Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀσεβείας [169]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀσεβείας


000-00-00 Serial Number=0780542374
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00513]  Καὶ τί ταύτης τῆς ἀσεβείας ἴσον;
000-00-00 Serial Number=0229154766
Ad populum Antiochenum Ante [Go Back]  
 [01449]  Ὁ δὲ Θεὸς αὐτῷ δὴ τούτῳ πρὸς ἀναίρεσιν τῆς ἀσεβείας ἐχρήσατο, καὶ πῶς, ἐγὼ λέγω.
 [01452]  Βουλόμενος τοίνυν ὁ Θεὸς πρόῤῥιζον ἀνελεῖν τῆς ἀσεβείας τὴν ὑπόθεσιν, συνεχώρησεν αὐτῷ τῷ τρόπῳ τῆς κολάσεως ταύτης, ἵνα κατ' ὀφθαλμοὺς τῶν θεραπευόντων αὐτὸ πάντων τοῖς αὐτοῦ δούλοις τὰ νικητήρια δῷ, διὰ τῶν ἔργων αὐτῶν πείσας αὐτοὺς, ὅτι οἱ τῶν Ἑλλήνων θεοὶ οὐχὶ τὸν Θεὸν μόνον, ἀλλὰ καὶ τοὺς τοῦ Θεοῦ δούλους δεδοίκασι.
 [03059]  Ὅτι γὰρ οὔτε τὸ μέγεθος οὔτε τὸ κάλλος τῆς ἀσεβείας αἴτιον, ἀλλ' ἡ ἐκείνων ἄνοια, δείκνυμεν ἡμεῖς οἱ μηδὲν τοιοῦτον παθόντες ποτέ.
 [03093]  Εἰ γὰρ καὶ τούτων ὄντων θεοὺς αὐτοὺς εἶναι ἐνόμισαν, καὶ θύειν ἐπεχείρησαν, λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς, εἰ μὴ ταῦτα ἐγένετο, ποῦ οὐκ ἂν ἐξέβησαν ἀσεβείας, τὰ θαύματα τότε ὁρῶντες;
 [03252]  εἰ μὴ προὐχώρησεν ὁ θάνατος διδάσκων ἅπαντας τὸ τῆς φύσεως ἐπίκηρον καὶ φθαρτὸν, ποῦ οὐκ ἂν ἐξέβησαν ἀσεβείας πολλοὶ τῶν ἀνθρώπων;
000-00-00 Serial Number=0542680383
Adversus Judaeos Ante [Go Back]  
 [00041]  Ἐπειδὴ γὰρ συγγενῆ τὰ τῆς ἀσεβείας Ἀνομοίοις καὶ Ἰουδαίοις, συγγενῆ καὶ τὰ ἀγωνίσματα ἡμῖν γίνεται τοῖς πρότερον τὰ νῦν.
 [00212]  Εἶτα σχήματος μὲν αὐτοῖς κοινωνῆσαι αἰσχύνῃ, ἀσεβείας δὲ κοινωνῶν, οὐκ αἰσχύνῃ;
 [00223]  Ἐπεὶ οὖν καὶ ὑμεῖς στρατόπεδόν ἐστε τοῦ Χριστοῦ, μετὰ ἀκριβείας [48.850] διερευνᾶτε καὶ περιεργάζεσθε, εἴ τις τῶν ἀλλοφύλων ὑμῖν ἀναμέμικται, καὶ ποιεῖτε δῆλον, οὐχ ἵνα ἀποκτείνωμεν, καθάπερ ἐκεῖνοι, οὐδ' ἵνα κολάσωμεν καὶ τιμωρησώμεθα, ἀλλ' ἵνα αὐτὸν ἀπαλλάξωμεν τῆς πλάνης καὶ τῆς ἀσεβείας, καὶ ἡμέτερον ἐξ ὁλοκλήρου ποιήσωμεν.
 [00250]  Ὅταν γὰρ λέγωσι μὴ εἰδέναι αὐτοὺς τὸν Χριστὸν, μηδὲ εἰρηκέναι τι περὶ τῆς ἐκείνου παρουσίας, ποία μείζων ταύτης γένοιτ' ἂν εἰς τοὺς ἁγίους ἐκείνους ὕβρις, ἀλλ' ὅταν αὐτῶν κατηγορήσωσιν ὡς τὸν αὐτῶν ἀγνοούντων ∆εσπότην, καὶ κοινωνοὺς τῆς ἰδίας ἀσεβείας λέγωσιν εἶναι;
 [00287]  Εἰπὲ γάρ μοι, ὅπου δαίμονες οἰκοῦσιν, οὐχὶ ἀσεβείας χωρίον ἐστὶ, κἂν μὴ ξόανον εἱστήκῃ;
 [00291]  Ὥστε τὰ μὲν τῆς ἀσεβείας ἴσα αὐτοῖς καὶ Ἕλλησι, τὰ δὲ τῆς ἀπάτης χαλεπώτερον ὑπὸ τούτων δρᾶται.
 [00387]  Τί οὖν, κοινωνῆσαι δεῖ τῆς ἀσεβείας διὰ τοῦτο;
 [00412]  Ἀλλ' ἡμεῖς μὴ ἀνεχώμεθα, ἀγαπητοὶ, ἀλλ' ἐκ παντὸς τρόπου ζητῶμεν ἀσεβείας ἀπαλλαγήν.
 [00570]  τοῦ δὲ διαβόλου πρὸς τὰς σάλπιγγας αὐτὰς καλοῦντος, ἑτοίμως ἐπακουούσας οὐ κατέχετε, ἀλλὰ περιορᾶτε τοῖς τῆς ἀσεβείας ἐγκλήμασιν ἁλισκομένας, καὶ πρὸς [48.861] ἀκολασίαν ἐξελκομένας.
 [01240]  οὕτως οὐχ οἱ ἀσεβοῦντες μόνον, ἀλλὰ καὶ οἱ δυνάμενοι μὲν ἀπαγαγεῖν τῆς ἀσεβείας, μὴ βουλόμενοι δὲ ἢ δι' ὄκνον ἢ διὰ νωθρίαν, ὁμοίως κολάζονται.
 [01258]  Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τούς τε πεπλανημένους ἀνασωθῆναι, ὑμᾶς τε τῆς ἄγρας περιγενέσθαι, αὐτούς τε τοὺς βλασφήμους ἐκείνους τῆς ἀσεβείας ἀπαλλαγέντας, ἐπιγνῶναι τὸν ὑπὲρ αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα πάντες ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων.
 [01930]  οὐ πᾶν εἶδος ἀσεβείας καὶ ἁμαρτίας ἐπεδείξασθε;
 [02344]  Καὶ πάλιν ἀλλαχοῦ τῶν Ἰουδαίων λεγόντων, Εἰ προσδέξεται Κύριος ἐν ὁλοκαυτώμασιν, εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;
 [02653]  Οὐ γὰρ τὰ ἱμάτια αὐτῶν περιέῤῥηξαν, οὐδὲ τῷ σώματι πληγὰς ἐπήγαγον, καθάπερ ἐκεῖνοι τότε, ἀλλὰ τὴν ψυχὴν κατέτρωσαν, καὶ μυρία αὐτῇ τραύματα δόντες, οὕτως ἀπῆλθον, ἀφέντες ἐν τῷ λάκκῳ τῆς ἀσεβείας κειμένους.
 [02885]  Οὕτω καὶ σὺ, ἂν διακρούσῃ τὰς ἐπῳδὰς καὶ τὰς φαρμακείας καὶ τὰς μαγγανείας, καὶ ἀποθάνῃς τῇ νόσῳ, μάρτυς ἀπηρτισμένος εἶ, ὅτι ἀπαλλαγὴν μετὰ ἀσεβείας ἐπαγγελλομένων ἑτέρων εἵλου θάνατον μετ' εὐσεβείας μᾶλλον.
000-00-00 Serial Number=0811515152
Commentarius in Job Ante [Go Back]  
 [01558]  μάλιστα μὲν οὖν καὶ ἀπὸ τῆς φύσεως αὐτῆς εἰσιν εὐάλωτοι, ἔπειτα δὲ καὶ ἀπὸ τῆς κακίας καὶ τῆς ἀσεβείας.
 [01723]  τεκμήριον γὰρ τοῦτο ποιεῖσθε ἀσεβείας.».
 [02259]  «ὑπόδειγμα κεῖμαι πᾶσιν ἀσεβείας·
 [03727]  εἰ δὲ τοῦτο ἀληθές, ἐσχάτης ἀσεβείας τοῦ Ἰώβ, εἰ τοῦ θεοῦ δικαιότερον ἑαυτὸν ἐνόμισεν εἶναι.
000-00-00 Serial Number=0814275980
De Anna i Ante [Go Back]  
 [00669]  οὐ μετέσχε συνεδρίων παρανομίαν ἐχόντων, οὐδὲ ἐκοινώνησε συλλόγων ἀσεβείας πεπληρωμένων, ἀλλ' ἐκ πρώτης ἡλικίας ἀπὸ τοῦ μαζοῦ τῆς μητρὸς ἐφ' ἕτερον ἦλθε μαζὸν πνευματικόν.
000-00-00 Serial Number=0065698087
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00328]  [69] Ἐπειδὴ γὰρ οἱ τῶν νέων ἀκόλαστοι φθάσαντες ὅπερ ἔφην ἐξύβρισαν τὸ τοῦ προαστείου κάλλος ἐπὶ κώμαις καὶ μέθαις τὰς ἐκεῖ ποιούμενοι διατριβάς, βουλόμενος τοῦτο ἐπιδοθῆναι τὸ κακὸν ὁ διάβολος τόν τε μῦθον ἔπλασε καὶ τὸν δαίμονα κατῴκι σεν ὡς καὶ ἀσελγείας καὶ ἀσεβείας ὑπέκκαυμα γενέσθαι μεῖζον τὴν ἱστορίαν ταύτην αὐτοῖς.
 [00509]  ∆ι' ὃ πρότερον ἀφεὶς ἑστάναι τὸ ξόανον ὅτε μάλιστα ἤρθη τῆς ἀσεβείας ἡ φλὸξ τότε αὐτὸ κατήνεγκε, δεικνὺς ὅτι τὸν νικῶντα οὕτω χρὴ νικᾶν οὐ τεταπεινωμένων ἀλλ' αἰρομένων καὶ λαμπρῶν ὄντων περιγινόμενον τῶν ἐχθρῶν.
000-00-00 Serial Number=0469817996
De Chananaea Ante [Go Back]  
 [00338]  Ἀπειρημένον οὖν ἦν τῷ νόμῳ τὸ συναλλάξαι Χαναναίοις, τὸ χρυσίον μεταδοῦναι, ἢ ἕτερόν τι, ἵνα μὴ τῆς φιλίας ἡ ὑπόθεσις ἀσεβείας ἀφορμὴ γένηται·
000-00-00 Serial Number=0969799578
De Lazaro Ante [Go Back]  
 [02584]  Πόσης γὰρ οὐκ ἂν εἴη καταγνώσεως ἄξιον, ὅταν ὁ πιστὸς καὶ τῶν ἐνταῦθα τελουμένων καὶ εὐχῶν καὶ φρικτῶν μυστηρίων καὶ πνευματικῆς διδασκαλίας ἀπολαύων, μετὰ τὴν ἐνταῦθα τελετὴν ἀπελθὼν καθέζηται εἰς τὴν σατανικὴν ἐκείνην θεωρίαν μετὰ τοῦ ἀπίστου, μετὰ τοῦ ἐν τῷ σκότει τῆς ἀσεβείας πλανωμένου, ὁ τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγασθείς;
000-00-00 Serial Number=0770330906
De Maccabeis Ante [Go Back]  
 [00180]  Κἀκεῖνος μὲν ᾤκτειρεν αὐτὸν τῆς ἡλικίας, οὗτος δὲ ἐδάκρυσεν αὐτὸν τῆς ἀσεβείας·
000-00-00 Serial Number=0154808700
De consubstantiali Ante [Go Back]  
 [00145]  Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, τὴν ἀπὸ τῶν ῥημάτων τούτων ἐγγύτητα πρὸς τὸν γεγεννηκότα ἐμφαινομένην εἰς ἀσεβείας ὑπόθεσιν, [48.762] καὶ ἑνὸς προσώπου καὶ μιᾶς ὑποστάσεως ὑπόνοιαν ἥρπασεν.
000-00-00 Serial Number=0580659986
De cruce et latrone Ante [Go Back]  
 [00008]  Ἔπρεπεν γὰρ τὰ μὲν τῆς εὐσεβείας συναφθῆναι, τὰ δὲ τῆς ἀσεβείας σχισθῆναι, καθὼς ὁ ∆αβὶδ λέγει·
000-00-00 Serial Number=0752752125
De diabolo tentatore Ante [Go Back]  
 [00165]  Εἰ καὶ ἀδύνατον ἦν ἐκείνοις, ἀλλ' ὅμως ἐκ τῆς προθέσεως τὰ τῆς ἀσεβείας αὐτοῖς ἀπηρτίζετο.
 [00486]  Τί οὖν, ἐὰν ἴδωμεν τὴν καλὴν ταύτην καὶ θαυμαστὴν, αὐτὴν γενομένην ἀσεβείας αἰτίαν πολλοῖς, αἰτιασόμεθα αὐτήν;
 [00488]  Ποῦ οὖν ἀσεβείας αἰτία αὕτη ἡ χειραγωγοῦσα πρὸς θεογνωσίαν;
 [00491]  Πῶς γοῦν γέγονεν ἀσεβείας αἰτία;
000-00-00 Serial Number=0325037718
De incomprehensibili dei natura Ante [Go Back]  
 [00244]  Ἂν μὲν οὖν βλάπτωσιν αὐτῶν αἱ φιλίαι καὶ πρὸς κοινωνίαν τῆς ἀσεβείας ἕλκωσι, κἂν οἱ γεγεννηκότες ὦσιν, ἀποπήδησον·
 [00305]  Πάντα γὰρ ποιοῦσι καὶ πραγματεύονται, ὥστε ἐξωθῆσαι τῆς τῶν ἀκουόντων διανοίας τὴν πίστιν, οὗ τί γένοιτ' ἂν μεῖζον ἀσεβείας ἔγκλημα;
 [00386]  Καὶ γὰρ μανία τίς ἐστι ταῦτα σαφὴς παραπληξία ἀσύγγνωστος, καινότερος ἀσεβείας τρόπος·
 [00608]  ὡς εἴ τις ἀσθενέστερος εἴη, φευγέτω τούτων τὰς συνουσίας, ἀποπηδάτω τοὺς συλλόγους, ὥστε μὴ τὴν τῆς φιλίας ὑπόθεσιν ἀφορμὴν ἀσεβείας γενέσθαι.
 [00617]  Καὶ ὅπερ οἱ πρὸς τοὺς ὀφθαλμιῶντας ὁρῶντες πάσχουσιν, ἐφελκόμενοί τι τῆς ἀρρωστίας ἐκείνης, τοῦτο καὶ οἱ τοῖς βλασφήμοις συναναμιγνύμενοι τούτοις ὑπομένουσιν, ἂν ὦσιν ἀσθενέστεροι, πολὺ τῆς ἀσεβείας πρὸς ἑαυτοὺς ἐπισπώμενοι μέρος.
000-00-00 Serial Number=0029994905
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00294]  Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.
 [00297]  Ἥξει ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ, ποτὲ δέ·
000-00-00 Serial Number=0587181449
De mansuetudine sermo Ante [Go Back]  
 [00052]  Ὥστε καὶ ἀσεβείας ὁ θυμὸς ῥᾳδίως αἴτιος γίνεται τοῖς ὀργῇ δουλεύουσιν·
 [00069]  Εἰσὶ δέ τινες εἰς τοσοῦτον ἥκοντες ἀσεβείας, ὡς καὶ βλασφημεῖν τὸν Θεὸν, ὅταν τι παρὰ τῶν πραγμάτων λυπῶνται, καὶ βλέποντες εἰς τὸν οὐρανὸν, οὐδενὸς ἀπέχονται ῥήματος·
000-00-00 Serial Number=0086947501
De paenitentia [1] Ante [Go Back]  
 [01713]  Θάῤῥα ὁ πατὴρ Ἀβραὰμ εἰδώλων ἦν προσκυνητὴς, ἀλλ' οὐ δέδωκεν ἐνταῦθα τῆς ἀσεβείας τὴν δίκην·
 [01856]  μετάνοια ἡ ἐξ αὐτῆς τῆς καρδίας ἐξαλείφουσα τὸν ῥύπον τῆς ἀσεβείας.
 [01959]  Ἦν ἐν πορνείῳ, ὥσπερ μαργαρίτης ἐν βορβόρῳ συμπεφυρμένος, χρυσὸς ἐν πηλῷ διεῤῥιμμένος, ἄνθος εὐσεβείας ἀκάνθαις κεχωσμένον, εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ κατεκέκλειστο.
 [02203]  Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν ὡς ῥίζαν κακίας καὶ πάσης ἀσεβείας·
 [02519]  ἀλλ' εἱστήκει ἡ χεὶρ φωνὴν ἀφιεῖσα, στηλιτεύουσα τῆς ἀσεβείας τὴν ἧτταν, καὶ ἀσεβείας τὸ τρόπαιον, τοῦ Θεοῦ φιλανθρωπίαν, κἀκείνου τὴν ἀπόνοιαν.
000-00-00 Serial Number=0511172295
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00204]  Οὐκ οἴδατε τί αἰτεῖσθε, περὶ τούτων μοι διαλεγόμενοι, οὐδέπω καμόντες, οὐδὲ ἀποδυσάμενοι πρὸς τοὺς ἀγῶνας, ἔτι τῆς οἰκουμένης ἀδιορθώτου μενούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἁπάντων [48.775] ἀπολωλότων·
000-00-00 Serial Number=0155429065
De resurrectione mortuorum Ante [Go Back]  
 [00303]  Ὅταν οὖν καὶ ἀσεβείας, ὅπερ ἐστὶν ἔσχατος ὅρος κακίας, κώλυμα φαίνηται γινόμενον, καὶ τοῖς ἁγίοις παρέχῃ τῆς ψυχῆς τὴν ἀνδρείαν ἐπιδείκνυσθαι, τίνος ἂν τύχοιεν συγγνώμης οἱ διαβάλλοντες αὐτὸ καὶ κακίζοντες;
000-00-00 Serial Number=0409365296
De sacerdotio Ante [Go Back]  
 [01434]  «Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς, διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς τὰς ἀσεβείας ὑμῶν.».
000-00-00 Serial Number=0274936974
De sancta Droside martyre Ante [Go Back]  
 [00156]  ἵν' οὖν μὴ θεὸς νομίζηται μετὰ τελευτὴν διὰ τὸ τῆς εὐεργεσίας μέγεθος, τῶν βαρβάρων ἐκείνων εὐκόλως ἐξ ἀνθρώπων ποιούντων θεοὺς, πάσης ἀσεβείας ἀναιρῶν ὑπόθεσιν, ἐκέλευσεν ἀπενεχθῆναι οἴκαδε τὰ ὀστᾶ.
000-00-00 Serial Number=0233580828
De sancta trinitate Ante [Go Back]  
 [00487]  εἰ μὴ ταῦτα ἐγεγόνει, ποῦ οὐκ εἶχον ἐξοκεῖλαι ἀσεβείας;
000-00-00 Serial Number=0379072607
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00071]  Καὶ καθάπερ ἐπὶ τῶν τριῶν παίδων, ἡνίκα ἀνακηρύττεσθαι ἔμελλον, καὶ στεφανοῦσθαι, σβέσαντες τὴν τοῦ πυρὸς δύναμιν, καταπατήσαντες τοῦ τυράννου τὸν τῦφον, ἅπαν ἀσεβείας εἶδος ἐλέγξαντες, ἐκ τῆς οἰκουμένης αὐτοῖς τὸ θέατρον ἐκάθητο πάσης οἱ γὰρ πανταχοῦ γῆς σατράπαι, καὶ ὕπατοι, καὶ τοπάρχαι ἐκαλοῦντο μὲν δι' ἑτέραν αἰτίαν, ἐγίγνοντο δὲ θεαταὶ τῶν ἀθλητῶν ἐκείνων·
000-00-00 Serial Number=0815827250
De terrae motu Ante [Go Back]  
 [00037]  καὶ πολλῷ τῷ ῥείθρῳ φερόμενος ἅπαντα ἀνατρέπει, οὕτω δὴ καὶ ὁ χείμαῤῥος ὁ πνευματικὸς, ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ εὐφραίνων τὴν πόλιν τοῦ Θεοῦ, ἐπληρώθη ὑδάτων, καὶ τὸν βόρβορον τῆς ἀσεβείας ἐξεκάθαρεν.
000-00-00 Serial Number=0073373377
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00357]  κἂν γὰρ πολλὰ σπουδάσας μὴ ἀπαλλάξῃς τῆς ἀσεβείας αὐτὸν, καὶ τοῦ ἀπαλλάξαντος λήψῃ τὸν μισθὸν, καὶ παρασκευάσεις αὐτὸν θαυμάζειν σου τὴν ἡμερότητα·
 [00403]  Οὐκ ἀπέστησαν, φησὶ, τῆς ἀσεβείας, καὶ σὺ ὑπὲρ αὐτῶν δέησιν ἀναφέρεις;
 [00814]  ἀλλ' οὐκ ἔδωκεν ἐνταῦθα τῆς ἀσεβείας τὴν δίκην, καὶ εἰκότως.
 [01303]  οὕτως οὐχ οἱ ἀσεβοῦντες μόνον, ἀλλὰ καὶ οἱ δυνάμενοι μὲν ἀπαγαγεῖν τῆς ἀσεβείας, μὴ βουλόμενοι δὲ, τὴν αὐτὴν ἐκείνοις ὑποστήσονται τιμωρίαν.
000-00-00 Serial Number=0034804821
Epistulae Ante [Go Back]  
 [01238]  Ἐννοοῦντες τοίνυν καὶ τὸν κάματον ὃν ἐκάμετε, καὶ τὸν πόνον ὃν ὑπεμείνατε, καὶ τὰ κατορθώματα ἃ κατωρθώσατε, καὶ ὅτι χάριτι Θεοῦ τοσοῦτον κατελύσατε τῆς ἀσεβείας τὸ μέρος, καὶ εἰς προκοπὴν τὰ πράγματα τῆς Φοινίκης ἦλθε, καὶ ὅτι πλείων ὁ μισθὸς νῦν ὑμῖν καὶ μείζων ἡ ἀμοιβὴ, καὶ ὅτι ταχέως ὁ Θεὸς καὶ τὰ κωλύματα καταλύσει, καὶ πολλὰς ὑμῖν τῆς ὑπομονῆς δώσει τὰς ἀντιδόσεις, παραμένετε, ἐνίστασθε.
 [02196]  Ἐννοοῦντες τοίνυν καὶ τὸν κάματον ὃν ἐκάμετε, καὶ τὸν πόνον ὃν ὑπεμείνατε, καὶ τὰ κατορθώματα ἃ κατωρθώσατε, καὶ ὅτι χάριτι Θεοῦ τοσοῦτον κατελύσατε τῆς ἀσεβείας τὸ μέρος, καὶ εἰς προκοπὴν τὰ πράγματα τῆς Φοινίκης ἦλθε, καὶ ὅτι πλείων ὁ μισθὸς νῦν ὑμῖν καὶ μείζων ἡ ἀμοιβὴ, καὶ ὅτι ταχέως ὁ Θεὸς καὶ τὰ κωλύματα καταλύσει, καὶ πολλὰς ὑμῖν τῆς ὑπομονῆς δώσει τὰς ἀντιδόσεις, παραμένετε, ἐνίστασθε.
 [02877]  Πολλοὺς καὶ συνεχεῖς ἱδρῶτας ἵδρωσεν ὁ κύριός μου ὁ εὐλαβέστατος καὶ τιμιώτατος πρεσβύτερος Ἐλπίδιος, τοὺς τὸ ὄρος οἰκοῦντας, τὸ Ἀμανὸν λέγω, σπουδάζων ἀπαλλάξαι τῆς κατεχούσης αὐτοὺς ἀσεβείας.
000-00-00 Serial Number=0635801017
Expositiones in Psalmos Ante [Go Back]  
 [00258]  εἶτα ἐννοῶν τὴν κεχυμένην ἐν ἀνθρώποις κακίαν, καὶ τῆς ἀσεβείας τὴν τυραννίδα, καθάπερ ἀποπνιγόμενος ἀπὸ τῆς ἀθυμίας, τρέπει τὸν λόγον πρὸς τοὺς ἐν πονηρίᾳ ζῶντας, μονονουχὶ λέγων, ὅτι Τοιοῦτον ἔχοντες Θεὸν, οὕτω χρηστὸν, οὕτω φιλάνθρωπον, οὕτω δυνατὸν, πῶς εἰς ἀσέβειαν ἐξεκλίνατε;
 [00267]  Καὶ διαβάλλων αὐτῶν τὸν βίον, δείκνυσι τὴν πηγὴν τῆς ἀσεβείας, δηλῶν ὅτι τοῦτο μάλιστά ἐστι τὸ πρὸς τὰ δόγματα αὐτοῖς ἐμποδίζον τὰ ὑψηλά.
 [01687]  Οὐκ ἀπέστησαν, φησὶ, τῆς ἀσεβείας, καὶ σὺ ὑπὲρ αὐτῶν δέησιν ἀναφέρεις;
 [03771]  Μεγάλα γὰρ ταῦτα βάραθρα καὶ κρημνοὶ τοῖς οὐ προσέχουσι, πρὸς αὐτὸν καταῤῥίπτοντα τῆς ἀσεβείας τὸν πυθμένα.
 [05534]  Μεγάλα γὰρ ταῦτα βάραθρα καὶ κρημνοὶ τοῖς οὐ προσέχουσι, πρὸς αὐτὸν καταῤῥίπτοντα τῆς ἀσεβείας τὸν πυθμένα.
 [06674]  Ἐντεῦθεν δὲ καὶ ἕτερον ᾠκονόμει, τὸ τοὺς μέλλοντας τὴν Παλαιστίνην ἀπολαμβάνειν ἀθεάτους εἶναι τῶν ἐν Αἰγύπτῳ κακῶν, τῆς δεισιδαιμονίας, τῆς ἀσεβείας ἁπάσης, καὶ μηδένα διδάσκαλον ἔχειν τῆς τοσαύτης πονηρίας.
 [06676]  Εἰ δὲ καὶ Χαναναίους ἔλαβον διδασκάλους τῶν προτέρων χαλεπωτέρους, ποῦ οὐκ ἂν ἐξώκειλε τὰ τῆς ἀσεβείας αὐτοῖς;
000-00-00 Serial Number=0314440846
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00075]  Ποιεῖται δὲ τὸν [64.745] ἔλεγχον οὐκ ἀπὸ τῶν πραγμάτων μόνον, τὰς ἀσεβείας λέγων σαφῶς·
 [00512]  Ὥστε καὶ εἰ ζυγὸς ἦν καὶ δεσμὸς, εἰκότως ἀπέσφιγγε τὰ ἄτακτα κατέχων σκιρτήματα, καὶ οὐδ' εἰς ὡρισμένους τόπους, ἀλλὰ πανταχοῦ εἰς ἕκαστον χωρίον τῆς ἀσεβείας ἡ ὑπόθεσις.
 [00661]  Ὁ μὲν γὰρ τὰ ἀποβαίνοντα ἐκ τῆς ἀσεβείας ἔφη·
 [00701]  *Οὔτε εὐεργετούμενοι, τὸν εὐεργέτην ἐπέγνωτε, οὔτε παιδευόμενοι τῆς ἀσεβείας ἀπέστητε.
 [01225]  ἀποκρίνεται ὁ Θεὸς, ∆ιότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, τουτέστι, ∆ιὰ τὰς ἀσεβείας αὐτῶν ταῦτα πάσχουσιν, ἐπεὶ καὶ τὸ πρότερον, καὶ εἷς ἐδίωκε χιλίους, καὶ τὰ κατ' Αἴγυπτον ἐμάθετε, ἐξηγεῖται καὶ τῶν φευγόντων τὸ πλῆθος, καὶ ἐκ προσώπου τοῦ Θεοῦ φησι, ∆ιότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί·
 [02296]  ἀσεβείας ὑπόθεσις ἦν, καὶ ἐπὶ τὰς τρίβους θρηνεῖτε, φησίν.
 [03838]  Ἕτερον εἶδος ἀσεβείας λέγει, ὃ τελευταῖον ἐπενθήθη.
 [05143]  ὥστε δίκαιόν ἐστιν, αὐτοὺς καὶ ὑπὲρ ταύτης τῆς ἀσεβείας δοῦναι δίκην, ὡς ἂν σωφρονέστεροι γενόμενοι, μετὰ τοῦ προσήκοντος τὴν γῆν οἰκῷεν ἣν τοῖς πατράσιν ἐπηγγειλάμην.
 [05417]  Οὐ γὰρ συναπόλλυται δίκαιος μετὰ ἀσεβείας.
000-00-00 Serial Number=0021136105
Fragmenta in Job Ante [Go Back]  
 [01334]  Ὑπόδειγμα κεῖμαι πᾶσιν ἀσεβείας, ∆ιατί οὖν οὐκ ἀπέθανον;
 [01513]  οἰκτρὸν γὰρ ἁπάντων τῶν ἀσεβῶν τὸ τέλος, τουτέστι, δεῖγμα τῆς τῶν ἀνθρώπων ἀσεβείας ὁ αὐτῶν θάνατος, τουτέστι, τὸ αἰσχρὸν τέλος δείξει τὰ κατ' αὐτούς.
000-00-00 Serial Number=0110706091
Homilia de capto Eutropio Ante [Go Back]  
 [00781]  Περιῄει Παῦλος τὴν οἰκουμένην, τὰς ἀκάνθας ἀνατέμνων τῆς ἀσεβείας, τὰ σπέρματα καταβάλλων τῆς εὐσεβείας, καθάπερ ἀροτὴρ ἄριστος τὸ ἄροτρον ἔχων τῆς διδασκαλίας.
000-00-00 Serial Number=0900528848
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00091]  Εἰσελθὼν τοίνυν, βαρβάρους ἐκάλεσε, καὶ βαρβάρους οὐχ ἁπλῶς βαρβάρους, ἀλλὰ καὶ μάγους, τὸ ἐπιτεταμένον τῆς ἀσεβείας εἶδος.
000-00-00 Serial Number=0292962432
In Acta apostolorum Ante [Go Back]  
 [00761]  Εἴδετε συρφετὸν ἀσεβείας;
 [01428]  Πόσης εἶναι νομίζεις ἰταμότητος τοῦτο, πόσης ἀσεβείας, πόσης ἀναισχυντίας, τὸ μέθης λογίζεσθαι ἔργον τῶν γλωσσῶν τὸ παράδοξον;
 [04961]  Ὁρᾷς, πῶς ἐπὶ ἀνατροπῇ πολιτείας καὶ ἀσεβείας αὐτοῦ κατηγοροῦσιν;
 [09999]  Εἰ μὲν οὖν οὕτως εὐφώρατον τὸ τῆς ἀσεβείας, πάλαι καταγνωσθῆναι ἔδει·
000-00-00 Serial Number=0017456114
In Heliam et viduam Ante [Go Back]  
 [00104]  Εἰ δὲ οὐχ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων αὐτοῖς μνησικακῶν, ἀλλ' ὑπὲρ τῆς εἰς τὸν ∆εσπότην ἀσεβείας καὶ ὕβρεως τηκόμενος, ταύτην ἐπήγαγεν αὐτοῖς τὴν συμφορὰν, τίνος ἕνεκεν καὶ αὐτὸς κοινωνεῖ τῶν δεινῶν, καὶ οὐκ ἀπολαύει πολλῆς τῆς ἀνέσεως καὶ ἀδείας;
000-00-00 Serial Number=0576091766
In Isaiam Ante [Go Back]  
 [00366]  Εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου, ἐπήγαγε λέγων·
 [00796]  ἐνταῦθα δὲ καὶ δογμάτων πονηρῶν, καὶ ἀσεβείας λείψανα, κατὰ μικρὸν αὐτοὺς ὑποσύροντα πρὸς τὴν τῶν δαιμόνων πλάνην.
 [00826]  Νόμος ἦν αὐτοῖς ἄνωθεν κείμενος διὰ τὸ τῆς γνώμης εὐόλισθον καὶ τὸ τῆς διανοίας εὐεξαπάτητον μηδενὶ τῶν λοιπῶν ἀνθρώπων ἐπιμίγνυσθαι, ὥστε μὴ τὰς τοιαύτας συγγενείας ἀσεβείας ὑπόθεσιν γενέσθαι.
 [00858]  καὶ βδέλυγμα τοῦτο ἐκάλεσε, πόρρωθεν αὐτοὺς ἀναστέλλων τῆς ἀσεβείας·
 [01989]  ὡς τό γε παλαιὸν καὶ ἡνίκα ταῦτα ἐλέγετο, οὐ μόνον τὸ λοιπὸν τῆς οἰκουμένης μέρος, ἀλλὰ καὶ αὐτὴ τῆς Ἰουδαίας ἡ χώρα πολλῆς ἀσεβείας ἦν ἐμπεπλησμένη καὶ οὐδεὶς οὐδαμοῦ τὸν Θεὸν ἐδόξαζε.
000-00-00 Serial Number=0391334713
In Joannem Ante [Go Back]  
 [01853]  τοσαύτην ἔχει μετὰ τῆς ἀσεβείας καὶ τὴν παράνοιαν·
 [04662]  Εἰ γὰρ τούτου γενομένου εἰσί τινες οἳ διαπιστοῦσι τῇ τοιαύτῃ γεννήσει, εἰ μὴ τῆς σαρκὸς ἐκοινώνησε τῆς παρθενικῆς, ποῦ οὐκ ἂν ἐξέπεσαν ἀσεβείας οὗτοι;
 [05624]  Ἀλλ' ὅμως οὐδὲ οὕτως ἐξ ὁλοκλήρου τῆς ἀσεβείας ἀπέστησαν, ἀλλ' ἐξ ἡμισείας.
000-00-00 Serial Number=0409656167
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00129]  καὶ ὡς φωστῆρες τὸ σκότος ἀπήλασαν τῆς ἀσεβείας καὶ ὡς ταῦροι ψυχῇ καὶ σώματι, ἴσῃ τῇ προθυμίᾳ, τὸν χρηστὸν εἵλκυσαν τοῦ Χριστοῦ ζυγόν.
000-00-00 Serial Number=0150040925
In Kalendas Ante [Go Back]  
 [00033]  οἱ δὲ ἐν τοῖς καπηλείοις ἀγῶνες γινόμενοι τήμερον, οὗτοι μὲν μάλιστα ὀδυνῶσι, καὶ ἀσωτίας καὶ ἀσεβείας ἐμπεπλησμένοι πολλῆς·
 [00034]  ἀσεβείας μὲν, ὅτι παρατηροῦσιν ἡμέρας οἱ ταῦτα ποιοῦντες, καὶ οἰωνίζονται, καὶ νομίζουσιν, εἰ τὴν νουμηνίαν τοῦ μηνὸς τούτου μεθ' ἡδονῆς καὶ εὐφροσύνης ἐπιτελέσαιεν, καὶ τὸν ἅπαντα τοιοῦτον ἕξειν ἐνιαυτόν·
000-00-00 Serial Number=0980339289
In Psalmos 101-107 Ante [Go Back]  
 [01285]  Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσεβείας διδάσκων ὑπερβο λήν.
 [01385]  Τὴν γὰρ ἐπιμιξίαν διὰ τὴν τῆς ἀσεβείας ἐκώλυσε κοινωνίαν, τῇ ἀρχῇ τὸ τέλος συναναιρῶν, καὶ σὺν τῇ ῥίζῃ τὸν καρπὸν ἀφανίζων, καὶ τῷ ἐλάττονι κακῷ τὸ χεῖρον προαναστέλλων.
 [01393]  Τὸν κολοφῶνα τῆς ἀσεβείας τελευ ταῖον κατέλιπε.
 [01432]  Ἥξει γὰρ, φησὶν, ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·
000-00-00 Serial Number=0022586286
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00155]  οἱ μὲν γὰρ ὑπὸ ἀσεβείας ἐτυραννοῦντο, οἱ δὲ ἐν Ἰουδαϊσμῷ καὶ ἀπογνώσει ὑπὸ τῆς ἁμαρτίας κατείχοντο·
000-00-00 Serial Number=0233919024
In Psalmum 118 Ante [Go Back]  
 [00939]  Ἐκοινώνησε γὰρ ἂν τῆς ἀσεβείας, εἰ μὴ τῶν θείων νόμων συμπεριέφερε τὴν μελέτην·
000-00-00 Serial Number=0773199618
In Romanum martyrem Ante [Go Back]  
 [00010]  Πολλὴ γάρ τις τῷ κόσμῳ [50.613] τῆς ἀσεβείας τότε τυραννὶς ἐνωρχεῖτο, καὶ θάλασσαν ἐκ βυθῶν ἐμιμεῖτο σειομένην ὁ βίος, καὶ τοῦ πελάγους εἰς τὴν γῆν αἱ τρικυμίαι μετέστησαν, καὶ σφοδρὸν τὸ τῆς εὐσεβείας σκάφος δυσσεβείας περιήντλει κλυ δώνιον, ἐν ᾧ πολλοὶ μὲν νεκροὶ πανταχοῦ κυβερνῆται, ναυτῶν δὲ οὐκ ὀλίγος ἀριθμὸς ὑποβρύχιος·
 [00086]  ∆αίμοσί ποτε θύσας ὁ δυσσεβὴς, καὶ καπνοῦ καὶ κνίσσης ἀνάπλεως γεγονὼς, καὶ ταῖς σταγόσι τῆς ἀσεβείας μεμολυσμένος, δρομαίως ἐπὶ τὴν ἐκκλη σίαν ἐχώρει, καὶ τὸν ῃ
 [00089]  Εὐθέως γοῦν ἐκπηδήσας εἰς τὰ προπύλαια, φερομένην ἤδη τῆς ἀσεβείας τὴν ἐπί κλυσιν ἀναστέλλει·
000-00-00 Serial Number=0073021412
In diem natalem Ante [Go Back]  
 [00102]  Ὅτε τῶν Αἰγυπτιακῶν θορύβων καὶ τῆς τοῦ βαρβάρου τυραννίδος τὸν τῶν Ἑβραίων δῆμον ἀπήλλαξεν ὁ Θεὸς, ὁρῶν αὐτοὺς ἔτι λείψανα ἀσεβείας ἔχοντας καὶ περὶ τὰ αἰσθητὰ ἐπτοημένους, καὶ μεγέθη καὶ κάλλη ναῶν θαυμάζον [49.355] τας, ἐκέλευσεν αὐτοῖς οἰκοδομηθῆναι ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐν τῇ γῇ ναοὺς ἀποκρύπτοντα.
 [00245]  Τὴν τῶν ἀνδροφόνων ψυχὴν καὶ τὴν τῶν γοήτων τῆς οὐσίας εἶναι λέγων τοῦ Θεοῦ, ἡμῖν τολμᾷς ἐγκαλεῖν, ὅτι τούτων μὲν οὐδὲν ἀνεχόμεθα, οὔτε ὑπομένομεν ἀκοῦσαι λεγόμενον, ἀλλὰ καὶ τοὺς λέγοντας ἀσεβείας κρίνομεν μετόχους·
000-00-00 Serial Number=0108065307
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00898]  Εἰ γὰρ καὶ τούτων ὄντων θύειν αὐτοῖς ἐβούλοντο ταύρους, ποῦ οὐκ ἂν ἐξώκειλαν ἀσεβείας, εἰ μὴ πολλὰ δείγματα τῆς ἀνθρωπίνης ἀσθενείας παρείχοντο;
 [03327]  Ἤτοι τὰ ἁμαρτήματά φησι, καὶ τὰς ἀσεβείας, ἢ τὰ Ἰουδαϊκὰ πάντα·
000-00-00 Serial Number=0136905789
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01158]  Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, φησὶ, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα, νομὴν ἕξει.
 [01987]  Πῶς οὖν λέγει ἀλλαχοῦ, ὅτι Προκόψουσιν ἐπὶ πλεῖον ἀσεβείας·
000-00-00 Serial Number=0835967839
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01015]  οὐ διάφορος ἦν τῆς ἀσεβείας ὁ τρόπος;
 [01881]  ἐπειδὴ δὲ, ἀφέντες βαδίσαι τὴν ὁδὸν, ἣν αὐτοῖς ὁ Θεὸς ἐκέλευσε, καὶ διὰ τοῦ κάλλους τῶν ὁρωμένων γνῶναι τὸν ∆ημιουργὸν, λογισμοῖς τὰ σκῆπτρα τῆς γνώσεως ἐνεχείρισαν, εἰς πέλαγος ἀσεβείας ἀσθενήσαντες κατέδυσαν, εὐθέως τὴν ἄβυσσον τῶν κακῶν εἰσάγοντες.
 [02108]  ἐπεὶ ὁ Θεὸς τὰ πράγματα οὕτως ᾠκονόμησεν, ὡς μηδὲ λείψανον ὑπολειφθῆναι τῆς ἀσεβείας.
 [05475]  ἔχομεν γὰρ ἤδη τὰς ἀμοιβὰς, καταξιωθέντες ἀπαλλαγῆναι τῆς ἀσεβείας, καὶ διὰ τοῦτο κατακαῦσαι τὰ σώματα.
 [05665]  Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τὸν γάμον, ἢ ἀναχωρεῖν, βέλτιον διασπασθῆναι τὸν γάμον, καὶ μὴ τὴν εὐσέβειαν.
 [06130]  ἀλλὰ παράπεμψον τὴν διάνοιαν εἰς ἐκείνους τοὺς χρόνους, καὶ ἐννόησον, ἄρτι τοῦ κηρύγματος καθισταμένου, καὶ τῆς ἀσεβείας ἔτι κρατούσης, καὶ βωμῶν καιομένων καὶ θυσιῶν καὶ σπονδῶν τελουμένων, καὶ τῶν πλειόνων Ἑλλήνων ὄντων, τοὺς ἐκ προγόνων διαδεξαμένους τὴν ἀσέβειαν, καὶ πατέρων καὶ πάππων καὶ ἐπιπάππων τοιούτων ὄντας ἐκγόνους, καὶ πολλὰ παρὰ τῶν δαιμόνων παθόντας κακὰ, ἀθρόον μεταστάντας, πῶς εἰκὸς ἦν διακεῖσθαι·
 [09999]  Κἂν γὰρ πολλὰ σπουδάσας μὴ ἀπαλ-λάξῃς τῆς ἀσεβείας αὐτὸν, ὅμως καὶ τοῦ ἀπαλλάξαν-τος λήψῃ τὸν μισθὸν, καὶ παρασκευάσεις αὐτὸν θαυ-μάζειν σου τὴν ἡμερότητα, καὶ οὕτως εἰς τὸν Θεὸν ἡ δόξα ἅπασα αὕτη διαβήσεται.
000-00-00 Serial Number=0819531202
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01397]  Ὁρᾷς πόσοι ἀσεβείας τρόποι;
000-00-00 Serial Number=0314092577
In epistulam ad Colossenses Ante [Go Back]  
 [00715]  ἂν δὲ καὶ τοῦτο προσθῇς τὸ ἀσέβημα, καὶ τῆς ἀσεβείας καὶ τοῦ λογισμοῦ τούτου δώσεις τὴν ἐσχάτην κόλασιν·
000-00-00 Serial Number=0432154059
In epistulam ad Ephesios Ante [Go Back]  
 [01609]  Τοσαύτης οὖν ἀσεβείας γινομένης, τί οὐχὶ προσδοκῆσαι χρὴ δεινόν;
 [04889]  σὺ δὲ καθάπερ ὑπό τινος μέθης πρᾶγμα προσκυνεῖς, ὃ οὐ μόνον κατηγορίας οὐκ ἀπήλλακται, ἀλλὰ καὶ ἀσεβείας ἐστὶ μεστόν.
000-00-00 Serial Number=0460232794
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00092]  ἐσχάτης γὰρ τοῦτο μανίας, καὶ ἀσεβείας ὑπερβολὴ πάσης·
 [00337]  καὶ γὰρ Ἑλλήνων ἔθη πολλὰ παρά τισι τῶν ἡμετέρων φυλάττεται, κλῃδονισμοὶ καὶ οἰωνισμοὶ καὶ σύμβολα καὶ ἡμερῶν παρατηρήσεις, καὶ ἡ περὶ τὴν γένεσιν σπουδὴ, καὶ τὰ πάσης ἀσεβείας γέμοντα γραμματεῖα, ἃ τικτομένων τῶν παιδίων εὐθέως ἐπὶ κακῷ τῆς ἑαυτῶν συντιθέασι κεφαλῆς, ἐκ προοιμίων παιδεύοντες καταλύειν τοὺς ὑπὲρ ἀρετῆς πόνους, καὶ ὑπὸ τὴν πεπλανημένην τυραννίδα τῆς εἱμαρμένης τό γε αὐτῶν ἄγοντες μέρος.
000-00-00 Serial Number=0666707039
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01096]  τοῦτο γὰρ ἐσχάτης ἀσεβείας καὶ ἀπονοίας ἐστί.
000-00-00 Serial Number=0862652957
In epistulam ad Philippenses Ante [Go Back]  
 [01652]  Βούλεσθε τὴν τῆς ἀσεβείας, ἢ τὴν τῶν χρόνων;
 [01654]  τὴν γὰρ τῆς ἀσεβείας δύσκολον συνιδεῖν.
000-00-00 Serial Number=0766209245
In epistulam ad Romanos Ante [Go Back]  
 [00612]  Ὢ ψυχῆς γενναίας! πρᾶγμα τοσούτων κινδύνων μεστὸν ἀναδεξάμενος, ἀποδημίαν διαπόντιον, πειρασμοὺς, ἐπιβουλὰς, ἐπαναστάσεις (καὶ γὰρ εἰκὸς πόλει τοσαύτῃ μέλλοντα διαλέγεσθαι, ὑπὸ ἀσεβείας τυραννουμένῃ, νιφάδας πειρασμῶν ὑπομένειν·
 [00760]  Ἐνταῦθα δείκνυσιν, ὅτι πολλαὶ τῆς ἀσεβείας αἱ ὁδοὶ, ἡ δὲ τῆς ἀληθείας μία·
 [01178]  Ἐπὶ μὲν γὰρ τῆς ἀσεβείας ἀμφότερα δείκνυσι, καὶ ὅτι τὸν Θεὸν εἰδὼς, ἠσέβει, καὶ πόθεν εἰδὼς, ἀπὸ τῆς κτίσεως.
 [04556]  Ἀλλ' οἱ τῆς ἀληθείας ἐχθροὶ μετὰ τῆς ἀσεβείας καὶ ἀνοίᾳ πολλῇ περιπίπτοντες, οὐκ αἰσθάνονται.
 [04563]  Ὁρᾷς ὅση μετὰ τῆς ἀσεβείας καὶ ἡ ἄνοια;
 [07363]  ἀπηλλάγης Αἰγύπτου, καὶ προσεκύνησας τὸν μόσχον, ἔθυσας τοὺς υἱούς σου τῷ Βεελφεγὼρ, τὸν ναὸν ἐμόλυνας, πᾶν εἶδος ἐπῆλθες κακίας, τὴν φύσιν αὐτὴν ἠγνόησας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνοὺς, τὰς πηγὰς, τοὺς ποταμοὺς, τοὺς κήπους τῶν θυσιῶν ἐνέπλησας τῶν ἐναγῶν, προφήτας ἔσφαξας, θυσιαστήρια κατέστρεψας, πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας·
 [07631]  Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.
000-00-00 Serial Number=0768858254
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00077]  Ἐπειδὴ γὰρ ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων, εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς, διὰ τοῦτο τὴν ῥίζαν τῆς ἀνομίας ἐξέκοψεν, ἵνα παύσῃ πάντα τὰ ῥεύματα τῆς ἀσεβείας.
 [00078]  Καὶ κατήργησε μὲν τὰ μυσαρὰ σεβάσματα τῆς εἰδωλολατρείας, διέφθειρε δὲ τὰ τῶν ἀθεμίτων ἐπιτηδεύματα, ἠχρείωσε τὰ σχίσματα τῆς βακχικῆς παρανομίας, καὶ ἠμαύρωσε τὰ πλάσματα καὶ τὰ καλλωπίσματα τῆς ἀσεβείας·
 [00080]  ἐκαθάρισε τὰς ψυχὰς ἐκριζώσας τὰς ἀκάνθας τῆς ἀσεβείας, καὶ ἤνεγκεν ὡς κόκκον σίτου τὰ σπέρματα τῆς θεοσεβείας, ἵν' ἀποδείξῃ τὰς ψυχὰς καρποφορούσας γεννήματα δικαιοσύνης·
 [00109]  Ἐπλανήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς τὰ ἁμαρτήματα ἡμῶν, ὅτι ἐπλήσθημεν ἀσεβείας ἡμῶν.
000-00-00 Serial Number=0058457613
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00212]  Καὶ πρὸ τούτου μὲν αἱ πόλεις ἦσαν ἀσεβείας πεπλησμέναι, σήμερον δὲ καὶ ἡ ἔρημος φιλοσοφεῖ, καὶ καλύβαι μοναχῶν ἐν ὄρεσι καὶ νάπαις, ἀγγέλων μιμουμένων πολιτείαν, καὶ τὸν παρόντα ἀποδυσάμενοι βίον.
000-00-00 Serial Number=0984520376
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00069]  Καὶ ἀλλήλοις δὲ προσεῤῥάγησαν, καὶ εἰς αὐτὸν τῆς ἀσεβείας τὸν βαθύτατον κρημνὸν κατηνέχθησαν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ διὰ τὸ λογισμοῖς ἐπιτρέψαι τὰ καθ' ἑαυτοὺς ἅπαντα.
000-00-00 Serial Number=0759249568
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00068]  Ἐπεὶ οὖν τοῦτον τὸν θεῖον σπινθῆρα τοῦ πυρὸς καὶ ταύτην τὴν θέρμην ἐκβαλεῖν ἦν ἀδύνατον, ἵνα καλλιφερὲς ἔχωσι τὴν τοῦ ἁγίου Πνεύματος ἔξαψιν (κρυμῷ γὰρ ἀσεβείας τὰς τῶν ἀνθρώπων ψυχὰς ἐνέκρωσεν ὁ διάβολος), δεῖ με πῦρ βαλεῖν ἐπὶ τὴν γῆν·
000-00-00 Serial Number=0963809550
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00230]  εἰ μηδὲν τούτων ἐγεγόνει, πῶς οὐ πολλῷ πλέον ὁ διάβολος τὰ πονηρὰ ταῦτα ἀνέσπειρε τῆς ἀσεβείας δόγματα;
000-00-00 Serial Number=0201386929
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00086]  Οἱ δὲ ἐφ' ἡμῶν καὶ ὕμνους εἰς τὴν Ἀφροδίτην ᾄδουσι χορεύοντες, καὶ μοιχείας πολλὰς, καὶ γάμων διαφθορὰς, καὶ ἔρωτας παρανό μους, καὶ μίξεις ἀθέσμους, καὶ πολλὰ ἕτερα ἀσεβείας καὶ αἰσχύνης γέμοντα ᾄσματα κατ' ἐκείνην ᾄδουσι τὴν ἡμέραν, καὶ μετὰ μέθην καὶ τοσαύτην ἀσχημο σύνην δι' αἰσχρῶν ῥημάτων δημοσίᾳ τὴν νύμφην πομπεύουσι.
000-00-00 Serial Number=0622382820
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00612]  Πρὸ τούτου βασιλεῖς πάντα ἔπλησαν ἀσεβείας, νῦν δὲ βασιλεῖς εἰς ἐκκλησίαν ἀπαντῶσι·
000-00-00 Serial Number=0895711064
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00027]  ἔξεστι γὰρ καὶ ἀπελθόντα φιλεῖν, καὶ μὴ ὁρώμενον ἀγαπᾷν, καὶ μάλιστα ὅταν τοσαῦτα καὶ τοιαῦτα τῆς ἀρετῆς ἐκείνου καθ' ἑκάστην ἡμέραν ὑπομνήματα βλέπωμεν, τὰς πανταχοῦ τῆς γῆς Ἐκ κλησίας, τῆς ἀσεβείας τὴν ἀνατροπὴν, τοῦ πονηροῦ βίου τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, τῆς πλάνης τὴν ἀπαλλαγὴν, τοὺς ἀνατραπέντας βωμοὺς, τοὺς ἀποκε κλεισμένους ναοὺς, τὴν τῶν δαιμόνων σιγήν.
000-00-00 Serial Number=0654278576
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00184]  Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν, ὡς ῥίζαν πάσης κακίας καὶ πάσης ἀσεβείας, ἐπ
000-00-00 Serial Number=0080419302
In illud Vidi dominum Ante [Go Back]  
 [01160]  Ὦ μιαρὲ καὶ παμμίαρε, πάντα ἀνέτρεψας καὶ συνέχεας, εἰς ἔσχατον ἀσεβείας ἐξεπήδησας·
000-00-00 Serial Number=0383967340
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00033]  ὁ τοῦ νόμου πλήρωμα, καὶ τῆς χάριτος ἀρχηγὸς, καὶ τῆς ἀσεβείας τῶν Ἰουδαίων ἔλεγχος·
000-00-00 Serial Number=0664912581
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00088]  Σὺ δέ μοι νόει, ἀκροατὰ, τοὺς μάγους εἶναι τύπους τῶν ἐκ τῆς ἀσεβείας τῆς πλάνης ἐπιστρεψάντων ἐθνῶν, οὐ τελείῳ φωτὶ ὁδηγουμένους, ἀλλ', ὅσον ἀπαυγάσματι φωτὸς διὰ Ἰωάννου, ὡς δι' ἀστέρος, πρὸς τὸν ἐν σαρκὶ τεχθέντα Χριστὸν ὁδηγουμένους.
 [00094]  ∆εῖ γὰρ τοὺς ἀπὸ ἐθνικοῦ βίου προσιόντας Χριστῷ, πρῶτον πεσεῖν ἀπὸ τοῦ ὕψους τῆς ἀσεβείας, καὶ οὕτως ὥσπερ ἀπὸ γῆς ἐγειρομένους, τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ ὁμολογεῖν, εἶθ' οὕτως ἀνὰ μέρος πρὸς τὴν οὐράνιον αὐτοῦ θεότητα ἀνανεύειν.
 [00108]  Ἐχρῆν γὰρ τοὺς ἅπαξ προσελθόντας Χριστῷ, μὴ τοῖς αὐτοῖς ἴχνεσι τῆς ἀσεβείας ἀναλύειν·
000-00-00 Serial Number=0434808791
In parabolam de ficu Ante [Go Back]  
 [00100]  Κρυμῷ γὰρ ἀσεβείας πᾶσα ἡ ἀνθρωπότης ἐδέδετο.
000-00-00 Serial Number=0724424362
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00037]  λιμένες δὲ, ὅτι τὰ κύματα τῆς ἀσεβείας κατέστειλαν·
000-00-00 Serial Number=0745165050
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00051]  ὅρα μοι γλῶτταν τῆς ἀσεβείας τὰς ἀκάνθας συμφλέγουσαν, καὶ τὰ λήϊα τῆς εὐσεβείας δροσίζουσαν·
000-00-00 Serial Number=0951680779
In principium Actorum Ante [Go Back]  
 [01491]  ∆ιέσπειρε γὰρ αὐτοὺς, ἵνα πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον ἴδωσι τὸν ὑπ' αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα ὁρῶντες αὐτὸν προσκυνούμενον ὑπὸ πάντων καὶ μαθόντες αὐτοῦ τὴν δύναμιν, ἐπιγνῶσι τῆς οἰκείας ἀσεβείας τὴν ὑπερβολὴν, καὶ ἐπιγνόντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0713420212
In principium indictionis [2] Ante [Go Back]  
 [00033]  Ἕλληνες μὲν οὖν καὶ Ἰουδαῖοι, ἀδελφοὶ ἀνομίας, τοῦ διαβόλου τὰ λάφυρα, τῆς ἁμαρτίας τὰ ἔγγονα, τῆς πλάνης τὰ θρέμματα, τῆς δυσσεβείας ἡ πώρωσις, τῆς γεέννης οἱ ναυτολόγοι, οἱ ὄφεις τῆς ἀσεβείας, οἱ υἱοὶ τῆς κατάρας.
000-00-00 Serial Number=0721842051
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00149]  οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες, ἅτε πολλῆς τότε ἀσεβείας οὔσης ἐκεῖ, πλείονος ἔχρῃζον βοηθείας.
000-00-00 Serial Number=0503156126
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00097]  οἱ δὲ νέοι ἐκεῖνοι εἰς τὴν βαρβαρικὴν ἀπενεχθέντες γῆν, ἔνθα εἴδωλα καὶ πάσης ἀσεβείας ὑπόθεσις, τὴν πα τρῴαν διετέλεσαν φυλάττοντες πολιτείαν.
000-00-00 Serial Number=0676975131
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00123]  εἰς ἣν ἐκράτεις τὸν μισθὸν τῆς ἀσεβείας;
000-00-00 Serial Number=0789734423
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00130]  Ἔδει οὖν καὶ τὸ ἐπὶ διορθώσει πάθος γινόμενον ἐν τῇ τοιαύτῃ καταστάσει δειχθῆναι, ἐν ᾗ τὸ φῶς τῆς εὐσεβείας ἔμελλεν αὔξειν, τοῦ σκότους μειουμένου τῆς ἀσεβείας.
000-00-00 Serial Number=0986307621
In secundum domini adventum Ante [Go Back]  
 [00044]  πόσης αἰσχύνης πληρωθῶμεν, ὁρῶντες πρὸ ὀφθαλμῶν τὰς ἀσεβείας ἡμῶν;
000-00-00 Serial Number=0479534805
In synaxim incorporalium Ante [Go Back]  
 [00124]  Ἡ δουλεία τῆς ἀσεβείας ἐπιτίμιον.
000-00-00 Serial Number=0688512921
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02390]  Ἀλληγορεῖ κάκωσιν εἰς τὰ ἔθνη τὰ μὴ πιστεύσαντα τῷ Κυρίῳ, καὶ εἰς τὴν ἐρήμωσιν τῆς ἀσεβείας αὐτῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»