Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἁμάρτημα [203]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἁμάρτημα


000-00-00 Serial Number=0706651270
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00314]  Κἂν ἀκούσωμέν τινος τοὺς ἀποστόλους εἰς μέσον ἄγοντος, καὶ τὰ ἐκείνων κατορθώματα λέγοντος, δέον εὐθέως καὶ πενθῆσαι ἑαυτοὺς, ὅτι τοσοῦτον αὐτῶν ἀφεστήκαμεν, οὐδὲ ἁμάρτημα τὸ πρᾶγμα εἶναι νομίζομεν, ἀλλ' ὡς οὐδὲ δυνατὸν πρὸς ἐκεῖνο φθάσαι τὸ ὕψος, οὕτω διακείμεθα.
000-00-00 Serial Number=0736533642
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00175]  ἀλλ' οὐκ ἐὰν τὸ ἁμάρτημα λογισώμεθα, καὶ αὐτὴν δὲ τὴν τιμωρίαν διασκεψώμεθα καλῶς.
000-00-00 Serial Number=0725927055
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00178]  βουλόμενος δὲ δεῖξαι ἡμῖν ὅτι οὐκ ἔστιν ἁμάρτημα ὃ μὴ δύναται ἰαθῆναι, πάλιν ἔλεγεν περὶ αὐτοῦ τοῦ χαλεπώτερα τῶν ἐθνῶν ἡμαρτηκότος·
000-00-00 Serial Number=0458125234
Ad illuminandos catecheses Ante [Go Back]  
 [00203]  Καὶ γὰρ χαλεπὸν τοῦτό ἐστι τὸ ἁμάρτημα, καὶ σφόδρα χαλεπόν·
 [00229]  Πῶς οὖν ἔστι καὶ τίνι τρόπῳ φυγεῖν τὸ ἁμάρτημα;
000-00-00 Serial Number=0347895443
Ad populum Antiochenum Ante [Go Back]  
 [00586]  Ἰδοὺ τὸ ἁμάρτημα γέγονεν ὀλίγων, καὶ τὸ ἔγκλημα γίνεται κοινόν·
 [00932]  ∆ιδάξει μετὰ τούτων ὅτι οὐ κοινὸν τῆς πόλεως γέγονε τὸ ἁμάρτημα, ἀλλ' ἀνθρώπων τινῶν ξένων καὶ ἐπηλύδων, οὐδὲν λογισμῷ ποιούντων, ἢ τόλμῃ καὶ παρανομίᾳ πάσῃ·
 [00942]  εἰ δὲ ἅπαξ τοῦ παντὸς τοῦτο συνέβη χρόνου, εὔδηλον ὅτι οὐ τοῦ τῆς πόλεως ἤθους τὸ ἁμάρτημα, ἀλλὰ τῶν ἁπλῶς καὶ εἰκῆ προσφθαρέντων αὐτῇ τὸ παρανόμημα γέγονε τοῦτο.
 [01165]  Ἂν μάθωσιν οἱ κακήγοροι, ὅτι τῶν διαβαλλομένων μᾶλλον ἡμεῖς αὐτοὺς ἀποστρεφόμεθα, παύσονται καὶ αὐτοί ποτε τῆς πονηρᾶς συνηθείας ταύτης, καὶ διορθώσονται τὸ ἁμάρτημα, καὶ ἐπαινέσονται μετὰ ταῦτα, καὶ ἡμᾶς αὐτοὺς ὡς σωτῆρας αὐτῶν γενομένους καὶ εὐεργέτας ἀνακηρύξουσιν.
 [01179]  οὐ γὰρ οἷον γέγονε τὸ ἁμάρτημα, τοιοῦτον ἐκεῖ φανεῖται λοιπὸν, ἀλλὰ πολλήν τινα καὶ ἀπαραίτητον προσθήκην λήψεται ἀπὸ τῆς εἰς τὸν σύνδουλόν σου παρὰ σοῦ γεγενημένης κρίσεως.
 [01203]  Ἐκεῖ μὲν γὰρ ἀρκεῖ τὸ ἁμάρτημα μόνον εἰπεῖν, καὶ λῦσαι τὸ ἔγκλημα·
 [01251]  ἂν δὲ διὰ τὸ μὴ δοῦναι δίκην, νομίσαντες καὶ τὸ ἁμάρτημα ἐξηλεῖφθαι, καταφρονήσωμεν, ἔνθα οὐχ ὑπονοοῦμεν, ἐκεῖ μετὰ ταῦτα ἁλωσόμεθα πάντως.
 [03173]  Οὐ γὰρ δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐκατόρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν·
 [03381]  πλὴν ἀλλ' οὐδὲ οὕτω περιόψομαί σε, ἀλλὰ διορθώσομαί σου τὸ ἁμάρτημα, καὶ εἰς τὸν οὐρανόν σε ἀνάξω.
 [04381]  Τὸ γελᾷν καὶ ἀστεῖα λέγειν οὐ δοκεῖ μὲν ὡμολογημένον ἁμάρτημα εἶναι, ἄγει δὲ εἰς ὡμολογημένον ἁμάρτημα·
 [05425]  Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἐκ τῆς δυσκολίας τοῦ πράγματος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν τὴν ἡμετέραν μέχρι τοσούτου τὸ ἁμάρτημα προὔβη τοῦτο, ἐννοήσωμεν πόσα πολλῷ τούτων δυσκολώτερα κατορθοῦσιν ἄνθρωποι, καὶ ταῦτα μηδεμίαν ἀμοιβὴν προσδοκῶντες ἐκεῖθεν·
000-00-00 Serial Number=0856990576
Adversus Judaeos Ante [Go Back]  
 [00085]  Οὐ γὰρ εἶπεν, Ἀπέθου τὸν ζυγὸν, ἀλλὰ, Συνέτριψας τὸν ζυγὸν, ὅπερ σκιρτώντων ἀλόγων ἐστὶν ἁμάρτημα, ἀφηνιώντων, παραιτουμένων τὴν ἀρχήν.
 [01971]  Τὸ γὰρ ἁμάρτημα ὑμῶν ἐκεῖνο ἁπάντων μεῖζον ἦν, ὥστε περιττὸς ὑμῖν οὗτος ὁ λόγος ὁ τῶν ἁμαρτιῶν.
000-00-00 Serial Number=0481987894
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00290]  οἷον γέλως μὲν ἁμάρτημα οὐκ ἔστι φύσει, γίνεται δὲ ἁμάρτημα προενεχθεὶς ἐπὶ πλέον·
000-00-00 Serial Number=0087647796
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00841]  Ὅτι οὐ τῇ φύσει πολλῷ μεῖζον τὸ ἁμάρτημα τῶν προηριθμημένων ἐστὶ μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ χρόνου χαλεπώτερον.
 [00844]  Ὅταν οὖν καὶ τῇ φύσει, καὶ τῷ χρόνῳ σφοδρὸν οὕτω τὸ ἁμάρτημα γίνηται τοῦτο, ἐννόησον ὅσην οἴσει τὴν φλόγα ἐπὶ τὴν τῶν τολμώντων αὐτὸ κεφαλήν.
 [00858]  τό τε γὰρ ἁμάρτημα ἐπῆρε, καὶ φοβερὸν ἔδειξε, τήν τε ἐπικειμένην δίκην ἀφόρητον ἀπέφηνε καὶ φρικτήν·
 [01004]  Ἀλλὰ τὸ πρόχειρον τοῦτο πᾶσιν ἁμάρτημα, τὸ κρίνειν τοὺς πλησίον, καὶ χαλεπωτέραν ἐπισπᾶσθαι τὴν κόλασιν, παρῄνεσάς ποτε φυγεῖν, καὶ τοὺς τοῦ Χριστοῦ περὶ τούτων κειμένους νόμους ἀνέγνως αὐτῷ;
000-00-00 Serial Number=0016212523
Catecheses ad illuminandos Ante [Go Back]  
 [00124]  Ἐπειδὴ δὲ προσήκει τοὺς τοιαύτην ἐπιδεικνυμένους πίστιν καὶ διὰ τῆς τῶν ἔργων πολιτείας διαλάμπειν, ἀναγκαῖον καὶ περὶ τούτου διδάξαι τοὺς μέλλοντας τῆς βασιλικῆς ἀξιοῦσθαι δωρεᾶς ἵνα εἰδέναι ἔχητε ὡς οὐδέν ἐστιν οὕτως ἁμάρτημα ὃ νικῆσαι δύναται τὴν φιλοτιμίαν τοῦ δεσπότου.
000-00-00 Serial Number=0431385040
Catechesis de juramento Ante [Go Back]  
 [00032]  καὶ γὰρ μικρὸν εἶναι νομίζουσι τὸ ἁμάρτημα·
 [00036]  διὰ τοῦτο θρηνῶ καὶ δέδοικα τὸ ἁμάρτημα·
000-00-00 Serial Number=0270767391
Commentarius in Job Ante [Go Back]  
 [00220]  ἀλλ' οὐκ ᾔδει τὸ ἁμάρτημα.
 [00527]  εἰ μὲν γὰρ ἦν τι μέγα ἡμαρτηκὼς ἁμάρτημα ἢ καὶ ῥάθυμος γεγενημένος, εἶχε λογίσασθαι τὴν αἰτίαν τῶν γεγενημένων τῷ πλημμελήματι.
 [03626]  καίτοι ποῖον τοῦτο ἁμάρτημα;
000-00-00 Serial Number=0435420632
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00086]  ἀλλ' εἰ καὶ βασιλεὺς ἦν, ᾔδει ὅτι ἥμαρτε, καὶ διὰ τοῦτο μετενόησεν, ἐπειδὴ ᾔδει ὅτι χαλεπὸν ἁμάρτημα ἐποίησε.
000-00-00 Serial Number=0080560029
De Christi divinitate Ante [Go Back]  
 [00217]  Τοῦτο τὸ μέγα ἁμάρτημα ἐνεκαλεῖτο ὁ Χριστὸς, ὅτι ἔλυσε τὸ σάββατον.
000-00-00 Serial Number=0165344477
De Davide et Saule Ante [Go Back]  
 [00401]  καὶ λαβών τις ἐκείνων τὸν ἑαυτοῦ υἱὸν διεφθαρμένον, καὶ πολλὰ εἰργασμένον κακὰ, κἂν πεπεικὼς τύχοι ἑαυτὸν, ὅτι οἴκοθεν καὶ παρ' ἑαυτοῦ πρὸς τὴν πονηρίαν ἐξώκειλεν, ὅμως ἐφ' ἕτερον μετάγει τὰ ἐγκλήματα πολλάκις, οὑτωσὶ λέγων, Οἶδα ὅτι οὐ σὸν γέγονε τὸ ἁμάρτημα·
 [00626]  Ἂν γὰρ ὀνειδίσῃ σε ὁ ἐχθρὸς ἁμάρτημα, ὃ σὺ σαυτῷ σύνοιδας, σὺ δ' ἀκούσας ἐκεῖνον μὲν μὴ ὑβρίσῃς, στενάξῃς δὲ πικρὸν, καὶ τὸν Θεὸν παρακαλέσῃς, εὐθέως ἀπέθου τὴν ἁμαρτίαν ἅπασαν.
000-00-00 Serial Number=0537883222
De Lazaro Ante [Go Back]  
 [01437]  μὴ γὰρ ἐκ τῆς σῆς κατηγορίας φορτικώτερον γίνεται τὸ ἁμάρτημα;
 [01446]  ἐμοὶ τὸ ἁμάρτημα εἰπὲ μόνῳ κατ' ἰδίαν, ἵνα θεραπεύσω τὸ ἕλκος, καὶ ἀπαλλάξω τῆς ὀδύνης.
000-00-00 Serial Number=0477090716
De baptismo Christi Ante [Go Back]  
 [00212]  Τί οὖν ἐστι τοῦτο τὸ ἁμάρτημα;
000-00-00 Serial Number=0676497042
De cruce et latrone i Ante [Go Back]  
 [00232]  Τότε κόψονται αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα.
000-00-00 Serial Number=0464691639
De cruce et latrone ii Ante [Go Back]  
 [00292]  Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα.
000-00-00 Serial Number=0628367126
De diabolo tentatore Ante [Go Back]  
 [00340]  Ὅταν οὖν τὰ ὡμολογημένα τοιαῦτα ᾖ, οὕτως ἀφόρητα, καὶ τούτων ἕκαστον καθ' ἑαυτὸ κόλασιν ἀπαραίτητον ἡμῖν ἐπάγῃ, εἰ καὶ τὰ λάθρα ἡμῖν ἡμαρτημένα ἀναλογισαίμεθα, τότε ὀψόμεθα μάλιστα τὴν τοῦ Θεοῦ πρόνοιαν οὐκ ἐπάγουσαν καθ' ἕκαστον ἁμάρτημα τὴν τιμωρίαν ἡμῖν.
000-00-00 Serial Number=0490062833
De fato et providentia Ante [Go Back]  
 [00451]  οὐ γὰρ αὐτοῦ τὸ ἁμάρτημα γέγονεν, ἀλλὰ τῆς ὠθούσης γενέσεως.
000-00-00 Serial Number=0034309208
De jejunio [2] Ante [Go Back]  
 [00272]  Ἀλλ' ἡ νηστεία προηγεῖτο τῶν ἁμαρτημάτων, οὐχ ἵνα ἀφέλῃ τὸ γινόμενον ἁμάρτημα, ἀλλ' ἵνα κωλύσῃ τὸ μέλλον·
000-00-00 Serial Number=0451069593
De jejunio de Davide Ante [Go Back]  
 [00117]  καὶ πόθεν οἶδας, εἰ συγχώρησιν ἔλαβεν, ὅτι σὺ ἀφεῖλες τὸ ἁμάρτημα;
 [00199]  Εἰ ὁ Κύριός μου, δέσποινα, οὐ γινώσκει τι τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, ἀλλὰ πάντα ἐνεπίστευσεν ἐν τῇ χειρί μου, καὶ οὐδὲν ὑφαιρεῖται ἀπ' ἐμοῦ, πλὴν σοῦ, διὰ τό σε γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ πονηρὸν τοῦτο ἁμάρτημα ἐνώπιον τοῦ Θεοῦ;
000-00-00 Serial Number=0739789903
De mutatione nominum Ante [Go Back]  
 [00581]  Εἰ μὲν γὰρ δικαίως ἐνεκάλεσεν ὁ φίλος, διόρθωσαι τὸ ἁμάρτημα·
 [00661]  Πολλοὶ δὲ πολλάκις ὑπὲρ τοῦ μὴ φανῆναι δεόμενοι συμβουλῆς τῆς παρ' ἑτέρων, εἵλοντο προδοῦναι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς γνώμης, ἢ δεξάμενοι τὴν παραίνεσιν διορθῶσαι τὸ ἁμάρτημα·
000-00-00 Serial Number=0194124579
De negatione Petri Ante [Go Back]  
 [00238]  κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδότες μέγα ἁμάρτημα, ὅμως ἀποσμήχωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης.
000-00-00 Serial Number=0057133734
De paenitentia [1] Ante [Go Back]  
 [00307]  Τί οὖν οὐ προλαμβάνεις αὐτὸν, καὶ λέγεις τὴν ἁμαρτίαν, καὶ ἐξαλείφεις τὸ ἁμάρτημα, εἰδὼς ὅτι τοιοῦτον κατήγορον ἔχεις σιγῆσαι μὴ δυνάμενον;
 [00885]  ἀλλ' ὅμως τὰ δάκρυα ἐξήλειψε τὸ ἁμάρτημα.
 [02432]  Ἀναιρεῖ γὰρ τὸ ἁμάρτημα, καὶ ποιεῖ αὐτὸ μηδὲ εἶναι, μηδὲ γεγονέναι·
 [02446]  Ἀλλὰ τῇ χειρὶ τῆς μετανοίας ὑμᾶς ἐγχειρίζω, ἵνα μάθητε αὐτῆς τὴν δύναμιν, ἵνα μάθητε αὐτῆς τὴν ἰσχὺν, ἵνα μάθητε ὅτι οὐ περιγίνεται αὐτῆς ἁμάρτημα, οὐδὲ ἔστι παρανομία ἰσχύουσα περιγενέσθαι αὐτῆς τῆς δυνάμεως.
000-00-00 Serial Number=0227566719
De paenitentia [2] Ante [Go Back]  
 [00423]  Εἰ μικρόν σου τὸ ἁμάρτημα, ἀρκεῖ καὶ βραχὺ δάκρυον·
 [00424]  εἰ μέγα τὸ ἁμάρτημα, μείζων ὁ τῶν δακρύων γένοιτο χείμαῤῥος.
000-00-00 Serial Number=0125386417
De paenitentia sermo 1 Ante [Go Back]  
 [00614]  καὶ, ὅτι Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν·
000-00-00 Serial Number=0142071366
De paenitentia sermo 2 Ante [Go Back]  
 [00080]  ὁμολογοῦμεν, Κύριε, οὐδὲ τὸν ἥλιον τοῦτον θεωρεῖν ὑπάρχομεν ἄξιοι, διότι οὐκ ἔστιν ἁμάρτημα, οὐκ εἶδος παντοίου κακοῦ, ὃ οὐκ ἐπράξαμεν οἱ ἄθλιοι·
000-00-00 Serial Number=0149084389
De sacerdotio Ante [Go Back]  
 [00557]  Ἐχρῆν δέ, οἶμαι, τοσαύτην τοῦ πράγματος ἔχειν εὐλάβειαν ὡς καὶ τὴν ἀρχὴν ἐκφυγεῖν τὸν ὄγκον καὶ μετὰ τὸ γενέσθαι ἐν αὐτῷ μὴ περιμένειν τὰς παρ' ἑτέρων κρίσεις, εἴ ποτε συμβαίη καθαίρεσιν ἱκανὸν ἐργάσασθαι ἁμάρτημα, ἀλλὰ προλαβόντα ἐκβάλλειν ἑαυτὸν τῆς ἀρχῆς·
000-00-00 Serial Number=0394341707
De sanctis martyribus [1] Ante [Go Back]  
 [00134]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος, καίτοι μηδὲν ἑαυτῷ συνειδὼς ἁμάρτημα, ἐν δάκρυσι καὶ θρήνοις τὸν πάντα διέτριβε χρόνον.
000-00-00 Serial Number=0547180593
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02824]  Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν σεσηπότα μέλλωσι τέμνειν μέλη, ἢ λίθους τοῖς πόροις ἐναπεσφηνωμένους ἐξέλκειν, ἢ ἄλλο τι τῆς φύσεως ἁμάρτημα διορθοῦν, οὐκ εἰς γωνίαν λαβόντες τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ' ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς, καὶ θέατρον ἐκ τῶν παριόντων περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν.
 [03600]  Ἢ οὐκ οἶδας, ὅτι πάσης ἀπεστέρηται συγγνώμης τουτὶ τὸ ἁμάρτημα;
 [03752]  Ὅταν δὲ ὀνειδίσῃ σε ὁ ἐχθρὸς ἁμάρτημα ὃ σαυτῷ σύνοιδας, σὺ δὲ ἀκούσας ἐκεῖνον μὲν μὴ ὑβρίσῃς, στενάξῃς δὲ πικρὸν, καὶ τὸν Θεὸν παρακαλέσῃς, εὐθέως ἀπέθου τὴν ἁμαρτίαν ἅπασαν.
 [05541]  καὶ οὐδὲ τῆς θαλάσσης καταβοώσης, οὐδὲ τοῦ κλήρου καταμαρτυρήσαντος, οὐδὲ ἑαυτοῦ καθομολογήσαντος τὸ ἁμάρτημα, τὴν ψῆφον ἐπάγουσι.
 [06738]  Οὐ γὰρ δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐκατόρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν·
 [09004]  Παῦλος ὁμολογῶν τὸ ἁμάρτημα, διδάσκαλος τῶν μετανοούντων ἐγένετο.
 [09733]  Εἰ γὰρ μηδὲν ἕτερον ἦν ἁμάρτημα, ὑπὲρ τῶν ῥημάτων τούτων πόσην κόλασιν ὑποστῆναι ὑμᾶς ἐχρῆν, ὅτι οὕτω νωθεῖς, ὅτι οὕτω ταλαίπωροι καὶ ῥᾴθυμοί ἐσμεν, ὡς, προκειμένης τοσαύτης τιμῆς, ταῦτα λέγειν;
 [09999]  Τί δέ ἐστι τὸ ἁμάρτημα;
 [09999]  μὴ μνησικακῶν, ὅτι ὁδοὶ μνησικάκων εἰς θάνατον, [63.901] καὶ ὁ ἀφεὶς τῷ πλησίον τὸ ἁμάρτημα, ἀφίεται ὑπὸ τοῦ Θεοῦ τὰ ἁμαρτήματα αὐτοῦ.
000-00-00 Serial Number=0360331416
Epistula ad monachos Ante [Go Back]  
 [00143]  Ἐκ θυμοῦ γὰρ καὶ ἐπιθυμίας πᾶν ἁμάρτημα γίνεται τῇ ψυχῇ.
000-00-00 Serial Number=0293376505
Epistulae Ante [Go Back]  
 [03030]  Καὶ τὰ αὐτὰ πάλιν λέγω, μὴ κάλει τόλμαν τὸ προτέραν τοῖς πρὸς ἡμᾶς ἐπιπηδῆσαι γράμμασι, μηδὲ ἁμάρτημα νόμιζε τὸ μέγιστον ἐγκώμιον.
 [03149]  ἀλλ' ἡμεῖς μὲν καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις ἐπεστάλκαμεν, σὺ δὲ σιγᾷς χρόνον οὕτω μακρὸν, καὶ νομίζεις τὸ τυχὸν ἡμαρτηκέναι ἁμάρτημα, οὕτως ἀγνώμων περὶ ἡμᾶς γεγενημένος;
000-00-00 Serial Number=0814248562
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00383]  Εἰ δὲ τὸ ἁμάρτημα μέγα, εὔδηλον ὅτι καὶ τὸ κατόρθωμα μέγιστον τὸ ἀπεναντίας ἑστηκὸς τούτῳ.
000-00-00 Serial Number=0979110420
Expositiones in Psalmos Ante [Go Back]  
 [01253]  Ἥμαρτεν ἡ Εὔα, ἥμαρτε καὶ ὁ Ἀδὰμ, καὶ τὸ ἁμάρτημα ἕν.
 [01266]  Ὥστε τὸ μὲν ἁμάρτημα ἴσον·
 [01697]  Οἷον ἂν εἴ τις εὐγενὴς ἄνθρωπος τὴν ἑαυτοῦ γυναῖκα μοιχευομένην ὁρῶν, μηδὲ ὀνομαστὶ τὸ ἁμάρτημα εἰς τὸ μέσον ἀγαγεῖν καταδέχοιτο·
 [02699]  Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι ἐπειδὴ μεῖζον τὸ νῦν ἁμάρτημα;
 [02733]  Εἰ γὰρ οὐ μεῖζον τὸ ἁμάρτημα τὸ κατὰ Χριστοῦ πάντων ἐκείνων, ἀλλὰ καὶ δικαίωμα, ὥς φατε, καὶ κατόρθωμα, τί δήποτε κατορθοῦντας μὲν κολάζει, ἁμαρτανόντων δὲ ἐφείδετο;
 [02834]  Ἆρ' οὐχὶ πρόδηλον, ὅτι ἐπειδὴ τὸ ἁμάρτημα εἰς τὸν ∆εσπότην ἐτολμήθη, οὐκ εἰς τοὺς δούλους;
 [04462]  Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι ἐπειδὴ μεῖζον τὸ νῦν ἁμάρτημα;
 [04496]  Εἰ γὰρ οὐ μεῖζον τὸ ἁμάρτημα τὸ κατὰ Χριστοῦ πάντων ἐκείνων, ἀλλὰ καὶ δικαίωμα, ὥς φατε, καὶ κατόρθωμα, τί δήποτε κατορθοῦντας μὲν κολάζει, ἁμαρτανόντων δὲ ἐφείδετο;
 [04597]  Ἆρ' οὐχὶ πρόδηλον, ὅτι ἐπειδὴ τὸ ἁμάρτημα εἰς τὸν ∆εσπότην ἐτολμήθη, οὐκ εἰς τοὺς δούλους;
000-00-00 Serial Number=0239590764
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00442]  τοσαύτη ἡ κακία, ὡς μὴ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ ἀναίσθητα ἐκπλῆξαι, πάντα ὑπερβαίνει λόγον, πᾶσαν διανοίας δύναμιν τὸ ἁμάρτημα.
 [00582]  τὸ μέγιστον ἁμάρτημα, ἐπὶ τῶν ἔργων παραβαίνοντες, ἐπὶ τῶν λόγων ἀρνεῖσθε.
 [00603]  Οὐ γὰρ οὕτω πρὸς τὸ ἁμαρτεῖν σφοδρὸς ὁ διάβολος, ὡς πρὸς τὸ μὴ συνιδεῖν τὸ ἁμάρτημα, ἵνα ἐπιμένωμεν ἁμαρτάνοντες Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου.
 [00984]  [64.793] Τὸν ἐξομολογούμενον οὕτως ἐξομολογεῖσθαι δεῖ, ὥστε αὔξειν τὸ ἁμάρτημα πάντοθεν, ἀποστερεῖν αὐτὸν συγγνώμης, ἵνα τύχῃ συγγνώμης.
 [03965]  αἰσχύνης γὰρ ὄντως [64.932] ἁμάρτημα γέμον, μὴ μεταβάλλεσθαι, ἀλλὰ τὸν ἐλέγχοντα ἀναιρεῖν, ἵνα ἐν πλείονι σκότῳ τὰ κακὰ γένηται.
000-00-00 Serial Number=0380451977
Fragmenta in Job Ante [Go Back]  
 [01509]  Εἶτα ἐπεὶ μηδὲν ἔχει δεικνύναι τοῦ Ἰὼβ ἁμάρτημα, ἐκ τῶν λόγων αὐτὸν πειρᾶται κρίνειν, λέγων·
000-00-00 Serial Number=0628461599
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00336]  ἓν ἦν ἁμάρτημα μὲν χαλεπὸν καὶ ἐπάρατον·
000-00-00 Serial Number=0560152948
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00128]  Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο διὰ τοῦτο γέγονεν, οὐκ ἀτιμάζοντος αὐτοῦ τὴν φύσιν τὴν ἡμετέραν, ἀλλὰ τὴν ἀπόνοιαν τῆς διανοίας χαλινοῦντος, καὶ διατηροῦντος ἐν διηνεκεῖ ταπεινοφροσύνῃ τὸν ἄνθρωπον, ἐπειδὴ ἐξ ἀρχῆς αὐτῷ τὸ ἁμάρτημα ἐντεῦθεν γέγονεν·
 [00255]  εἰ γὰρ ἀνάγκης ἐστὶ τὸ ἁμάρτημα, τίνος ἕνεκεν οὐδὲ τὰ ῥήματα φέρεις ὀνειδιζόμενος, ἀλλ' ἄν τίς σε καλέσῃ μοιχὸν, ἢ πόρνον, ἢ ἀνδροφόνον, ὕβριν τὸ πρᾶγμα καλεῖς;
000-00-00 Serial Number=0675418258
In Acta apostolorum Ante [Go Back]  
 [00308]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἁμάρτημα, καὶ ἀσέβημα, ὅπερ οὐκ εἴκει καὶ παραχωρεῖ τῇ δωρεᾷ·
 [00313]  Οὐκέτι γὰρ ἁπλοῦν ἐστι τὸ ἁμάρτημα, ἀλλὰ διπλοῦν, καὶ τριπλοῦν.
 [00940]  Καλῶς λέγουσιν ἐκείνου τὸ ἁμάρτημα, δεικνύντες, ὅτι μάρτυρα αἰτοῦσιν, οὐ πλεονάζοντες τὸν ἀριθμὸν, ἀλλ' ἐλαττωθῆναι οὐκ ἐῶντες.
 [01142]  καὶ ἵνα ἓν ἁμάρτῃ ἁμάρτημα μόνον, ἐκολάζετο πικρῶς·
 [01145]  ὥστε πικρότερον ἐκολάζετο, οὐ τῷ φανερὸν γενέσθαι, ἀλλὰ καὶ τῷ ἱερέως εἶναι τὸ ἁμάρτημα οὐ τὴν αὐτὴν γὰρ τιμωρίαν διδόαμεν τῶν τε φανερῶν, καὶ τῶν λάθρα ἁμαρτανομένων.
 [01930]  Καὶ τὸ μὲν ἁμάρτημα εἶπε συσκιάσας, τὴν δὲ τιμωρίαν οὐκ ἐπήγαγεν·
 [04019]  Πρότερον αὐτὴν διδάσκει τὸ ἁμάρτημα, καὶ τότε δείκνυσιν, ὅτι δικαίως τὰ αὐτὰ πείσεται τῷ ἀνδρί·
 [08553]  Οὐκ ἔστιν ἁμάρτημα, ὃ μὴ δύναται καθαρίσαι ἐλεημοσύνη, ὃ μὴ δύναται σβέσαι·
 [09510]  ὥστε ἀγνοίας ἦν τὸ ἁμάρτημα.
 [09999]  πρὸς δὲ τούτοις, ἂν καὶ εὐδοκιμοῦντα ἴδωσι, βαβαὶ τῆς τιμωρίας! Ἄφες αὐτῷ τὸ ἁμάρτημα, καὶ ἀπάλλαξον σαυτὸν τῆς βασάνου.
 [09999]  Οὕτως εἶπε, συσκιάζων τὸ οἰκεῖον ἁμάρτημα.
000-00-00 Serial Number=0786104262
In Ecclesiasten Ante [Go Back]  
 [00634]  Τοῦτο οὖν φησιν, ὅτι, ἐὰν μὴ προλαβὼν μετανοήσῃς, οὐδέν σοι πλέον ἔσται, ἀλλὰ λήψῃ πληγὴν ἀπαραμύθητον, ὅταν δέῃ θερισθῆναί σου τὸ ἁμάρτημα.
000-00-00 Serial Number=0522100449
In Isaiam Ante [Go Back]  
 [01212]  καίτοι τὸ μὲν εἰς αὐτόν, τὸ δὲ εἰς ἄνθρωπον τὸ ἁμάρτημα.
 [01784]  Χαλεπὸν δὲ καὶ δύσεικτον, τῷ μὴ δοκεῖν παρὰ τοῖς πολλοῖς ἁμάρτημα εἶναι, πάντων ἁμαρτημάτων χαλεπώτερον ὂν καὶ μυρία βλαστάνον νοσήματα.
000-00-00 Serial Number=0797449291
In Joannem Ante [Go Back]  
 [03310]  τὸ δὲ τοιαῦτα ἀκούειν, οὐκ ἔτι τῆς φύσεως, ἀλλὰ τῆς προαιρέσεως ἁμάρτημα.
 [05932]  Τοῦτο μὲν γὰρ ταύτης μόνης ἁμάρτημα ἦν, ἐκεῖνο δὲ κοινόν.
000-00-00 Serial Number=0458890557
In Psalmos 101-107 Ante [Go Back]  
 [01343]  Ἕκτον ἁμάρτημα τοῦτο δὲ, ἐν τοῖς Ἀριθμοῖς.
 [01367]  Ἕβδομον ἁμάρτημα, ἐφ' ᾧ καὶ Μωϋσῆς ἐνεκλήθη.
000-00-00 Serial Number=0199603379
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00066]  Μέλλω γοῦν λέγειν ἁμάρτημα τοῦ προφήτου μέγα καὶ χαλεπόν.
 [00300]  Χαλεπὸν τὸ ἁμάρτημα·
 [00322]  Ναὶ, ἀλλὰ καὶ χαλεπὸν ἁμάρτημα ἐποίησα.
 [00481]  καὶ μετὰ ταῦτα γέγονε φιλόσοφος ἀπὸ τῆς μετανοίας, ὁ ἀποκρύπτων πρότερον τὸ ἁμάρτημα τὸ ἑαυτοῦ εἰς μετάνοιαν ἦλθε·
000-00-00 Serial Number=0239855051
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00446]  οὐ πηγὰς δακρύων ἐξέχεε, καὶ ἔκλαυσε, καὶ ἀπεσμήξατο αὐτοῦ τὸ ἁμάρτημα;
 [00645]  Ἐλύθη σου τὸ ἁμάρτημα, ἠφανίσθη σου ἡ τιμωρία.
 [00768]  μόνον λῦσόν μου τὸ ἁμάρτημα, δός μοι τὸ Πνεῦμα τὸ ἅγιον.
000-00-00 Serial Number=0019429624
In Psalmum 118 Ante [Go Back]  
 [01716]  Ἐκπεπτωκότος τοῦ Ἀδὰμ διὰ τῆς παραβάσεως τοῦ παραδείσου, εἰς πάντας διῆλθε τὸ ἁμάρτημα, ὡς ὁ Ἀπόστολος ἔφη, καὶ ὡς πρόβατον ἀπολωλὸς ἐπλα νήθησαν ἐπὶ τὰ ὄρη καὶ τοὺς κρημνοὺς καὶ τὰς φάραγ γας τῆς ἁμαρτίας, ὅπου οὐκ ἦν ἐπισκοπὴ τοῦ Θεοῦ, λατρεύοντες δαίμοσι καὶ εἰδώλοις.
000-00-00 Serial Number=0917217135
In catenas sancti Petri Ante [Go Back]  
 [00177]  Ἆρ' ἵνα μὴ δὲ πρὸς τὸ λίαν ἀσυμπαθὲς καὶ ἄσπλαγχνον ἀποφέροιτο, οὐκ ἀρνήσει περιπεσεῖν συγκεχώρητο, καὶ κλαυθμῷ τὸ ἁμάρτημα ἐξιάσασθαι;
000-00-00 Serial Number=0701820910
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01983]  Ἐν τῷ νόμῳ ὁ ἁμάρτημα ἔχων, κολάζεται·
 [01984]  ἐνταῦθα ὁ ἁμάρτημα ἔχων, προσελθὼν βαπτίζεται, καὶ γίνεται δίκαιος·
 [02422]  Ὅτι αὐτῶν ἐστι τὸ ἁμάρτημα.
 [04406]  καὶ, Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστι·
 [07254]  Εἰ τοῦτο, φησὶν, ἐγκαλεῖτε (οὐκ εἶπεν, ὅτι Κακῶς ἐγκαλεῖτε, ἀλλὰ μετὰ πολλῆς τῆς γλυκύτητος), συγγνώμην αἰτῶ, χαρίσασθέ μοι τουτὶ τὸ ἁμάρτημα.
000-00-00 Serial Number=0351610661
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01921]  ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώματα χαλεπώτερον τοῦτο δείκνυσι τὸ ἁμάρτημα.
 [02615]  Ἄρα οὐ μικρὸν ἁμάρτημα τοῦτο.
000-00-00 Serial Number=0078938186
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00027]  Καὶ ἕτερον δὲ μετὰ τούτων ἁμάρτημα ἐτολμᾶτο αὐτόθι, τὸ μητρυιᾷ τινα συγγενόμενον μὴ μόνον μὴ ἐπιπλήττεσθαι, ἀλλὰ καὶ ὀχλαγωγεῖν, καὶ τοῖς μετ' αὐτοῦ παρέχειν μέγα φρονεῖν·
 [00519]  Κἂν γὰρ ᾖ δῆλον τὸ ἁμάρτημα, οὐδὲν κωλύει ἀδελφοὺς καλεῖν ἔτι.
 [01753]  ἀφείθη, φησὶν, αὐτοῖς τὸ ἐπὶ τοῦ σταυροῦ ἁμάρτημα;
 [02202]  Καίτοι καὶ πορνείας καὶ ἀσελγείας ἔχων αὐτῶν εἰπεῖν, ἐκεῖνο μᾶλλον τίθησι τὸ ἁμάρτημα, ὅπερ ἐσπούδασε διορθώσασθαι τέως.
 [02262]  ∆ύο τοίνυν κατεσκεύασε σοφῶς, ὅθεν τε ἔδει καθελεῖν τὸ ἁμάρτημα, ἐκεῖθεν ὑπορύξας, καὶ πρὸς ἐκείνους ἀπέχθειαν μὴ κτησάμενος, μηδὲ φιλονεικοτέρους ποιήσας.
 [02373]  ἐκείνων γάρ ἐστι τὸ τοιοῦτον ἁμάρτημα.
 [02507]  καὶ οὐδεὶς αὐτοὺς ἐξείλετο οὐδὲ εἶπεν, ὅτι ἐπειδὴ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ ἁμάρτημα γέγονε, δεῖ καὶ τὴν κόλασιν ἀντίῤῥοπον τῇ ἁμαρτίᾳ καὶ τὸν χρόνον ἔχειν.
 [02626]  Ἐπειδὴ γὰρ περὶ τῶν διατεμνόντων τὴν Ἐκκλησίαν ἐν τοῖς ἔμπροσθεν διελέχθη, καθάπτεται λοιπὸν καὶ τοῦ πεπορνευκότος, σαφῶς μὲν οὐδέπω, ἀορίστως δὲ, αἰνιττόμενος τὸν διεφθαρμένον αὐτοῦ βίον, καὶ ἐπαίρων τὸ ἁμάρτημα ἀπὸ τῆς ἤδη δοθείσης αὐτῷ δωρεᾶς.
 [03025]  Ποῖον οὖν ἔμελλε κρίνειν ἁμάρτημα, μηδὲν ἑαυτῷ συνειδώς;
 [03056]  ἐπειδὴ καὶ διπλοῦν ἁμάρτημα ἦν τὸ συμβὰν, πορνεία, καὶ πορνείας χεῖρον, τὸ μὴ πενθεῖν ὑπὲρ τοῦ πλημμεληθέντος.
 [03415]  Ἀλλ' ὅμως, καὶ ταῦτα εἰδότες, πρὸς ἀνθρώπους ἔτι κεχήναμεν, ὅπερ ἐστὶν ἁμάρτημα πρῶτον.
 [03473]  καὶ ἐν τοῖς στρατιωτικοῖς δείπνοις πολλὴ ἡ τοῦ πράγματος ἅμιλλα, καὶ οἱ μάλιστα σωφρονούσης διανοίας καὶ σώματος ἐῤῥωμένου δεόμενοι, οὗτοι μάλιστα τῇ τυραννίδι παραδέδονται τῆς μέθης, καὶ τὸ σῶμα παραλύοντες, καὶ τὴν ψυχὴν σκοτοῦντες, καὶ τῶν νομοθετῶν οὐδεὶς τοῦτο ἐκόλασε τὸ ἁμάρτημα.
 [04226]  Οὐδεὶς γὰρ ἐρεῖ, φησὶν, ὅτι Ὁ δεῖνα ἐπόρνευσεν, ἀλλ', ὅτι Ἐν τῇ Κορινθίων Ἐκκλησίᾳ γέγονε τὸ ἁμάρτημα.
 [04261]  Πρότερον καθελὼν τὴν σοφίαν τὴν ἔξωθεν, καὶ δείξας οὐδὲν οὖσαν καθ' ἑαυτὴν, κἂν μὴ ἁμάρτημα ᾖ προσκείμενον, τότε λοιπὸν καὶ περὶ τοῦ ἁμαρτήματος διαλέγεται.
 [04348]  Εἰ γὰρ καὶ ἐκείνου τὸ ἁμάρτημα, φησὶν, ἀλλ' ἀμελούμενον δύναται καὶ τὸ λοιπὸν τῆς Ἐκκλησίας σῶμα λυμήνασθαι.
 [04616]  Οὐ γὰρ τὸ ἁμάρτημα ἐνταῦθα κἀκεῖ τὸ αὐτὸ, ἀλλ' ἐκεῖ ἔλαττον·
 [04658]  ἀλλὰ τὸ ἐκ τῆς ἀκολουθίας ἀχθὲν εἰς μέσον ἁμάρτημα διορθοῦται πάλιν, καὶ οὕτως ἐπὶ τὸν πρότερον ἐπάνεισιν.
 [04740]  Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἁμάρτημα τὸ πρὸς ἀδελφὸν κρίνεσθαι, τὸ καὶ ἐπὶ ἐξωτικῶν ποίαν ἔχει συγγνώμην;
 [05234]  Ἐκεῖ μὲν οὖν τὸ ἁμάρτημα εἰπὼν, καὶ τὴν τιμωρίαν ὁρίσας, καὶ τὴν βλάβην δείξας τὴν ἐκ τῆς συνουσίας τοῦ πεπορνευκότος ἐγγενομένην ἅπασιν, ἀπηλλάγη, καὶ πρὸς τὴν πλεονεξίαν μετέστη, καὶ τὴν ἔκπτωσιν τῆς βασιλείας ἀπειλήσας τούτῳ καὶ τοῖς λοιποῖς ἅπασιν, οἷς κατέλεξεν, οὕτω τὸν λόγον ἀπήρτισεν·
 [05236]  Ὅ τε γὰρ τὸ ἁμάρτημα κολάζων μόνον, καὶ μὴ δεικνὺς σφόδρα παρανομώτατον ὂν, οὐδὲν τοσοῦτον ἀπὸ τῆς τιμωρίας εἰργάσατο·
 [05267]  Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν·
 [06212]  Ὁρᾷς πῶς ἠρέμα καὶ κατὰ μικρὸν εἰς αὐτὴν τῆς παρανομίας τὴν κορυφὴν ἀνήγαγε τὸ ἁμάρτημα;
 [07910]  Ὅταν μὲν γὰρ ὡμολογημένον ᾖ τὸ ἁμάρτημα, καὶ κατηγορεῖ σφοδρῶς καὶ ἀπειλεῖ·
 [07914]  διόπερ οὐκ ἐδεήθη δεῖξαι, ὅτι ἁμάρτημα ἦν, ἀλλὰ τὸ μέγεθος ἐκεῖ κατεσκεύασε τοῦ πλημμελήματος, καὶ [61.212] κατὰ σύγκρισιν προήγαγε τὸν λόγον.
 [07915]  Πάλιν τὸ ἐφ' ἑτέρων δικάζεσθαι, ἁμάρτημα μὲν ἦν, οὐ τοσοῦτον δέ·
 [07918]  διὸ καὶ ἀποδείκνυσιν ἁμάρτημα ὂν, καὶ ἐπαίρει τῷ λόγῳ.
 [07934]  Ἐπεὶ οὖν ὑπὲρ τούτων ἤδη παρῄνεσε παρὼν, καὶ ἴσως οἱ μὲν ἤκουσαν, οἱ δὲ ἠπείθησαν, διὰ τοῦτο καὶ διὰ τῆς Ἐπιστολῆς πάλιν, ὥσπερ σοφὸς ἰατρὸς, ἐπαντλῶν τῷ λόγῳ διορθοῦται τὸ ἁμάρτημα.
 [08299]  μηδὲν ἔστω τοιοῦτον ἁμάρτημα, ὡς εἰς ἀνάγκην ὑμᾶς ἄγειν τοῦ γυναῖκα τύπτειν.
 [08332]  κἂν ὁτιοῦν εἴπῃς ἁμάρτημα, οὐδὲν οὕτως ὀδυνηρότερον ἐρεῖς, οἷόν ἐστι τὸ πρὸς ἐκείνην στασιάζειν.
 [09999]  οὐδὲ γὰρ τὸ τυχὸν ἐντεῦθεν ἁμάρτημα γίνεται.
000-00-00 Serial Number=0804365277
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01266]  Καὶ οὐκ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἁμάρτημα, ὃ μὴ, καθάπερ πῦρ, ἀναλίσκει τῆς ἀγάπης ἡ δύναμις.
 [02233]  Ἓν ἦν ἁμάρτημα χαλεπὸν μὲν καὶ ἐπάρατον, πλὴν ἀλλ' ἕν·
 [02290]  ∆εινὸν μὲν τὸ ἁμάρτημα·
000-00-00 Serial Number=0093355000
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00338]  Πῶς οὖν, εἰ ἐξ ἀγνοίας, ἁμάρτημα τοῦτο λέγεις;
 [01146]  Ἆρ' οὖν, ἐπειδὴ ἅπαξ, ἔλαττον τὸ ἁμάρτημα;
 [01686]  Οὐκ ἔστι μικρὸν τὸ ἁμάρτημα, ἀλλὰ καὶ σφόδρα μέγα, ἱκανὸν παροξῦναι τὸν Θεὸν, ἱκανὸν παντὶ τῷ πόνῳ τῆς παρθενίας λυμήνασθαι.
 [03519]  Ὅταν γὰρ τὸ ἁμάρτημα ὦσιν εἰδότες, τὴν δὲ κόλασιν οὐκέτι, μᾶλλον σκανδαλίζονται.
000-00-00 Serial Number=0268072844
In epistulam ad Ephesios Ante [Go Back]  
 [00452]  μᾶλλον δὲ οὐδέν ἐστιν ἁμάρτημα ἐξ ἀνάγκης γινόμενον, ἀλλὰ πάντα ἀπὸ ὕβρεως.
 [01140]  Εἰ γὰρ μηδὲν ἕτερον ἦν ἁμάρτημα, ὑπὲρ τῶν ῥημάτων τούτων πόσην κόλασιν ἡμᾶς ἐχρῆν ὑποστῆναι, ὅτι οὕτω νωθεῖς, ὅτι οὕτω ταλαίπωροι καὶ ῥᾴθυμοί ἐσμεν, ὡς καὶ τοσαύτης προκειμένης τιμῆς ταῦτα λέγειν;
 [03278]  ∆ιὰ τοῦτο καὶ ἡμεῖς ταῦτά φαμεν, ταῦτα λέγομεν, ἵνα ὑμῖν μὴ ἐξῇ κατ' ἐκείνην τὴν ἡμέραν λέγειν Οὐδεὶς ἡμῖν εἶπεν, οὐδεὶς διεστείλατο, ἠγνοήσαμεν, οὐδὲν ἡγούμεθα τὸ ἁμάρτημα εἶναι.
 [03973]  Ἔκλεψαν, τοῦτό ἐστι τὸ ἁμάρτημα πρᾶξαι·
 [03977]  οὕτως ἔλυσαν τὸ ἁμάρτημα.
 [04108]  Μανθάνωμεν ὅλως, ὅτι κἂν ἁμάρτημα τὸ τοιοῦτόν ἐστιν·
000-00-00 Serial Number=0306358278
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00028]  Τί οὖν τὸ κινῆσαν ἦν [61.613] αὐτὸν ἁμάρτημα;
 [00165]  Καὶ ὁ μὲν νόμος οὐ μόνον οὐκ ἀπήλλαξεν, ἀλλὰ καὶ κατεδίκασε, τὸ μὲν ἁμάρτημα φανερώτερον καθιστὰς, ἐλευθερῶσαι δὲ οὐκ ἰσχύων, οὐδὲ παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν·
 [01932]  Ἰδοὺ πάλιν τὸ ἁμάρτημα τῆς ψυχῆς·
 [01970]  Ἀλλὰ φανερῶς μὲν οὐ λέγει τὸ ἁμάρτημα, φανερῶς δὲ τίθησι τὴν διόρθωσιν, ἵνα δι' αὐτῆς κἀκεῖνο μάθωσιν·
000-00-00 Serial Number=0441685081
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07897]  Καὶ ἡ μνησικακία δὲ οὐ μικρὸν, ἀλλὰ καὶ μέγα ἁμάρτημα·
 [07924]  Τὸ ἑτέρου ὀνειδίζοντος φέρειν, τὸ ἐπιγινώσκειν τὸ ἁμάρτημα, τὸ φέρειν τὰς κακηγορίας.
 [08984]  ∆ιὰ τοῦτο καὶ ἀφείθη αὐτῷ τὸ τοιοῦτον ἁμάρτημα, ὅτι μετενόησεν ὃν ἔδει τρόπον.
000-00-00 Serial Number=0472655356
In epistulam ad Philemonem Ante [Go Back]  
 [00293]  Ὅρα πόση ἡ σύνεσις, πῶς ὁμολογεῖ αὐτοῦ τὸ ἁμάρτημα, καὶ τούτῳ σβεννὺς αὐτοῦ τὸν θυμόν.
 [00337]  Καὶ τὸν χρόνον συστέλλει, καὶ τὸ ἁμάρτημα ὁμολογεῖ, καὶ τρέπει τὸ πᾶν εἰς οἰκονομίαν.
 [00497]  Ἅμα καὶ τὸ ἁμάρτημα ὡμολόγησε, καὶ οὐχ ὡς δούλου ἁμάρτημα, ἀλλ' ὡς φίλου πρὸς φίλον, τῷ τῆς ἀδικίας μᾶλλον, ἢ τῷ τῆς κλοπῆς ὀνόματι χρησάμενος.
000-00-00 Serial Number=0506392479
In epistulam ad Romanos Ante [Go Back]  
 [01047]  Καὶ ὅπερ ἂν εἴποις ἁμάρτημα, οὐδὲν ἴσον ἐρεῖς τῆς παρανομίας ταύτης·
 [01051]  Εἰ γὰρ περὶ πορνείας διαλεγόμενος ὁ Παῦλος ἔλεγεν, ὅτι Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν·
 [01072]  Ἐννόησον ἡλίκον ἐστὶ τὸ ἁμάρτημα, ὡς βιάσασθαι καὶ πρὸ καιροῦ τὴν γέενναν φανῆναι.
 [01129]  κρίσεως διεφθαρμένης καὶ φιλονεικίας μᾶλλον, οὐ συναρπαγῆς λέγων εἶναι τὸ ἁμάρτημα, καὶ δεικνὺς οὐχὶ τῆς σαρκὸς, καθώς τινες τῶν αἱρετικῶν φασιν, ἀλλὰ τῆς διανοίας ὄντα τῆς πονηρᾶς ἐπιθυμίας τὰ ἁρμαρτήματα, καὶ τὴν πηγὴν ἐκεῖθεν οὖσαν τῶν κακῶν.
 [03364]  Καὶ πῶς ἐπλεόνασε τὸ ἁμάρτημα, φησί;
 [03366]  [60.479] ἐπεὶ οὖν πάσας ὑπερέβησαν, ἐπλεόνασε τὸ ἁμάρτημα.
 [04350]  Ὁ γὰρ καθ' ἕκαστον ἁμάρτημα μαθὼν λέγειν, Οὐδὲν παρὰ τοῦτο, κατὰ μικρὸν πάντα ἀπολεῖ.
 [06186]  Ἰσραηλιτῶν κοινὸν τὸ ἁμάρτημα ἦν·
 [06285]  ἐνταῦθα δὲ ἓν τὸ ἁμάρτημα ἦν ἁπάντων Ἰουδαίων, τὸ τῆς μοσχοποιίας, καὶ ὅμως οἱ μὲν ἐκολάσθησαν, οἱ δὲ οὐκ ἐκολάσθησαν·
 [09080]  Ἐντεῦθεν γὰρ δηλοῖ τοιοῦτον αὐτοῦ τὸ ἁμάρτημα ὂν, ὡς καὶ τοὺς τὰ αὐτὰ αὐτῷ οὐ πλημμελοῦντας, κοινωνοῦντας δὲ ὅμως αὐτῷ τῆς φιλίας, καὶ ἀντεχομένους αὐτοῦ τῆς θεραπείας διακρίνεσθαι.
 [09999]  [60.659] ὅταν δὲ καὶ ἐμὸν τὸ ἁμάρτημα ᾖ, ἐγὼ δίκαιος ἂν εἴην δοῦναι τὴν τιμωρίαν.
000-00-00 Serial Number=0712737262
In epistulam ad Titum Ante [Go Back]  
 [00169]  ἀρκεῖ γὰρ καὶ ἓν κατόρθωμα ἐπισκοπῆς ἀνενεγκεῖν εἰς τὸν οὐρανὸν, καὶ ἓν ἁμάρτημα εἰς [62.668] αὐτὴν ἐμβαλεῖν τὴν γέενναν.
000-00-00 Serial Number=0108534455
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00165]  Καὶ ὅπερ ἐν τοῖς κουρίοις καθεζόμενοι ποιοῦσιν ἄνθρωποι μετὰ τὸ τὴν τρίχα ἀποκείρασθαι τῆς κεφαλῆς, τὸ κάτοπτρον τῇ δεξιᾷ κατέχοντες, περισκοπούμενοι μήπου τι κατὰ τὴν κουρὰν ἁμάρτημα γέγονεν τῇ κεφαλῇ, κατὰ τούτων καὶ σὺ ποίησον·
000-00-00 Serial Number=0064148247
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00831]  κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδότες μέγα ἁμάρτημα, ὅμως ἀποσμήχωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης.
000-00-00 Serial Number=0205790758
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00021]  Νεκροὺς ἀνισταμένους, τυφλοὺς ἀναβλέποντας, λεπροὺς καθαιρομένους, δαίμονας ἐλαυνομένους, χωλοὺς βαδίζοντας, ἅπαν φύσεως ἁμάρτημα διορθούμενον.
000-00-00 Serial Number=0442911565
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00467]  καὶ πολλάκις ὃ τῇ φύσει κοῦφόν ἐστιν ἁμάρτημα, τοῦτο χαλεπὸν καὶ ἀσύγγνωστον γίγνεται τῇ τοῦ ἁμαρτάνοντος περὶ ἑτέρου κρίσει.
000-00-00 Serial Number=0682904124
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00152]  Ὅταν ἀποσμήξῃ τὸ ἁμάρτημα, ὅταν ἀποσμήξῃ τὴν σηπεδόνα, καὶ ἐκκαθάρῃ τὸ τραῦμα, τότε ἰσχυρὰ δείκνυται ἡ ψυχή.
000-00-00 Serial Number=0296361506
In illud Vidi dominum Ante [Go Back]  
 [00205]  Ἦλθε τοίνυν καὶ τῆς ἀπειλῆς ὁ καιρὸς καὶ τοῦ φανερὸν γενέσθαι τὸ ἁμάρτημα.
 [00479]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ἀλλ' ὅτι καὶ πολλοὶ οἱ σκανδαλιζόμενοι τοῖς τοῦ τοιούτου πτώμασίν εἰσιν, ὥστε καὶ ταύτῃ πάλιν ἀσύγγνωστον τὸ ἁμάρτημα γίνεται.
 [00501]  Ὁρᾷς μέχρι καταγνώσεως ἱστάμενον τὸ ἁμάρτημα καὶ ψόγον ἔχον τὸ ἐπιτίμιον.
 [01153]  Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν μέλλωσι σεσηπότα τέμνειν μέλη, ἢ λίθους τοῖς πόροις ἐναπεσφηνωμένους ἐξέλκειν, ἢ ἄλλο τι τῆς φύσεως ἁμάρτημα διορθοῦν, οὐκ εἰς γωνίαν λαβόντες τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ' ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς καὶ θέατρον ἐκ τῶν παριόντων περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν.
000-00-00 Serial Number=0893184185
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00085]  Ὑπέπεσεν ἁμαρτίᾳ, ἵνα ἐννοῶν τὸ ἴδιον ἁμάρτημα καὶ τὸ τοῦ ∆εσπότου συγχώρημα, συγχω ρήσῃ καὶ τοῖς ἄλλοις φιλανθρωπίας χάριν κατὰ διοίκησιν θείαν Θεῷ ἁρμόζουσαν.
000-00-00 Serial Number=0478631675
Post reditum a priore exsilio Ante [Go Back]  
 [00017]  Ἀλλ' ὁ μὲν βάρβαρος τότε ἐκεῖνος ἐπιγνοὺς τὸ ἁμάρτημα, ὡμολόγησε τὸ παρανόμημα·
000-00-00 Serial Number=0532042623
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00070]  Εἰ δὲ μὴ τοῦτο ἔχεις τὸ ἁμάρτημα, ἀλλ' ἕτερον ἔχεις·
000-00-00 Serial Number=0130049527
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00363]  Καὶ γὰρ πολλῷ τοῦτο ἐκείνου χαλεπώτερον τὸ ἁμάρτημα.
000-00-00 Serial Number=0498809576
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00995]  Συνῆκεν ἁμάρτημα γεγενῆσθαι ἐν τῷ λαῷ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»