Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄγειν [65]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄγειν


000-00-00 Serial Number=0801032424
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00737]  [13.7] Ὅτε δὲ αὐτὸν καθιερῶσαι ἐκελεύσθη, οὐχὶ μετὰ πολλοῦ τοῦ τάχους, ὡσανεὶ μέλλων εἰς παστάδα ἄγειν καὶ νυμφαγωγεῖν, οὕτως αὐτὸν ἀνήγαγε;
000-00-00 Serial Number=0350668013
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00319]  νῦν δὲ καὶ αὐτοὶ οἱ πατέρες δι' ὧν ποιοῦσιν ὁμολογοῦσι τοῦτο ἀγνοεῖν, ὅταν πρὸς διδασκάλους ἄγωσιν, ὅταν παιδαγωγοῖς ἐγχειρίζωσιν, ὅταν μυρίους παραλαμβάνωσι συμβούλους, περὶ τῆς τοῦ βίου προαιρέσεως, ἐφ' ἣν τὸν παῖδα ἄγειν δεῖ, βουλευόμενοι.
 [00771]  Εἰ γὰρ ἦν τις ὁ τὸ μέλλον ἐγγυησόμενος, καὶ καταστήσων δῆλον ἡμῖν, ὡς οὐδεὶς ἔσται λοιπὸν ὁ τὰ τοιαῦτα τολμήσων, καὶ ἡμᾶς ἔδει τὴν ἡσυχίαν ἄγειν, καὶ τοῖς παρελθοῦσι χαρίσασθαι τὸ λαθεῖν·
000-00-00 Serial Number=0004190445
Catecheses ad illuminandos Ante [Go Back]  
 [00610]  [4.9] Ἐπειδὴ γὰρ ἃ πρότερον εἰργάζετο ἐξ ἀγνοίας ἅπαντα εἰργάσατο καὶ νομίζων τὸν νόμον ζήλῳ διεκδικεῖν, θορύβου καὶ ταραχῆς πᾶσι αἴτιος καθίστατο, μαθὼν παρ' αὐτοῦ τοῦ νομοθέτου ὅτι τὴν ἐναντίαν ὁδὸν βαδίζει καὶ κατὰ κρημνῶν ἀπιὼν οὐκ αἰσθάνεται, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ' εὐθέως ἐπειδὴ κατέλαμψεν αὐτὸν τὸ φῶς τὸ νοητὸν πᾶσαν τὴν πλάνην ἀποθέμενος κῆρυξ τῆς ἀληθείας καθίστατο καὶ ἐκείνους πρώτους ἐπὶ τὴν τῆς εὐσεβείας ὁδὸν ἄγειν ἐβούλετο πρὸς οὓς καὶ τὰς ἐπιστολὰς ἐκόμιζε παρὰ τῶν ἀρχιερέων λαβών, καθὼς καὶ αὐτὸς τῷ τῶν Ἰουδαίων πλήθει δημηγορῶν ἔλεγεν·
000-00-00 Serial Number=0823835552
De Anna i Ante [Go Back]  
 [01068]  Ὥστε ἔξεστιν ἡμῖν, ἂν ἐθέλωμεν, καθ' ἑκάστην ἡμέραν ἑορτὴν ἄγειν, ἂν ἀρετῆς ἐπιμελώμεθα, καὶ τὸ συνειδὸς ἡμῶν ἐκκαθαίρωμεν.
000-00-00 Serial Number=0961763024
De Christi divinitate Ante [Go Back]  
 [00013]  Καὶ γὰρ καὶ βοῦς ἀροτῆρας ὑπὸ τὴν ζεύγλην ἄγειν ἀναγκάζονται, καὶ βαθεῖαν αὔλακα τέμνειν, καὶ δαψιλῆ τὰ σπέρματα καταβάλλειν, καὶ τὴν ἐπιφάνειαν ἐξομαλίσαι τῆς γῆς, καὶ τὰ καταβληθέντα πάντα περιστεῖλαι, καὶ ἀναμεῖναι συμμέτρους ὄμβρων φορὰς, καὶ πολλὰ ἕτερα φιλοπονῆσαι, καὶ πολὺν ἐκδέχεσθαι χρόνον, καὶ τότε τοῦ τέλους ἐπιτυχεῖν.
000-00-00 Serial Number=0944892228
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00010]  ἔδει γὰρ, τοσούτων γερόντων παρόντων καὶ λέγειν εἰδότων, τὸν νέον ἡσυχίαν ἄγειν.
000-00-00 Serial Number=0242269754
De Lazaro Ante [Go Back]  
 [00839]  Καὶ γὰρ μήτηρ φιλόστοργος μέλλουσα ἐπὶ στερεὰν τὸ γαλακτοτροφούμενον παιδίον ἄγειν τροφὴν, ἂν μὲν ἀθρόον ἐγχέῃ τῷ στόματι τὸν ἄκρατον, οὐδὲν ὀνίνησιν, ἀποβλύζοντος τοῦ παιδίου τὸ διδόμενον, καὶ διαβρέχοντος περὶ τῷ στήθει τὸν χιτωνίσκον·
000-00-00 Serial Number=0297341764
De consubstantiali Ante [Go Back]  
 [00063]  οὕτω μηδὲ ἐπὶ τοῦ Υἱοῦ τόλμα σαυτὸν εἰς μέσον ἄγειν, καὶ λέγειν, ὅτι κἀγὼ υἱὸς κέκλημαι·
 [00229]  Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες, ὅτι καὶ αὐτὸς Υἱὸς λέγεται, καὶ ἡμεῖς υἱοὶ, καὶ ἀπὸ τῆς κατὰ τὴν προσηγορίαν κοινωνίας εἰς εὐτέλειαν αὐτὸν ἄγειν ἡμετέραν ἐπιχειροῦντες;
000-00-00 Serial Number=0228011966
De cruce et latrone i Ante [Go Back]  
 [00025]  Οὕτω καὶ Παῦλος ἐκέλευσε διὰ τὸν σταυρὸν ἑορτὴν ἄγειν·
000-00-00 Serial Number=0335842669
De diabolo tentatore Ante [Go Back]  
 [00136]  Καὶ ἡ πρὸ τούτου τὸν ἄνδρα ἀπατήσασα, ὕστερον καὶ τὸ παιδίον ἐπαίδευσε, καὶ ὄνομα ἐπιτίθησιν αὐτῷ τὸ δυνάμενον αὐτὸ εἰς ὑπόμνησιν ἄγειν τῆς τοῦ Θεοῦ δωρεᾶς·
 [00147]  Ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ ὅτι αὐτὸς μὲν παρεσκεύαστο πρὸς μείζονα τιμὴν ἄγειν ἡμᾶς ἀεὶ, ἡμεῖς δὲ αἴτιοι πανταχοῦ τῶν κολάσεων καὶ τῶν τιμωριῶν, ἐκβαλόντες ἑαυτοὺς διὰ ῥᾳθυμίας τῶν δεδομένων ἡμῖν ἀγαθῶν.
 [00560]  Καὶ γὰρ σφόδρα βούλεται ἐκεῖνος τῶν ἡμετέρων ἁμαρτημάτων ἐπ' αὐτὸν ἄγειν τὴν αἰτίαν, ἵνα ταύταις ταῖς ἐλπίσι τρεφόμενοι, καὶ πᾶν εἶδος κακίας ἐπιόντες, πολλὴν αὐξήσωμεν καθ' ἑαυτῶν τὴν κόλασιν, οὐδεμιᾶς τυγχάνοντες συγγνώμης ἀπὸ τοῦ μετατιθέναι ἐπ' αὐτὸν τὴν αἰτίαν·
000-00-00 Serial Number=0750326633
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00361]  καὶ σπούδασον αὐτὸν ἄγειν, ὅταν μάλιστα αὕτη ἡ διήγησις ἀναγινώσκηται.
 [00590]  λίαν μου χρηστοῦ ὄντος.»» Ἢ ἁπλῶς σοι δοκεῖ ὁ Παῦλος τὸν οἰκίας οὐκ εἰδότα προεστάναι οὐδὲ ἐπὶ τῆς ἐκκλησίας ἄγειν προστασίαν;
000-00-00 Serial Number=0980446517
De mansuetudine sermo Ante [Go Back]  
 [00022]  Ἂν δὲ ἄλλοι φανῶσί τινες εἰς φιλίαν ἄγειν τοὺς μαχομένους ἐθέλοντες, οὐκ ἂν δυνηθεῖεν αἰδέσιμοι φαίνεσθαι.
000-00-00 Serial Number=0806871533
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00059]  Τοιαῦτα τοῦ Θεοῦ τὰ κατορθώματα, τοὺς μὲν ἑαυτοῦ δούλους ἐξ ἀπόρων πραγμάτων εἰς πολλὴν ἄγειν εὐκολίαν, τοὺς δὲ ἐναντίους αὐτῷ καὶ πολεμίους κἂν ἐκ τῶν εὐμηχάνων εἶναι δοκούντων εἰς τὴν ἐσχάτην ἐμβάλλειν ἀμηχανίαν.
 [00106]  ἀλλὰ δεῖ καὶ τοὺς ἀδελφοὺς ἀκοσμοῦντας εἰς εὐταξίαν μεγίστην ἄγειν καὶ καθιστᾷν ἐν τῷ πρέποντι σχήματι.
000-00-00 Serial Number=0964742482
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00098]  συντριβῆναι τὰς στήλας αὐτῶν ἐκέλευσεν, οὐκ ἀπὸ τῶν προαστείων ἐπὶ τὰς πόλεις ἄγειν τὰ μιάσματα.
000-00-00 Serial Number=0017191648
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01401]  Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παῖδας μετὰ ταλαιπωρίας ἄγειν τὴν ἀρχὴν ἐπὶ πράγματα προοίμια μὲν ἔχοντα ἐπίμοχθα, τὸ δὲ τέλος χρηστὸν, ἡμᾶς δὲ αὐτοὺς ἀπ' ἐναντίας περὶ τῶν πνευματικῶν διακεῖσθαι πραγμάτων;
000-00-00 Serial Number=0969158113
Epistula ad Cyriacum Ante [Go Back]  
 [00034]  Ἀλλ', ὅταν κορυφωθῇ, ὅταν αὐξηθῇ, ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾖ τῆς τῶν πολεμούντων κακίας, τότε ἀθρόον μεταβάλλειν ἐπὶ τὸ γαληνὸν καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν.
000-00-00 Serial Number=0722816825
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00146]  Εἰ δὲ παρεκάλεσας καὶ οὐκ ἐλύθη, τοιοῦτο τῷ Θεῷ ἔθος, μὴ ἐν προοιμίων τὸν γὰρ ἔμπροσθεν ἀναλήψομαι λόγον καταλύειν τὰ δεινά, ἀλλ' ὅταν κορυφωθῇ, ὅταν αὐξηθῇ, ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾖ τῆς τῶν πολεμούντων κακίας, τότε ἀθρόον πάντα μεταβάλλειν ἐπὶ τὸ γαληνὸν καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν.
 [00344]  Εἰ δὲ ὑπὲρ ἐλεημοσύνης μόνον τοσαῦται αἱ ἀντιδόσεις, τοσοῦτοι οἱ στέφανοι, τοσαύτη ἡ λαμπρότης, τοσαύτη ἡ περιφάνεια καὶ ἡ δόξα, εἰ καὶ τὰ ἄλλα τῆς ἀρετῆς ἐπέλθοιμί σοι μέρη, ποίαν ἂν σχοίης συγγνώμην, ὀφείλουσα ἐντεῦθεν ἤδη ἑορτὴν ἄγειν καὶ σκιρτᾶν καὶ χορεύειν καὶ στεφανοῦσθαι, ἐπειδὴ δὲ ὁ δεῖνα ἐμάνη καὶ ὁ δεῖνα κατὰ κρημνῶν ἦλθε, κατακόπτουσα ἑαυτὴν καὶ εὔκολον κατὰ τῆς ἁγίας σου ψυχῆς τῷ διαβόλῳ ποιοῦσα τὴν ἔφοδον ὃν μέχρι σήμερον καταξαίνουσα οὐκ ἐπαύσω;
000-00-00 Serial Number=0820666373
Expositiones in Psalmos Ante [Go Back]  
 [02246]  Ἵνα γὰρ μὴ νομίσῃ τις τῶν ἀνοητοτέρων, ἐπὶ πάντας αὐτὸν ἄγειν τὴν χεῖρα, καὶ κατὰ πάντων ὡπλίσθαι, ἐπήγαγε, Τοῖς καιομένοις.
000-00-00 Serial Number=0888140678
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03534]  *Τουτέστιν, Εἰ δὲ ἀναμένων τοῖς συνεχέσι λόγοις μεταβάλλῃς τινὰ, ἔσῃ μιμούμενος ἐμὲ, ὃς μακροθυμίᾳ τῶν ἀνθρώπων τὸ γένος ἄγειν ἐπὶ τὸ κρεῖττον σπουδάζω.
000-00-00 Serial Number=0290148914
Fragmenta in Job Ante [Go Back]  
 [01764]  Οὐχ ἡγούμην γὰρ, φησὶν, αὐτοὺς ἀξίους τοῦ ἄγειν τοὺς κύνας τῆς ἐμῆς ποίμνης.
000-00-00 Serial Number=0208330750
Fragmenta in Proverbia Ante [Go Back]  
 [00389]  κατὰ δὲ θεωρίαν, ὅτι οὐδὲν θαυμαστὸν, εἴ τις ἑνὶ καὶ δευτέρῳ κέχρηται θεωρήματι τῆς ἔξω σοφίας, ὡς δι' αὐτῶν εἰς φῶς ἄγειν τὸ ἀληθὲς, καὶ τὰ παρ' αὐτοῖς δοκοῦντα βέβαια διελέγχειν·
000-00-00 Serial Number=0268665612
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00135]  ἑωσφόρον δὲ αὐτὸν καλεῖ διὰ τὴν περιφάνειαν, διὰ τὸ διάδημα, διὰ τὴν πορφυρίδα, διὰ τὴν λαμπρότητα τῶν δορυφόρων, διὰ τὴν αἴγλην τὴν ἀπὸ τῶν ὅπλων, διὰ τὸν λάμποντα χρυσὸν, διὰ τὰ δόρατα τὰ ἠκονημένα καὶ ἀποστίλβοντα, διὰ τὴν ἄλλην ἅπασαν φαντασίαν, διὰ τὸ ἄγειν ἅπαντα καὶ φέρειν.
000-00-00 Serial Number=0080519915
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Ὅρα, οὐ βούλεται τὴν κατηγορίαν αὐτῶν αὐξῆσαι, ἀλλὰ μᾶλλον ἐπὶ τὸν Θεὸν τὸ πᾶν ἄγειν αὐτοὺς παιδεύει.
000-00-00 Serial Number=0353880346
In Heliam et viduam Ante [Go Back]  
 [00061]  Καὶ καθάπερ οἱ δικάζοντες, ὅταν μέλλωσί τινα τὴν ἐπὶ θάνατον ἄγειν ὁδὸν, ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθίσαντες, καὶ τὰ παραπετάσματα συνελκυσθῆναι κελεύσαντες, καὶ τὴν πόλιν αὐτοῖς περιστήσαντες ἅπασαν, οὕτω καθάπερ ἐν θεάτρῳ κοινῷ δικάζοντες πρὸς τὸν κατάδικον, ὑπὸ ταῖς ἁπάντων ὄψεσι καὶ ἀκοαῖς τὰς πεύσεις ποιούμενοι, καὶ τὰ ὑπομνήματα τῶν ἐκείνοις τετολμημένων ἀναγνωσθῆναι κελεύοντες, καὶ αὐτὸν τὸν ὑπεύθυνον τῶν αὐτῷ τετολμημένων γενέσθαι κατήγορον παρασκευάζοντες, τότε τὴν ψῆφον ἐπάγουσιν·
000-00-00 Serial Number=0344529033
In Isaiam Ante [Go Back]  
 [00358]  οὐ γὰρ ἀπαιτεῖ τὸ ψηφίζεσθαι τὰ δίκαια, ἀλλὰ καὶ τὸ εἰς πέρας ἄγειν.
000-00-00 Serial Number=0127893031
In Joannem Ante [Go Back]  
 [01784]  Καὶ γὰρ ἄτοπον, αὐτὸν μὲν, Θεὸν ὄντα καὶ βασιλέα, ἀνθρώπους εὐτελεῖς, καὶ ἀγύρτας, καὶ μηδενὸς ἀξίους ὄντας μὴ ἐπαισχύνεσθαι, ἀλλὰ τοὺς ἀπὸ τῆς τριόδου πρὸς τὴν τράπεζαν ἄγειν ἐκείνην·
 [01817]  πρῶτον μὲν αὐτὸ τοῦτο ἔγκλημα οὐ μικρὸν, τὸ κυκλοῦσθαι τοσούτων πραγμάτων πλήθει, καὶ τοῖς βιωτικοῖς οὕτω προσηλῶσθαι διαπαντὸς, ὡς μηδὲ μικρὰν εἰς τὰ πάντων ἀναγκαιό [59.78] τερα ἄγειν σχολήν.
 [01819]  Εἶτα ἐν μὲν τοῖς εὐτελέσιν ἀπροφάσιστοι πανταχοῦ, καὶ σχολὴν ἄγειν βαθεῖαν δύνασθε·
 [01978]  οὐ ταύτῃ δὲ μόνον, ἀλλ' ὅτι ἡ μὲν τῶν σωμάτων φύσις, ᾗπερ ἂν αὐτὴν ὁ ∆ημιουργὸς ἄγειν βούληται, ταύτῃ ἕπεται, καὶ τὸ ἀντιπίπτον οὐδέν·
 [02078]  καὶ ὅταν ἐπιβουλεύηται, καὶ πανταχόθεν οὕτως ἀκριβῶς ἀναζητῆται, ὡς καὶ τὴν ἄωρον ἡλικίαν σφάττεσθαι ὑπὸ Ἡρώδου, τὸν Ἱερεμίαν εἰς μέσον πόῤῥωθεν ἄγειν λέγοντα·
 [04036]  ἡμᾶς δὲ ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας μηδὲ τὸ ἴσον ἄγειν μέτρον.
000-00-00 Serial Number=0949370861
In Kalendas Ante [Go Back]  
 [00066]  Τὸν γὰρ Χριστιανὸν οὐχὶ μῆνας, οὐδὲ νουμηνίας, οὐδὲ κυριακὰς ἑορτάζειν χρὴ, ἀλλὰ διὰ παντὸς τοῦ βίου τὴν αὐτῷ πρέπουσαν ἑορτὴν ἄγειν.
 [00083]  Ταύτην τὴν ἑορτὴν ἣν εἶπον ἐγὼ, τὴν διηνεκῆ, καὶ περιόδους ἐτῶν οὐκ ἀναμένουσαν, οὐδὲ περιγραφομένην ἡμέραις, καὶ πλούσιος καὶ πένης ἄγειν δυνήσεται ὁμοίως·
000-00-00 Serial Number=0657727897
In catenas sancti Petri Ante [Go Back]  
 [00059]  Ἐκεῖνοι γὰρ ἔλεγον, μὴ ἐν τῇ ἑορτῇ γενέσθαι τὴν τούτου σύλληψιν, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ, ὡς μετὰ τὴν ἑορτὴν πάντως ἐπὶ τὸν σταυρὸν ἄγειν μέλλοντες.
000-00-00 Serial Number=0951785207
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01001]  καὶ μάλιστα, ὅταν ἐν βιβλίῳ ᾖ ταῦτα κείμενα, καὶ μὴ πολλὴ σπουδὴ τοῦ νομοθετοῦντος γίνηται εἰς ἔργον ἄγειν τὰ λεγόμενα·
 [04103]  Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παῖδας μετὰ ταλαιπωρίας ἄγειν τὴν ἀρχὴν ἐπὶ πράγματα προοίμια μὲν ἔχοντα ἐπίμοχθα, τὸ δὲ τέλος χρηστόν·
 [05005]  Οὐ δύναται οὖν πρὸς τὸν Χριστὸν ἡμᾶς ἄγειν, ἀλλὰ πρὸς ταῦτα ἕλκει.
 [05343]  Οὐδὲ γὰρ, εἰ θυγατέρα ἔχων, ἐκ πολλῆς τῆς ἀνοίας ἐξεμίσθωσας αὐτὴν πορνοβοσκῷ, πορνεύεσθαι ἐποίησας, εἶτα βασιλέως υἱὸς παριὼν ἠλευθέρωσέ τε αὐτὴν τῆς δουλείας ἐκείνης καὶ συνῆψεν ἑαυτῷ, κύριος εἶ λοι [61.148] πὸν ἄγειν αὐτὴν ἐπὶ τὸ πορνεῖον·
 [05978]  ἡ δὲ ἀγάπη καὶ συνάγειν καὶ πρὸς γνῶσιν ἄγειν.
 [08299]  μηδὲν ἔστω τοιοῦτον ἁμάρτημα, ὡς εἰς ἀνάγκην ὑμᾶς ἄγειν τοῦ γυναῖκα τύπτειν.
000-00-00 Serial Number=0999728024
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01559]  Εἶπον μὲν πρὸς τοὺς πατέρας τοὺς ὑμετέρους, ὅτι δεῖ ταχέως πρὸς γάμον ἄγειν ὑμᾶς·
 [02530]  ἐπὶ δὲ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ ὕπνου, οὐκέτι, ἀλλ' ἔξεστι διαπαντὸς ἐγρηγορέναι, ἔξεστι διαπαντὸς ἡμέραν ἄγειν.
000-00-00 Serial Number=0503055334
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02520]  Τὸ γὰρ ὑπὸ φόβον ἄγειν τὴν ἀνωτέρω τούτων γενομένην ψυχὴν, τῶν ἀκαθάρτων ἐστὶ παραγγελμάτων.
 [03639]  καθάπερ τις πατὴρ φιλόστοργος ζωγραφῶν οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὸ παιδίον βούλεται ἄγειν εἰς τὴν ἴσην μάθησιν.
000-00-00 Serial Number=0739106119
In epistulam ad Ephesios Ante [Go Back]  
 [02053]  Ἀλλ' οὐδὲ τοῦτο ποιεῖ δεσμὰ ἁπλῶς, τοὺς δήσαντας εἰς τοὺς πόδας ἄγειν τῶν δεδεμένων, ἀλλὰ τοὐναντίον ὑποχειρίους τούτους ἐκείνοις ποιεῖν.
000-00-00 Serial Number=0730355620
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02810]  καὶ γὰρ ἀνοίας ἐστὶ πολλῆς, τὰ πρότερα μὴ ἐνθέντα καλῶς, ἐφ' ἕτερα ἄγειν αὐτόν·
 [04605]  πολλοὶ δὲ καὶ ἀσελγῆ πράττουσι πολλὰ, οἱ μὲν πρὸς αὐτὰ τὰ χαμαιτυπεῖα βαδίζοντες, οἱ δὲ τὰς οἰκίας πορνεῖα ποιοῦντες τῷ ἑταίρας ἄγειν ἐκεῖ.
 [07556]  τοῦτο ποιεῖ αἱρεῖσθαι τὰ ἀγαθὰ, ἐκεῖνο δὲ ἀνύειν καὶ εἰς τέλος ἄγειν.
000-00-00 Serial Number=0845901549
In epistulam ad Philippenses Ante [Go Back]  
 [00228]  Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλ [62.185] ανθρωπίας ἐστὶ, τὸ τοὺς ῥᾳθυμοτέρους καὶ τὸν ἀπεσκληκότα βίον καὶ τραχὺν καὶ ἀκριβῆ μὴ δυναμένους ἀναδέξασθαι, καὶ τούτους δι' ἑτέρας ὁδοῦ πάλιν εἰς τὴν αὐτὴν τούτοις τάξιν ἄγειν.
 [04282]  εἶτα τῶν Σεραφὶμ, αὐτοῦ ἐρχομένου ἐπὶ τῆς δόξης ἐκείνης τῆς ἀφράστου, ἀπαντώντων, τῶν ἀφικομένων τοὺς ἐκλεκτοὺς ἄγειν εἰς μέσον·
000-00-00 Serial Number=0668880463
In epistulam ad Romanos Ante [Go Back]  
 [06326]  Τοῦτο ἀρίστου διδασκάλου, τὸ μὴ τῇ τῶν μαθητῶν ἐπιθυμίᾳ ἕπεσθαι πανταχοῦ, ἀλλ' αὐτοὺς πρὸς τὸ οἰκεῖον ἄγειν θέλημα, καὶ τὰς ἀκάνθας ἀποσπᾷν, καὶ τότε καταβάλλειν τὰ σπέρματα, καὶ μὴ εὐθέως πρὸς τὰ ἐρωτώμενα ἀποκρίνεσθαι πανταχοῦ.
000-00-00 Serial Number=0378593624
In illud Domine non est in homine Ante [Go Back]  
 [00129]  ἀλλ' ἡνίκα ἐπανῆλθον ἐκ τῆς βαρβάρου γῆς οἱ Ἰουδαῖοι, καὶ τὸν ναὸν ἔμελλον ἀνιστᾷν, καὶ εἰς τὴν προτέραν ἄγειν εὐπρέπειαν, ἐπειδὴ διηπόρουν, πολεμίων περιεστώτων, πενίας οὔσης πολλῆς, οὐδεμιᾶς οὐδαμόθεν εὐπορίας φαινομένης, βουλομένοις εἰς χρηστὰς ἀγαγεῖν αὐτοὺς ἐλπίδας καὶ πεῖσαι θαῤῥεῖν περὶ τοῦ τέλους, φησὶν ἐκ προσώπου τοῦ Θεοῦ·
000-00-00 Serial Number=0651004434
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00099]  οὕτω δὴ καὶ ὑμῖν, ἐπειδὴ προσέχετε, τὰ κεκρυμμένα ἄγειν εἰς μέσον χρή.
000-00-00 Serial Number=0816621125
In illud Vidi dominum Ante [Go Back]  
 [00548]  ὅτι τὸν ἄρτι τοῦ κηρύγματος ἁψάμενον οὐ δεῖ πρὸς τὸ μέγα τῆς ἐπισκοπῆς ἄγειν ἀξίωμα, οὑτωσί πώς φησιν·
000-00-00 Serial Number=0808723688
In proditionem Judae [2] Ante [Go Back]  
 [00059]  Ὁ δὲ τῆς ∆εσποτικῆς εὐσπλαγχνίας μὴ ἀνασχόμενος, πρὸς Ἰουδαίους δραμὼν ἄγειν εἰς ἔργον τὸ μελετηθὲν κατηπείγετο.
000-00-00 Serial Number=0053058088
In resurrectionem domini [1] Ante [Go Back]  
 [00032]  Ἀλλ' ἣν ἐνόμισαν ἑορτὴν ἄγειν, ταύτην διηνεκῆ κατηφείας ὑπόθεσιν ἔλαβον.
000-00-00 Serial Number=0595628619
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00117]  τὸν γοῦν τῆς οἰκουμένης ἐπιστάτην ἁπάσης Πέτρον, ᾧ τὰς κλεῖς ἐνεχείρισε τῶν οὐρανῶν, ᾧ πάντα ἄγειν καὶ φέρειν ἐπέτρεψε, πολὺν ἐν ταῦθα χρόνον ἐνδιατρίψαι ἐκέλευσεν·
000-00-00 Serial Number=0328695834
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00409]  Εἴωθε γάρ πως τὸ μέγεθος τῆς ἀρχῆς καὶ τῆς φύσεως ἡμᾶς εἰς λήθην ἄγειν, ὅτι θνητός ἐστι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»