Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἁγίους [176]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἁγίους


000-00-00 Serial Number=0979951739
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00028]  δεδοικέναι γὰρ ὑπὲρ τοῦ πατρὸς καὶ τρέμειν, μήποτε αἰσθόμενος, μεγάλα τοὺς ὑποδεξαμένους σε τὴν ἀρχὴν ἁγίους ἐργάσηται δεινά·
 [01292]  Φέρε οὖν ἐπ' αὐτοὺς τοὺς ἁγίους ἔλθωμεν, ἀπὸ τοῦ Ἰωσὴφ ἐπὶ τὸν Μωσέα μεταθέντες τὸν λόγον.
000-00-00 Serial Number=0472601473
Ad illuminandos catecheses Ante [Go Back]  
 [00109]  ὁ δὲ λόγος πλέον ἀπέδειξεν, οὐ καθαροὺς μόνον, ἀλλὰ καὶ ἁγίους καὶ δικαίους γενομένους·
000-00-00 Serial Number=0162315845
Ad populum Antiochenum Ante [Go Back]  
 [00178]  καὶ πολλοὺς ἂν ἔχοιμεν ἁγίους εἰπεῖν, καὶ ἐφ' ἡμῶν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων πολλὰς ὑπομείναντας θλίψεις διαφόρους καὶ ποικίλας.
 [00249]  τετάρτη δὲ, τὸ μὴ νομίζεσθαι τοὺς ἁγίους ἐπ' ἐλπίδι τῆς παρούσης εὐπραγίας τὸν Θεὸν θεραπεύειν.
 [00411]  Καὶ σὺ τούτους ζήλωσιν τοὺς ἁγίους, καὶ τῶν ἀγαθῶν ἔργων, ἕως ἂν δύναιο, μὴ ἐκπέσῃς·
 [04922]  Λιμός ποτε χαλεπώτατος ἔμελλεν ἔσεσθαι, καὶ οἱ κατοικοῦντες ἐν Ἀντιοχείᾳ ὥρισαν, καθὼς ηὐπορεῖτό τις, πέμψαι πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας ἐν Ἱεροσολύμοις.
000-00-00 Serial Number=0277682006
Admonitiones spirituales Ante [Go Back]  
 [00093]  Γνῶθι μόνον ὅτι ἐθαυμάστωσε τοὺς ὁσίους αὐτοῦ ὁ Θεὸς, ἐδόξασε τοὺς ἁγίους αὐτοῦ, ἐκαύχησε τοὺς φοβουμένους αὐτὸν, ὕψωσε τοὺς ἀγαπῶντας αὐτόν.
000-00-00 Serial Number=0315555692
Adversus Judaeos Ante [Go Back]  
 [00250]  Ὅταν γὰρ λέγωσι μὴ εἰδέναι αὐτοὺς τὸν Χριστὸν, μηδὲ εἰρηκέναι τι περὶ τῆς ἐκείνου παρουσίας, ποία μείζων ταύτης γένοιτ' ἂν εἰς τοὺς ἁγίους ἐκείνους ὕβρις, ἀλλ' ὅταν αὐτῶν κατηγορήσωσιν ὡς τὸν αὐτῶν ἀγνοούντων ∆εσπότην, καὶ κοινωνοὺς τῆς ἰδίας ἀσεβείας λέγωσιν εἶναι;
 [00251]  Ὥστε διὰ τοῦτο μᾶλλον μισεῖν καὶ αὐτοὺς καὶ τὴν συναγωγὴν χρὴ, ὅτι ἐμπαροινοῦσιν εἰς τοὺς ἁγίους ἐκείνους.
 [00271]  Φεύγετε τοίνυν καὶ τοὺς συλλόγους, καὶ τοὺς τόπους αὐτῶν, καὶ μηδεὶς αἰδείσθω τὴν συναγωγὴν διὰ τὰ βιβλία, ἀλλὰ διὰ ταῦτα αὐτὴν μισείτω καὶ ἀποστρεφέσθω, ὅτι ἐφ' ὕβρει κατέχουσι τοὺς ἁγίους, ὅτι ἀπιστοῦσι τοῖς ἐκείνων ῥήμασιν, ὅτι τὴν ἐσχάτην αὐτῶν κατηγοροῦσιν ἀσέβειαν.
 [01099]  Καίτοι εἰ καὶ προσεδόκων ἀπολήψεσθαι, καὶ οὕτω μιμεῖσθαι ἔδει τοὺς ἁγίους ἐκείνους, καὶ νηστεύειν, μηδὲ ἄλλο τοιοῦτον ποιεῖν.
 [02171]  Ὅλως δὲ εἰ νομίζεις, διότι νόμος ἐκεῖ κεῖται καὶ προφητῶν βιβλία, τὸν τόπον ἅγιον εἶναι, ὥρα σοι λοιπὸν καὶ τὰ εἴδωλα, καὶ τοὺς ναοὺς τῶν εἰδώλων ἁγίους εἶναι νομίζειν.
 [02796]  Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τὸν Θεόν σε κολάζοντα, μὴ πρὸς τοὺς ἐχθροὺς αὐτοῦ καταφύγῃς τοὺς Ἰουδαίους, ἵνα μὴ μᾶλλον αὐτὸν παροξύνῃς, ἀλλὰ πρὸς τοὺς φίλους αὐτοῦ, τοὺς μάρτυρας, τοὺς ἁγίους, καὶ εὐηρεστηκότας αὐτῷ καὶ πολλὴν ἔχοντας πρὸς αὐτὸν παῤῥησίαν.
000-00-00 Serial Number=0237518132
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00061]  Ἡ δὲ τοῦ γέλωτος τούτου καὶ τῆς κωμωδίας ὑπόθεσις, τῶν εἰς τοὺς ἁγίους ἄνδρας εἰργασμένων ἐστὶ τὰ διηγήματα.
 [00066]  ἄλλος τὸ δεσμωτήριον καὶ τὰ ἐν τῷ δεσμωτηρίῳ δεινὰ, καὶ τὸ διὰ τῆς ἀγορᾶς ἑλκύσαι τοὺς ἁγίους ἐκείνους ἐν ἐγκωμίου τίθεται μέρει·
 [00076]  Καὶ οὐ τοῦτο μόνον, ὅτι ἐναγέστερος οὗτος ἐκείνου ὁ πόλεμος, οὐδὲ ὅτι πρὸς ἁγίους καὶ οὐδὲν ἠδικηκότας γίνεται μόνον, ἀλλ' ὅτι καὶ πρὸς ἀνθρώπους ποιεῖν μὲν οὐδένα εἰδότας κακῶς, πάσχειν δὲ παρεσκευασμένους μόνον.
 [00087]  Καὶ γὰρ εἰ μὲν τοῦτο μόνον ἦν τὸ δεινὸν, τὸ τοὺς ἁγίους τοῦ Θεοῦ καὶ θαυμαστοὺς ἄνδρας ἐκείνους ἕλκεσθαι καὶ σπαράσσεσθαι συρομένους εἰς δικαστήρια, καὶ τυπτομένους, καὶ τὰ ἄλλα πάσχοντας, ἅπερ διηγησάμην ἄρτι, μηδεμία δὲ ἀπὸ τούτων εἰς τὴν τῶν ταῦτα τολμώντων κεφαλὴν ἐτρέπετο βλάβη, τοσοῦτον ἀπέσχον ἀλγῆσαι τοῖς γινομένοις, ὅτι κἂν ἐγέλασα σφόδρα ἡδὺ, καὶ δαψιλὲς ἐπ' αὐτοῖς·
 [00148]  ἐμάστιξαν καὶ ὕβρισαν καὶ πονηρᾷ περιέβαλον δόξῃ τοὺς ἁγίους ἀποστόλους τότε ἐκεῖνοι γόητας καὶ πλάνους καλοῦντες αὐτούς.
 [01288]  Τοὺς μεγάλους ἄνδρας καὶ ἁγίους ἐκείνους, τοὺς πρώτους, ὅτε γράμματα οὐκ ἦν, τοὺς μετ' ἐκείνους, ὅτε γράμματα μὲν ἦν, ἐμπειρία δὲ λόγων οὐδέπω τοὺς μετὰ τούτους, ὅτε καὶ γράμματα ἦν καὶ ἐμπειρία λόγων.
 [01325]  Εἰ γὰρ ᾔσθετο ταύτης τῆς φυγῆς ὁ πατὴρ, οὐκ ἂν ἀπέστη πάντα κινῶν, ὥστε ἀπελάσαι τοὺς ἁγίους ἐκείνους, οὐχὶ τοὺς ὑποδεξαμένους μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας.
000-00-00 Serial Number=0802380323
Catecheses ad illuminandos Ante [Go Back]  
 [00621]  Εἰ γὰρ μηδέπω μηδὲν ἐργασαμένους ἀγαθὸν ἀλλὰ καὶ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντας ἐπικείμενα τοσούτων ἠξίωσε δωρεῶν, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, οὐ γὰρ μόνον ἁμαρτημάτων ἀπήλλαξε καὶ δικαιοσύνην ἐχαρίσατο ἀλλὰ καὶ ἁγίους ἀπέδειξε καὶ υἱοθεσίαν παρέσχεν, εἰ τοίνυν προλαβὼν τοσαῦτα ἐδωρήσατο, εἰ τὰ παρ' ἑαυτῶν μετὰ τοσαύτας δωρεὰς εἰσενεγκεῖν σπουδάσετε καὶ μετὰ τῆς φυλακῆς τῶν ἤδη παρασχεθέντων καὶ πολιτείας ἀκρίβειαν ἐπιδείξεσθε, πῶς οὐ μείζονος πάλιν ἀξιωθήσεσθε τῆς φιλοτιμίας;
 [01040]  καὶ ἑτέρα πάλιν ὁρῶσα τὸν ἑαυτῆς παῖδα ὑπὸ ἀρρωστίας χαλεπῆς πολιορκούμενον καὶ σπαραττομένη ὥσπερ εἰπεῖν καὶ διακοπτομένη τὰ σπλάγχνα, ἐνταῦθα ἀφικομένη καὶ θερμὰ δάκρυα ἀφεῖσα καὶ διεγείρασα εἰς τὴν ὑπὲρ αὐτῆς δέησιν τοὺς ἁγίους τούτους, τοὺς τοῦ Χριστοῦ λέγω στεφανίτας, οὐκ εὐθέως τὴν νόσον ἀπήλασε καὶ πρὸς ὑγίειαν τὸν ἄρρωστον ἐπανελθεῖν παρεσκεύασε;
000-00-00 Serial Number=0803045213
Comparatio regis et monachi Ante [Go Back]  
 [00063]  Οὐ τοίνυν μόνον ἡμεῖς πρὸς τοὺς ἁγίους μοναχοὺς ἐν ταῖς χρείαις καταφεύγομεν, ἀλλὰ καὶ οἱ βασιλεῖς αὐτοὶ πρὸς τούτους καταφεύγουσιν ἐν καιροῖς φοβεροῖς, ὥσπερ οἱ πτωχεύοντες ἐν λιμῷ πρὸς τὰς τῶν πλουσίων οἰκίας.
000-00-00 Serial Number=0652796149
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00285]  ἀλλὰ κἂν ἀδίκως ἐγκαλῶσι πείθωμεν, καὶ διαλύωμεν τὰ ἐγκλήματα, καὶ μιμώμεθα τοὺς ἁγίους, οἳ τοσαύτην ἐποιοῦντο σπουδὴν καὶ τῆς τοῦ Θεοῦ δόξης καὶ τῆς αὑτῶν, διὰ τὴν τοῦ Θεοῦ.
000-00-00 Serial Number=0735806525
De Anna i Ante [Go Back]  
 [01134]  Καὶ ἡμεῖς δὲ τοὺς ἁγίους μάρτυρας ὅταν μακαρίζωμεν, ἀπὸ τῶν τραυμάτων πρότερον μακαρίζομεν, καὶ τότε ἀπὸ τῶν βραβείων·
000-00-00 Serial Number=0027485847
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00190]  Ἃ γὰρ οὐκ ἴσχυσεν ἐν τοσούτῳ χρόνῳ ὁ νόμος ἐν ἔθνει ἑνὶ, ταῦτα μετὰ πλείονος τῆς περιουσίας ὁ σταυρὸς πανταχοῦ κατώρθωσεν, ἁμαρτήματα λύσας, δικαιοσύνην χαρισάμενος, ἁγίους τοὺς ἀνθρώπους κατασκευάσας, θεογνωσίαν παιδεύσας, πρὸς τὸν οὐρανὸν χειραγωγήσας.
000-00-00 Serial Number=0217816532
De Maccabeis Ante [Go Back]  
 [00135]  Ἅπαντας μὲν οὖν ἐγκωμιάσαι τοὺς ἁγίους μάρτυρας οὐ δυνατὸν μιᾷ γλώττῃ, ἀλλὰ κἂν μυρία στόματα ἔχωμεν καὶ γλώττας τοσαύτας, λειπόμεθα τῶν ἐγκωμίων·
000-00-00 Serial Number=0388218522
De cruce et latrone Ante [Go Back]  
 [00126]  ἡ κάμινος Βαβυλῶνος ἐτίμησε τοὺς ἁγίους καὶ ἀνάλωσεν τοὺς Χαλδαίους.
000-00-00 Serial Number=0840330422
De diabolo tentatore Ante [Go Back]  
 [00013]  ὅτε τοὺς ἁγίους παρήγαγον ἑαυτῶν μὲν κατηγοροῦντας, τῶν δὲ ἄλλων φειδομένους·
000-00-00 Serial Number=0031541109
De eleemosyna [2] Ante [Go Back]  
 [00116]  οὐκ ἔλαβεν ἐπιστολὰς παρὰ τῶν ἀρχισυναγώγων, ἵνα ἐλθὼν τοὺς ἁγίους αἰχμαλωτίσῃ;
000-00-00 Serial Number=0502769887
De gloria in tribulationibus Ante [Go Back]  
 [00097]  Ὅτι τὸν Υἱὸν, φησὶ, τὸν μονογενῆ, τὸν γνήσιον, τὸν ἀγαπητὸν, τοῦτον ὁ Θεὸς ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων ἔδωκεν οἰκετῶν, καὶ τοὺς μυρίοις βεβαρημένους ἁμαρτήμασι, καὶ τοσούτοις φορτίοις πιεζομένους πλημμελημάτων, οὐχὶ τῶν ἁμαρτημάτων ἀπήλλαξε μόνον, ἀλλὰ καὶ δικαίους εἰργάσατο, οὐδὲν φορτικὸν, οὐδὲ ἐπίπονον ἐπιτάξας, οὐδὲ ἐπαχθὲς, ἀλλὰ πίστιν ζητήσας παρ' ἡμῶν μόνον, καὶ δικαίους ἐποίησε καὶ ἁγίους κατεσκεύασε, καὶ υἱοὺς Θεοῦ ἀπέφηνε, καὶ βασιλείας κληρονόμους ἀπέδειξε, καὶ τοῦ Μονογενοῦς συγκληρονόμους ἀπειργάσατο, καὶ ἀνάστασιν ἐπηγγείλατο, καὶ ἀφθαρσίαν σωμάτων, καὶ λῆξιν μετὰ ἀγγέλων, πάντα λόγον καὶ νοῦν ὑπερβαίνουσαν, καὶ τὴν ἐν οὐρανοῖς διατριβὴν, καὶ τὴν μετ' αὐτοῦ ὁμιλίαν καὶ ἁγίου Πνεύματος ἐντεῦθεν ἤδη χάριν ἐξέχεε, καὶ τῆς τοῦ διαβόλου κατοχῆς ἡμᾶς ἀπήλλαξε, καὶ τῶν δαιμόνων ἡμᾶς ἐῤῥύσατο, καὶ τὴν ἁμαρτίαν κατέλυσε, καὶ τὴν κατάραν ἠφάνισε, καὶ ᾅδου πύλας συνέκλασε, καὶ τὸν παράδεισον ἠνέῳξεν, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ' αὐτὸν ἀπέστειλε τὸν Μονογενῆ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, ὥς φησι διὰ τοῦ προφήτου·
 [00179]  οὕτω δὴ καὶ ψυχαὶ, αἱ μὲν τὸν ἀταλαίπωρον βίον μετιοῦσαι, καὶ ἀνέσεως γέμουσαι, καὶ τὸ ἡδέως διακεῖσθαι πρὸς τὰ παρόντα, καὶ τὸν ἀνάλγητον τοῦ διὰ τὴν βασιλείαν θλίβεσθαι κατὰ τοὺς ἁγίους ἅπαντας προτιμῶσαι βίον, κηροῦ παντὸς μαλακώτεραι μᾶλλον καὶ ἀσθενέστεραι καθιστάμεναι, αἰωνίου πυρὸς κατάβρωμα πρόκεινται·
000-00-00 Serial Number=0892001033
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00621]  Πρὸς ἄνδρας ἁγίους ἀπάγωμεν, ἄνεσιν παρέχωμεν.
000-00-00 Serial Number=0503055155
De jejunio [2] Ante [Go Back]  
 [00263]  Ἱμάτια δεῖ γάμῳ ἐπιφέρεσθαι καθαρὰ καὶ ἀμόλυντα καὶ ἅγια πρὸς γάμους ἁγίους καὶ ἀμολύντους, φαιδρὰ ἔξωθεν, καὶ ἔσωθεν λαμπρά.
000-00-00 Serial Number=0771150112
De mansuetudine sermo Ante [Go Back]  
 [00030]  Ἐκεῖνος μὲν γὰρ ὡς Θεὸς καὶ τῶν ὅλων κύριος τοὺς ἁγίους ἀγγέλους ἐκπεπολεμωμένους τοῖς ἀνθρώποις εἰς φιλίαν συνεκέρασεν, ἐπιφανεὶς ἡμῖν διὰ τῆς θείας αὐτοῦ σαρκός·
000-00-00 Serial Number=0350593269
De mutatione nominum Ante [Go Back]  
 [00402]  Οὐ γὰρ δὴ πάντας τοὺς ἁγίους αὐτὸς ὠνόμασεν, οὔτε ἐν τῇ Καινῇ, οὔτε ἐν τῇ Παλαιᾷ·
 [01098]  καὶ πολλὴν ἀπὸ τούτου τοῦ Θεοῦ σοφίαν καὶ κηδεμονίαν ἀνεδείκνυμεν, καὶ περὶ ἡμᾶς, καὶ περὶ τοὺς ἁγίους ἐκείνους γεγενημένην.
000-00-00 Serial Number=0398579717
De paenitentia [1] Ante [Go Back]  
 [00940]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος τοὺς ὄντας πιστοὺς τοῦτον παρακαλεῖ τὸν τρόπον, οὐχ ὅτι τοὺς ζῶντας μόνον ἁγίους, ἀλλὰ καὶ τοὺς ἀποθανόντας εἰς μέσον παράγων.
 [00941]  Ἑβραίοις μὲν γὰρ διαλεγόμενος μέλλουσιν ὑποσκελίζεσθαι καὶ καταπίπτειν, τοὺς ἁγίους ἄνδρας εἰς μέσον παράγει, τὸν ∆ανιὴλ, τοὺς παῖδας τοὺς τρεῖς, τὸν Ἠλίαν, τὸν Ἑλισσαῖον, οὑτωσὶ λέγων·
 [00959]  ∆ιόπερ οὐ διὰ τοῦτο χρὴ θαυμάζειν τοὺς ἁγίους, ὅτι τῆς θλίψεως αὐτῆς ἀκμαζούσης, οὕτως ἦσαν εὐλαβεῖς καὶ φιλόσοφοι, ἀλλ' ὅτι καὶ τοῦ χειμῶνος παρελθόντος καὶ γαλήνης γινομένης, ἐπὶ τῆς αὐτῆς ἔμενον ἐπιεικείας καὶ σπουδῆς.
 [00983]  μιμησώμεθα τοὺς ἁγίους, οἵτινες οὔτε ὑπὸ τῶν θλίψεων κατεπόθησαν, οὔτε ὑπὸ τῆς ἀνέσεως χαυνότεροι γεγόνασιν, ὅπερ πολλοὶ τῶν ἀνθρώπων νῦν πάσχομεν, καθάπερ τὰ κοῦφα τῶν πλοίων ὑπὸ πάσης περιστάσεως κυμάτων περιαντλούμενα βαπτίζεται.
000-00-00 Serial Number=0083172619
De paenitentia sermo 1 Ante [Go Back]  
 [00096]  Ἆρα θεραπεύεται ἐπὶ τούτοις ὁ Κύριος, ὁ εἰπὼν πρὸς τοὺς ὁμιλοῦντας πρὸς ἡμᾶς ἁγίους, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου;
000-00-00 Serial Number=0981237173
De patientia sermo 2 Ante [Go Back]  
 [00016]  καὶ γὰρ πάντας τοὺς ἁγίους εὕρομεν ἐστεμμένους τῇ ὑπομονῇ, καὶ ταύτην διδάσκαλον [60.730] ἔχοντες ἔνδον εἰδέναι τὸν μακάριον Ἀβραὰμ, τὸν ἑκατονταετῆ γενόμενον καὶ μήπω τεκνογονήσαντα, ἀλλὰ τῇ ὑπομονῇ τούτου ὁ καρπὸς πρὸ ὀφθαλμῶν τετρυγημένος ἦν.
 [00144]  Καὶ οὗτος διὰ μακροθυμίας καὶ ὑπομονῆς ἀθλήσας διῆγε, καὶ ἅπαντας τοὺς ἁγίους εὕρομεν δι' ὑπομονῆς ἀθλήσαντας.
000-00-00 Serial Number=0119013727
De perfecta caritate Ante [Go Back]  
 [00041]  Εἰ δὲ καὶ τοὺς ἄλλους ἐξετάσαιμεν ἁγίους, πάντας εὑρήσομεν δι' ἀγάπην εὐαρεστήσαντας.
000-00-00 Serial Number=0147273421
De precatione [1] Ante [Go Back]  
 [00237]  ἔδει γὰρ, οἶμαι, τοιοῦτον φανῆναι τῆς προσευχῆς τὸν ἄσταχυν, νικῶντα τοὺς ἄλλους τῇ καλοκαγαθίᾳ, καὶ ταῖς ἀρεταῖς τῶν τρόπων, καὶ τοσοῦτον τοὺς πρὸ αὐτοῦ νικᾷν ἁγίους, ὅσον ἐν τοῖς ληΐοις ὑπερέχουσιν οἱ τῶν ἀσταχύων εὖ πράττοντες.
000-00-00 Serial Number=0925226271
De pseudoprophetis Ante [Go Back]  
 [00210]  Ταῦτα Ἰωάννης ἡμῖν παραινεῖ, Ἰωάννης ὁ υἱὸς τῆςβροντῆς, ὁ ὑπὲρ πάντας ἁγίους ἠγαπημένος, ὁ στηρίξας τὴν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης Ἐκκλησίαν, καὶ ἐμφράξας τὰ τῶν αἱρετικῶν στόματα τῇ θεολογίᾳ.
000-00-00 Serial Number=0440671921
De sancta Droside martyre Ante [Go Back]  
 [00009]  Πλήρης μὲν γὰρ ἡμῖν καὶ ἔνδον ἡ τράπεζα τῶν πνευματικῶν ἐδεσμάτων παρέκειτο, ἀλλ' ἡ πρὸς τοὺς ἁγίους ἔξοδος τούτους ἔχει τινὰ καὶ ψυχαγωγίαν καὶ κέρδος τῆς ψυχαγωγίας οὐκ ἔλαττον, οὐκ ἐπειδὴ καθαρὸν τὸν ἀέρα ἀναπνέομεν, ἀλλ' ἐπειδὴ πρὸς τὰ τῶν γενναίων τούτων κατορθώματα βλέπομεν·
000-00-00 Serial Number=0033922374
De sanctis martyribus [2] Ante [Go Back]  
 [00001]  ΕΓΚΩΜΙΟΝ Εἰς τοὺς ἁγίους πάντας τοὺς ἐν ὅλῳ τῷ κόσμῳ μαρτυρήσαντας.
000-00-00 Serial Number=0772908807
De siccitate Ante [Go Back]  
 [00078]  ∆ακρύσωμεν οὖν καὶ ἡμεῖς, ἐξομολογησώμεθα ἕκαστος τὰ ἴδια πταίσματα, προληψώμεθα πρὸς Θεὸν μεσίτας τοὺς ἁγίους, τούς τε ἄλλους καὶ κατ' ἐξαίρετον τὴν ὑπέραγνον δέσποιναν, τὴν ταχεῖαν προστασίαν καὶ ἄμαχον·
000-00-00 Serial Number=0187236130
De virginitate Ante [Go Back]  
 [00474]  οὐδεὶς οὖν μετ' ἐκείνους τοὺς καιροὺς ἐκακηγόρησεν ἁγίους ἄνδρας;
 [00614]  Εἰ δὲ ἐπιμένοι τις πάλιν ζητῶν, αὐτὸς δὲ ὁ Μωϋσῆς διὰ τί τοὺς Ἰουδαίους τῆς ὁμιλίας ταύτης ἀπήγαγεν, ἐκεῖνο ἂν εἴποιμι ὅτι εἰ καὶ τίμιος ὁ γάμος ἀλλὰ μέχρι τοσούτου φθάσαι δύναιτ' ἂν ὥστε μὴ μολῦναι τὸν χρώμενον, τὸ δὲ καὶ ἁγίους ἀποφαίνειν, οὐκέτι τῆς ἐκείνου δυνάμεως ἀλλὰ τῆς παρθενίας ἐστίν.
 [01795]  Καὶ πρᾶγμα ὃ τοῖς ἄλλοις αἴτιον εἶναι λιμοῦ δοκεῖ τῆς ἐρημίας ἡ ἀκαρπία, τοῦτο τοὺς ἁγίους ἐκείνους ἐν ἀφθονίᾳ καθίστησιν.
000-00-00 Serial Number=0487894297
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00196]  Οἶδα ἐγώ τινα, ὃς ὑπὲρ φίλου τοὺς ἁγίους ἄνδρας παρακαλῶν, παρεκάλει πρότερον εὔχεσθαι ὑπὲρ αὐτοῦ, καὶ τότε ὑπὲρ ἑαυτοῦ.
 [06528]  Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν μὲν ὑπὸ δαίμονος ἐνεργῆταί σου ὁ υἱὸς, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης·
 [09999]  τοῦτο καὶ ὁ διάκονος ἐπιφωνεῖ, τοὺς ἁγίους καλῶν διὰ τῆς φρικτῆς ἐκείνης φωνῆς.
000-00-00 Serial Number=0642499387
Encomium in sanctos martyres Ante [Go Back]  
 [00001]  Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς ἁγίους μάρτυρας.
000-00-00 Serial Number=0946445346
Epistula ad Cyriacum Ante [Go Back]  
 [00233]  Οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται.
 [00368]  Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, κἂν εὕρῃ καθαρὰν πηγὴν δίψῃ φλεγόμενος καὶ πολλῷ τῷ λιμῷ συνεχόμενος παρακαθέζεται τραπέζῃ ἐχούσῃ παντοδαπὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύεται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφόδρα ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται, οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται.
000-00-00 Serial Number=0918823779
Epistulae Ante [Go Back]  
 [02298]  οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς, καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται.
000-00-00 Serial Number=0786539555
Expositiones in Psalmos Ante [Go Back]  
 [00339]  ∆ιὸ καὶ ὁ προφήτης οὗτος ἀπὸ τῶν εἰς τοὺς ἁγίους γενομένων ἀνάγει τοὺς ἐν πονηρίᾳ ζῶντας, λέγων·
 [04264]  ἡμεῖς ὁρῶντες γυμνὸν τὸν Χριστὸν περιερχόμενον καὶ λιμῷ τηκόμε [55.149] νον, οὐδὲ τὰ περιττὰ προϊέμεθα, ἀλλ' ἐν περιουσίᾳ ζῶντες, περιορῶμεν τοὺς ἁγίους.
 [06027]  ἡμεῖς ὁρῶντες γυμνὸν τὸν Χριστὸν περιερχόμενον καὶ λιμῷ τηκόμε [55.149] νον, οὐδὲ τὰ περιττὰ προϊέμεθα, ἀλλ' ἐν περιουσίᾳ ζῶντες, περιορῶμεν τοὺς ἁγίους.
 [06313]  Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ' ὁρᾷς αὐτοῦ τοὺς οἰκέτας, τοὺς φίλους, τοὺς ἁγίους [55.160] ἄνδρας λέγω καὶ παῤῥησίαν ἔχοντας.
000-00-00 Serial Number=0516339004
Fragmenta in Job Ante [Go Back]  
 [01437]  Καὶ σὺ τοίνυν, ὦ φιλόθεε, ἐν τοῖς τοιούτοις λόγοις μὴ σαλεύου, μιμοῦ δὲ μᾶλλον τοὺς ἁγίους, εἰδὼς ὅτι σατανικαί εἰσιν αὗται ὑποβολαὶ, καὶ διάβολός ἐστιν ὁ ἐνεργῶν ἐν τοῖς ὀνειδίζουσιν, ἵνα σε τῆς πίστεως ἀφελκύσῃ, καὶ τῆς προθέσεως παύσῃ τῆς ἀγαθῆς.
 [02072]  Θεώρει δὲ τοὺς ἁγίους ἄνδρας, πῶς ὅτε μειζόνων ἀξιοῦνται, πλείονα κτῶνται ταπεινοφροσύνην·
000-00-00 Serial Number=0265600324
Fragmenta in Proverbia Ante [Go Back]  
 [01330]  Λαμπτῆρα δὲ δόλου τοὺς δαίμονας λέγει, διδασκομένους παρ' αὐτοῦ διαχωρίζειν φίλους, τοὺς διὰ τῆς γνώσεως ἀλλήλοις συναπτομένους ἁγίους·
000-00-00 Serial Number=0389337361
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00034]  Ἀλλ' ὁ τῶν μαρτύρων πόθος καὶ ἡ τυραννὶς καὶ ἡ τῆς ἀγάπης φλὸξ ἅπαντα ταῦτα τὰ προσωπεῖα ῥῖψαι ἀνέπεισε, καὶ γυμνῇ τῇ προθυμίᾳ τὸν ζῆλον ἐπιδείξασθαι τὸν περὶ τοὺς ἁγίους μάρτυρας.
 [00119]  καὶ λαβόντες τοὺς ἁγίους μάρτυρας κοινωνοὺς τῶν εὐχῶν, εὐξώμεθα αὐτοῖς ζωῆς μῆκος, γῆρας λιπαρὸν, παῖδας καὶ παίδων παῖδας, καὶ πρό γε τούτων ἁπάντων, τὸν ζῆλον τοῦτον ἐπιταθῆναι, τὴν εὐλάβειαν ἐπιδοθῆναι, καὶ οὕτως τὸν παρόντα διανύσαι βίον, ὡς καὶ κατὰ τοὺς ἀκηράτους αἰῶνας συμβασιλεῦσαι τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ·
000-00-00 Serial Number=0341063261
In Acta apostolorum Ante [Go Back]  
 [07030]  Μέλλει περὶ Πέτρου λέγειν, καὶ ὅτι πρὸς τοὺς ἁγίους κάτεισιν.
 [07045]  Ἐγένετο δὲ, Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.
 [07113]  Καὶ φωνήσας τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν·
 [09999]  Πάνυ γὰρ ἐδεδοίκεσαν καὶ ἔτρεμον τοὺς ἁγίους ἐκείνους.
 [09999]  Τάχα τις ὑμῶν ἀκούων, ποθεῖ ἐπὶ ταύτης γενέσθαι τῆς ἐξουσίας, ὥστε μὴ δύνασθαι δαίμονας ἀντιβλέπειν αὐτῷ, καὶ μακαρίζει τοὺς ἁγίους ἐκείνους διὰ τοῦτο, ὅτι τοσαύτην εἶχον ἰσχύν.
 [09999]  κατέχωμεν παρ' ἑαυτοῖς τοὺς ἁγίους, καὶ οὐκ ἔσται χειμών·
000-00-00 Serial Number=0204574525
In Isaiam Ante [Go Back]  
 [01427]  Εἰκότως δὲ αὐτοὺς ἁγίους καλεῖ δεικνὺς ὅτι οὐχ ἁπλῶς ὁ ἀφορισμὸς αὐτοὺς ἀπήλλαξεν, οὐδὲ ἁπλῶς ἡ τοῦ Θεοῦ ψῆφος·
000-00-00 Serial Number=0395473838
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00002]  Τοῦ αὐτοῦ ὁμιλία ἐγκωμιαστικὴ εἰς τοὺς ἁγίους μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον τοὺς μαρτυρήσαντας ἐπὶ Ἰουλιανοῦ τοῦ Ἀποστάτου.
000-00-00 Serial Number=0665976584
In Psalmos 101-107 Ante [Go Back]  
 [00105]  Ἢ λίθους τοὺς πιστεύσαντας τῷ Χριστῷ μετὰ τὴν ἀνάστασίν φησι, δούλους δὲ, τοὺς ἁγίους ἀποστόλους, δι' ὧν ἐσώθησαν οἱ πιστεύσαντες εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
 [01220]  Πατέρας δὲ καλεῖ οὐ τοὺς ἁγίους πατριάρχας, ἀλλὰ τοὺς μετ' ἐκείνους γενομένους·
 [01813]  Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κό σμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
000-00-00 Serial Number=0762366295
In Psalmum 118 Ante [Go Back]  
 [01547]  Πολλοὶ οὖν τοὺς ἁγίους ἐδίωκον, καὶ εἰς θάνατον ἀπ ήγαγον, ἀλλ' αὐτοὶ ἐκ τῶν μαρτυρίων τοῦ Θεοῦ οὐκ ἐξ έκλιναν.
000-00-00 Serial Number=0437003314
In decollationem sancti Joannis Ante [Go Back]  
 [00127]  Τοῦτο ποιεῖ ὁ Θεὸς δυνάμενος πάντας τοὺς ἁγίους, τοὺς ὄντας ἐν κόσμῳ, δι' ἑαυτοῦ θρέψαι·
000-00-00 Serial Number=0459173799
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00118]  Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ, τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἡ κατὰ βάθος πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους ἐπλήρωσαν.
000-00-00 Serial Number=0441917717
In duodecim apostolos Ante [Go Back]  
 [00001]  Εἰς τοὺς ἁγίους δώδεκα ἀποστόλους.
000-00-00 Serial Number=0783419847
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00508]  Παρακαλῶμεν τοίνυν τοὺς ἁγίους ὑπὲρ ἡμῶν εὐχαριστεῖν, καὶ αὐτοὶ ὑπὲρ ἀλλήλων τοῦτο ποιῶμεν.
 [04038]  Οὐ γὰρ τὸ μὴ ἀκαθάρτου ἅπτεσθαι ποιεῖ καθαρὸν, ἀλλὰ καὶ ἑτέρου τινὸς ἡμῖν δεῖ ὥστε γενέσθαι ἡμᾶς ἁγίους, σπουδῆς, προσοχῆς, εὐλαβείας.
 [04718]  Τὴν χάριν, καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους.
 [05219]  Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν.
 [05442]  Ὑμεῖς δὲ οὐχ ὁρᾶτε μυρίους ἁγίους;
 [05443]  καὶ τί λέγω ἁγίους;
 [07113]  Καὶ γὰρ τοὺς ἁγίους ἅπαντας οὕτως ἤγαγεν ὁ Θεὸς διὰ θλίψεως καὶ στενοχωρίας, ὁμοῦ μὲν ἐκείνους ὠφελῶν, ὁμοῦ δὲ τοὺς λοιποὺς ἀσφαλιζόμενος, ὥστε μὴ μείζονα τῆς ἀξίας περὶ αὐτῶν δόξαν ἔχειν.
000-00-00 Serial Number=0577211797
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00516]  Ὁρᾷς πῶς καὶ ἡ παραίνεσις πάλιν μετ' ἐγκωμίου καὶ προτροπῆς, τῷ πάντως μεθ' ἡμῶν αὐτῶν φαίνεσθαι τὸν Κύριον καὶ τοὺς ἁγίους πάντας;
000-00-00 Serial Number=0678440928
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00309]  Τουτέστιν, ἁγίους εἰργάσατο ἁμαρτωλοὺς ὄντας καὶ ἐχθρούς·
000-00-00 Serial Number=0114438593
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00060]  Πλὴν ἀλλ' οὐδὲ πάντας εἰκὸς ἦν διεφθάρθαι, ἀλλ' εἶναί τινας ἐν αὐτοῖς καὶ σφόδρα ἁγίους.
 [01173]  Τῆς δὲ εὐγενείας ταύτης οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' ὁ Χριστὸς ἡμῖν ἐστιν αἴτιος, σοφοὺς ἡμᾶς ποιήσας καὶ δικαίους καὶ ἁγίους·
 [01188]  Πρότερον γὰρ ἡμᾶς σοφοὺς ἐποίησεν ἀπαλλάξας τῆς πλάνης, καὶ τότε δικαίους καὶ ἁγίους, τὸ Πνεῦμα χαρισάμενος, καὶ οὕτως ἀπήλλαξεν ἡμᾶς ἁπάντων τῶν κακῶν, ὥστε αὐτοῦ εἶναι.
 [03069]  καὶ τὸ, Ὁ κρίνων με, Κύριός ἐστιν, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, οὐχ ὡς ἔτυχε κἀκείνου καὶ τῶν ἐκείνῳ μὲν συγκροτούντων, τοὺς δὲ ἁγίους ἐξουθενούντων, καθάπτεται.
 [03247]  Εἰ γὰρ εἶπε φανερῶς, ὅτι Ὑμεῖς δὲ τοὺς ἄνδρας κρίνετε τοὺς ἁγίους καὶ θαυμαστοὺς, κἂν ἐδυσχέραναν καὶ ἀπεπήδησαν·
 [04677]  ὅρα πῶς αὐτοὺς ἀξιοπίστους ποιεῖ, πρῶτον ἁγίους καλέσας.
 [06281]  καὶ πολλὰς τοιαύτας τοὺς ἁγίους ἐκείνους ἀπαιτοῦσι χάριτας·
000-00-00 Serial Number=0024890423
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00485]  Οἶδα ἐγώ τινα, ὃς ὑπὲρ φίλου τοὺς ἁγίους ἄνδρας παρακαλῶν, παρεκάλει εὔχεσθαι πρότερον ὑπὲρ αὐτοῦ, καὶ τότε ὑπὲρ ἑαυτοῦ.
000-00-00 Serial Number=0325700462
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00490]  [62.514] Τούτου καὶ ἐκεῖ ἀπελθόντες μέλλομεν ἀποπνεῖν, καὶ τοὺς ἁγίους πρὸς ἑαυτοὺς ἐπιστρέφειν·
 [03111]  Εἰ τοίνυν διὰ τοῦτο μὴ γαμῇ, ἵνα σχολάζῃς τῷ φόβῳ τοῦ Θεοῦ, μὴ σχολάζεις δὲ, οὐδέν σοι τοῦ πράγματος ὄφελος, ἵνα τὴν θεραπείαν πᾶσαν περὶ ξένους, περὶ ἁγίους ἐπιδείκνυσαι.
 [03153]  ἔνεστι γὰρ ἁγίους εἶναι, καὶ πολλῆς ἀπολαύειν θεραπείας παρὰ πάντων.
 [03176]  Προθυμότερος γενοῦ ἐν ταῖς εὐχαῖς, περιεργάζου καὶ ἁγίους ἄνδρας, τοὺς ὄντως ἁγίους, τοὺς ἐν ταῖς ἐρημίαις καθημένους, τοὺς οὐ δυναμένους ἐπαιτεῖν, τοὺς προσανέχοντας τῷ Θεῷ βάδιζε μακρὰν ὁδὸν, δίδου διὰ σαυτοῦ·
000-00-00 Serial Number=0264273763
In epistulam ad Colossenses Ante [Go Back]  
 [00085]  Ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους.
 [00089]  Καὶ τὴν ἀγάπην, φησὶ, τὴν εἰς πάντας τοὺς ἁγίους.
 [00095]  Ἵνα γὰρ μή τις εἴπῃ, καὶ τί τὸ κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων αὐτῶν;
 [01113]  Καὶ ὑμᾶς ποτε ἐχθροὺς ὄντας καὶ ἀπηλλοτριωμένους τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξε τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους καὶ ἐνώπιον αὐτοῦ.
 [01141]  Νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ.
 [01145]  ∆ιὰ τοῦ θανάτου αὑτοῦ, φησὶ, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ.
 [01857]  Ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ ἀποκατήλλαξεν ἀπηλλοτριωμένους εἰς τὸ εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους.
 [03667]  ὅταν τοὺς ἁγίους παρακαλῶμεν καὶ παρουσίᾳ καὶ λόγῳ καὶ προσεδρείᾳ, ὅταν συγκακουχώμεθα (τοῖς δεσμίοις γὰρ, φησὶν, ὡς συνδεδεμένοι)·
000-00-00 Serial Number=0113043606
In epistulam ad Ephesios Ante [Go Back]  
 [00035]  Ἰδοὺ, ἁγίους καλεῖ, ἄνδρας ἔχοντας καὶ παιδία καὶ γυναῖκας καὶ οἰκέτας.
 [00040]  Ἐννοήσωμεν ὅση κατέχει νῦν ἡ ῥᾳθυμία, καὶ πῶς σπανίζει τὰ τῆς ἀρετῆς, καὶ ὅση τότε ἡ φορὰ ἡ τῶν ἐναρέτων, ὡς καὶ τοὺς κοσμικοὺς, ἁγίους καὶ πιστοὺς λέγεσθαι.
 [00093]  Καθὼς καὶ ἐξελέξατο ἡμᾶς, φησὶν, ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.
 [00109]  Ὥστε εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.
 [00118]  ἐποίησεν ἡμᾶς αὐτὸς ἁγίους, ἀλλὰ δεῖ μεῖναι ἁγίους.
 [00545]  ∆ιὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ·
 [00556]  Ἀκούσας, φησὶ, τὴν πίστιν τὴν καθ' ὑμᾶς διὰ τοῦ Χριστοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους.
 [03313]  Εἰ δὲ μὴ ἠδυνάμην ἐγὼ, ἑτέρους ἂν ἁγίους ἐζήτησα καὶ παρεκάλεσα, καὶ τοῦτο ἂν εἰργάσαντο.
 [05905]  Εἰ πενία τις κατέχοι, πάραγε εἰς μέσον τοὺς ἁγίους ἄνδρας, τὸν Παῦλον, τὸν Πέτρον, οἳ πάντων μᾶλλον καὶ βασιλέων καὶ πλουσίων εὐδοκίμησαν, καὶ πῶς δὲ καὶ ἐν λιμῷ καὶ ἐν δίψει τὸν βίον διήγαγον·
 [06724]  Τοῦτο καὶ πρὸς πάντας ἁγίους φησὶ, τοῦτο δὲ καὶ πρὸς τὸν Μωϋσέα.
000-00-00 Serial Number=0010764837
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00567]  Καθάπερ γὰρ νῦν πολλοὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων πρὸς ἁγίους ἄνδρας ἀποδημοῦσιν, οὕτω καὶ Παῦλος πρὸς Πέτρον τότε διακείμενος ἀπῄει·
 [00748]  Ἐνταῦθα οὐ μόνον οὐκ ἀπολογεῖται ὑπὲρ τῶν ἀποστόλων, ἀλλὰ καὶ σφόδρα βαρεῖ τοὺς ἁγίους, ἵνα ὠφελήσῃ τοὺς ἀσθενοῦντας.
 [00789]  ὡς ἂν εἰ ἔλεγεν, Οὐ κατηγορῶ, οὐδὲ διαβάλλω τοὺς ἁγίους ἐκείνους·
000-00-00 Serial Number=0673008859
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03281]  οὐχ ἁπλῶς εἰς τοὺς ἁγίους, ἀλλ' εἰς τὸν Θεόν·
 [05356]  ∆ιὰ τοῦτο καὶ ὁ ἱερεὺς ἐπιφωνεῖ τότε τοὺς ἁγίους καλῶν, καὶ διὰ τῆς φωνῆς ταύτης μωμοσκοπῶν ἅπαντας, ὥστε μὴ προσελθεῖν τινα ἀπαράσκευον.
 [05358]  οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ, ἐπειδὴ τὰ μέν ἐστιν ὑγιεινὰ πρόβατα, τὰ δὲ κεκακωμένα, διὰ τῆς φωνῆς ταύτης διείργει ταῦτα ἐκείνων περιιὼν πανταχοῦ διὰ τῆς κραυγῆς ταύτης τῆς φρικωδεστάτης ὁ ἱερεὺς, καὶ τοὺς ἁγίους καλῶν καὶ ἕλκων.
 [07693]  Πάλιν λαὸν ὁλόκληρον παραβάλλει λαῷ, ἵνα μὴ λέγωσιν, ὅτι Οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι.
 [09820]  Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους.
 [09849]  Ἀσπάσασθε τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους.
000-00-00 Serial Number=0557553649
In epistulam ad Philemonem Ante [Go Back]  
 [00218]  Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς
000-00-00 Serial Number=0477588713
In epistulam ad Philippenses Ante [Go Back]  
 [00159]  Ἐπειδὴ εἰκὸς ἦν καὶ Ἰουδαίους ἁγίους ἑαυτοὺς καλεῖν ἀπὸ τοῦ πρώτου χρησμοῦ, ἡνίκα ἐλέγοντο λαὸς ἅγιος, περιούσιος, διὰ τοῦτο προσέθηκε, Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ.
 [00219]  Οὐ γὰρ μικρὸν δύναται τὸ θεραπεύειν ἁγίους, ἀλλὰ καὶ μέγα·
 [00341]  Οὐ γὰρ τοῦτό μοι περισπούδαστον τοσοῦτον τραφῆναι τοὺς ἁγίους·
 [02940]  Ἀξίως τῶν ἁγίων ὑποδέξασθε, καὶ ὥσπερ τοὺς ἁγίους ὑποδέχεσθαι προσῆκε, Μετὰ πάσης, φησὶ, χαρᾶς.
 [02967]  Ὥστε καὶ ἡμεῖς, ὅταν ἴδωμεν ἁγίους ἐν κινδύνοις, παραβουλευώμεθα.
000-00-00 Serial Number=0433975220
In epistulam ad Romanos Ante [Go Back]  
 [00170]  Καὶ τοὺς πιστοὺς δὲ οὕτως ὀνομάζει, κλητοὺς ἁγίους.
 [00247]  Τέταρτον ἀπὸ τοῦ Πνεύματος οὗπερ ἐδίδου τοῖς πιστεύουσιν εἰς αὐτὸν, καὶ δι' οὗ πάντας ἁγίους ἐποίει·
 [00329]  ἁγίους δὲ τοὺς πιστοὺς καλεῖ πάντας.
 [08199]  μᾶλλον δὲ οὐχ ἁπλῶς ἐλεημοσύνης, ἀλλὰ τῆς εἰς τοὺς ἁγίους.
 [09999]  Ταῦτ' οὖν εἰδότες ὑποδεχώμεθα τοὺς ἁγίους, ἵνα λάμπῃ ἡ οἰκία, ἵνα ἀπαλλάττηται τῶν ἀκανθῶν, ἵνα λιμὴν γένηται τὸ δωμάτιον·
 [09999]  Καὶ ἑτέρως δὲ πάλιν δυνήσῃ δέξασθαι τοῦτον, ὅταν τοὺς ἁγίους δέξῃ, ὅταν τοὺς εἰς ἐκεῖνον πιστεύοντας θεραπεύσῃς·
 [09999]  μᾶλλον δὲ οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ ἀδελφοὺς αὐτοὺς καλεῖν, ὡσπεροῦν καὶ τοὺς μετ' αὐτοὺς ἁγίους·
 [09999]  Ἀσπάσασθε γὰρ, φησὶ, Φιλόλογον καὶ Ἰουλίαν, καὶ Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους·
000-00-00 Serial Number=0102840602
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00787]  Ἵν' οὖν καὶ ἡμεῖς τῶν τότε τιμωμένων γενώμεθα, σπουδάζωμεν καταλαβεῖν τοὺς ἁγίους ἐκείνους.
000-00-00 Serial Number=0419669747
In illud In faciem ei restiti Ante [Go Back]  
 [00517]  ἵνα τὴν κατὰ Θεὸν ὁμόνοιαν πρὸς ἀλλήλους ἔχοντες, δυνηθῶμεν καταξιωθῆναι τοὺς ἁγίους ἐκείνους ἰδεῖν, καὶ παρὰ τὰς αἰωνίους αὐτῶν εὑρεθῆναι σκηνὰς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0686406434
In illud Memor fui dei Ante [Go Back]  
 [00039]  ὑπὲρ ἁγίους καὶ ἀγγέλους καὶ δυνάμεις αὐτὸν μεγαλυνῶ ἐπὶ τῆς γῆς.
 [00236]  Ἐγὼ τοῦτο εἶναι οἶμαι, ὡς ἑρμηνεύει ἡ Γραφὴ, βοῤῥᾶν εἶναι τὴν ἁγίαν Παρθένον, νότον τὸν Σωτῆρα τοῦ κόσμου, φυτὰ τοὺς ἁγίους μάρτυρας καὶ ἀποστόλους, πηγὴν ἄρδουσαν τὸν κῆπον τὸ βάπτισμα τοῦ Σωτῆρος, φύλακα τοῦ κήπου τοῦ σταυροῦ τὴν σφραγῖδα, ἀρώματα εἶναι τὰ ἰάματα καὶ τὰ χαρίσματα τοῦ Σωτῆρος.
 [00241]  διάπνευσον εἰς τὸν κόσμον, καὶ ἐξέγειρον τοὺς ἁγίους μάρτυρας, καὶ ἀποστόλους, καὶ ῥευσάτωσαν τὰ ἀρώματα ἐπὶ τοὺς ἀσθενεῖς καὶ πεπλανημένους.
000-00-00 Serial Number=0672024012
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00288]  Ἐπεὶ οὖν ἐκέλευσεν εὔχεσθαι, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτο αὐτὸ διδάσκει αὐτοὺς δι' αὐτοῦ τοῦ πράγματος λέγων, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, παιδεύων ἅπαντας τοὺς ἁγίους μὴ ἐπιπηδᾷν τοῖς κινδύνοις, μηδὲ ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλ' ἀναμένειν μὲν ἐπιόντας, καὶ ἀνδρείαν πᾶσαν ἐπιδείκνυσθαι·
000-00-00 Serial Number=0045188367
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00072]  Ἂν τοίνυν τὸν διάβολον ἀπελάσῃς, ἂν τὰ πορνικὰ ᾄσ ματα, καὶ τὰ κεκλασμένα μέλη, καὶ τὰς ἀτάκτους χορείας, καὶ τὰ αἰσχρὰ ῥήματα, καὶ τὴν διαβολικὴν πομπὴν, καὶ τὸν θόρυβον, καὶ τὸν κεχυμένον γέλωτα καὶ τὴν λοιπὴν ἐξελάσῃς ἀσχημοσύνην, εἰσαγάγῃς δὲ τοὺς ἁγίους Χριστοῦ δούλους, καὶ ὁ Χριστὸς δι' αὐτῶν παρέσται πάντως μετὰ τῆς μητρὸς καὶ τῶν ἀδελ φῶν·
000-00-00 Serial Number=0873144031
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00134]  διὰ ταῦτα αὐτῶν μέμνηται διηνεκῶς, καὶ ἐγκώμιον αὐτοῖς συντίθησι μέγα καὶ θαυμαστὸν, οὐχ ἵνα αὐτοὺς λαμπροτέρους ἐργάσηται, ἀλλ' ἵνα τοὺς λοιποὺς εἰς τὸν αὐτὸν ἀγάγῃ ζῆλον, καὶ πείσῃ μακαρίζειν, οὐχὶ τοὺς πλουτοῦντας, οὐδὲ τοὺς ἐν ἀρχαῖς ὄντας, ἀλλὰ τοὺς φιλοξένους, τοὺς ἐλεήμονας, τοὺς φιλανθρώπους, τοὺς πολλὴν περὶ τοὺς ἁγίους φιλοφροσύνην ἐπιδεικνυμένους.
000-00-00 Serial Number=0734430850
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00096]  Πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν ἁγίους ἐκείνους, ἐν καμίνῳ, καὶ πυρὶ, καὶ λάκκῳ, καὶ θηρίοις, καὶ βορβόρῳ, καὶ δεσμωτηρίῳ, καὶ ξύλῳ, καὶ πληγαῖς, καὶ φυλακαῖς, καὶ τοῖς ἀφορήτοις ὄντας δεινοῖς, μηδὲν τούτων αἰτιᾶσθαι πώποτε, ἀλλὰ μετὰ πολλοῦ τοῦ τόνου καὶ προθυμίᾳ ζεούσῃ εὐχαῖς καὶ ὕμνοις ἱεροῖς ἐνδιατρίβειν διηνεκῶς, ἡμᾶς δὲ οὐ μικρὸν, οὐ μέγα τῶν ἀπηριθμημένων ὑπομείναντας παθῶν, διὰ καῦμα, καὶ θέρμην βραχεῖαν καὶ ἱδρῶτα, τῆς οἰκείας αὐτῶν ἀμελεῖν σωτηρίας, καὶ τὰς συνάξεις ἀφέντας ἕξω πλανᾶσθαι, συλλόγοις προσφθειρομένους οὐδὲν ἔχουσιν ὑγιές;
000-00-00 Serial Number=0552608967
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00104]  οὗτος ὁ διὰ θανάτου εἰς γῆν σπαρεὶς, κἀκεῖ καρποφορήσας, τριήμερος τοὺς ἁγίους ἀναστήσας ἐκ τῆς τῶν νεκρῶν ταφῆς·
000-00-00 Serial Number=0579458892
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00003]  Ἅπαντας μὲν φιλῶ τοὺς ἁγίους, μάλιστα δὲ τὸν μακάριον Παῦλον, τὸ σκεῦος τῆς ἐκλογῆς, τὴν σάλ πιγγα τὴν οὐράνιον, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0992256284
In illud Vidua eligatur Ante [Go Back]  
 [00289]  Πάλιν ἂν μὲν ὑπὸ δαίμονος ἐνεργῆται, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης·
000-00-00 Serial Number=0461322606
In martyres Aegyptios Ante [Go Back]  
 [00045]  οὗτος δὲ καὶ πονηρίᾳ προαιρέσεως ἐπὶ τὴν βορὰν ᾔει ταύτην, καὶ τῶν σαρκῶν αὐτῶν ἐμπλησθεὶς, ἑτέραν πλέκει κατ' αὐτῶν μηχανὴν, μακροτάτῳ καὶ χαλεπωτάτῳ θανάτῳ τοὺς ἁγίους παραδούς·
 [00071]  Μὴ, παρακαλῶ, μὴ οὕτω κακῶς περὶ ἑαυτῶν καὶ τῆς ἑαυτῶν βουλευώμεθα σωτηρίας, ἀλλ' εἰς τοὺς ἁγίους τούτους ὁρῶντες, τοὺς γενναίους καὶ καρτερικοὺς ἀθλητὰς, τοὺς ἀντὶ φωστήρων δεδομένους ἡμῖν, πρὸς τὴν τούτων καρτερίαν καὶ τὴν ὑπομονὴν τὸν ἑαυτῶν διευθύνωμεν βίον, ἵνα ταῖς εὐχαῖς αὐτῶν δυνηθῶμεν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἰδεῖν τε αὐτοὺς καὶ ἀσπάσασθαι, καὶ πρὸς τὰς οὐρανίους αὐτῶν καταταχθῆναι σκηνάς·
000-00-00 Serial Number=0369248152
In omnes sanctos Ante [Go Back]  
 [00001]  Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς ἁγίους πάντας.
 [00029]  διδάσκαλοι γὰρ ἡμῶν εὐσεβείας καὶ πολῖται οἱ μάρτυρες Χριστὸν ἔχοντες ὁδηγὸν χάρις τῷ φιλανθρώπῳ δεσπότῃ, τὸ καὶ τῇ γῇ δεδοκότι θησαυροὺς τοὺς ἁγίους Πάντας·
000-00-00 Serial Number=0387597978
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00034]  Ὃ δὲ παρ' ἐκείνων ἔλαβεν ὡς κακῶν, τοῦτο τοῖς ἀποστόλοις ὡς ἀγαθοῖς ἐδωρήσατο, καὶ ὁ διὰ γλώττης κολάσας τοὺς ἀσεβεῖς, διὰ γλώττης τοὺς ἁγίους ἐδόξασε·
000-00-00 Serial Number=0043669105
In resurrectionem domini [3] Ante [Go Back]  
 [00094]  Μὴ ἄλλα ἐν τῇ κολυμβήθρᾳ λεγέτωσαν καὶ ἄλλα φρονήτωσαν, ἀλλ' ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε, ὡς ἐβαπτίσθης δόξαζε, ὡς ἀνεγεννήθης πίστευε, ὃ ἐπιστεύθης φύλαττε, ὃ ἐκτήσω μὴ πίπρασκε, ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει, ἐκ Σοδόμων ἐξῆλθες, εἰς τὰ ὀπίσω μὴ ὑποστρέψῃς, εἰς τὸ ὄρος σῴζου μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, <ἵνα> μὴ γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ, τέκνον ἐκλήθης τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ, μαθητὴς ἐγένου τῷ Ἰούδα μὴ συντύχῃς, εἰς τὴν κιβωτὸν εἰσῆλθες μὴ πλησιάσῃς τῷ κόρακι, τῆς Αἰγύπτου ἠλευθερώθης μὴ θεοποιήσῃς βουκέφαλον, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης μὴ προσκυνήσῃς τὸν ἥλιον, εἰδωλολατρείας ἐρρύσθης μὴ περιεργάσῃ τῆς σελήνης τὰ σχήματα, δαιμόνων ἐλυτρώθης μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους, τῆς τῶν ἀνθρώπων πολυθεΐας ἀπηλλάγης μὴ θεοποίει τὰ πάθη, ἐλευθερίας ἠξίωσαι μὴ γίνου δοῦλος ἡδονῶν, ᾧ γάρ τις ἥττηται τούτῳ καὶ δεδούλωται.
000-00-00 Serial Number=0129593909
In saltationem Herodiadis Ante [Go Back]  
 [00049]  Ὢ γενέθλιον κάκιστον, προφήτου ἀποπνέον φόνον, ἀνθ' ὧν ἔδει ἄνδρας ἁγίους εἰς τὴν ἑαυτοῦ τράπεζαν φιλοφρονήσασθαι.
000-00-00 Serial Number=0146904945
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00077]  τοῦτο γάρ ἐστιν αὐτῷ τὸ σπουδαζόμενον ἐπὶ πάντων ὑποσκελίζειν μᾶλλον ἢ ὀδυνᾷν τοὺς ἁγίους.
 [00186]  Οὕτω μιμησώμεθα τοὺς ἁγίους τούτους, οὕτω τιμήσωμεν τοὺς ἀριστέας, τοὺς στεφανίτας, τοὺς Θεοῦ φίλους, καὶ βαδίσαντες τὴν αὐτὴν αὐτοῖς ὁδὸν τῶν αὐτῶν αὐτοῖς στεφάνων ἐπιτευξόμεθα·
000-00-00 Serial Number=0957215488
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00052]  οὕτω τοὺς ἁγίους τούτους τις ὑποδέχεται, καθάπερ οὖν καὶ ὑμεῖς τήμερον πεποιήκατε.
 [00123]  ὁ Χριστιανὸς συγγενεῖς ἔχει τοὺς ἁγίους ἅπαντας καὶ συμπολίτας·
000-00-00 Serial Number=0877052903
In sanctum Paulum apostolum Ante [Go Back]  
 [00085]  Ἐξελέξατο γὰρ ἡμᾶς, φησί, πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἀμώμους καὶ ἁγίους κατ' ἐνώπιον αὐτοῦ.
000-00-00 Serial Number=0252733529
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01625]  Καὶ λόγους πρὸς τὸν Ὕψι στον λαλήσει, καὶ τοὺς ἁγίους Ὑψίστου παλαιώ σει, καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον·
000-00-00 Serial Number=0157613039
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00084]  Ἐπεὶ οὖν πολλὰ τῶν ἐπιόντων δεινῶν οὐχ ὁρῶμεν ἡμεῖς οἱ χαμαὶ βαδίζοντες, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις, ὥσπερ ἐφ' ὑψηλοῦ χωρίου τῆς προφητείας τοὺς ἁγίους προφήτας ἑστῶτας, μέλλουσαν τοῦ Θεοῦ τὴν ὀργὴν ἡμῖν ἐπιέναι πόῤῥωθεν προμηνύειν, ἵνα διὰ τῆς μετανοίας ἑαυτοὺς ἀνακτησάμενοι, καὶ πεπτωκυῖαν ἡμῶν τὴν ψυχὴν ἀνορθώσαντες, τὴν θεήλατον πόῤῥωθεν ἀποκρουσώμεθα πληγήν.
000-00-00 Serial Number=0034710348
Visio Danielis Ante [Go Back]  
 [00081]  ὁρῶν οὖν ὁ ἐχθρὸς ἑαυτὸν ὑπ' αὐτῶν δεινῶς ἐλεγχόμενον καὶ ὑπὸ πάντων καταφρονούμενον θυμῷ καὶ ὀργῇ ἀνελεῖ τοὺς ἁγίους.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»