Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀφίησι [229]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀφίησι


000-00-00 Serial Number=0808475852
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00357]  Ἐπειδὴ γὰρ δι' ἀγαθότητα τὸ ἡμέτερον γένος εὐεργετεῖ, οὔτε δὲ τῆς παρ' ἡμῶν δόξης δεόμενος, οὔτε ἀμοιβῆς χρῄζων τινὸς ἑτέρας, τὰ πλείονα ἀφίησι λανθάνειν ἡμᾶς·
000-00-00 Serial Number=0466033041
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00376]  Ἀλλ' ὅμως καὶ ταῦτα λαμπρὰν ἀφίησι φωνὴν ὑπὲρ τῆς τοῦ Θεοῦ προνοίας καὶ δυνάμεως καὶ σοφίας.
 [01096]  Καρτερικοὺς οὖν καὶ ὑπομονητικοὺς ποιῆσαι θέλων, ἀφίησι τὸ νόμισμα διακωδωνίζεσθαι παντὶ τρόπῳ.
000-00-00 Serial Number=0245009422
Ad illuminandos catecheses Ante [Go Back]  
 [00116]  Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τὰ ἁμαρτήματα ἡμῖν ἅπαντα ἀφίησι τὸ λουτρὸν, οὐχὶ λουτρὸν ἀφέσεως ἁμαρτημάτων καλεῖται, οὔτε λουτρὸν καθάρσεως, ἀλλὰ λουτρὸν παλιγγενεσίας;
 [00117]  Ὅτι οὐχ ἁπλῶς ἡμῖν ἀφίησι τὰ ἁμαρτήματα, οὐδὲ ἁπλῶς ἡμᾶς καθαίρει τῶν πλημμελημάτων, ἀλλ' οὕτως ὡς ἂν εἰ ἄνωθεν ἐγεννήθημεν.
 [00444]  Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ ἀφίησι τὰ ἁμαρτήματα, καὶ οὐκ ἀναγκάζει παρόντων τινῶν αὐτὰ ἐκπομπεύειν, ἀλλ' ἓν μόνον ζητεῖ, ὅπως αὐτὸς ὁ τῆς ἀφέσεως ἀπολαύων μάθοι τῆς δωρεᾶς τὸ μέγεθος.
000-00-00 Serial Number=0340636432
Ad populum Antiochenum Ante [Go Back]  
 [01412]  Οὐκ ἀφίησι μὲν γὰρ διηνεκοῦς ἀνέσεως ἀπολαύειν, ἵνα μὴ γενώμεθα ῥᾳθυμότεροι·
 [01413]  οὐκ ἀφίησι δὲ ἐν θλίψει συνεχεῖ εἶναι πάλιν, ἵνα μὴ καταπέσωμεν μηδὲ ἀπαγορεύσωμεν.
 [02799]  ς αὐτοῦ φωνὴν σάλπιγγος λαμπροτέραν ἀφίησι, δι' ὀφθαλμῶν ἡμᾶς, οὐ δι' ἀκοῆς παιδεύουσα·
 [02808]  ὅπερ καὶ αὐτὸς ὁ προφήτης αἰνιττόμενος καὶ δεικνὺς, ὅτι φωνὴν ἡ κτίσις ἀφίησι καὶ βαρβάροις καὶ Ἕλλησι καὶ πᾶσιν ἁπλῶς ἀνθρώποις εὐσύνοπτον, οὕτως ἔλεγεν·
 [03109]  Καθάπερ γὰρ ἐκ παστάδος τινὸς νυμφίος φανεὶς, οὕτως ὁ ἥλιος ὑπὸ τὴν ἕω τὰς ἀκτῖνας ἀφίησι, καὶ ὥσπερ τινὶ κροκωτῷ παραπετάσματι τὸν οὐρανὸν καλλωπίζων, καὶ ῥοδοειδεῖς ποιῶν τὰς νεφέλας, καὶ ἀνεμποδίστως τρέχων πᾶσαν τὴν ἡμέραν, οὐδενὶ διακόπτεται πρὸς τὸν δρόμον κωλύματι.
 [05628]  οὐκ ἀφίησι δὲ πρὸς τὸ χρήσιμον ἐκείνων βλέπων.
 [05769]  καθὼς ἀφίης, οὕτως ἀφίησι.
000-00-00 Serial Number=0693586946
Adversus Judaeos Ante [Go Back]  
 [00419]  Οὐ γὰρ ἐγκαταλιμπάνων σε ὁ Θεὸς, ἀλλὰ λαμπρότερον ποιῆσαι βουλόμενος, ἀφίησι ταῖς ἀῤῥωστίαις ἐμπεσεῖν πολλάκις.
000-00-00 Serial Number=0902740777
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00827]  τοῦτο γὰρ οὐκ οἶδ' ὅπως μικροῦ δεῖν με παρέλαθεν, ὅτι ὁ πρότερος νόμος, ὁ τοῖς Ἰουδαίοις δοθεὶς, οὐδὲ τὰ ὑποζύγια τῶν ἐχθρῶν ἀφίησι παρορᾷν, οὔτε πεπτωκότα, οὔτε πλανώμενα, ἀλλὰ τὰ μὲν ὁδηγῆσαι, τὰ δὲ συνδιαναστῆσαι κελεύει.
 [00918]  Οὐδὲ γάρ ἐστι προσωπολήπτης ὁ Θεὸς, οὐδὲ ὁ τὸν ἐλάττονα ἁμαρτόντα οὕτω πανέστιον ἀνατρέψας, τοὺς χαλεπώτερα πεπλημμεληκότας ἀτιμωρήτους ἀφίησι.
 [01282]  τὸν γὰρ διδάσκαλον οὐκ ἀφίησι κοσμεῖσθαι τῷ πράγματι, αἰσχρὸν τῷ φιλοσόφῳ τὸν κόσμον τοῦτον εἶναι νομίζων.
000-00-00 Serial Number=0908763170
Catecheses ad illuminandos Ante [Go Back]  
 [00467]  Ἐκεῖνος ἀφίησι βέλη κατ' ἐμοῦ, ἔχω μάχαιραν ἐγώ·
 [00788]  Ὥσπερ γὰρ ὁ δαιμονῶν ἀφρὸν ἐκ τοῦ στόματος ἀφίησι καὶ καταπίπτει καὶ ἀκίνητος μένει πολλάκις ἐπὶ τοῦ ἐδάφους, οὐδὲ τοὺς παρόντας ἐπιγινώσκων ἀλλὰ διαστρέφων τῶν
 [01116]  Τὸ γὰρ ἔνδυμα τοῦτο τὸ πνευματικόν, εἰ βουληθείημεν αὐτοῦ τὴν φαιδρότητα διαφυλάττειν, ὅσον πρόεισιν ὁ χρόνος φαιδροτέραν τὴν λαμπηδόνα ἀφίησι καὶ πολλὴν τοῦ φωτὸς τὴν μαρμαρυγὴν, ὅπερ ἐπὶ τῶν αἰσθητῶν ἱματίων οὐδέποτε συμβῆναι δυνατόν.
 [01234]  [8.12] Καὶ γὰρ ὁ πλοῦτος αὐτὸς οὐδὲ μέχρι τῆς ἑσπέρας πολλάκις παρέμεινε τοῖς αὐτὸν κατέχειν οἰομένοις, ἀλλὰ καθάπερ δραπέτης ἀγνώμων ἀπὸ τούτου πρὸς ἕτερον μεθίσταται, καὶ γυμνοὺς καὶ ἐρήμους ἀφίησι τοὺς μετὰ πολλῆς τῆς σπουδῆς αὐτὸν περιέποντας·
000-00-00 Serial Number=0677744329
Catechesis de juramento Ante [Go Back]  
 [00107]  ἀφίησι κάτω τὸν παλαιὸν ἄνθρωπον καὶ λαμβάνει τὸν καινὸν καὶ ἀνίσταται, ὥσπερ ἠγέρθη ὁ Χριστὸς διὰ τῆς δόξης τοῦ πατρός.
000-00-00 Serial Number=0947155833
Commentarius in Job Ante [Go Back]  
 [01670]  οὐκ ἀεὶ τὰ αὐτὰ ποιεῖ, ἀλλ' ἐν μὲν πρώτοις ἀφίησι πεῖραν λαβεῖν, μετὰ δὲ ταῦτα οὐδὲ πεῖραν.
 [04102]  ἵνα γὰρ μὴ νομίσῃς φυσικὸν εἶναι τοῦτο τὸ κατέχεσθαι αὐτὴν ἐν τοῖς κόλποις ἐκείνοις τὸ ἐναντίον πρῶτον ἀφίησι γενέσθαι ὑπὲρ νώτων τῆς οἰκουμένης ἁπάσης διαχυθῆναι συγχωρήσας τὸ ὕδωρ.
000-00-00 Serial Number=0597356379
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00101]  ὁ γὰρ τῆς προσδοκίας φόβος ἀντὶ παιδαγωγοῦ τινος παρὼν σωφρονίζει, καταστέλλει τὴν διάνοιαν, καὶ πονηρὰ βλαστήματα τὰ ἀπὸ τῆς φιλαργυρίας οὐκ ἀφίησι φυῆναι, ὥσπερ δρεπάνῃ τινὶ τῷ φόβῳ τῶν ἐναντίων κωλύων αὐτὰ καὶ περικόπτων.
000-00-00 Serial Number=0708949566
De Anna i Ante [Go Back]  
 [00190]  Μᾶλλον δὲ οὐδὲν φθέγγεται πρότερον, ἀλλ' ἀπ' ὀδυρμῶν ποιεῖται τὰ προοίμια, καὶ θερμὰς ἀφίησι πηγὰς δακρύων.
000-00-00 Serial Number=0875085533
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00337]  Καὶ τοὺς μὲν ἐκ τῆς πόλεως ἀνιόντας δεχόμενος ἀπὸ τῆς ὁδοῦ μετὰ τοιαύτης σωφροσύνης παραπέμπει πρὸς τὴν τῆς ∆άφνης ἀνάπαυσιν μόνον οὐκ ἐκείνην αὐτοῖς ἐπιβοῶν τὴν φωνὴν ἀγαλλιᾶσθε τῷ Κυρίῳ ἐν τρόμῳ, καὶ τὸ ἀποστολικὸν προστιθεὶς εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, τοὺς δὲ εἰς τὴν πόλιν κατιόντας μετὰ τὴν τρυφὴν εἰ συμβαίη ῥᾳθυμότερον διατεθέντας ἀπορρῖψαι τὸν χαλινὸν καὶ εἰς κραιπάλην καὶ εἰς ἄτοπον ἐξενεχθῆναι τρυφὴν δεξάμενος πάλιν μεθύοντας εἰς τὸ αὐτοῦ καταγώγιον οὐκ ἀφίησι τὴν ἀπὸ τῆς μέθης βλάβην ἔχοντας οἴκαδε ἀπελθεῖν, ἀλλὰ σωφρονίσας τῷ φόβῳ πρὸς τὴν αὐτὴν ἐπανάγει νῆψιν ἣν καὶ πρὸ τοῦ τῇ μέθῃ βαπτισθῆναι ἐφύλαττον.
 [00344]  Ἐπειδὰν δὲ παραγένωνται καλέσας αὐτοὺς ὁ μάρτυς καὶ ἑστιάσας τοῖς αὐτοῦ καὶ καθοπλίσας καλῶς οὐδὲν ἀφίησι δεινὸν παθεῖν.
000-00-00 Serial Number=0811431050
De Christi divinitate Ante [Go Back]  
 [00232]  Κἂν τοίνυν τις δικαστὴς, τὸν καταδικασθέντα χωρὶς βασιλικῆς γνώμης ἀφεὶς, ἐγκαλῆται, καὶ λέγει καὶ αὐτὸς, ὅτι Ἐπειδὴ καὶ βασιλεὺς ἀφίησι, κἀγὼ ἀφίημι, οὐ μόνον οὐκ ἀπαλλάττεται τούτῳ τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονα ἐξάπτει καθ' ἑαυτοῦ τὴν ὀργήν·
000-00-00 Serial Number=0885634243
De Christi precibus Ante [Go Back]  
 [00015]  Ἐκεῖ μὲν γὰρ τὸ δάνεισμα ἀποδοθὲν τὸν μὲν καταβαλόντα ἀφίησι, μεθίσταται δὲ πρὸς τὸν ὑποδεξόμενον, καὶ τοῦ μὲν ἠλάττωσε, τοῦ δὲ ἐπλεόνασε τὴν οὐσίαν·
 [00186]  Καθάπερ οὖν ἀνδριαντοποιὸς ἄριστος βουλόμενος διὰ τῶν ἔργων ἐπιδείξασθαι τὴν ἑαυτοῦ τέχνην, ἀφίησι, τὸν ἀνδριάντα διαπλάττων.
000-00-00 Serial Number=0450805426
De Davide et Saule Ante [Go Back]  
 [00687]  Οὐκ ἀφίησι τοῦ οὐρανοῦ τὸ κάλλος ἡ τῶν νεφῶν φαίνεσθαι συνδρομή·
000-00-00 Serial Number=0079449594
De Lazaro Ante [Go Back]  
 [01149]  Εἰ γὰρ οὓς οἶδεν ἀδιορθώτους μένοντας, ὅμως ἀφίησι, πολλῷ μᾶλλον οὓς ᾔδει κερδανοῦντας ἀπὸ τῆς αὐτοῦ μακροθυμίας εἴασεν ἂν ἐν τῇ παρούσῃ ζωῇ, ὥστε ἀπολαῦσαι τῆς προθεσμίας εἰς μετάνοιαν.
 [01510]  Ἐδύνατο μὲν γὰρ ὁ Θεὸς καὶ παρ' αὐτὴν αὐτὰ πληρῶσαι τὴν ἡμέραν, ἀλλ' ἵνα καὶ τὴν αὐτοῦ δύναμιν ἐπιδείξηται, καὶ τὴν πίστιν τῶν αὐτοῦ δούλων, ἀφίησι χρόνον μεταξὺ παρεμπεσεῖν μακρὸν, καὶ πολλὰ γενέσθαι κωλύματα, ἵνα καὶ τὴν αὐτοῦ μάθῃς ἰσχὺν, τότε πληροῦντος τὰ ἐπηγγελμένα, ὅταν εἰς ἀπόγνωσιν ἐμπέσῃ, καὶ τὴν τῶν δούλων ἴδῃς ὑπομονὴν καὶ πίστιν, οὐδενὶ τῶν ἐν μέσῳ συμβαινόντων τῆς ἀγαθῆς προσδοκίας ἐκπιπτόντων.
 [01754]  ἡ γὰρ πονηρία τῶν ἀπελθόντων δριμυτέραν οὐκ ἀφίησι γενέσθαι τὴν ὀδύνην·
000-00-00 Serial Number=0158543944
De consubstantiali Ante [Go Back]  
 [00280]  Νῦν μὲν οὖν ἐρήμην αὐτὴν ἀφίησι, καὶ γυμνὴν τῆς οἰκείας ἐνεργείας, ἵνα αὐτῆς δείξας τὴν ἀσθένειαν, πιστώσηται αὐτῆς καὶ τὴν φύσιν·
000-00-00 Serial Number=0213680327
De diabolo tentatore Ante [Go Back]  
 [00348]  Τοῦτο τοίνυν εἰς νοῦν λαβὼν, παῦσαι κατηγορῶν τοῦ ∆εσπότου, μαθὼν ὅτι οὐκ ἐγκαταλιμπάνων τὸν τοιοῦτον ὁ Θεὸς ἀφίησι πάσχειν κακῶς, ἀλλὰ στεφανῶσαι καὶ λαμπρότερον ποιῆσαι βουλόμενος.
000-00-00 Serial Number=0608512878
De eleemosyna [1] Ante [Go Back]  
 [00052]  Οὐκ ἀφίησι γὰρ τὴν ψυχὴν γυμνὴν ὀφθῆναι τῷ Θεῷ κατ' ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν καὶ φρικτήν·
000-00-00 Serial Number=0430790126
De eleemosyna [3] Ante [Go Back]  
 [00051]  Οὐκ ἀφίησι γὰρ τὴν ψυχὴν γυμνὴν ὀφθῆναι τῷ Θεῷ κατ' ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν καὶ φρικτήν·
000-00-00 Serial Number=0881133676
De fato et providentia Ante [Go Back]  
 [00574]  Τὰ μὲν γὰρ ἄλλα πάθη πολλοὺς ἔχει τοὺς συναλγοῦντας, ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ' αὐτῶν χειρωθεῖσιν·
000-00-00 Serial Number=0966077149
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00542]  τὸ γὰρ τοῦ πατρὸς ὄνομα προκαταλαμβάνον τὴν ψυχὴν οὐκ ἀφίησι διαναστῆναι.
000-00-00 Serial Number=0840824366
De incomprehensibili dei natura Ante [Go Back]  
 [00730]  πτοουμένη γὰρ καὶ καθάπερ ἡνίας τινὰς τὰς οἰκείας ἐνεργείας συστέλλουσα ἀφ' ἑκάστου τῶν αἰσθητηρίων τοῦ σώματος, ἔρημα ἀφίησι τὰ μέλη·
000-00-00 Serial Number=0515349805
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00414]  οὐδὲ γὰρ ἀναγκάζει ὁ Θεός, ἀλλ' ἀφίησι κυρίους εἶναι προαιρέσεων καὶ μετὰ τὴν κλῆσιν.
000-00-00 Serial Number=0532972217
De mutatione nominum Ante [Go Back]  
 [01011]  ἀνίστησι τὸ φρόνημα, καὶ οὐκ ἀφίησι μεμνῆσθαι τῶν παρόντων, μεθίστησί σε ἀπὸ γῆς εἰς τὸν οὐρανόν.
000-00-00 Serial Number=0544008791
De non iterando conjugio Ante [Go Back]  
 [00057]  Τὸ γὰρ καταλαβὸν ἤδη πένθος τὴν οἰκίαν οὐκ ἀφίησι καθαρὰν γενέσθαι τὴν εὐφροσύνην·
000-00-00 Serial Number=0756687641
De paenitentia [1] Ante [Go Back]  
 [01339]  κἀκεῖνα μὲν ταῖς πέτραις προσαραττόμενα ἄσημον τὸν ἦχον ἀφίησι, ταῦτα δὲ τῷ λόγῳ τῆς διδασκαλίας προσρηγνύμενα προσηνῆ τὴν φωνὴν ἀφίησιν.
 [01494]  ὁ δὲ παραινέσας κύριον ἀφίησι τῆς αἱρέσεως τὸν ἀκροατήν.
000-00-00 Serial Number=0068785369
De profectu evangelii Ante [Go Back]  
 [00255]  ὁ δὲ Θεὸς οὐκ ἀφίησι δι' ὑμᾶς.
000-00-00 Serial Number=0219589353
De sacerdotio Ante [Go Back]  
 [00413]  Μεγάλα γάρ τινα φανταζόμεθα περὶ τῶν δυνάμεων ἐκείνων καὶ τοῦτο ἡμᾶς οὐκ ἀφίησι πιστεῦσαι ὅτι δύναιτ' ἂν ἄνθρωπος τῆς τιμῆς φρονῆσαί τι μεῖζον ἐκείνης, ὥστε αὐτοὺς μᾶλλον δικαίως ἄν τις γράψαιτο ἀπονοίας τοὺς ἡμῶν τοῦτο κατηγοροῦντας·
 [01297]  Καὶ γὰρ πλοῦτος ὑπέρογκος καὶ δυναστείας μέγεθος καὶ ῥαθυμία ἀπὸ τρυφῆς προσγινομένη καὶ πολλὰ ἕτερα πρὸς τούτοις συμπνίγει τὰ καταβαλλόμενα σπέρματα, πολλάκις δὲ ἡ τῶν ἀκανθῶν πυκνότης οὐδὲ μέχρι τῆς ἐπιφανείας ἀφίησι τὸ σπειρόμενον πεσεῖν.
000-00-00 Serial Number=0693385899
De studio praesentium Ante [Go Back]  
 [00007]  Γραφῶν δὲ γνῶσις τειχίζει τὴν διάνοιαν, καθαίρει τὸ συνειδὸς, ἀνασπᾷ τὰ ἀνελεύθερα πάθη, φυτεύει τὴν ἀρετὴν, μετάρσιον ποιεῖ τὸν λογισμὸν, οὐκ ἀφίησι ταῖς ἀδοκήτοις τῶν πραγμάτων βαπτίζεσθαι περιστάσεσιν, ὑψηλοτέρους καθίστησι τῶν τοῦ διαβόλου βελῶν, πρὸς αὐτὸν μετοικίζει τὸν οὐρανὸν, ἀπολύει τὴν ψυχὴν τῶν συνδέσμων τοῦ σώματος, κοῦφα ἐργάζεται τὰ πτερὰ, καὶ πᾶν ὅπερ ἂν εἴπῃ τις ἀγαθὸν, εἰς τὴν τῶν ἀκροατῶν εἰσοικίζει διάνοιαν.
000-00-00 Serial Number=0930870771
De terrae motu Ante [Go Back]  
 [00060]  ἐγὼ σιωπῶ καὶ ὁ σεισμὸς σάλπιγγος λαμπροτέραν ἀφίησι φωνὴν, ταῦτα λέγων·
000-00-00 Serial Number=0929292619
De virginitate Ante [Go Back]  
 [00163]  Τελείας γὰρ ἀρετῆς οὐ τὸ ταῦτα μὴ πράττειν ἃ πράξαντες παρὰ πᾶσιν εἶναι δόξομεν κακοί, ἀλλὰ τὸ ἐν τούτοις εἶναι λαμπρούς, ἃ μήτε τοὺς μὴ ἑλομένους ἀφίησι διὰ τοῦτο κακίζεσθαι, τούς τε ἑλομένους καὶ κατορθώσαντας οὐ μόνον τῆς τῶν φαύλων ἀπαλλάττει δόξης ἀλλὰ καὶ εἰς τὴν τῶν ἀγαθῶν ἐγκρίνει τάξιν.
 [00181]  Ὁ μὲν γὰρ συμβουλεύων ἀφίησι τὸν ἀκούοντα κύριον εἶναι τῆς τῶν πραγμάτων αἱρέσεως ὑπὲρ ὧν ποιεῖται τὴν συμβουλήν·
 [00220]  Τοὺς σῶμα περικειμένους τῶν ἀσωμάτων οὐκ ἀφίησι λείπεσθαι δυνάμεων, ἀνθρώπους ὄντας εἰς τὸν αὐτὸν τῶν ἀγγέλων ἄγει ζῆλον.
 [00434]  Καὶ γὰρ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἀφίησι τὰς μαρμαρυγάς, πάντων μὲν ἡμᾶς ἀφιστῶσα τῶν βιωτικῶν καθαροῖς δὲ ὀφθαλμοῖς εἰς τὸν τῆς δικαιοσύνης ἥλιον ἀτενὲς παρασκευάζουσα ἐνορᾷν.
 [00577]  Ὁ μὲν γὰρ κύριος οὐκ ἀφίησι τὸν ἄνδρα ἐκ τῆς οἰκείας ἐκβαλεῖν τὴν γυναῖκα.
 [00868]  Τὴν μὲν γὰρ ἁπλῶς χήραν ἀφίησι γαμεῖν εἰ βούλοιτο, τὴν δὲ ἐπαγγειλαμένην τῷ Θεῷ χηρεύειν διὰ παντός, εἶτα γαμηθεῖσαν, καταδικάζει σφοδρῶς ὅτι τὰς πρὸς τὸν Θεὸν συνθήκας ἐπάτησεν.
 [01015]  Τοιοῦτον γὰρ ὁ σύμβουλος οὐκ αὐτὸς τοῖς λεγομένοις ψηφίζεται ἀλλὰ τὸ πᾶν ὑπὸ τὴν κρίσιν ἀφίησι κεῖσθαι τῶν ἀκροατῶν.
 [01218]  Ἡ γὰρ ἀσθενὴς καὶ ἠδικημένη ψυχὴ οὐχ οὕτως εὐκόλως ἀφίησι τῆς ὀργῆς τὸν ἰόν, ὅταν περὶ βασιλείας ἀκούσῃ καὶ εἰς μακρὰς ἐλπίδας ἐμπέσῃ ὡς ὅταν παρὰ τοῦ λελυπηκότος προσδοκήσῃ λήψεσθαι δίκην.
 [01566]  Καίτοι γε λαμπρότερος ἐκεῖνός ἐστι καὶ μερίμνης ἁπάσης ἐλευθέραν ἀφίησι τὴν ψυχήν.
000-00-00 Serial Number=0738897681
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00008]  Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην καταστήσειεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν μὴ διὰ τῶν ἀλλοτρίων συμφερόντων ὁδεύσαντας.
 [00086]  ὁ δὲ τῆς μὲν περιττῆς ταύτης καὶ ἀνονήτου φροντίδος ἀφίησι, κελεύει δὲ συνάγειν τοὺς θησαυροὺς ἐν τοῖς οὐρανοῖς, οὐκ ἐκ τῆς εἰς ἑτέρους ἀδικίας, ἀλλ' ἐκ τῆς οἰκείας δικαιοσύνης·
 [01953]  Ὅταν γὰρ προνοῶν καὶ κηδόμενος καταφρονῆται, ἀφίησι μικρὸν καὶ ἐγκαταλιμπάνει, ἵνα τότε τῆς ῥᾳθυμίας ἐκβληθείσης, σπουδαιότεροι οἱ ὀλίγωροι γένωνται.
 [02551]  ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ' αὐτῶν χειρωθεῖσιν·
 [02828]  Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, ὅτι τῶν μὲν πονηρῶν εἴασε πολλοὺς τρυφᾷν κατὰ τὸν παρόντα βίον, τῶν δὲ δικαίων πολλοὺς ἐν μυρίοις ἀφίησι κακοῖς, δίκαιος ὢν καὶ ὀνομαζόμενος, καὶ δικαίως ἑκάστῳ κατὰ τὴν ἀξίαν ἀποδιδόναι εἰδώς;
 [03556]  Εἰ γὰρ τὸ φιλεῖν τοὺς φιλοῦντας οὐδὲν ἡμᾶς πλέον ἔχειν ἀφίησι τῶν ἐθνικῶν·
 [04246]  ἀφίησι βῶλον·
 [04487]  ἡ γὰρ πονηρία τῶν ἀπελθόντων δριμυτέραν οὐκ ἀφίησι γενέσθαι τὴν λύπην·
 [08641]  ὃ δὲ ἐκ τῶν εἰρημένων ἀκόλουθόν τε ἐφαίνετο καὶ ὡμολογημένον, τοῦτο σοὶ λοιπὸν ἀφίησι συνιδεῖν·
 [09505]  Ὁ γὰρ κατηγορῶν τῶν ἁμαρτανόντων, εἰ καὶ μηδὲν ἕτερον, οὐκ ἀφίησι περαιτέρω προελθεῖν.
 [09718]  ὅταν δὲ ὑπερβαίνῃ καὶ ἐν ἐκστάσει ἡμᾶς ποιῇ, οὐκέτι ἀφίησι λαβεῖν παραμυθίαν.
 [09849]  Ποία μήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος;
 [09999]  Ἐπειδὴ γὰρ οὐκ ἔστι δυνατὸ ἀνθρώπῳ εἰδέναι τὰ τοῦ πλησίον, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, αὐτὴν ἀφίησι τὴν φωνὴν, Τὰ ἅγια τοῖς ἁγίοις.
 [09999]  Ποία γὰρ μήτηρ κύουσα οὕτω δεινὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος;
000-00-00 Serial Number=0082970679
Epistulae Ante [Go Back]  
 [00310]  Ἐγὼ μὲν ἐβουλόμην συνεχέστερον ἐπιστέλλειν, ἡ δὲ τῶν γραμματηφόρων σπάνις οὐκ ἀφίησι τὴν ἐπιθυμίαν ταύτην εἰς ἔργον ἐλθεῖν·
 [01001]  Οὐδενὶ γὰρ ἀφίησι τῶν προσπιπτόντων αὐτοῖς θορυβεῖσθαι λυπηρῶν, οὐδὲ ὑποσκελίζεσθαι·
 [01959]  Οὐδενὶ γὰρ ἀφίησι τῶν προσπιπτόντων αὐτοῖς θορυβεῖσθαι λυπηρῶν, οὐδὲ ὑποσκελίζεσθαι·
 [03309]  ἐπειδὴ δὲ καὶ ἐν ἐρημίᾳ πολλῇ χωρίου διατρίβομεν, καὶ ὁ τῶν λῃστῶν φόβος πολιορκεῖ τὴν πόλιν, καὶ ἡ τοῦ χειμῶνος ὥρα ἀποτειχίζει τὰς ὁδοὺς, καὶ ταῦτα πάντα οὐκ ἀφίησι πολλοὺς ἡμῖν συνεχῶς ἐπιχωριάζειν, ἡνίκα ἂν ἐξῇ, καὶ γραμματηφόρων ἐπιτύχωμεν, τὴν ὀφειλομένην πρόσρησιν ἀποδιδόαμέν σου τῇ εὐλαβείᾳ.
000-00-00 Serial Number=0169587135
Expositiones in Psalmos Ante [Go Back]  
 [00616]  Εἰ δέ τινας ἀφίησιν εἶναι ἐν πτωχείᾳ καὶ πενίᾳ, διορθῶν αὐτῶν τὴν ψυχὴν ἀφίησι, φιλοσοφωτέραν τὴν γνώμην ἐργαζόμενος.
 [06079]  Ἐπεὶ καὶ ἐραστὴς μανικὸς τὸν ἐρώμενον ὑπερορῶντα ἀφίησι καὶ ἐγκαταλιμπάνει, οὐκ ἐκβάλλων αὐτὸν τῆς διανοίας, ἀλλὰ ἐπιστρέψαι αὐτὸν βουλόμενος, καὶ ἑαυτῷ συνάψαι.
 [06099]  Ὅταν γὰρ προνοῶν καὶ κηδόμενος καταφρονῆται, ἀφίησι μικρὸν καὶ ἐγκαταλιμπάνει, ἵνα τότε τῆς ῥᾳθυμίας ἐκβληθείσης, σπουδαιότεροι οἱ ὀλίγωροι γένωνται.
000-00-00 Serial Number=0240731418
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01083]  Ὅταν γὰρ ἄμετρος ὁ φόβος ᾖ, οὐδὲν ἀφίησι κατὰ χώραν μένειν.
000-00-00 Serial Number=0971817613
Fragmenta in Job Ante [Go Back]  
 [00774]  ἐπειδὴ γὰρ ᾔδει τὸν πόθον τοῦ Ἰὼβ τὸν περὶ τὸν Θεὸν, οὐκ ἀφίησι τὴν γυναῖκα κατηγορῆσαι τοῦ Θεοῦ, ἵνα μὴ ὡς ἐχθρὰν εὐθέως ἀποστραφῇ·
 [01115]  ἀλλ' ἐν μὲν τοῖς πρώτοις ἀφίησι πεῖραν λαβεῖν·
000-00-00 Serial Number=0132501900
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00015]  ἡ δὲ καλὴ φύσει καὶ ἐπίχαρις καὶ εὐγενὴς κόρη γυμνὸν ἀφίησι τῆς φύσεως ἀγωνίζεσθαι τὸ δῶρον, οὐδενὸς τούτων δεομένη τῶν βοηθημάτων, ἀλλὰ διακρουομένη, ὥστε μὴ τὴν φυσικὴν ὥραν τοῖς παραπετάσμασι συσκιάσαι τούτοις.
000-00-00 Serial Number=0026120424
In Acta apostolorum Ante [Go Back]  
 [02560]  Ἔδει γοῦν πιστευθῆναι, ὅτι ἀφίησι τὰ ἁμαρτήματα τὸ ὄνομα τοῦ Χριστοῦ, ὅπου γε καὶ τοιαῦτα ἐργάζεται.
 [06553]  Ἐκείνη ἡ φωνὴ κοινὴ τῆς Ἐκκλησίας ἐστὶν, ἣν οὗτος ἀφίησι, καὶ οὐδεὶς ὁ προσέχων.
 [07954]  ἀλλ' ἀφίησι.
 [08823]  πῶς οὐκ ἀφίησι πιστευθῆναι;
 [08990]  Πάσης δρόσου μᾶλλον τὰ τῆς νυκτὸς δάκρυα καὶ κατὰ τῶν ἐπιθυμιῶν καὶ κατὰ πάσης φλεγμονῆς καὶ καύσωνος καθίεται, καὶ οὐκ ἀφίησι χαλεπόν τι παθεῖν.
 [09999]  οὕτω καὶ ἐνταῦθα ἀμετρία θερμότητος διενοχλήσασα τὴν ψυχὴν, οὐκ ἀφίησι στέγειν ἃ σιγᾷν καλὸν, ἀλλὰ ῥητὰ καὶ ἄῤῥητα λέγει, οὐχὶ τοὺς ἀκούοντας, ἀλλ' ἑαυτὸν αἰσχύνων.
 [09999]  Τοῦτο τὸ μέλος οὐ μόνον πάθη κηλεῖ, ἀλλ' οὐδὲ διαναστῆναι ἀφίησι, καὶ πολλὴν τὴν σιγὴν ἐργάζεται.
 [09999]  Καὶ οὗτος μὲν λαμβάνει διάδοχον, καὶ ἀφίησι τοῦτον δέσμιον, καίτοι γε οὐκ ἔδει, ἀλλὰ τέλος ἐπιθεῖναι, ἀλλὰ χαριζόμενος ἐκείνοις κατέλιπεν αὐτόν.
 [09999]  Καθάπερ γὰρ ἐκείνη καὶ πρὸς τὰ ἄψυχα ὀργίζεται, κἂν μὴ πλήξῃ τὸ ἔδαφος, οὐκ ἀφίησι τὴν ὀργήν·
 [09999]  ὁ Παῦλος οὐδένα ἀφίησι μαθεῖν, οὐδὲ τὸν ἑκατόνταρχον, ὥστε μὴ τὸ πρᾶγμα γενέσθαι διάδηλον.
 [09999]  οὐ μόνον γὰρ αὐτὸν ἀφίησι τῶν ἐγκλημάτων, ἀλλὰ καὶ ὑπεραπολογεῖται.
 [09999]  Μέχρι τούτων τὸν λόγον ἵστησιν ὁ συγγραφεὺς, καὶ ἀφίησι διψῶντα τὸν ἀκροατὴν, ὥστε τὸ λοιπὸν ἀφ' ἑαυτοῦ συλλογίζεσθαι.
000-00-00 Serial Number=0905750692
In Bassum martyrem Ante [Go Back]  
 [00041]  Τοιοῦτος ἡμῖν ὁ Χριστὸς, οἰκτιρμοὺς ἐπιδείκνυται, δέον τιμωρεῖν τὸν ἁμαρτάνοντα, δέον τῶν παροργισάντων ἀφανίσαι τὸ γένος, ἥμερα τοῖς ὑπευθύνοις ἀφίησι ῥήματα·
000-00-00 Serial Number=0522902369
In Eutropium Ante [Go Back]  
 [00095]  Ἀλλ' ἰδοὺ διὰ τῶν ἔργων ἔμαθεν, ὅπερ ἐποίησε, καὶ τὸν νόμον ἔλυσε πρῶτος αὐτὸς, δι' ὧν ἐποίησε, καὶ γέγονε τῆς οἰκουμένης θέατρον, καὶ σιγῶν ἐντεῦθεν ἀφίησι φωνὴν ἅπασι παραινῶν, Μὴ ποιεῖτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα.
 [00096]  ∆ιδάσκαλος ἀνεφάνη διὰ τῆς συμφορᾶς, καὶ λαμπηδόνα μεγάλην ἀφίησι τὸ θυσιαστήριον, νῦν φοβερὸν μάλιστα καὶ ἐκ τούτου φαινόμενον, ὅτι τὸν λέοντα δεδεμένον ἔχει·
000-00-00 Serial Number=0090819895
In Genesim sermones Ante [Go Back]  
 [00295]  Πάλιν τοὺς περὶ ἐλεημοσύνης ἐπαγαγεῖν λόγους καὶ νῦν ἐβουλόμην, ἀλλ' ὁ καιρὸς ἡμᾶς οὐκ ἀφίησι·
 [01300]  Καθάπερ ἡ πηγὴ πολλοὺς πανταχόθεν ἀφίησι ῥύακας, οὕτω καὶ ὁ νόμος πολλὰς πανταχόθεν ἀφίησι τὰς ἐντολὰς, ἄρδων ἡμῶν τὴν ψυχήν.
000-00-00 Serial Number=0566449642
In Isaiam Ante [Go Back]  
 [00615]  Οὕτως αὐτὴ τῶν πραγμάτων ἡ φύσις σάλπιγγος λαμπροτέραν φωνὴν ἀφίησι, τὸ περιφανὲς ἐνδεικνυμένη τῆς Ἐκκλησίας.
 [01641]  Καὶ ἐπειδὴ πάντων τιμιώτερος ἄνθρωπος καὶ δι' αὐτὸν τὰ γενόμενα ἅπαντα, διά τοι τοῦτο καὶ νῦν, ἐπειδὴ ἥμαρτεν ὁ τῶν Ἰουδαίων δῆμος, ἐπέχει τῆς γῆς τὰς ὠδῖνας ὁ Θεὸς καὶ μετὰ πολλοὺς πόνους καὶ ἱδρῶτας οὐκ ἀφίησι τὰς ἐκείνης λαγόνας τὴν εἰωθυῖαν φορὰν ἐνεγκεῖν, ἵνα κἀντεῦθεν μάθωσιν ὅτι οὐ γεωργικῶν χειρῶν τέχνη, οὐδὲ βόες καὶ ἄροτρον, οὐδὲ γῆς φύσις, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλ' ὁ τούτων ἁπάντων ∆εσπότης οὗτός ἐστιν, ὁ καὶ δαψιλεῖ τῇ χειρὶ πάντα ἐκχέων καὶ πάλιν, ἐπειδὰν βούληται, συστέλλων ἅπαντα.
 [02226]  Ὅταν μέλλῃ τι παράδοξον ὁ Θεὸς ποιεῖν, οὐκ εὐθέως ἐπάγει τὸ θαῦμα, ἀλλὰ πρότερον τοὺς μέλλοντας ἀπολαύειν ἐν αἰσθήσει τῶν δεινῶν ἀφίησι γενέσθαι, ἵνα μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν μηδεμίαν ἀγνωμοσύνην ἐπιδείξωνται.
 [02235]  Ἐπειδὴ γὰρ μέλλει λύειν τὸν πόλεμον καὶ ἀπαλλάττειν αὐτοὺς τῶν λυπηρῶν, ἀφίησι πρότερον τῶν δεινῶν αἰσθέσθαι.
000-00-00 Serial Number=0288913429
In Joannem Ante [Go Back]  
 [00331]  Καθάπερ γὰρ τὸ ὄμμα, ὅταν μὲν καθαρὸν ᾖ καὶ διαυγὲς, ὀξυδερκές τέ ἐστι, καὶ οὐκ ἂν ἀποκάμοι ῥᾳδίως καὶ τὰ λεπτότατα σώματα καταμανθάνον, ἐπειδὰν δὲ χυμοῦ τινος ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥεύσαντος πονηροῦ, ἢ κάτωθεν λιγνύος καπνώδους ἀνενεχθείσης, πυκνή τις πρὸ τῆς κόρης γένηται νεφέλη, οὐδὲν οὐδὲ τῶν παχυτέρων σαφῶς ἀφίησι συνιδεῖν·
 [00497]  Ἡ γὰρ τῆς γῆς καὶ τοῦ ἀνθρώπου προσηγορία προλαβοῦσα, ὅσα ἂν περὶ αὐτῶν λέγηται, οὐκ ἀφίησι τὴν διάνοιαν μεῖζόν τι φαντασθῆναι περὶ αὐτῶν, ὧν νῦν ἴσμεν·
 [00498]  ὥσπερ οὐδὲ ὁ Λόγος, κἂν μικρόν τι περὶ αὐτοῦ λεχθῇ, οὐκ ἀφίησι ταπεινὸν ἐννοῆσαί τι καὶ εὐτελές·
 [01707]  Καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ψυχαγωγίας ἕνεκεν ταῦτα φθέγγομαι, λαμπρὰν ὑπὲρ τούτων ἀφίησι τὴν φωνὴν τὰ κατὰ τὸν μακάριον Παῦλον ἅπαντα.
 [03035]  Τοῦτο οὐκ ἀφίησι τοὺς Ἕλληνας τῆς οἰκείας ταχέως καταγελάσαι πλάνης.
 [04647]  Ἀπάγει τῶν αἰσθητῶν αὐτὸν ἁπάντων, καὶ οὐκ ἀφίησι τοῖς ὀφθαλμοῖς τούτοις περιεργάσασθαι τὴν μυσταγωγίαν.
 [05619]  Ἔγνω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας, καὶ ἀνελὼν αὐτοὺς, οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι, διὰ τὰς τοιαύτας τῆς ἀποστάσεως ὑποψίας·
000-00-00 Serial Number=0610962987
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00245]  ἀφίησι βόλον, οὐ τῇ φύσει τοῦ σώματος θαῤῥῶν, ἀλλὰ τῇ δυνάμει τῆς πί στεως τὴν νίκην ἀπηνέγκατο·
000-00-00 Serial Number=0363991559
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00268]  ὁ δὲ ∆εσπότης μου ἁμαρτίας ἀφίησι.
000-00-00 Serial Number=0384874105
In diem natalem Ante [Go Back]  
 [00259]  Εἰ τοίνυν ὁ ἥλιος, σῶμα φθαρτὸν ὢν, πανταχοῦ τὰς ἀκτῖνας ἀφίησι, καὶ βορβόροις καὶ μολυσμοῖς καὶ πολλοῖς ἄλλοις τοιούτοις ὁμιλῶν πράγμασι, οὐδὲν ἀπὸ τῆς ὁμιλίας τῶν σωμάτων εἰς τὴν οἰκείαν καθαρότητα παραβλάπτεται, ἀλλὰ καὶ καθαρὰς συστέλλει τὰς ἀκτῖνας πάλιν, τῆς οἰκείας ἀρετῆς πολλοῖς τῶν ὑποδεξαμένων αὐτὸν σωμάτων μεταδιδοὺς, τῆς δὲ δυσωδίας καὶ τοῦ μολυσμοῦ οὐδὲ τὸ τυχὸν αὐτὸς προσλαμβάνων·
000-00-00 Serial Number=0169821680
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00100]  Ἡ γὰρ δοξολογία αὕτη ἀπολογία γίνεται τῷ μέλλοντι ἐγκαλεῖν, καὶ οὐδὲ ἀφίησι μέμψασθαι τῇ μελλήσει.
 [01560]  καὶ γὰρ καὶ τοῦτο ἁμαρτίας ἀφίησι.
 [05041]  Καὶ εἰπὼν τοῦ Θεοῦ τὴν χάριν, οὐκ ἀφίησι τοῦ Θεοῦ τὸ πᾶν εἶναι, πάλιν ἵνα καὶ ταύτῃ εἰς πλείονα ἐπισπάσηται αὐτοὺς ἀγάπην, εἰπὼν ὅτι καὶ οἴκοθεν ἐγήγερται.
000-00-00 Serial Number=0209693313
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00333]  φόβος γὰρ ἐνακμάζων διανοίᾳ, οὐδὲν ἀφίησι κοσμικὸν εἶναι ἐν αὐτῇ.
000-00-00 Serial Number=0093435347
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01266]  Ὥσπερ οὖν νέφη ταῦτα παρελθόντα ἀφίησι τὸ κριτήριον εἶναι καθαρὸν καὶ τῆς λύπης ἐπεισελθούσης καὶ μαλαττούσης τὸ σκληρόν.
000-00-00 Serial Number=0869638443
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00587]  οὗτος γὰρ ἀφίησι τὰ ἁμαρτήματα.
 [02154]  καίτοι γε οὐδὲ ταύτην αὐτοῖς ἀφίησι τὴν ἀπολογίαν.
 [03120]  καὶ καθάπερ τοῖχος ἀθυρίδωτος πρὸ τῶν ὀφθαλμῶν ἐγερθεὶς, οὐκ ἀφίησι τὴν ἀκτῖνα τῆς δικαιοσύνης ἐλλάμψαι τῇ διανοίᾳ, τῶν λογισμῶν τῶν ἀτόπων τῆς ἐπιθυμίας πάντοθεν αὐτὴν ἐπιτειχισάντων·
 [05897]  Ἀλλ' ὅμως καὶ οὕτως ἀφίησι κυρίους.
 [07265]  Οὐδὲ γὰρ οὐλὴν τῶν τραυμάτων ἀφίησι φανῆναί τινα.
 [07318]  Αὕτη τοὺς αὐτῆς ἐραστὰς τῶν τὰ μέταλλα ἐργαζομένων οὐδὲν ἄμεινον ἀφίησι διακεῖσθαι.
 [07659]  Οὐδὲ γὰρ ἀνακρίνειν ἀφίησι, τουτέστιν, ἐξετάζειν καὶ πυνθάνεσθαι, εἴτε εἰδωλόθυτον, εἴτε μὴ τοιοῦτον·
 [07868]  Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην κατασταῖεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν, μὴ διὰ τῶν ἀλλοτρίων συμφερόντων ὁδεύσαντας.
 [08451]  Οὔτε γὰρ κατηγορῶν δήλους ποιεῖ, ὥστε μὴ ἀναισχυντοτέρους ποιῆσαι, οὔτε ἐγκωμιάζων, ὥστε μὴ χαυνοτέρους, ἀλλ' εἰς μετέωρον ἀφίησι τὸν λόγον, καὶ τοῦτον κἀκεῖνον ἑκάστου τῷ συνειδότι τὰ λεγόμενα ἁρμόζειν παρέχων.
 [08859]  Ἐπειδὴ γὰρ ᾔδει τὸν πόθον τοῦ Ἰὼβ τὸν περὶ τὸν Θεὸν, οὐκ ἀφίησι τὴν γυναῖκα κατηγορῆσαι τοῦ Θεοῦ, ἵνα μὴ ὡς ἐχθρὰν εὐθέως ἀποστραφῇ.
 [09303]  Ἀνακτησάμενος τοίνυν καὶ ἀναγαγὼν τὸν δοκοῦντα ἠλλαττῶσθαι ἀπὸ τοῦ κοινοῦ τούτου παραδείγματος, πάλιν τὴν κοινὴν συνήθειαν ἀφίησι, καὶ ἐφ' ἕτερον ἔρχεται κεφάλαιον πνευματικὸν μείζονα φέρον τὴν παράκλησιν, καὶ πολλῆς ἰσοτιμίας ὂν ἐνδεικτικόν.
 [09999]  Καὶ τίνος ἕνεκεν, φη-σὶν, ὁ Θεὸς ἀφίησι πλουτεῖν τοὺς τοιούτους;
 [09999]  Ἀλλ' ὁ πλοῦτος, οὐδὲ τούτου τυχὼν, ἀφίησι τὴν ὀργὴν τοῖς κτησα-μένοις αὐτὸν, ἀλλὰ καὶ τοὺς οὐδὲν ἠδικημένους τοῦ τετελευτηκότος ἐχθροὺς καθίστησιν, εἴ γε τὸ νεκρὸν σῶμα γυμνοῦν, τῶν σφόδρα ἐχθρῶν καὶ πολεμίων ἐστί.
 [09999]  Ὁ δὲ φιλοσοφῶν οὐδὲ ἀρχὴν ἀφίησι ταύτην λαβεῖν τὴν ταραχὴν, οὐδὲ διαναστῆναι τὸ πέλαγος, οὐδὲ βοῆσαι τὸ θηρίον.
 [09999]  Ἐπεὶ καὶ στρατηγὸς πόλιν τὴν μὲν καθάπαξ ἁλοῦσαν ἀφίησι, τῇ δὲ ἑστηκυίᾳ καὶ φιλονεικούσῃ προσεδρεύει μετὰ σπουδῆς ἁπάσης·
 [09999]  Καὶ γὰρ ἀρετὴν ἐπεισ-άγει, καὶ κακίαν ἐκκόπτει, φησὶ, μᾶλλον δὲ οὐδὲ ἀφίησι φῦναι τὴν ἀρχήν.
000-00-00 Serial Number=0946241558
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00140]  οὐ γὰρ ἀφίησι τὸ Πνεῦμα.
 [00294]  Καθάπερ μύρον εὐῶδες τὴν εὐωδίαν οὐκ ἐν ἑαυτῷ συγκλεῖσαν ἔχει, ἀλλὰ πόῤῥωθεν ἀφίησι, καὶ τὸν ἀέρα ἀναχρῶσαν τῆς ὀσμῆς, οὕτως ἐνίησι καὶ ταῖς τῶν πλησίων αἰσθήσεσιν·
 [01698]  εἴ τις κακῶς ἔπαθε παρ' αὐτοῦ, τῷ ἀπελθόντι μνησικακῶν εἰς ἐμὲ τὴν ὀργὴν ἀφίησι.
 [01741]  ὁ γὰρ μᾶλλον φιλούμενος, ἀθάνατός ἐστι, καὶ οὐκ ἀφίησι τοῦ ἧττον φιλουμένου λαβεῖν αἴσθησιν·
 [02477]  ταῦτα γὰρ οὐκ ἀφίησι μὴ εἰδέναι τὴν ἡμέραν, τεκμήρια ὄντα τῆς παρουσίας αὐτῆς.
 [02568]  οὕτω καὶ ἡ ἐλπὶς τὸν λογισμὸν οὐκ ἀφίησι διαπεσεῖν, ἀλλ' ὀρθὸν ἵστησιν ὥσπερ κεφαλὴν, οὐδὲν τῶν ἔξωθεν εἰς αὐτὸν πεσεῖν ἐῶσα.
000-00-00 Serial Number=0438295007
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00285]  Πῶς οὖν τοὺς πονηροὺς ἀφίησι πλουτεῖν, φησίν;
 [00781]  Οὕτω καὶ ὅταν περὶ γεέννης διαλεγώμεθα αὐτοῖς, Καὶ ποῦ, φασὶ, ταῦτα ἄξια Θεοῦ, εἰ ἄνθρωπος μὲν τὸν οἰκέτην λαβὼν τὸν ἑαυτοῦ πολλὰ ἡμαρτηκότα, ἀφίησι καὶ συγγνώμης ἀξιοῖ·
 [00826]  Τοῦτο καὶ Παῦλός φησιν, ὅτι βουλόμενος ὁ Θεὸς πληροφορῆσαι τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησι, τὸν πάντων ἁμαρτωλότερον εἵλετο.
 [01698]  οὗτος γὰρ ὁ κόσμος ὁ ἔξωθεν περικείμενος οὐκ ἀφίησι τὸν ἔνδον γενέσθαι καλόν.
 [01919]  οὗτος δὲ οὐδὲ βουλομένους ἀφίησι σωφρονεῖν, ἀλλ' ἐξάγει καὶ καταστρέφει, καὶ μυρίοις ἐμβάλλει δεινοῖς.
 [02908]  Καθάπερ γὰρ ἡ συνεχὴς συννέφεια καὶ διηνεκὴς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαλάμψαι ποτέ·
 [03226]  ὁ γὰρ πολὺς φόβος ὁ τοῦ Θεοῦ οὐκ ἀφίησι πρὸς τὰ βάθη τοῦ ὕπνου κατελθεῖν, καὶ βαπτίσαι τὴν διάνοιαν αὐτῶν, ἀλλ' ἐξ ἐπιπολῆς ἐπίκειται διαναπαύων αὐτοὺς μόνον.
 [03231]  Οὔτε κιθάρα, οὔτε σύριγγες, οὔτε οὐδὲν ἄλλο ὄργανον μουσικὸν τοιαύτην ἀφίησι φωνὴν, οἵαν ἔστιν ἀκοῦσαι ἐν ἡσυχίᾳ βαθείᾳ, καὶ ἐν ἐρημίᾳ τῶν ἁγίων ᾀδόντων ἐκείνων.
000-00-00 Serial Number=0984046280
In epistulam ad Colossenses Ante [Go Back]  
 [00875]  Καὶ τὸ μὲν ὁμολογούμενον ἀφίησι, τὸ δὲ ἀμφιβαλλόμενον τίθησιν.
 [01298]  Ὁ μὲν γὰρ Θεὸς αὐτοὺς ἀποκηρῦξαι ἐβούλετο, αὐτὸς δὲ οὐκ ἀφίησι·
 [02731]  λοιπὸν ἀφίησι τῇ πλάνῃ·
000-00-00 Serial Number=0718557596
In epistulam ad Ephesios Ante [Go Back]  
 [00480]  Τὸ γὰρ εὔκολον εἶναι πρὸς τὸ ὀμόσαι οὐκ ἀφίησι δόξαν εὐλαβείας ἔχειν.
 [00489]  ὁ γὰρ θυμὸς ἐξάγει, καὶ φλέγει, καὶ οὐκ ἀφίησι τὴν ψυχὴν ἠρεμεῖν.
 [01124]  ὅταν δὲ ὑπερβαίνῃ, καὶ ἐν ἐκστάσει ἡμᾶς ποιῇ, οὐκέτι ἀφίησι λοιπὸν ἔχειν παραμυθίαν.
 [03276]  Ὁ συμβουλεύων λέγει τὰ παρ' ἑαυτοῦ, οὐκ ἀναγκάζων τὸν ἀκροατὴν, ἀλλ' αὐτὸν ἀφίησι τῆς τῶν λεγομένων αἱρέσεως κύριον·
 [03450]  ὅτι φῶς ἀφίησι πολύ;
 [03457]  ὡς ὅ γε σφόδρα πυκνωθεὶς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαδῦναι·
 [04247]  Ὁ γὰρ θυμὸς οὐδὲ τοῦ οἰκείου ἀφίησι στόματος φείδεσθαι, ἀλλ' εἰς ἓν μόνον ὁρᾷ, πῶς ἐκείνην ἀμύνηται, κἂν ἑαυτὴν καταισχύνῃ.
 [05343]  Τί γὰρ, εἰ ὁ τῦφος οὐκ ἀφίησι φανῆναι τὴν ἀντίδοσιν;
000-00-00 Serial Number=0087228239
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00787]  ∆ιὰ τοῦτο μὲν οὐ λέγει, ἀφίησι δὲ αὐτὸ ἐν ἀπορίᾳ καὶ μετέωρον εἰπών·
 [01389]  Εἰ γὰρ τὸ μόνος ἀληθινὸς, οὐκ ἀφίησι τὸν Υἱὸν εἶναι Θεὸν ἀληθινὸν, οὐκ ἄρα οὐδὲ Θεὸν, διὰ τὸ λέγεσθαι, Ὁ δὲ Θεὸς εἷς ἐστιν.
 [02355]  Ταῦτα γὰρ φωνὴν σάλπιγγος ὑψηλοτέραν ἀφίησι πρὸς τοὺς ἀντιλέγοντας, καὶ λέγοντας ὑποκρίνεσθαί με τὸ δόγμα, καὶ πρὸς ἀνθρώπων ἀρέσκειάν τι λέγειν.
000-00-00 Serial Number=0202102542
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02627]  τὸ γὰρ σφόδρα ταπεινὸν οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι.
 [03465]  ἡ δὲ ἐλπὶς οὐκ ἀφίησι περιφέρεσθαι, κἂν μυρίοι παρασαλεύωσιν ἄνεμοι.
 [03573]  Ἐγὼ εἰ ἤμην, καὶ ἔλαβον πολλὰ ἁμαρτόντα τινὰ, ἀφῆκα ἂν αὐτὸν, καὶ ὁ Θεὸς οὐκ ἀφίησι;
 [05361]  ταύτην ἀφίησι τὴν φωνὴν μετὰ τὸ τὴν θυσίαν ἀπαρτισθῆναι πᾶσαν, ὥστε μηδένα ἁπλῶς καὶ ὡς ἔτυχεν, ἐπὶ τὴν πηγὴν ἐλθεῖν τὴν πνευματικήν.
 [05750]  Εἰ γὰρ λίθος πρὸς λίθον τριβόμενος πῦρ ἀφίησι, πόσῳ μᾶλλον ψυχὴ πρὸς ψυχὴν ἀναμιγνυμένη;
 [06093]  Ὥσπερ οὖν καὶ κλέπτας ἀφίησι, καὶ φονέας, καὶ τοὺς λοιποὺς κακούργους·
 [06527]  Καὶ πρῶτον ἀφίησι τὸν θάνατον εἰς τὸν δίκαιον γενέσθαι, φοβῆσαι βουλόμενος διὰ τοῦ παιδὸς τὸν πατέρα.
 [06590]  ἀφίησι μὲν τὰ βέλη·
 [06739]  ἐπειδὴ δὲ εἶδε, μᾶλλον δὲ ἐπειδὴ ἔδειξαν ἑαυτοὺς μειζόνων ὄντας ἀξίους, τότε οὐκέτι αὐτοὺς ἀφίησι ταῦτα λαβεῖν, ἀλλ' ἐκεῖνα τὰ μείζονα, βουλόμενος ἡμῖν δεῖξαι ὅτι μειζόνων ἄξιοί εἰσι, μὴ θελήσαντες προσδεθῆναι τούτοις·
 [06890]  Ποία μήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος;
 [09151]  τοῦτο γὰρ πάντας ἐκάθηρε, καὶ φωνὴν ἀφίησι λαμπροτέραν καὶ εὐσημοτέραν, ὅσῳ μείζονα τὴν μαρτυρίαν ἔχει τὴν διὰ τῶν πραγμάτων.
000-00-00 Serial Number=0382320940
In epistulam ad Philemonem Ante [Go Back]  
 [00114]  Τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα οὐκ ἀφίησι τοὺς δεσπότας ἀγανακτεῖν, εἴ γε συναριθμοῖντο τοῖς οἰκέταις.
 [00645]  Οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ τοὺς ἀγαθοὺς οὐκ ἀφίησι γενέσθαι κακούς.
000-00-00 Serial Number=0704641819
In epistulam ad Philippenses Ante [Go Back]  
 [00576]  καὶ οὐ μόνον τῶν ἐπάθλων οὐκ ἀφίησι τυχεῖν, ἀλλὰ καὶ κολάσεως ὑπευθύνους ποιεῖν οἶδεν.
 [01282]  Ὁ γὰρ κατηγορῶν τῶν ἁμαρτανόντων, εἰ καὶ μηδὲν ἕτερον, [62.210] οὐκ ἀφίησι περαιτέρω προελθεῖν.
 [01411]  σοῦ δὲ καταλιπόντος, ἢ ἐπέξεισιν αὐτὸς, ἣ τὰς ἁμαρτίας σου ἀφίησι.
 [01729]  ἡ γὰρ ἐπαγωγὴ οὐκ ἀφίησι, λέγουσα, Καὶ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
 [02790]  εἰ τοὺς μὴ μεταβαλλομένους ἀφίησι, πολλῷ μᾶλλον τοὺς μεταβαλλομένους.
 [03407]  Ἀλλ' οὐκ ἀφίησι τοῦτο ὁρᾷν ἡ κενοδοξία κωλύουσα.
 [03578]  ἀφίησι δὲ, οὐκ ἐπειδὴ ζημία τὸ ἀργύριον (οὐ γάρ ἐστι), ἀλλ' ἐπειδὴ οὐκ ἔνι ὁμοῦ τὰ δύο λαβεῖν, ἀλλ' ἀνάγκη τὸ ἓν καταλιπεῖν·
 [03585]  ∆ιὰ τί δὲ οὐκ ἀφίησι τῷ Χριστῷ προσελθεῖν ὁ νόμος;
 [03588]  Ὁ τῷ νόμῳ τοίνυν πειθόμενος, αὐτὸν ἀφίησι τὸν νόμον;
 [04299]  ἀλλ' οὐδεὶς ἀφίησι! Καὶ ὅτι ἐροῦμεν, οὐχὶ ἀπ' ἐκείνου μόνου δῆλον, ἀλλὰ καὶ ἀπὸ ἄλλων πολλῶν.
000-00-00 Serial Number=0836250961
In epistulam ad Romanos Ante [Go Back]  
 [01731]  ἀλλὰ τὸ ἑξῆς οὐκ ἀφίησι τοῦτο νομίζεσθαι.
 [02188]  Εἰ γὰρ τοῖς τὰ εἰς αὐτοὺς μὴ συγχωροῦσιν οὐδὲ αὐτὸς ἀφίησι τὰ ἁμαρτήματα, τοῖς τοὺς οὐδὲν ἠδικηκότας ἀδικεῖν ἐπιχειροῦσι ποίαν ἄφεσιν δώσει;
 [02640]  Ὁρᾷς, ὅτι οὐ τὸν νόμον ἵστησι μόνον ἡ πίστις, ἀλλὰ καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐκ ἀφίησι διαπεσεῖν·
 [02645]  αὕτη δὲ οὐδὲ συστῆναι τὴν ὀργὴν ἀφίησι τὴν ἀρχήν·
 [02647]  Εἶδες πῶς οὐ μόνον γενομένην ἀφανίζει τὴν ἁμαρτίαν, ἀλλ' οὐδὲ φυῆναι αὐτὴν ἀφίησι;
 [03429]  Ἀλλὰ ταῦτα μὲν τέως ἀφίησι λογίζεσθαι τῷ συνειδότι τῶν ἀκροωμένων, αὐτὸς δὲ προκειμένης τῆς μελλούσης, ἑτέραν ἡμᾶς ἀνάστασιν ἀπαιτεῖ, τὴν καινὴν πολιτείαν, τὴν κατὰ τὸν παρόντα βίον ἐκ τῆς τῶν τρόπων μεταβολῆς γινομένην.
 [03803]  Καὶ τοῦτο μάλιστα τῆς κακίας τὸ χαλεπώτατον, ὅτι οὐδὲ ἰδεῖν ἀφίησι τοὺς εἰς αὐτὴν ἐμπεσόντας τῆς οἰκείας λύμης τὸ μέγεθος, ἀλλ' ἐν βορβόρῳ κείμενοι μύρων ἀπολαύειν νομίζουσι·
 [04301]  ἡ γὰρ προσδοκία τῶν δεινῶν οὐκ ἀφίησι τῶν ἐν χερσὶν ἡδέων αἰσθάνεσθαι.
 [05235]  Ὅταν γὰρ δείξῃ μείζονα τὰ ἔπαθλα τῶν πόνων, καὶ προτρέπει μειζόνως, καὶ οὐκ ἀφίησι μέγα φρονεῖν, ἅτε νικωμένους τῇ τῶν στεφάνων ἀντιδόσει.
000-00-00 Serial Number=0083208203
In epistulam ad Titum Ante [Go Back]  
 [00588]  Αὐτὸς περὶ ἑαυτοῦ ἀφίησι δόξας πονηρὰς καὶ ἀναξίους ἑαυτοῦ συνίστασθαι, οἷον ὅτι σῶμα ἦν πρότερον, ὅτι ὁρατός·
 [00609]  οὕτως ὁ τὸν δεόμενον σφοδρότητος κολακεύων διαφθείρει καὶ οὐκ [62.679] ἀφίησι διαναστῆναι.
 [00813]  γυναιξὶ δὲ τὸν μὲν παραινετικὸν ἐπιτρέπει λόγον ἐπ' οἰκίας, οὐδαμοῦ δὲ προκαθῆσθαι συγχωρεῖ, οὐδὲ μακρὸν ἀποτείνειν λόγον ἀφίησι.
000-00-00 Serial Number=0604482472
In illud Domine non est in homine Ante [Go Back]  
 [00238]  ὅταν δὲ ἴδῃ ἐξ οἰκείας ῥᾳθυμίας καὶ ὀλιγωρίας τὴν οἰκείαν προδιδόντας σωτηρίαν, καὶ μὴ βουλομένους σωθῆναι, ἀφίησι καὶ ἐγκαταλιμπάνει.
000-00-00 Serial Number=0691721678
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00104]  Ὥσπερ γὰρ ἡ ἡμέρα εἰς ἐργασίαν ἐξάγει τὸν ἄνθρω πον, οὕτως ἡ νὺξ διαδεχομένη, ἀπὸ τῶν μυρίων ἀνα παύει μόχθων, καὶ τῶν φροντίδων ἀφίησι, καὶ κά μνουσαν τὴν κόρην κοιμίζουσα, καὶ τὰ βλέφαρα κατα στέλλουσα, ἀκμαζούσῃ τῇ δυνάμει παρασκευάζει τὴν ἀκτῖνα δέχεσθαι πάλιν.
000-00-00 Serial Number=0164318025
In illud Ne timueritis Ante [Go Back]  
 [00462]  Τὸ γὰρ μῖσος τῆς ψυχῆς οὐκ ἀφίησι τὴν εὐμορφίαν τῆς ὄψεως φαίνεσθαι.
 [00768]  καὶ τὸ μὲν σῶμα τῇ γῇ παραδίδοται, ἡ δὲ ὄψις τῶν οἰκημάτων οὐκ ἀφίησι συγκαταχωσθῆναι τῇ σαρκὶ τῆς πλεονεξίας τὴν μνήμην·
000-00-00 Serial Number=0481087089
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00120]  Ὁ δὲ μισθωτὸς, καὶ οὐκ ὢν ποιμὴν, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει.
000-00-00 Serial Number=0514605582
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00360]  ἐπειδὰν μὴ νοήσωσι τὸ λεχθὲν, παρατρέχει καὶ ἀφίησι, τῇ τῶν πραγμάτων ἐκβάσει τῶν μετὰ ταῦτα τὴν κατανόησιν τῶν εἰρημένων ἐπιτρέπων λοιπόν·
000-00-00 Serial Number=0900073051
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00077]  Πάλιν τὸ ἅλας οὐχ ἑαυτὸ ἐπισφίγγει μόνον, ἀλλὰ καὶ τὰ σεσηπότα τῶν σωμάτων συστέλλει, καὶ οὐκ ἀφίησι διαῤῥυέντα ἀπολέσθαι.
000-00-00 Serial Number=0973101795
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00140]  τὸ δὲ ῥῆμα καὶ ἐν νυκτὶ τὴν ἑαυτοῦ λαμπηδόνα ἀφίησι, τῇ ἑκάστου διανοίᾳ ἐγγέγραπται.
 [00417]  ἀφίησι τὸν νοσοῦντα καὶ ἐγείρεται;
 [00474]  ἀλλ' ὥσπερ ἰατρὸς πολλάκις εὐγενὴς ὢν καὶ ἐπιφανὴς, προγόνων ἔχων περιφάνειαν, καὶ σηρικὰ περιβεβλημένος ἱμάτια, ἐπειδὰν εἰσέλθῃ πρὸς πτωχὸν νοσοῦντα δεόμενον χειρουργηθῆναι, ἢ ἄλλο τι, ἀποδύεται τὰ ἱμάτια καὶ ἀφίησι τὴν περιφάνειαν καὶ λαμβάνει λέντιον, καὶ διαζώννυσιν ἑαυτὸν, μέλλων καίειν, μέλλων τέμνειν, καὶ οὐ ζητεῖ τὴν ἑαυτοῦ ἀξίαν, ἀλλὰ τὴν κηδεμονίαν τοῦ κάμνοντος·
000-00-00 Serial Number=0003222108
In illud Vidua eligatur Ante [Go Back]  
 [00121]  Ὁ μὲν γὰρ παραινῶν καὶ συμβουλεύων, κύριον ἀφίησι τὸν ἀκούοντα τῆς τῶν συμβουλευομένων αἱρέσεως εἶναι·
 [00166]  τοῦτο γὰρ οὐδὲ αὐτὴ τῆς φύσεως ἡ ἀνάγκη ἀφίησι παραμεληθῆναί ποτε·
000-00-00 Serial Number=0352741539
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00049]  Εἰ γὰρ ὁ χρυσοχόος εἶδε πόσον μὲν ἀφιέναι ἐν τῇ καμίνῳ χρόνον δεῖ τὸ χρυσίον, πότε δὲ ἀνασπάσαι, καὶ οὐκ ἀφίησι μέχρι τοῦ διαφθαρῆναι καὶ κατακαυθῆναι μένειν ἐν τῷ πυρί·
 [00050]  πολλῷ μᾶλλον ὁ Θεὸς τοῦτο ἐπίσταται, καὶ ὅταν ἴδῃ καθαρωτέρους γενομένους, ἀφίησι τῶν πειρασμῶν, ὥστε μὴ τῷ πλεονασμῷ τῶν κακῶν ὑποσκελισθῆναι καὶ καταπεσεῖν, Μὴ τοίνυν δυσχεραίνωμεν, μηδὲ μικροψυχῶμεν, ἐπειδάν τι τῶν ἀδοκήτων ἐμπέσῃ·
000-00-00 Serial Number=0422042131
In principium Actorum Ante [Go Back]  
 [00742]  Καὶ καθάπερ τὰ φωλεύοντα τῶν ζώων ἐν μέσῳ τῷ χειμῶνι πρὸς τὰς πέτρας καταδυόμενα, ἐπειδὰν ἴδῃ τὸ θέρος φανὲν, ἀφίησι τὴν κατάδυσιν, καὶ μετὰ τῶν λοιπῶν ζώων ἀγελάζεται, καὶ κοινῇ μεθ' ἡμῶν σκιρτᾷ·
 [00743]  οὕτω καὶ ἡ ψυχὴ ἡ ἡμετέρα ὥσπερ εἴς τινα φωλεὸν τῆς ἀσθενείας τοῦ συνειδότος καταδυομένη, ὅταν ἴδῃ τὸν πόθον τῆς ὑμετέρας ἀγάπης, ἀφίησι τὸν φωλεὸν, καὶ μεθ' ὑμῶν ἀγελάζεται, κοινῇ μεθ' ὑμῶν σκιρτᾷ τὰ καλὰ τῶν Γραφῶν σκιρτήματα, ἐν τῷ πνευματικῷ καὶ θείῳ λειμῶνι, ἐν τῷ παραδείσῳ τῆς Γραφῆς.
 [00756]  Οὐ γὰρ τὸν Τίγρητα, οὐδὲ τὸν Εὐφράτην, οὐδὲ τὸν Αἰγύπτιον Νεῖλον, οὐδὲ τὸν Ἰνδὸν Γάγγην, ἀλλὰ μυρίους ἀφίησι ποταμοὺς αὕτη ἡ πηγή.
000-00-00 Serial Number=0548063695
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00196]  Ὁ γὰρ μάρτυς ἐγγύθεν ὁρώμε νος καὶ πλησίον ὢν καὶ παρεστηκὼς αὐτῇ τῇ τρα πέζῃ, οὐκ ἀφίησι τὴν ἡδονὴν εἰς ἁμαρτίαν ἐκχυθῆ ναι, ἀλλ' ὥσπερ τις παιδαγωγὸς, ἢ πατὴρ ἄριστος τοῖς τῆς πίστεως ὁρώμενος ὀφθαλμοῖς καταστέλλει τὸν γέλωτα, περικόπτει τὰς ἡδονὰς τὰς ἀτόπους, τὰ σκιρ τήματα τῆς σαρκὸς ἅπαντα ἀναιρεῖ, ἅπερ ἐκεῖ οὐκ ἔστι διαφυγεῖν.
000-00-00 Serial Number=0105728984
In sanctum Romanum Ante [Go Back]  
 [00028]  ἐνταῦθα δὲ ἐπὶ τῆς εὐπραγίας ὁ φθόνος καὶ ἡ βασκανία τὸν μὴ σφόδρα φιλοσοφοῦντα οὐκ ἀφίησι γενέσθαι κοινωνὸν τῆς ἡδονῆς.
000-00-00 Serial Number=0813043177
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01316]  ἀλλ' ὁ φθόνος οὐδὲ τὰ καλὰ ἀφίησι βλέπειν, μᾶλλον δὲ βλέπειν μὲν αὐτὰ, οὐ τοῖς αὐτοῖς δὲ ὀφθαλ μοῖς.
000-00-00 Serial Number=0987670422
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00125]  ἀλλὰ πανταχόθεν κατασβέσας ἡμῶν τὴν μνήμην, ὥσπερ λύχνον καπνιζόμενον, ἀφίησι τὸ στόμα ῥήματα προφέρειν κενά.
 [00230]  ἀλλ' ὁ καιρὸς οὐκ ἀφίησι κατεπείγων τὸν λόγον πρὸς τὴν τῆς εὐχῆς δύναμιν.
 [00325]  Ὥσπερ γὰρ ὁ τῷ πλησίον μνησικακῶν οὐκ ἀφίησι τὴν ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι καταλυθῆναι κόλασιν, οὕτως ὁ καθαρὸς ὢν ὀργῆς, καθαρὸς καὶ ἁμαρτημάτων ἔσται ταχέως.
000-00-00 Serial Number=0261579216
Post reditum a priore exsilio Ante [Go Back]  
 [00075]  Ἐκεῖνος καὶ τὰ συνθήματα τῆς βασιλείας ἔξω ἀφίησι·
000-00-00 Serial Number=0983981252
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00115]  πρότερον αὐτῷ κοινοῦται, καὶ τότε ἀφίησι τὸν ὑετόν.
000-00-00 Serial Number=0371889889
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00091]  τοσοῦτος τῶν νοσημάτων ἐσμὸς τὴν τοιαύτην περιΐπταται ψυχήν, καὶ νέφος παθημάτων βαρὺ καὶ ζοφῶδες τὰς τῆς διανοίας διαφράττον ὄψεις, οὐκ ἀφίησι πρὸς τὸν οὐρανὸν ἰδεῖν, ἀλλὰ κάτω νεύειν βιάζεται καὶ πρὸς τὴν γῆν κεχηνέναι.
000-00-00 Serial Number=0980319738
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00397]  ὅπερ καὶ αὐτὸς συνιδὼν, ἀφίησι τὴν γυναῖκα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»