Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀφόρητον [153]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀφόρητον


000-00-00 Serial Number=0865621269
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00031]  εἰ δὲ χρόνος ἐγγένηται πλείων, φωραθήσεσθαι τῆς μητρὸς τὴν ὑπόκρισιν, καὶ ἀφόρητον αὐτὸν ἐκείνῃ τε ἔσεσθαι καὶ τοῖς μοναχοῖς.
 [00731]  εἰ δέ ποτέ τι τὸ σῶμα τοῦτο πάθοι, δεινὸν καὶ ἀφόρητον εἶναι δοκεῖ.
 [00871]  Τοσούτοις τοίνυν συνεχομένῳ κακοῖς, τῇ μονώσει, τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ, τῷ πλήθει τῶν ἀπολωλότων, τῷ τρόπῳ τῆς τελευτῆς, τῇ τῆς γῆς ἐρημίᾳ, καὶ πάντοθεν αὐτῷ τῆς ἀθυμίας αἰρομένης καὶ ἀκμαζούσης σφοδρῶς, ἐπιτίθεται εὐθέως καὶ ἡ τοῦ παιδὸς ὕβρις, πρᾶγμα ἀφόρητον, καὶ πολλῆς μὲν αἰσχύνης, πολλῆς δὲ γέμον ὀδύνης.
 [00945]  Καὶ εἰ μὲν ᾔδει σαφῶς ὅπου στήσεται τὰ τῆς πλάνης αὐτῷ, οὐκ ἦν οὕτω τὸ τῶν φροντίδων ἀφόρητον·
 [01125]  ὅταν δέ τις παρὰ τοῖς ὁμοτίμοις τὰ τῶν οἰκετῶν ὑπομένειν ἀναγκάζηται, καὶ ταῦτα μηδέποτε τοῦ πράγματος πεῖραν λαβὼν, ἀλλ' ἐν ἐλευθερίᾳ καὶ τρυφῇ τὴν πρώτην ἅπασαν ἡλικίαν διαγαγὼν, ἀφόρητον γίνεται τὸ δεινόν·
000-00-00 Serial Number=0835917592
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00144]  καθάπερ τῶν οἰκετῶν οἱ μυρία ἐργασάμενοι δεινὰ, ὅτι μὲν οὐχ ἥμαρτον οὐκ ἂν ἔχοιεν εἰπεῖν, διὰ δὲ τὸ τὴν ὀδύνην ἀφόρητον εἶναι τὴν ἀπὸ τῶν μαστίγων, ἀξιοῦσιν ἀνεθῆναι λοιπὸν τῶν πληγῶν.
000-00-00 Serial Number=0823893368
Ad populum Antiochenum Ante [Go Back]  
 [00010]  καὶ τὸν ἀφόρητον τῆς τοιαύτης παρανομίας παρέστησε κίνδυνον, δείξας ὅτι τῶν ἑτέροις πεπλημμελημένων ἕτεροι τὴν τιμωρίαν ὑποστήσονται μετ' αὐτῶν ἐκείνων, ὅτι τὴν ἐξουσίαν διὰ τῆς χειροτονίας τῇ πονηρίᾳ παρέχονται.
 [00119]  ὅταν ἐκεῖνοι σβεσθῶσιν, ὅταν κηλῖδά τινα προστρίψωνται, ὁλόκληρον καὶ ἀφόρητον τῷ λοιπῷ σώματι τὴν βλάβην φέρουσι.
 [00612]  ἂν γὰρ μὴ τοῦτο ποιῶμεν, ἡ παρ' ἑκάστου γινομένη πλημμέλεια κοινήν τινα καὶ ἀφόρητον οἴσει τὴν βλάβην τῇ πόλει.
 [01049]  καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν ἴδωσι πληγήν τινα ἀφόρητον ἐκ τῶν οὐρανῶν φερομένην, εἶτα τοὺς κολάζεσθαι μέλλοντας ἀπαῤῥησιάστους ὄντας, αἰσχύνης γέμοντας, οὐδεμιᾶς συγγνώμης οὐδὲ ἀπολογίας ὄντας ἀξίους, οὐκ ἔχοντες ὅ τι πράξουσιν, οὐδὲ ὅθεν πορίσονται τοῖς κατακριθεῖσιν ἀπολογίαν, ἐπὶ τὰ ἄλογα καταφεύγουσι, καὶ τὸν ἐκείνων ἐκτραγῳδοῦντες θάνατον, ἀπὸ τούτων ποιοῦνται τὴν ἱκετηρίαν, τὴν ἐλεεινὴν αὐτῶν καὶ πολυθρήνητον ἀπώλειαν προβαλλόμενοι.
 [01396]  Τίνα οὖν ἂν ἔχοιμεν ἀπολογίαν, ἢ ποίαν συγγνώμην, οὕτως ἀνθρώπινον πειρασμὸν οὐ φέροντες οἱ τοσαῦτα φιλοσοφοῦντες ἐν τῇ χάριτι, τοῦ πρὸ τῆς χάριτος καὶ τῆς Παλαιᾶς ∆ιαθήκης οὕτω τὸν ἀφόρητον πόλεμον ἐκεῖνον ἐνεγκόντος γενναίως;
 [01737]  οὐκ ἴσμεν τῆς ἐκεῖ κολάσεως τὸ ἀφόρητον, διὰ τοῦτο τελευτὴν ἀντὶ ἁμαρτίας δεδοίκαμεν·
 [01741]  Ἐπειδὴ γὰρ ἦλθε παρὰ βασιλέως τὰ γράμματα τὴν εἰσφορὰν ταύτην τὴν ἀφόρητον εἶναι δοκοῦσαν κελεύοντα καταθεῖναι, πάντες ἐστασίαζον, πάντες ἐφιλονείκουν, ἐδυσχέραινον, ἠγανάκτουν, πρὸς ἀλλήλους ἀπαντῶντες ἔλεγον·
 [04515]  ὁ δὲ μακάριος Ἰὼβ ἐκεῖνος ἐπαλλήλων ἀγγέλων ἐρχομένων, καὶ τὰ δεινὰ ἀπαγγελλόντων ἀκούων, καὶ προσθέντων τὴν ἀφόρητον τῶν παίδων ἀπώλειαν, οὐκ ἀνῴμωξεν, οὐκ ἐστέναξεν, ἀλλ' ἐπὶ προσευχὴν ἐτρέπετο, καὶ ηὐχαρίστει τῷ ∆εσπότῃ.
 [04902]  Ἀλλ' οὐδὲ τοῦτο ἀφόρητον, καὶ ἄκοντας τοὺς τὸν ἁβρὸν καὶ χαῦνον καὶ διαλελυμένον βίον ζῶντας πρὸς τὴν φιλοσοφίαν ἐπαναγαγεῖν.
000-00-00 Serial Number=0600871801
Ad viduam juniorem Ante [Go Back]  
 [00182]  Ὁ γὰρ τὴν συμφορὰν τὴν οὕτως ἀφόρητον παρενεγκὼν καὶ ποιήσας εἶναι ἐν γαλήνῃ νῦν, οὗτος καὶ τὰ ἐπερχόμενα ἀποκρούσεται·
000-00-00 Serial Number=0734719217
Adversus Judaeos Ante [Go Back]  
 [00415]  Ἀλλ' εἵλετο μᾶλλον ὀδυνᾶσθαι καὶ τήκεσθαι, καὶ τὴν ἀφόρητον ἐκείνην πληγὴν ἐνεγκεῖν, ἢ βλασφημήσας ἀπηλλάχθαι τῶν ἐπικειμένων κακῶν.
000-00-00 Serial Number=0876328826
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00068]  Εἴπω καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, καὶ αὐτὸν καινὸν ὄντα καὶ παράδοξον;
 [00087]  Καὶ γὰρ ἐξεδειματοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν καὶ κατάπληξιν.
000-00-00 Serial Number=0009544432
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00858]  τό τε γὰρ ἁμάρτημα ἐπῆρε, καὶ φοβερὸν ἔδειξε, τήν τε ἐπικειμένην δίκην ἀφόρητον ἀπέφηνε καὶ φρικτήν·
 [01076]  ὑμεῖς δὲ πάντα ὁμοῦ συμφορήσαντες, καὶ τὸ ἀφόρητον τῶν ἁμαρτημάτων ἐπιθέντες φορτίον, οὕτως εἰς τὸν τοῦ πυρὸς πέμπετε ποταμόν.
 [01108]  καὶ καθάπερ ἐν ταῖς ὀδύναις τὸ τυραννικώτερον πάθος τοῦ προτέρου τὴν αἴσθησιν ἔκρυψεν ἐπελθὸν, οὕτω καὶ ἡ τῆς ὕβρεως ταύτης ὑπερβολὴ οὐκέτι ἀφόρητον ποιεῖ φαίνεσθαι τὸ ἀφόρητον, τὴν περὶ τὴν γυναῖκα ἀσέλγειαν.
 [01134]  ἀλλ' ἐποίσει πάντω, αὐτοῖς τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὴν πληγὴν τὴν ἀφόρητον, καὶ τῶν βασανιστηρίων τὴν ὀδύνην ἐκείνων, οὕτως οὖσαν χαλεπὴν, ὡς τὰ ἐν Σοδόμοις πάθη πρὸς ταῦτα παραβαλλόμενα παίγνια εἶναι νομίζεσθαι.
000-00-00 Serial Number=0373264313
Commentarius in Job Ante [Go Back]  
 [00530]  ὁ μὲν διάβολος ἀπὸ τῶν μικροτέρων ἄρχεται πληγῶν τὰς μείζους ὑστέρας τηρῶν ταύτῃ νομίζων αὐτὸν καταγωνίσασθαι, ἂν ταῖς ἐλάττοσι προδιαλύσας τὴν ἀφόρητον ὕστερον ἐπαγάγῃ.
000-00-00 Serial Number=0679504573
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00068]  Τοῦτο δὴ καὶ οὗτοι πάσχουσι, τῆς μικρᾶς ταύτης ἐπιθυμίας τῆς διὰ τῶν ὀφθαλμῶν οὐκ ἀνεχόμενοι μικρὸν ἑαυτοὺς ἀποστῆσαι, ἀφόρητον ἑαυτοῖς συνάγουσι πῦρ·
 [00365]  Καθάπερ γάρ τις λέοντα γαῦρον καὶ βλοσυρὸν βλέποντα λαβὼν, εἶτα ἀποκείρας μὲν τὴν κόμην, ἀνελὼν δὲ τοὺς ὀδόντας καὶ περιελὼν τοὺς ὄνυχας, αἰσχρὸν ποιεῖ καὶ καταγέλαστον καὶ παιδίοις εὐκαταγώνιστον τὸν φοβερὸν καὶ ἀφόρητον καὶ ἀπὸ μόνου τοῦ βρυχήματος πάντα σείοντα·
 [00425]  Πῶς οὖν οὐκ αἰσχρὸν καὶ πολλῆς ἄξιον κολάσεως ἐλάττους ἐκείνου φανῆναι πολλῷ, καὶ μὴ μόνον τῶν συγκεχωρημένων μὴ γίνεσθαι ὑψηλοτέρους, καθάπερ ἐκεῖνος, ἀλλὰ καὶ τῶν κεκωλυμένων καὶ τιμωρίαν ἐχόντων ἀφόρητον ἅπτεσθαι;
 [00426]  Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον.
000-00-00 Serial Number=0506084085
Contra theatra Ante [Go Back]  
 [00165]  Ἀλλ' ὅμως εἰ καὶ ἀφόρητον ἦν τὸ πρόσταγμα, καὶ μόνῳ τῷ ῥηθῆναι πλῆξαι δυνάμενον, ἀλλ' οὐκ ἐξέστησε τὸν ἄνδρα τοῦ θείου φρονήματος·
000-00-00 Serial Number=0977944672
De Anna i Ante [Go Back]  
 [00145]  Ταῦτα μὴ παρέργως ἀκούωμεν, ἀλλὰ καὶ ἐντεῦθεν μάθωμεν μεγίστην φιλοσοφίαν, καὶ ἐπειδὰν δεινῷ τινι περιπέσωμεν, κἂν ἀλγῶμεν, κἂν ὀδυρώμεθα, κἂν ἀφόρητον ἡμῖν εἶναι δοκῇ τὸ κακὸν, μὴ σπεύδωμεν, μηδὲ ἀλύωμεν, ἀλλ' ἀναμένωμεν τοῦ Θεοῦ τὴν πρόνοιαν.
 [00159]  Ἴστε γὰρ δήπου πάντες, ὅτι ταῖς γυναιξὶ διὰ τοὺς ἄνδρας μάλιστα ἀφόρητον ἡ ἀπαιδία.
 [00295]  Τί γὰρ ἂν γένοιτο τῆς γυναικὸς ἐκείνης φιλοσοφώτερον, ἣ συμφορὰν οὕτως ἀφόρητον πράως ἤνεγκε καὶ γενναίως, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἔλυσε τὸ δεινὸν, καὶ τοῦ κακοῦ πέρας εὗρε θαυμαστὸν καὶ παράδοξον, οὐδένα κάτωθεν λαβοῦσα σύμμαχον καὶ βοηθόν;
 [00308]  Εἰ δὲ νῦν οὕτως ἀφόρητον, ὅτε πρὸς μείζονα φιλοσοφίαν ἐκλήθημεν, καὶ πρὸς τὸν οὐρανὸν ὁδεύομεν, καὶ λόγος ἡμῖν τῶν παρόντων οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν παρασκευαζόμεθα, καὶ πολὺ τὸ τῆς παρθενίας ἐγκώμιον, ἐννόησον ἡλίκον τότε κακὸν τὸ πρᾶγμα ἐνομίζετο εἶναι, ὅτε τῶν μελλόντων μὲν οὐδεμία τις ἦν ἐλπὶς, οὐδὲ ἔννοια τοῖς παλαιοῖς, πάντα δὲ ὑπὲρ τῶν παρόντων ἔπραττον πραγμάτων, καὶ ἀρά τις ἦν καὶ καταδίκη τὸ στεῖραν εἶναι καὶ ἄγονον.
000-00-00 Serial Number=0145065546
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00666]  Καὶ γὰρ ἀφόρητον ἦν αὐτῷ καὶ πάσης συμφορᾶς χεῖρον τὸ παραχθέντα τινὰ εἰς μέσον μέχρι τελευτῆς ἐγκαρτερῆσαι ταῖς ὑπὲρ τῆς ἀληθείας βασάνοις.
000-00-00 Serial Number=0583095014
De Christi precibus Ante [Go Back]  
 [00233]  Ἠκούσατε ὅτι ἐγὼ εἶπον τοῖς ἀρχαίοις, ἀφόρητον ἔδοξεν ἂν εἶναι, καὶ τοῦτο οὐκ ἔλαττον ἢ τὸ πρότερον.
000-00-00 Serial Number=0388330340
De Davide et Saule Ante [Go Back]  
 [00037]  Οὗτος δὲ οὐδεμίαν ὁρῶν ἀνάγκην ἐπικειμένην, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμησε, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον καὶ τὸ τῶν κινδύνων ἀφόρητον βλέπων, κατεῖχε καὶ μένειν ἐκέλευε λέγων·
000-00-00 Serial Number=0802153170
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00117]  Καὶ μὴν διὰ τοῦτο αὐτοὺς κολασθῆναι ἔδει, καὶ τὴν ἐσχάτην δοῦναι δίκην, καὶ τιμωρίαν ὑποστῆναι τὴν ἀφόρητον, ὅτι τοσούτων ἀπολαύσαντες θαυμάτων, καὶ νόμον λαβόντες, οὐδαμόθεν ἐγένοντο βελτίους.
000-00-00 Serial Number=0509598255
De Lazaro Ante [Go Back]  
 [00375]  Εἰ δὲ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον καὶ δεινὸν, ὅταν ὁμοῦ συμπεπλεγμένα ᾖ, πῶς οὐκ ἀδάμας τις ἦν ὁ ταῦτα ὑπομένων;
 [01066]  Ἔστι γάρ τι καὶ τὸ ἀφόρητον τῇ φύσει γενέσθαι κοῦφον, ὅταν μετὰ προθυμίας αὐτὸ δεχώμεθα·
 [01768]  Τὸ μὲν γὰρ μελετηθὲν τῷ χρόνῳ δεινὸν, κἂν σφόδρα ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ κοῦφον ἂν γένοιτο ῥᾳδίως·
 [01769]  τὸ δὲ παρ' ἐλπίδα συμβὰν καὶ ἐξαίφνης ἀφόρητον γίνεται.
 [01770]  Ὅταν οὖν τι καθ' ἑαυτὸ χαλεπὸν ᾖ, καὶ τὴν ἐκ τοῦ παρ' ἐλπίδα συμβῆναι λαμβάνῃ προσθήκην, ἐννόησον πῶς ἀφόρητον γίνεται, καὶ πάντα ὑπερβαίνει λόγον.
 [01831]  Μὴ δή μοι τὸ πένθος εἴπῃς, μηδὲ τὸ τῆς συμφορᾶς ἀφόρητον, ἀλλ' ἐκεῖνο σκόπησον, ὅτι καὶ τοῦ πένθους χαλεποῦ ὄντος ἀνώτερος ἦν.
 [02597]  τινὲς δὲ τῶν ἐνταῦθα συντρεχόντων τὴν μετὰ πολλοῦ πόνου αὐξηθεῖσαν οἰκοδομὴν ἐν μιᾷ καιροῦ ῥοπῇ μονονουχὶ ταῖς οἰκείαις χερσὶ διὰ τῆς ἀφάτου ταύτης ῥᾳθυμίας εἰς ἔδαφος κατάγουσιν, ἡμῖν μὲν πολλὴν τὴν ἀθυμίαν ἐντεῦθεν τίκτοντες, ἑαυτοῖς δὲ μέγιστον τὸν ὄλεθρον καὶ τὴν ζημίαν ἀφόρητον.
 [02681]  Ὁρῶν τοιγαροῦν εἰς τὸ ἐναντίον τὰ πράγματα μεταστάντα, καὶ αὐτὸν μὲν, ὡς εἰπεῖν, ἐν ὀνείρῳ καὶ σκιᾷ τρυφήσαντα, καὶ νῦν τὴν ἀφόρητον κόλασιν ὑπομένοντα, καὶ μετὰ τὴν εὐρύχωρον ὁδὸν καὶ τὴν πλατεῖαν πύλην εἰς οὕτω [48.1051] στενὸν καταστρέψαντα τέλος·
000-00-00 Serial Number=0228022277
De beato Philogonio Ante [Go Back]  
 [00002]  Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥᾳθύμως προσιέναι τοῖς θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν.
000-00-00 Serial Number=0487972379
De decem millium talentorum debitore Ante [Go Back]  
 [00223]  Ἀλλ' οὗτος ἔρημος μὲν ἀγαθοῦ παντὸς ἦν, φορτίον δὲ ἁμαρτημάτων ἀφόρητον εἶχε·
000-00-00 Serial Number=0649955571
De diabolo tentatore Ante [Go Back]  
 [00951]  τὸ δὲ ὑπὸ πάντων διασύρεσθαί τι ἀφόρητον ἦν.
 [00970]  Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον ὁμοῦ συνελθόντα πόσον ἤγειρε θόρυβον.
000-00-00 Serial Number=0776005507
De fato et providentia Ante [Go Back]  
 [00010]  ἀλλ' εἰ πενία κακὸν καὶ ἀφόρητον, τὸν ἐν πλούτῳ ζῶντα οὐδέποτε ἐχρῆν ἀλύειν·
 [00088]  ἀλλὰ καὶ προσθήκη κακῶν τοῦτό ἐστι, καὶ ὃ πάντα συγχεῖ, καὶ ἀσύγγνωστον ἔχει κόλασιν καὶ ἀφόρητον τιμωρίαν.
000-00-00 Serial Number=0249357164
De incomprehensibili dei natura Ante [Go Back]  
 [00850]  ∆ιὰ γὰρ τοῦτο ἐκ πολλῆς τῆς περιουσίας οὐχὶ Θεοῦ ἐπιφάνειαν μόνον, ἀλλὰ καὶ ἀγγέλων ἐδείξαμεν ἀφόρητον οὖσαν τῷ δικαίῳ τότε ἐκείνῳ, ὅτε καὶ τὴν ἱστορίαν ὑμῖν πᾶσαν ἀνέγνωμεν καὶ συνεχῶς ἐδείκνυμεν τὸν μακάριον ∆ανιὴλ ὠχριῶντα, τρέμοντα, τῶν ψυχορραγούντων οὐδὲν ἄμεινον διακείμενον, τῆς ψυχῆς ἐπειγομένης ἀπορρῆξαι τὸν τῆς σαρκὸς δεσμόν.
 [00870]  «Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου» καὶ διὰ πάντων τούτων ἐδείκνυμεν ὑμῖν τοῦ Θεοῦ τὴν συγκατάβασιν καὶ αὐτὴν ταύτην ἀφόρητον οὖσαν ταῖς ἄνω δυνάμεσιν.
000-00-00 Serial Number=0212297797
De mutatione nominum Ante [Go Back]  
 [01017]  ὅτι δὲ καὶ οἱ τὰ τῆς οἰκίας ἡμῖν προβαλόμενοι πράγματα, καὶ τὴν ἀφόρητον ἐκεῖθεν ἀνάγκην λέγοντες, οὐδὲ οὗτοι δύνανται συγγνώμης τυχεῖν, ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα καλούμενοι, καὶ οὐδὲ τότε ἀνεχόμενοι τὰ πνευματικὰ τῶν γηΐνων προτιμῆσαι πραγμάτων, ἀπὸ τῶν Εὐαγγελίων δῆλον.
000-00-00 Serial Number=0361989081
De non iterando conjugio Ante [Go Back]  
 [00108]  ἀλλ' ἀφόρητον ἔσται κακὸν γυναῖκα οὖσαν πραγμάτων ἄπειρον τὰ τῶν ἀνδρῶν ἀναγκάζεσθαι ὑπομένειν.
000-00-00 Serial Number=0234875679
De paenitentia [1] Ante [Go Back]  
 [00068]  Καὶ γὰρ ἦν ἀφόρητον, μετὰ τὴν τῶν τοιούτων μυστηρίων κοινωνίαν πρὸς τὴν ἀσέβειαν αὐτομολοῦντας ὁρᾷν·
 [00112]  ὃ γὰρ μέχρι προσηγορίας ἐκείνοις ἀφόρητον, τοῦτο ὑμῖν ἔργῳ τετόλμηται.
000-00-00 Serial Number=0337834537
De paenitentia sermo 1 Ante [Go Back]  
 [00406]  Οἱ τύπτοντες ἀδελφοὺς, παύσασθε, μᾶλλον δὲ ἄρξασθε τύπτειν τὰ ἑαυτῶν πρόσωπα, μνημονεύοντες τὸ ἀφόρητον κρῖμα τῶν ῥαπισάντων τὸν ἀναμάρτητον Κύριον, ἔτι δὲ καὶ τοῦ φλαγελλώσαντος τοῦτον, καὶ στενάξατε, ὅτι πολλάκις ἐν τῷ τυπτομένῳ ἀδελφῷ ἐγκρύπτεται ὁ Χριστὸς ῥαπιζόμενος πάλιν καὶ ὑπὸ σοῦ.
000-00-00 Serial Number=0801602006
De sacerdotio Ante [Go Back]  
 [00580]  οὕτω καὶ τοῖς ταύτης ἐπιθυμοῦσι τῆς ἀρχῆς, ὅταν μὲν πλησίον αὐτῆς γένωνται, ἀφόρητον γίνεται τὸ κακόν, ὅταν δὲ ἀπελπίσωσι, καὶ τὴν ἐπιθυμίαν μετὰ τῆς προσδοκίας ἔσβεσαν.
 [01339]  οὐδὲν γὰρ οὕτως ἀφόρητον τῷ κατατρυχομένῳ νηστείαις ὡς ἡ τῶν ἀέρων ἀνωμαλία, τῆς δὲ τῶν ἱματίων κατασκευῆς καὶ διαίτης ἕνεκεν ὅσα πράγματα ἔχειν ἀναγκάζονται, πάντα αὐτουργεῖν αὐτοὶ φιλονεικοῦντες, οὐδὲν δέομαι λέγειν νῦν.
000-00-00 Serial Number=0279867470
De sancta pentecoste Ante [Go Back]  
 [00359]  τὸ δὲ ἀφόρητον αὐτοῦ περιέλωμεν.
000-00-00 Serial Number=0673867464
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00045]  Ἴδωμεν τοίνυν ὅσον πρᾶγμα ὑπέμεινεν ἀφόρητον καὶ δεινόν·
 [00058]  ἀλλ' ὅμως τοῦτο τὸ ἀφόρητον πάθος, τοῦτο τὸ τυραννικὸν καὶ ἀπαραίτητον ὑπέμεινεν ὁ δίκαιος μετὰ πλείονος ὑπερβολῆς, καὶ περιορᾷ τὴν γυναῖκα ὑβριζομένην διὰ τὸν φόβον τοῦ θανάτου καὶ τῆς τελευτῆς.
 [00184]  Καίτοι εἰ καὶ ἁπλοῦς ὁ πόλεμος ἦν, ἀφόρητον ὑπῆρχε τὸ κακὸν, καὶ εἰ ἔξωθεν προσέβαλλε μόνον, μέγα τῶν δεινῶν τὸ μέγεθος ἦν·
 [00327]  Ὥστε μειζόνως διὰ τῶν θυγατέρων ἐμαρτύρησεν αὕτη, καὶ πρὸς αὐτὴν ἀπεδύσατο τῆς φύσεως τὴν τυραννίδα, καὶ πρὸς τὴν φλόγα τῶν ὠδίνων ἔστη, καὶ πρὸς τὴν ἀφόρητον τῶν σπλάγχνων ταραχὴν, καὶ πρὸς τὸν τῆς μήτρας θόρυβον.
000-00-00 Serial Number=0692978323
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00106]  ἀλλὰ καίτοι τὸν ἐμπρησμὸν ὁρῶν ἀφόρητον ὄντα, καὶ τὴν αἰτίαν εἰδὼς ἀκριβῶς, ἡσύχαζε.
000-00-00 Serial Number=0969813228
De virginitate Ante [Go Back]  
 [00825]  Ἀλλ' οὐχ ἡ παρθένος πρὸς ταύτην ἰλιγγίασε τὴν παράταξιν οὐδὲ ἔφυγε τὴν συμβολὴν τὴν οὕτως ἀφόρητον τοῖς πολλοῖς εἶναι δοκοῦσαν ἀλλ' ἔστη γενναίως καὶ τὴν ἀπὸ τῆς φύσεως ἀνεδέξατο μάχην.
 [00861]  δῆλον γὰρ ἅπασιν ὅτι αὐτὴ ἥμαρτε καὶ ἁμαρτίαν ἀφόρητον.
 [01195]  Εἰπὼν γὰρ ὅτι «Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν», καὶ πρᾶγμα τοσοῦτον ἐπιτάξας καὶ τῆς φύσεως βιάσασθαι τὴν ἀνάγκην κελεύσας καὶ πρὸς οὕτως ἀφόρητον παρατάξασθαι πυράν, ἐν τοῖς περὶ τῶν μισθῶν λόγοις σιωπήσας τὸν οὐρανὸν καὶ τὰ ἐν
 [01280]  Οὐ γὰρ ἀθυμίαν μόνον αὕτη ἡ νόσος ἀλλὰ καὶ θυμὸν ἀφόρητον τίκτειν εἴωθε.
 [01360]  [55] Ὅτι ἀφόρητον κακὸν πλουσιώτερον ἄνδρα λαβεῖν.
 [01372]  Κἂν μὲν προαπέλθωσιν ἅπαντες ἀφόρητον τὸ πένθος, ἂν δὲ οἱ μὲν μένωσιν, οἱ δὲ ἀώροις ἀπενεχθῶσι θανάτοις, οὐδὲ οὕτως καθαρὰν εὕροι τις ἂν παραμυθίαν.
 [01426]  Ἐκεῖνος μὲν γὰρ ὅσῳ πλείονα τὴν πεῖραν ἔλαβε, τοσούτῳ μείζονα ἔχει τὴν ὁδύνην τῆς πολλῆς συνηθείας ἀφόρητον ποιούσης τὸν χωρισμόν.
000-00-00 Serial Number=0324306071
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01017]  Καθάπερ γάρ τις λέοντα γαῦρον καὶ βλοσυρὸν λαβὼν, εἶτα ἀποκείρας μὲν τὴν κόμην, ἀνελὼν δὲ τοὺς ὀδόντας, καὶ περιελὼν τοὺς ὄνυχας, αἰσχρὸν ποιεῖ καὶ καταγέλαστον, καὶ παιδίοις εὐκαταγώνιστον, τὸν φοβερὸν καὶ ἀφόρητον καὶ ἀπὸ μόνου τοῦ βρυχήματος πάντα σείοντα·
 [01933]  ὅτι δὲ καὶ οἱ [63.628] τὰ τῆς οἰκίας ἡμῖν προβαλλόμενοι πράγματα, καὶ τὴν ἀφόρητον ἐκεῖθεν ἀνάγκην λέγοντες, οὐδὲ οὗτοι δύνανται συγγνώμης τυχεῖν, μὴ τὰ πνευματικὰ τῶν γηΐνων προτιμῶντες πραγμάτων, παντί που δῆλον.
 [01999]  ἵνα ἀναμιμνησκόμενος τῆς οἰκείας ἀσθενείας, μὴ ἀφόρητον ποιῆται τὸν ἔλεγχον.
 [02177]  Κηδόμενος γὰρ ἡμῶν τῆς σωτηρίας, καὶ διεγείρων ἡμῶν τὴν ῥᾳθυμίαν, καὶ ὑπόθεσιν στεφάνων κατασκευάζων, αὐτὴν τὴν γέενναν διὰ τοῦτο κατεσκεύασεν, ἵνα ὁ τῆς τιμωρίας φόβος καὶ τῆς κολάσεως τὸ ἀφόρητον πρὸς τὴν βασιλείαν ἡμᾶς συνωθήσῃ.
 [02806]  Εἰ δὲ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον καὶ δεινὸν, ὅταν ὁμοῦ συμπεπλεγμένα ᾖ, πῶς οὐκ ἀδάμας τις ἦν ὁ ταῦτα ὑπομένων;
 [03898]  τοῦτό ἐστιν ὃ μάλιστα πάντων αὐτῷ διηνεκῆ καὶ ἀφόρητον παρεῖχε τὴν ἀθυμίαν.
 [04461]  Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον ὡς ὁμοῦ πάντα συνελθόντα, πόσον ἤγειρε καὶ τὸν θόρυβον.
 [04494]  Τὸ γὰρ μελετηθὲν τῷ χρόνῳ δεινὸν, κἂν σφόδρα ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ κοῦφον ἂν γένοιτο ῥᾳδίως·
 [04495]  τὸ δὲ παρ' ἐλπίδα συμβὰν καὶ ἐξαίφνης, κἂν φύσει κοῦφον ᾖ, τῷ παρ' ἐλπίδα συμβῆναι καὶ ἐξαίφνης, ἀφόρητον γίνεται.
 [04496]  Ὅταν οὖν τι καὶ καθ' ἑαυτὸ χαλεπὸν ᾖ, καὶ τὴν ἐκ τοῦ παρ' ἐλπίδα συμβῆναι λάβῃ προσθήκην, ἐννόησον πῶς ἀφόρητον γίνεται καὶ πάντα ὑπερβαίνει λόγον.
 [05727]  οὕτω δὴ καὶ ἐπὶ τῶν πολλὰ κατορθωκότων ἔστιν εἰπεῖν, ὅταν ἐκεῖνοι σβεσθῶσιν, ὅταν κηλῖδά τινα προστρίψωνται, ὁλόκληρον καὶ ἀφόρητον τῷ λοιπῷ σώματι τὴν βλάβην φέρουσι.
 [07296]  τοῦτό ἐστιν ὃ πάντων μάλιστα διηνεκῆ καὶ ἀφόρητον παρεῖχε τὴν ἀθυμίαν αὐτῷ.
 [08568]  Εἶδες μανίαν ἀφόρητον;
 [08951]  Ὃ γὰρ μέχρι προσηγορίας ἐκείνοις ἀφόρητον, τοῦτο ὑμῖν ἔργῳ τετόλμηται.
 [09874]  Εἰ δὲ ὁ βασιλέα ὑβρίζων, ἀφόρητον ἔχει τὴν τιμωρίαν διὰ τὴν τοῦ προσώπου ἀξιοπιστίαν·
000-00-00 Serial Number=0143334866
Epistula ad Cyriacum Ante [Go Back]  
 [00449]  Οὐχὶ τὸ κεφάλαιον τῶν ἐν ἀνθρώποις κακῶν, τὸ φοβερὸν καὶ ἀφόρητον καὶ μυρίων ἄξιον θρήνων τοῦτο εἶναι δοκεῖ;
 [00512]  Οὕτω τὸ φοβερὸν ποθεινὸν γίνεται διὰ τὴν ἀφόρητον τῆς ἀθυμίας ὀδύνην καὶ τὸ πῦρ τὸ καιό μενον ἐν τῇ διανοίᾳ.
000-00-00 Serial Number=0726226509
Epistulae Ante [Go Back]  
 [02370]  Ἄλλος μὲν ἄν τις τὸν ἀφόρητον κρυμὸν τὸν ἐνταῦθα, τὴν πολλὴν ἐρημίαν τοῦ χωρίου, τὴν χαλεπωτάτην ἀῤῥωστίαν καὶ γὰρ καὶ ἀῤῥωστίᾳ ἐντεῦθεν περιπεπτώκαμεν ἀπωδύρατο ἂν, καὶ ἐθρήνησεν·
000-00-00 Serial Number=0795117497
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00063]  Εἰ γὰρ τὸ ἐναντίον ὡς βαρὺ καὶ ἀφόρητον ὁ προφήτης θρηνεῖ λέγων·
 [00784]  Οὐχὶ τὸ κεφάλαιον τῶν ἐν ἀνθρώποις κακῶν, τὸ φοβερὸν καὶ ἀφόρητον καὶ μυρίων ἄξιον θρήνων τοῦτο εἶναι δοκεῖ;
 [01359]  Ἴσμεν γὰρ ὅτι οὔτε τὸ πατρίδος ἐκπεσεῖν, οὔτε τὸ χρημάτων ὑπομεῖναι ζημίαν τοῦτο δὴ τὸ πολλοῖς ἀφόρητον , οὐχ ὕβρις, οὐκ ἄλλη τις τοιαύτη θλῖψις διαταράξαι σε δυνήσεται.
 [01452]  Ἀλλ' ὅμως τοσαύτην ζάλην ἐν βραχείᾳ καιροῦ ῥοπῇ διεγερθεῖσαν ὁρῶν ἐπὶ τῶν ἀγρῶν, ἑπὶ τῆς οἰκίας, ἐπὶ τῶν θρεμμάτων, ἐπὶ τῶν παίδων, ἐπάλληλα τὰ κύματα καὶ τὰς σπιλάδας συνεχεῖς καὶ τὸν ζόφον βαθὺν καὶ τὸ κλυδώνιον ἀφόρητον, οὔτε ἀθυμίᾳ κατετείνετο, οὔτε ᾐσθάνετο σχεδὸν τῶν γεγενημένων πλὴν τοσοῦτον ὅσον ἄνθρωπος ἦν καὶ πατήρ.
 [01501]  Ἀλλὰ ταῦτα πάντα διεφύγομεν καὶ νῦν ἐσμεν ἐν ὑγιείᾳ καὶ ἀσφαλείᾳ πολλῇ, ὡς καὶ Ἀρμενίους πάντας ἐκπλήττεσθαι ὅτι ἐν οὕτως ἀσθενεῖ σώματι καὶ ἀραχνώδει οὕτως ἀφόρητον φέρω κρυμόν, ὅτι ἀναπνεῖν δύναμαι, τῶν ἐθάδων τοῦ χειμῶνος οὐ τὰ τυχόντα ἐντεῦθεν πασχόντων.
000-00-00 Serial Number=0323246777
Expositiones in Psalmos Ante [Go Back]  
 [02329]  Ἐνταῦθα δύο αἰνίττεται, καὶ τὸ ἀφόρητον, καὶ τὸ ἀπροσδόκητον.
 [02331]  Ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν, τὸν ἀφόρητον αὐτοῦ φόβον καὶ πόνον διὰ τῆς ὠδῖνος ἐνδεικνύμενος.
 [03684]  καὶ λέγει κακίας εἶδος ἀφόρητον.
 [05447]  καὶ λέγει κακίας εἶδος ἀφόρητον.
000-00-00 Serial Number=0971952200
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01434]  δεικνὺς, ὅτι ὁ τοιοῦτο στοιχεῖον, μέγα, καὶ ὑπέρογκον, καὶ τῇ βίᾳ ἀφόρητον, μαινόμενον, καὶ ἀγριαῖνον, ψάμμῳ λεπτῇ διὰ παντὸς χαλινῶσαι δυνάμενος, πολλῷ μᾶλλον ἰσχύσει ἐπισχεῖν τοὺς πολεμίους τοὺς ὑμετέρους, ὥστε μήτε παραγενέσθαι, μήτε λυμήνασθαί τι τῶν ὑμετέρων.
 [03620]  τούτων γὰρ ἕκαστον αὐτὸ καθ' ἑαυτὸ μέγα καὶ ἀφόρητον δεινόν.
 [05919]  πῶς τὴν πληγὴν τὴν ἀφόρητον;
000-00-00 Serial Number=0014056146
Fragmenta in Job Ante [Go Back]  
 [00352]  Καὶ οὐδὲ οὕτως ἤλεγξε τοῦ δικαίου τὴν ἀνδρείαν, ἀλλὰ κατεγέλασεν αὐτοῦ τῶν βελῶν ὁ γεννάδας, καὶ τὸν ἀφόρητον πόλεμον ἐκεῖνον γενναίως ἤνεγκεν·
 [01240]  Εἶδες καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, τὸν καὶ αὐτὸν καινὸν ὄντα, καὶ παράδοξον.
 [01253]  καὶ γὰρ ἐξεδεῖμα τοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν, καὶ κατάπληξιν·
 [01285]  [64.601] Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον, ὁμοῦ συνελθόντα πόσον ἤγειρε θόρυβον·
000-00-00 Serial Number=0860583663
In Acta apostolorum Ante [Go Back]  
 [01716]  Τὰ κατὰ τὴν Ἱερουσαλὴμ λέγω, τὴν ἀφόρητον ἐκείνην κόλασιν·
000-00-00 Serial Number=0589983046
In Eutropium Ante [Go Back]  
 [00084]  ὅτι τὸν πολέμιον αἰχμάλωτον λαβοῦσα, φείδεται, καὶ πάντων αὐτὸν ἐν ἐρημίᾳ παριδόντων, μόνη καθάπερ μήτηρ φιλόστοργος, ὑπὸ τὰ παραπετάσματα αὐτῆς ἔκρυψε, καὶ πρὸς βασιλικὴν ὀργὴν ἔστη, πρὸς δήμου θυμὸν, καὶ πρὸς μῖσος ἀφόρητον·
000-00-00 Serial Number=0032339096
In Genesim sermones Ante [Go Back]  
 [00781]  ἀλλ' ὥσπερ τις ὑπὸ δημίου τινὸς ἐπὶ κόλασιν ἀγόμενος ἀφόρητον, εἶτα τοὺς παριόντας ἅπαντας παρακαλῶν, ἱκετεύων, καὶ μηδεμιᾶς τυγχάνων ἀντιλήψεως, μετὰ πολλῆς [54.604] τῆς ἀπανθρωπίας πρὸς τὴν κόλασιν ἄγεται·
 [00782]  οὕτω καὶ οὗτος, καθάπερ ὑπὸ δημίου τοῦ λιμοῦ πρὸς τὴν νύκτα ἑλκόμενος καὶ τὴν ἀφόρητον ἀγρυπνίαν, ἐκτείνει μὲν τὰς χεῖρας, μετὰ σφοδρᾶς τῆς βοῆς τοὺς ἐν ταῖς οἰκίαις ἄνω καθημένους παρακαλῶν, οὐδεμιᾶς δὲ φιλανθρωπίας τυγχάνων, ἀνηλεῶς ἀποπέμπεται καὶ μετὰ πολλῆς τῆς ὠμότητος.
000-00-00 Serial Number=0501108348
In Heliam et viduam Ante [Go Back]  
 [00040]  Ἦν τοίνυν ἀφόρητον κακόν·
 [00235]  Ὥσπερ γὰρ αὐτοῦ τοῦ Χριστοῦ παραμελήσαντες, οὕτω πρὸς ἀφόρητον ἀπελεύσονται κόλασιν.
000-00-00 Serial Number=0644788384
In Isaiam Ante [Go Back]  
 [00361]  Ἡ γὰρ χηρεία καὶ ὀρφανία καὶ καθ' ἑαυτὸ ἀφόρητον·
 [01079]  Ἐνταῦθά μοι δοκεῖ ἢ πολιορκίαν τινὰ χαλεπωτάτην αἰνίττεσθαι, εἰς τὴν ἐσχάτην στενοχωρίαν αὐτοὺς κατενεγκοῦσαν, ἢ χωρὶς πολιορκίας λιμόν τινα ἀφόρητον καὶ πολλὴν τῶν ἀναγκαίων σπάνιν.
 [01381]  Καὶ γὰρ εἰ αἰχμαλωσία μόνη ἦν, ἀφόρητον ἦν τὸ δεινόν·
 [01484]  Ἐπειδὴ γὰρ οὐδὲν οὕτω χρήσιμον, ὡς τὸ πλημμελημάτων μεμνῆσθαι διηνεκῶς, μνήμην δὲ οὐδὲν οὕτω μόνιμον ὡς μελῳδία ποιεῖ, ἵνα μὴ διὰ τὴν ὑπερβολὴν τῶν κατηγοριῶν ὀκνοῦντες καὶ ἀναδυόμενοι φεύγωσι τὸ συνεχῶς μεμνῆσθαι τῶν οἰκείων ἁμαρτημάτων, τῷ μέλει τῆς ᾠδῆς ὑποκλέπτων τὴν ἀπὸ τῆς μνήμης αἰσχύνην καὶ τὴν ἀφόρητον ἀθυμίαν παραμυθούμενος, ᾄσματα αὐτὰ πεποίηκεν, ἵνα τῷ πόθῳ τῆς μελῳδίας ἀναγκαζόμενοι συνεχῶς αὐτὰ φθέγγεσθαι, συνεχῶς αὐτῶν ὦσι μεμνημένοι, καὶ μεμνημένοι διηνεκῶς ἔχωσί τινα διδάσκαλον ἀρετῆς τὴν διηνεκῆ τῶν ἁμαρτημάτων μνήμην.
 [02433]  Εἶδες μανίαν ἀφόρητον;
 [02549]  Ξυρὸν δὲ ἐνταῦθα τὴν ἀφόρητον ὀργὴν αὐτοῦ φησι καὶ ἣν οὐδεὶς ὑποστῆναι δυνήσεται, μετ' εὐκολίας ἐπιοῦσαν καὶ ἀναλίσκουσαν.
000-00-00 Serial Number=0751284897
In Joannem Ante [Go Back]  
 [00688]  Καὶ τὸ μὲν τῆς ὀργῆς πάθος, εἰ καὶ αὐτὸ τυραννικόν τί ἐστι καὶ ἀφόρητον, ἀλλ' οὐκ ἀεὶ διενοχλεῖν εἴωθεν, ἀλλ' ὅταν ἔχῃ τοὺς παροξύνοντας μόνον·
 [01539]  ῥίψωμεν αὐτοῦ καθάπαξ τὸν ζυγὸν, τὸν ἀφόρητον καὶ τὸν βαρὺν, καὶ μένωμεν φέροντες τὸν τοῦ Χριστοῦ, τὸν κοῦφον καὶ ῥᾷστον·
000-00-00 Serial Number=0256685495
In Kalendas Ante [Go Back]  
 [00186]  Τί γένοιτ' ἂν οὖν, εἰπέ μοι, τῶν βασκάνων ἐλεεινότερον, ὅταν ἐξὸν καὶ χαίρειν καὶ κερδαίνειν διὰ τὴν χαρὰν, αὐτοὶ καὶ λυπεῖσθαι αἱρῶνται μᾶλλον ἐπὶ ταῖς τῶν ἑτέρων εὐδοκιμήσεσι, καὶ μετὰ τῆς λύπης ἔτι καὶ κόλασιν ἐπισπᾶσθαι παρὰ τοῦ Θεοῦ, καὶ τιμωρίαν ἀφόρητον;
000-00-00 Serial Number=0953313291
In decollationem sancti Joannis Ante [Go Back]  
 [00051]  ἐὰν δὲ πλοῦτον ἔχῃ τῇ πονηρίᾳ συνεργοῦντα, δισσὸν τὸ κακὸν, ἀφόρητον τὸ ζῶον, ἀθεράπευτος νόσος, ἀνήμερον θηρίον.
000-00-00 Serial Number=0162441134
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00226]  καίτοι καὶ καθ' ἑαυτὸ ἕκαστον αὐτῶν ἀφόρητον, καὶ τὸ δοκοῦν φορητότερον εἶναι, ἡ τῶν χρημάτων ζημία.
 [00416]  Οὐκ εἶπεν, Ἐκ τοσούτων κινδύνων, ὁμοῦ μὲν δεικνὺς τὸ ἀφόρητον τῶν πειρασμῶν, ὁμοῦ δὲ ἐκεῖνον, ὅνπερ ἔφην, πιστούμενος τὸν λόγον.
 [03136]  ἔδει μὲν γὰρ ἐκείνην ἀφόρητον νομίζειν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν πολλῶν καὶ τὸ χαμαίζηλον, τοῦτο φαίνεται αὐτοῖς χαλεπώτερον)·
 [03594]  Καίτοι τούτων καθ' ἑαυτὸ ἕκαστον ἀφόρητον ἦν, καὶ τὸ μαστίζεσθαι μόνον, καὶ τὸ δεδέσθαι μόνον, καὶ τὸ μηδαμοῦ δύνασθαι στῆναι ἐλαυνόμενον·
000-00-00 Serial Number=0825523913
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00471]  τί μάτην ψυχραῖς ἑαυτοὺς ἀπατῶμεν οἱ πολλοὶ προφάσεσι καὶ ἀπολογίαις, μὴ μόνον συγγνώμην οὐ φερούσαις, ἀλλὰ καὶ κόλασιν ἀφόρητον, δέον τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν πρὸ τῶν ὀφθαλμῶν ἔχοντας ἀρετῆς ἐπιμελεῖσθαι, καὶ μικρὰ πονέσαντας, τοὺς ἀκηράτους λαβεῖν στεφάνους;
 [03709]  Εἶτ' ἐπειδὴ εἶδεν ἀφόρητον τὴν πληγὴν, ταχέως αὐτὴν ἐθεράπευσεν, εἰπών·
 [03914]  οἱ δὲ περὶ τόκων καὶ δανεισμάτων, καὶ γραμματεῖα πλάττοντες καὶ χρεῶν ὄγκον ἀφόρητον ἐπαιωροῦντες, ὡς ἐκ πατέρων ἢ πάππων ἀρχὴν εἰληφότα, τοῦ μὲν τὴν οἰκίαν, τοῦ δὲ τὸν ἀγρὸν, τοῦ δὲ ἀνδράποδον ἀφαιροῦνται καὶ τὰ ὄντα ἅπαντα.
 [03916]  Ἢ γὰρ κίνδυνον ἀφόρητον περιστήσαντες, ἢ μικραῖς τισι καταγοητεύσαντες ὑποσχέσεσιν, οὓς ἂν ἴδωσιν ὀλίγα τινὰ κεκτημένους, ἔπεισαν τοὺς μὲν προσήκοντας ἅπαντας καὶ πενίᾳ πολλάκις ἀπολλυμένους παραδραμεῖν, αὐτοὺς δὲ ἀντ' ἐκείνων ἐγγράψαι.
000-00-00 Serial Number=0402376652
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00550]  μετὰ φίλου καὶ πενία φορητὸν, τούτου δὲ ἄνευ, καὶ ὑγεία καὶ πλοῦτος ἀφόρητον.
000-00-00 Serial Number=0661015213
In epistulam ad Ephesios Ante [Go Back]  
 [02952]  Εἰ γὰρ ὅταν συμβῇ κατὰ τὸν καιρὸν ἐν οἰκίᾳ μιᾷ δύο παῖδας ἀπολέσθαι, ἀφόρητον γίνεται τὸ δεινὸν, καὶ εἰ τῷ Ἰὼβ τοῦτο μάλιστα πάντων ἔδοξεν εἶναι ἀφόρητον, ὅτι πᾶσιν αὐτοῦ τοῖς παισὶν ἔπεσεν ὁ ὄροφος, καὶ οὕτως ἀνηρέθησαν·
 [04127]  καὶ καθάπερ εἰς πόλιν ἐνεχθὲν θηρίον χαλεπώτατον καὶ ἀφόρητον, ἕως μὲν ἂν ἔνδον ἐν ταῖς πεποιημέναις εἱρκταῖς κατέχηται, οὐδὲν, κἂν ἀγριαίνῃ, κἂν κράζῃ, οὐδένα βλάψαι δυνήσεται·
 [04135]  Ἵνα ἀπὸ τῆς πικρίας τῆς αἰσθητῆς, τῆς πικρίας τῆς νοητῆς τὴν ἀφόρητον αἰσθόμενοι κακίαν, καὶ ὡς ὁλόκληρον τὴν τίκτουσαν ψυχὴν πρῶτον λυμαίνεται, πάντα ἄνω καὶ κάτω ποιοῦσα, φύγωμεν αὐτῆς τὴν πεῖραν.
 [04255]  Ἀλλ' ἀφόρητον, φησὶν, ἀνέσεως τυχὸν τὸ δουλικὸν γένος.
000-00-00 Serial Number=0855009198
In epistulam ad Philemonem Ante [Go Back]  
 [00137]  Εἰδὲ ὁ βασιλέα ὑβρίζων, ἀφόρητον ἔχει τὴν τιμωρίαν διὰ τὴν τοῦ προσώπου ἀξιοπιστίαν, ὁ τὸν Θεὸν ὑβρίζων πόσων ἔσται ὑπεύθυνος ταλάντων;
000-00-00 Serial Number=0550798237
In epistulam ad Philippenses Ante [Go Back]  
 [02317]  τὸ δὲ Χριστιανοὺς τοσούτων μετέχοντας μυστηρίων, τοσαύτης ἀπολαύοντας δόξης, οὕτως ἀκαθάρτως βιοῦν, τοῦτό ἐστι τὸ πάντων χείριστον καὶ ἀφόρητον.
 [02717]  Εἰ τὸ, Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον, δεινὸν καὶ ἀφόρητον, τὸ ἀντὶ τῶν παρακαλούντων ὀνειδίζοντας εὑρεῖν πόσον κακόν;
000-00-00 Serial Number=0067618132
In epistulam ad Romanos Ante [Go Back]  
 [01952]  καθάπερ γὰρ ῥεῦμα ἀφόρητον, οὕτως αὕτη ἐφέρετο·
000-00-00 Serial Number=0392097414
In filium viduae Ante [Go Back]  
 [00015]  ποταμηδὸν κατὰ τῶν παρειῶν ἔῤῥει τὰ δάκρυα, καὶ ἀφόρητον ἡ γυνὴ τὸ πένθος ἐκέκτητο.
000-00-00 Serial Number=0731342673
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00660]  οὕτω καὶ Παῦλος ὁρῶν δυσανασχετοῦντας, ὀδυρομένους, τὴν παρουσίαν ἐπιζητοῦντας τοῦ Χριστοῦ τοὺς τότε πιστεύοντας διὰ τὴν ἀφόρητον τῶν κακῶν ἐπαγωγὴν, παραμυθούμενος ἔλεγεν·
000-00-00 Serial Number=0963057578
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00329]  ∆ιὰ δὴ ταῦτα, καὶ πολλῷ πλείονα τούτων, ἀφεὶς αὐτοὺς πολλοῖς τῶν ἀδοκήτων περιπίπτειν, οὐκ ἠβουλήθη ὑπὸ τὴν ἀκρίβειαν τῆς νομοθεσίας τῆς προτέρας ἀφεῖναι, ἀλλ' ἐχάλασε καὶ ἀνῆκε τῆς φιλοσοφίας τὸν τόνον ἐκείνης, ὥστε μὴ βαρύν τινα καὶ ἀφόρητον αὐτοῖς γενέσθαι τὸν βίον, πολλαχοῦ ἐγκαταλιμπανομένοις, καὶ τὸν ἀκριβῆ νόμον ἐκεῖνον ἀναγκαζομένοις τηρεῖν.
000-00-00 Serial Number=0957060814
In martyres Aegyptios Ante [Go Back]  
 [00020]  Οὐ γὰρ ὡς ἔτυχεν ὑπὲρ τῆς ἀληθείας ἠγωνίσαντο, ἀλλ' οὕτω καρτερῶς καὶ εὐτόνως ἐνέστησαν πρὸς τὴν ῥαγδαίαν καὶ ἀφόρητον τοῦ διαβόλου βίαν, ὡς ἐν λιθίνοις καὶ σιδηροῖς, ἀλλ' οὐκ ἐν φθαρτοῖς καὶ θνητοῖς ἀγωνιζόμενοι σώμασιν, ὡς ἤδη πρὸς τὴν ἀπαθῆ καὶ ἀθάνατον μεταστάντες φύσιν, τὴν οὐκ εἴκουσαν ταῖς πικραῖς καὶ ὀδυνηραῖς τοῦ σώματος ἀνάγκαις.
000-00-00 Serial Number=0595107257
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00134]  Ἀλλὰ ἡ μικρὰ ψάμμος τὴν ἀφόρητον βίαν ἐκείνην κατέχει.
000-00-00 Serial Number=0758299470
In principium Actorum Ante [Go Back]  
 [00418]  καὶ τὴν θάλασσαν τὴν ἀφόρητον ταῖς βίαις, ἐκείνην τὴν τοσαῦτα ἔχουσαν κύματα, ἀσθενεῖ τειχίῳ τῇ ψάμμῳ πανταχόθεν ἐτείχισε διὰ ῥήματος.
000-00-00 Serial Number=0224228203
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00057]  Τὸ μὲν γὰρ ἀκουσθὲν καὶ νοηθὲν, κἂν ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ μελετηθὲν εὐκαταφρόνη τον γίνεται·
 [00177]  Ἂν γὰρ ταύτην ἔχῃς ἐν τῇ ψυχῇ σου τὴν μνήμην, οὐ θαυμάσεις πλοῦτον, οὐ πενίαν δακρύσεις, οὐκ ἐπαινέσεις δόξαν καὶ δυναστείαν, οὐδὲν ὅλως τῶν ἀνθρωπίνων, οὐ τῶν φαιδρῶν μέγα τι ὑπολάβῃς εἶναι, οὐ τῶν λυπηρῶν ἀφόρητον·
000-00-00 Serial Number=0397425890
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00037]  Ἵνα μετὰ συμμετρίας ποιῆται τὴν ἐπιτίμησιν, ἵνα συγγνωμονικὸς γένηται τοῖς ἁμαρτάνουσιν, ἵνα ἀναμιμνησκόμενος τῆς οἰκείας ἀσθενείας μὴ ἀφόρητον ποιῆται τὸν ἔλεγχον.
 [00242]  Ἂν δὲ καθ' ἑκάστην ἡμέραν ἁμαρτάνωμεν, καὶ παίωμεν τὴν ψυχὴν τὴν ἡμετέραν, μηδέποτε δὲ αἰσθανώμεθα, καθάπερ οἱ συνεχῆ τραύματα λαμβάνοντες, εἶτα καταφρονοῦντες, πυρετοὺς καὶ θάνατον ἑαυτοῖς ἀφόρητον ἐπισπῶνται·
000-00-00 Serial Number=0852381170
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00082]  Καὶ οὐκ εἶπε Λυποῦμαι, ἀλλὰ Πυροῦμαι, τὸ ἀφόρητον καὶ ἀνήκεστον τῆς ὀδύνης διὰ τῆς πυρώσεως παραστῆσαι βουλόμενος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»