖν μόνον, μηδὲ τὸ μὴ πορνεύειν ἀρκεῖν εἰς τοῦτό σοι νόμιζε, ἀλλὰ χρὴ πάντα συνδραμεῖν τῷ ζητοῦντι τἀληθές.
 [03018]  οὐδὲ γὰρ ἑαυτὸν ἀρκεῖν φησι πρὸς τὴν τοιαύτην ἀκρίβειαν.
 [09999]  Ὡς ὅ γε νομίζων ἀρκεῖν αὐτὸ ἑαυτῷ, οὐχ οὕτως αὐτὸ ἐγκω-μιάζει, ὡς καθαιρεῖ, οὐκ ἀφιεὶς αὐτὸ λάμψαι καλῶς διὰ τῆς ἑρμηνείας.
000-00-00 Serial Number=0944229305
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00916]  Ἐν σώματι δοξάζει ὁ μὴ πορνεύων, ὁ μὴ μεθυσκόμενος, ὁ μὴ γαστριζόμενος, ὁ μὴ καλλωπιζόμενος, ὁ τοσαύτην αὐτοῦ ποιούμενος πρόνοιαν, ὅσον πρὸς ὑγείαν ἀρκεῖν μόνον, ὁ μὴ μοιχεύων, ἡ μὴ μυριζομένη, ἡ μὴ χρώματι διαγράφουσα τὸ πρόσωπον, ἡ ἀρκουμένη τῇ πλάσει τοῦ Θεοῦ, καὶ μηδὲν ἐπιτεχνωμένη.
 [01058]  Εἶτα, ἵνα μή τις νομίσῃ ἀρκεῖν τοῦτο, τί φησιν;
 [01145]  Ἡμεῖς δὲ οὕτως ἀνοήτως διακείμεθα καὶ ἀθλίως, ὅτι μυρία διαπαντὸς ἐργαζόμενοι τοῦ ἐνιαυτοῦ κακὰ, τοῦ μὲν ἀποδύσασθαι ἐκεῖνα οὐδεμίαν ποιούμεθα φροντίδα, νομίζομεν δὲ ἀρκεῖν τὸ μὴ συνεχῶς κατατολμᾷν καὶ ἐπιπηδᾷν ὑβριστικῶς τῷ σώματι τοῦ Χριστοῦ, οὐκ ἐννοοῦντες ὅτι καὶ οἱ τὸν Χριστὸν σταυρώσαντες ἅπαξ ἐσταύρωσαν.
 [03020]  Πολλοὶ νομίζουσιν ἀρκεῖν ἑαυτοῖς πρὸς σωτηρίαν τὴν οἰκείαν ἀρετήν·
000-00-00 Serial Number=0040034890
In epistulam ad Colossenses Ante [Go Back]  
 [04152]  Τὸ εὐμήχανον τοῦ Θεοῦ τὸν ἕνα εἰς δύο διεῖλε παρὰ τὴν ἀρχὴν, καὶ θέλων δεῖξαι ὅτι μετὰ τὸ διαιρεθῆναι καὶ εἷς μένει, οὐκ ἀφῆκεν ἕνα ἀρκεῖν πρὸς τὴν γέννησιν.
000-00-00 Serial Number=0391717255
In epistulam ad Ephesios Ante [Go Back]  
 [00110]  Ἵνα τοίνυν μὴ, ἀκούσας, ὅτι Ἐξελέξατο, τὴν πίστιν ἀρκεῖν νομίσῃς μόνον, καὶ τὸν βίον προστίθησι·
000-00-00 Serial Number=0856872797
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02414]  οὗτος δὲ δυνάμενος, ἐὰν θέλῃ, ἀρκεῖν ἑαυτῷ, ποίας ἂν τύχοι συγγνώμης, μὴ βουλόμενος, ὅταν ἁρπάζῃ μᾶλλον τοῦ γέροντος, ὅταν μνησικακῇ, ὅταν ἐξουθενῇ, ὅταν μὴ προΐστηται μᾶλλον τοῦ γέροντος, ὅταν πολλὰ φθέγγηται ἀκαίρως, ὅταν ὑβρίζῃ, ὅταν λοιδορῆται, ὅταν μεθύῃ;
 [05344]  Εἰπέ μοι, παρακαλῶ, μετ' ἐνιαυτὸν τῆς μεταλήψεως μετέχων, τὰς τεσσαράκοντα ἡμέρας οἴει ἀρκεῖν σοι πρὸς καθαρμὸν τῶν ἁμαρτημάτων παντὸς τοῦ χρόνου;
000-00-00 Serial Number=0588298261
In epistulam ad Romanos Ante [Go Back]  
 [01810]  Ὅπερ δεικνὺς καὶ αὐτὸς, τοὺς πατέρας τῶν τοιούτων ἐπεισήγαγε δογμάτων Ἕλληνας, ἀρκεῖν ἡγούμενος εἰς κατηγορίαν τῶν εἰρημένων, τὴν ποιότητα τῶν προσώπων τῶν ταῦτα λεγόντων.
 [01831]  Ὅπερ δεικνὺς καὶ αὐτὸς, τοὺς πατέρας τῶν τοιούτων ἐπεισήγαγε δογμάτων Ἕλληνας, ἀρκεῖν ἡγούμενος εἰς κατηγορίαν τῶν εἰρημένων, τὴν ποιότητα τῶν προσώπων τῶν ταῦτα λεγόντων.
 [01960]  Ὁ γὰρ ὑπόδικος κυρίως ἂν ἐκεῖνος λέγοιτο, ὁ μὴ δυνάμενος ἀρκεῖν ἑαυτῷ πρὸς ἀπολογίαν, ἀλλὰ τῆς ἑτέρου δεόμενος βοηθείας·
 [06757]  Πῶς γὰρ οὐκ ἀτιμότερος ὁ τῆς παρ' ἐκείνων δεόμενος εὐφημίας, καὶ μὴ νομίζων ἀρκεῖν σεαυτῷ, εἰ μὴ τὴν παρ' ἑτέρων δόξαν λάβοις;
 [07709]  Μὴ τοίνυν κατορθώμασι πατέρων θαῤῥῶμεν, ἀλλὰ, κἂν θαυμαστὸν ἔχῃς τὸν γεγεννηκότα, μὴ νομίσῃς ἀρκεῖν σοι τοῦτο εἰς σωτηρίαν, ἢ εἰς τιμὴν καὶ δόξαν, ἐὰν μὴ συγγενὴς αὐτῷ γένῃ κατὰ τοὺς τρόπους·
 [08399]  τουτέστιν, Μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς.
 [08403]  Οὐδὲν γὰρ οὕτως ἀπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νομίζειν τινὰ ἀρκεῖν ἑαυτῷ·
 [09580]  Καὶ γὰρ στάδιον ὁ παρὼν βίος, καὶ μυρίους πάντοθεν ὀφθαλμοὺς ἔχειν δεῖ, μηδὲ νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν.
000-00-00 Serial Number=0950845599
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00399]  Ποῦ ἤμελλεν ἀρκεῖν τοῖς ἔξω, τοῖς ἔσω, ταῖς μάστιξι, ταῖς λύπαις, τῇ θαλάσσῃ, τοῖς κινδύνοις, τοῖς δεσμωτηρίοις, ταῖς ἀπαγωγαῖς, τηγάνοις, ἐπιβουλαῖς, δήμοις, βασιλεῦσιν, οἰκείοις, ἀλλοτρίοις, ψευδαδέλφοις ἐπιβουλεύουσιν, ἀδελφοῖς ἀσθενοῦσιν, ἀλλοτρίοις ἀπερχομένοις, τοῖς οἰκείοις, τοῖς σκελιζομένοις;
000-00-00 Serial Number=0380232394
In parabolam de filio prodigo Ante [Go Back]  
 [00122]  ἀλλὰ καὶ ἐν τοῖς τῆς μετανοίας ἀγαθοῖς ἄσωτος ὢν, οὐδὲ ἐνόμισεν αὐτῷ πρὸς τὸ πλῆθος τῶν ἁμαρτηθέντων τὴν τοσαύτην φιλανθρωπίαν πρὸς τὴν τελείαν σωτηρίαν ἀρκεῖν·
000-00-00 Serial Number=0978485584
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00354]  Οὐκ ἐνόμισαν ἀρκεῖν αὐτοῖς εἰς ἀπολογίαν τὴν ἀνάγκην οὐδὲ τὴν τυραννίδα τοῦ τὴν πόλιν ἔχοντος, ἀλλὰ πάντα μηχανῶνται καὶ πραγματεύονται, ὥστε τὴν ἁμαρτίαν φευγεῖν, καίτοι πανταχόθεν προδεδομένοι.
 [00407]  Ταῦτ' οὖν εἰδότες καὶ τὰ τούτοις ἐοικότα συλλέγοντες ἀπὸ τῶν θείων Γραφῶν πολλὰ γὰρ ἔστιν εὑρεῖν τοιαῦτα ὑποδείγματα καὶ ἐφ' ἑτέρων διαφόρων προσώπων μήτε δυσκολίαν καιρῶν ἢ πραγμάτων, μήτε ἀνάγκην καὶ βίαν καὶ δυναστείαν τῶν τυραννούντων νομίζωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν, ἡνίκα ἂν πλημμελῶμεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»