Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄγων [81]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄγων


000-00-00 Serial Number=0984495759
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00164]  ∆ιὰ τοῦτο μακροθυμεῖ ταῖς εἰς αὐτὸν ὕβρεσιν ὁ Θεὸς, ἅμα μὲν ἐπιστομίζων ἐκείνους, ἅμα δὲ καὶ δεικνὺς ὅτι καὶ τὸν πατέρα τοῦ Κάϊν δι' ἀγαθότητα ἐπαίδευσε, πρὸς δὲ καὶ εἰς μετάνοιαν ἄγων τοὺς μετὰ ταῦτα διὰ τῆς τοιαύτης χρηστότητος αὐτοῦ.
 [00665]  Νίκη δέ ἐστιν, οὐχ ὅταν τις, τοῦ θεάτρου ἔτι συνεστῶτος, παλαίοντα αὑτὸν ἑλκύσας ἀπαγάγῃ τοῦ ἀνταγωνιστοῦ, ἀλλ' ὅταν ἀφῇ συμπλακῆναι διαπαντὸς, εἶτα παλαίων καὶ διὰ τῆς ἀθυμίας εἰς ἐνθυμήσεις ἀτόπους ἄγων ἰσχύσῃ μηδέν.
 [01036]  Εἰ γὰρ λίθος ἦν, εἰ γὰρ σίδηρος, εἰ γὰρ αὐτοαδάμας, οὐκ ἂν ἐκάμφθη καὶ κατεκλάσθη πρὸς τὴν ὥραν τοῦ παιδὸς καὶ γὰρ ἦν αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος ἄγων, πρὸς τὴν σύνεσιν τῶν ῥημάτων, πρὸς τὴν εὐλάβειαν τῆς ψυχῆς;
000-00-00 Serial Number=0170639336
Ad populum Antiochenum Ante [Go Back]  
 [03170]  Ὁρᾷς πῶς ἑκατέρωθεν ἡμῶν προενόησεν ὁ Θεὸς, διὰ μὲν τοῦ κάλλους τῶν στοιχείων εἰς τὴν αὐτοῦ θεογνωσίαν ἡμᾶς ἄγων, διὰ δὲ τῆς ἀσθενείας οὐκ ἀφιεὶς εἰς τὴν ἐκείνων καταπεσεῖν λατρείαν;
000-00-00 Serial Number=0683192492
Adversus Judaeos Ante [Go Back]  
 [00515]  ∆ιὰ τοῦτο τὸ ὄνομα αὐτοῦ τέθεικεν, εἰς μνήμην ἄγων αὐτοὺς ὧν ἐποίησεν ὑπὲρ τοῦ νόμου·
 [01995]  Ὅτε γοῦν τὴν Περσίδα πᾶσαν ἄγων ἐπῆλθεν ὁ βάρβαρος, καὶ ἐξ ἐπιδρομῆς ἅπαντας λήψεσθαι προσεδόκησε, καὶ καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις εἰς τὴν πόλιν ἅπαντας εἶχε συγκεκλεισμένους·
000-00-00 Serial Number=0620081365
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01497]  Πῶς οὖν οὐ δέδοικας, οὐδὲ τρέμεις ἐπὶ τοῦτον ἄγων τὸν βίον, ὅθεν ἁλώσιμος ἔσται τῇ κακίᾳ ταχέως;
 [01614]  Μᾶλλον δὲ, εἰ δοκεῖ, μηδὲ χρόνον ὁρίζωμεν, ἀλλ' ὅρος ἐκεῖνος ἔστω μόνος ὁ πρὸς τὴν ἀκμὴν ἄγων τοὺς ἐν αὐτῷ φυτευθέντας καρποὺς, καὶ τότε ἐπανερχέσθω ἀπὸ τῆς ἐρήμου, πρότερον δὲ μή.
 [01769]  Ὥσπερ γὰρ ὁ πρὸς φιλοσοφίαν ἄγων, ἄν τε πείσῃ, ἄν τε μὴ πείσῃ, ἀπηρτισμένον ἔχει τὸν μισθὸν τὸ γὰρ αὐτοῦ πᾶν ἐποίησεν·
000-00-00 Serial Number=0323269725
Catecheses ad illuminandos Ante [Go Back]  
 [00907]  [6.7] Ὥσπερ γὰρ ὁ τὴν ἀρετὴν μετιὼν οὐ μόνον ὑπὲρ τῶν οἰκείων πόνων ἀναμένει τὰς ἀμοιβὰς ἀλλὰ καὶ τῆς ἑτέρων ὠφελείας καρποῦται τὸν μισθόν, πολλοὺς εἰς ζῆλον καὶ μίμησιν ἄγων τῆς οἰκείας ἀρετῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τὴν κακίαν μετιόντες μείζους ὑπέχουσι τὰς εὐθύνας τῷ καὶ ἑτέροις ῥᾳθυμίας ὑπόθεσις γίνεσθαι.
000-00-00 Serial Number=0859639704
Commentarius in Job Ante [Go Back]  
 [01478]  καὶ ἐν τῷ παρόντι αἰνίττεταί μοι, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ ἴσως ἢ εἰς ζῆλόν τινας ἄγων ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας.
000-00-00 Serial Number=0750224590
Comparatio regis et monachi Ante [Go Back]  
 [00014]  Οὐκοῦν ὁ μὲν βασιλεὺς πόλεσι καὶ χώραις καὶ πολλοῖς ἐφέστηκεν ἔθνεσι, καὶ στρατηγοὺς καὶ ὑπάρχους καὶ στρατόπεδα καὶ δήμους καὶ βουλὰς τοῖς ἑαυτοῦ νεύμασιν ἄγων·
 [00018]  Βασιλεὺς γὰρ ὡς ἀληθῶς ὁ θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν, καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ καὶ τὸν νοῦν ἐλεύθερον τηρῶν, καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν.
 [00047]  Καὶ γὰρ ἐν ὁδοιπορίαις βαρύς ἐστι τοῖς ὑπηκόοις, καὶ πόλιν οἰκῶν, καὶ εἰρήνης ἀπολαύων, καὶ πολέμων ἁπτόμενος, φόρους τε εἰσπραττόμενος, καὶ στρατεύματα συγκροτῶν, καὶ αἰχμαλώτους ἄγων, καὶ νικῶν, καὶ ἡττώμενος·
000-00-00 Serial Number=0266885459
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00008]  Ἀλλ' ὁ τῶν σωμάτων καὶ ψυχῶν ἰατρὸς ἐξαπέστειλε νόμον καὶ προφήτας, ἰώμενος τῶν ἀνθρώπων τὴν ἀβλεψίαν, καὶ εἰς τὴν αὐτοῦ θεογνωσίαν αὐτοὺς ἄγων, ἀλλὰ τῶν ἀνθρώπων ἀποστραφέντων τὴν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἰατρείαν.
000-00-00 Serial Number=0089156270
De mansuetudine sermo Ante [Go Back]  
 [00034]  ὁ δὲ τοὺς διεσπασμένους καὶ μαχομένους εἰς φιλίαν ἄγων, ἐβεβαίωσε τοῦ Παύλου τὸν λόγον, πείθων ἅπαντας μὴ ἀγνοεῖν τὰ μέλη, μηδὲ κατεσθίειν [63.552] ἀλλήλους.
000-00-00 Serial Number=0693083584
De mutatione nominum Ante [Go Back]  
 [00759]  Καὶ οὐκ εἶπεν, ἄγων, οὐδὲ, ἕλκων ἄνδρας καὶ γυναῖκας, ἀλλὰ, Σύρων ἄνδρας καὶ γυναῖκας·
 [01119]  Ἀλλ' ἵνα μάθῃς ὅτι καὶ αὐτὴ ἡ τοῦ ὀνόματος παρενθήκη ἱκανὴ τῶν ἀκουόντων καθάψασθαι, διὰ τοῦτο προστίθησι τὴν προσηγορίαν, εἰς ὑπόμνησιν αὐτοὺς ἄγων τοῦ διδασκάλου.
000-00-00 Serial Number=0106582403
De precatione [1] Ante [Go Back]  
 [00162]  Ἐπὶ τὴν προσευχὴν ἄγων τοὺς ἀνθρώπους ὁ Χριστὸς, καὶ τὴν ἀπὸ ταύτης ὠφέλειαν παραστῆσαι βουλόμενος ταῖς ἡμετέραις ψυχαῖς, κριτὴν εἰσάγει πονηρόν τινα καὶ σκαιὸν, πᾶσαν αἰδῶ τῶν ὀφθαλμῶν ἀποῤῥίψαντα, καὶ τὸν τοῦ Θεοῦ φόβον ἐκ τῆς ψυχῆς ἐξελάσαντα.
000-00-00 Serial Number=0877743661
De prophetiarum obscuritate Ante [Go Back]  
 [00597]  ἀλλὰ τὸ κοινὸν τῶν ἀνθρώπων γένος οὕτως ἐκάλεσε, τῆς οἰκείας αὐτοὺς ἀναμιμνήσκων φύσεως, τῆς μητρὸς εἰς ὑπόμνησιν ἄγων, ὅθεν ἐγένοντο.
000-00-00 Serial Number=0466786742
De resurrectione mortuorum Ante [Go Back]  
 [00201]  Καὶ ὁ ἔμπορος δὲ πάλιν, μετὰ τὸ διαδραμεῖν πολὺ πέλαγος πεπληρωμένην ἄγων τὴν ὁλκάδα, πρὸς αὐτὸ πολλάκις τὸ στόμα τοῦ λιμένος ἐμπεσόντων ἀνέμων σκοπέλῳ τινὶ προσαράξας, μόλις ἐξῆλθε τὸ σῶμα διασώσας γυμνός.
000-00-00 Serial Number=0179576933
De sacerdotio Ante [Go Back]  
 [00519]  Καὶ γὰρ εἰ μυριαγωγόν τις ὁλκάδα ἄγων, πεπληρωμένην ἐρετῶν καὶ φορτίων γέμουσαν πολυτελῶν, εἶτα ἐπὶ τῶν οἰάκων καθίσας ἐκέλευε περᾶν τὸ Αἰγαῖον ἢ τὸ Τυρρηνικὸν πέλαγος, ἐκ πρώτης ἂν ἀπεπήδησα τῆς φωνῆς·
000-00-00 Serial Number=0038948059
De sanctis martyribus [2] Ante [Go Back]  
 [00025]  Ὁρᾷς σοφίαν Θεοῦ, πῶς τὸ μέγιστον τῶν κακῶν, τὸ κεφάλαιον τῆς ἡμετέρας συμφορᾶς, ὅπερ εἰσήγαγεν ὁ διάβολος, τὸν θάνατον λέγω, τοῦτον εἰς τιμὴν καὶ δόξαν ἡμετέραν μετέβαλε, διὰ τοῦτο πρὸς τὰ τοῦ μαρτυρίου βραβεῖα τοὺς ἀθλητὰς ἄγων;
000-00-00 Serial Number=0155109584
De virtute animi Ante [Go Back]  
 [00017]  Τῇ τῆς γνώμης ἀξίᾳ, δι' ἢν ἄνθρωπος Θεῷ παραπλήσιος, νῷ κεχρημένος κυβερνήτῃ τῶν ὄντων, διανοίᾳ διοικῶν τὰ τῆς κτίσεως, λογισμῷ τὸν οὐρανὸν διεξιὼν, ἐννοίᾳ τὸ ὑπήκοον ἄγων, ἡνιοχῶν σοφίᾳ τῆς ἀτάκτου θαλάσσης τὸ δύσχρηστον, προνοίᾳ τὰ φυόμενα σώζων, ἐπιστήμῃ δεικνὺς τὰ φαινόμενα, δεσπόζων τῆς τῶν ὄντων, ὡς ὁ κτίστης, καλλιτεχνίας.
000-00-00 Serial Number=0661300302
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04103]  Καὶ γὰρ οὗτός ἐστιν ἀληθῶς βασιλεὺς, ὁ θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν, καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ, καὶ τὸν νοῦν ἐλεύθερον τηρῶν, καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν·
000-00-00 Serial Number=0766202271
Expositiones in Psalmos Ante [Go Back]  
 [02127]  Ἐπειδὴ γὰρ διὰ τοῦτο μακροθυμεῖ, εἰς μετάνοιάν σε ἄγων, ὅταν ἀπὸ τοῦ φαρμάκου τούτου μηδὲν κερδάνῃς, καὶ ἐπεξέρχεται.
 [02310]  Ἐπειδὴ γὰρ περὶ μελλόντων διελέγετο, γεέννης λέγω, καὶ κολάσεως, καὶ τιμωρίας, ἀπὸ τῶν παρελθόντων καὶ τὴν περὶ ἐκείνων ἀπόδειξιν φέρει, αὐτοὺς τοὺς κολασθέντας εἰς μέσον ἄγων, τοὺς ὑπὸ τῶν ὄφεων, τοὺς ὑπὸ τοῦ ὀλοθρευτοῦ.
000-00-00 Serial Number=0018573999
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03582]  ἐμακροθύμησεν ἐπ' ἐκείνῳ, αὐτόν τε εἰς μετάνοιαν ἄγων, καὶ σὲ βελτίω ποιῶν.
 [04506]  τοῦτο πείθει τὸν προφήτην, Ἴσως ἀκούσονται, ὁ πάντα προειδώς φησι, καὶ εἰς ἐλπίδα ἄγων αὐτούς.
 [05586]  πείσεται δὲ καὶ οὗτος, ἅμα μένων ἀσεβὴς, ἅμα δὲ καὶ πρὸς αἴσθησιν ἄγων ἡμᾶς, ὡς Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον ἢ ἐλπίζειν ἐπ' ἄρχουσι.
000-00-00 Serial Number=0247725904
Fragmenta in Job Ante [Go Back]  
 [01078]  Τὸ δὲ, Εἴ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν τοῖς λόγοις σου, αἰνίττεται, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ, ἤτοι εἰς ζῆλόν τινας ἄγων, ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας.
 [01424]  ὁ δὲ, ἄγων βουλευτικοὺς εἰς ἀβουλίαν.
000-00-00 Serial Number=0538968921
Fragmenta in Proverbia Ante [Go Back]  
 [00823]  ὁ λόγος τῆς ἀνδρείας ψυχῆς εἰς ἀρετὴν ἄγων ἀγαθὸς, καὶ ἀγαθῶν ἐμποιητικός.
000-00-00 Serial Number=0916643679
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00015]  Γενήσεται γὰρ οὕτως ἀθλητικῶς ἄγων τὸν ἀγῶνα, δόκιμος ἀνὴρ διὰ πάντων γεγυμνασμένος.
000-00-00 Serial Number=0466907978
In Acta apostolorum Ante [Go Back]  
 [00147]  Τοῦτο δέ φησι, τὸν ἀκροατὴν εἰς ἐπιθυμίαν λοιπὸν ἄγων τοῦ μαθεῖν τὰς ἐντολὰς, καὶ ἀξιοπίστους τοὺς ἀποστόλους ποιῶν, εἴ γε τὰ τοῦ Πνεύματος μέλλουσι λέγειν, καὶ τὰς τοῦ Χριστοῦ ἐντολάς.
 [01687]  Εἶτα ἐπιμένει τῇ μεταφορᾷ, ἐγγὺς τῆς ὄψεως τῶν ἀκροατῶν ἄγων τὴν κατασκαφὴν καὶ τὴν ἅλωσιν.
 [02938]  ἀλλ', Ἐπράξατε, ἐπὶ συγγνώμην αὐτοὺς ἄγων.
 [06817]  Ἅμα δὲ αὐτὸν καὶ μετριάζειν παιδεύει, οὐκ ἄγων αὐτὸν πρὸς τοὺς προκρίτους ἀποστόλους, καὶ δείκνυσιν, ὅτι οὐδὲν ἀνθρώπινον ἐνταῦθα.
000-00-00 Serial Number=0453749359
In Isaiam Ante [Go Back]  
 [01045]  Ταύτην ἄγων τὴν ἡλικίαν, μᾶλλον δὲ καὶ ταύτης ἐλάττονα πολλῷ, τοὺς πρεσβυτέρους ἔκρινεν ὁ ∆ανιήλ.
 [01332]  ὑπ' ὄψιν ἄγων τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ τὴν ἐπὶ τὴν βάρβαρον χώραν ἀπαγωγήν.
 [01694]  ὡς περὶ θηρίου τινὸς διηγούμενος καὶ ἐγγὺς αὐτῶν τὴν εἰκόνα τῶν πραγμάτων ἄγων.
 [02370]  Πρὶν ἢ γὰρ τὴν ἀπὸ τῶν σημείων παρασχεῖν ἀπόδειξιν, τὴν κακίαν τῶν Ἰουδαίων εἰς μέσον ἄγων τὴν ἐν διανοίᾳ τυρευομένην, οὐ μικρὸν τοῦτο παρεῖχε σημεῖον·
 [02678]  Ἐπεὶ γὰρ βασιλέα, φησίν, ἔχοντες, ἐπιεικῆ καὶ πρᾶον καὶ ἥμερον, ἀπεσκίρτησαν καὶ τυράννων ἐπεθύμησαν καὶ πρὸς ἀλλοτρίαν ἀρχὴν αὐτομολῆσαι ἠπείχθησαν, τὴν οἰκείαν εὐπραγίαν οὐ φέροντες, μετὰ πλείονος τῆς περιουσίας πληρώσω τὴν ἐπιθυμίαν αὐτῶν, βάρβαρόν τινα καὶ ἀνήμερον ἄγων ἄνθρωπον.
000-00-00 Serial Number=0517822385
In Joannem Ante [Go Back]  
 [04686]  Ἐπειδὴ δὲ οὐκ ᾔδει τί ποτε ἐστὶν ὅ φησιν, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν, λοιπὸν αὐτὸν πρὸς ἑτέραν μεταφέρει εἰκόνα, οὔτε εἰς τὴν τῶν σωμάτων ἄγων παχύτητα, οὔτε περὶ ἀσωμάτων καθαρῶς διαλεγόμενος (οὐδὲ γὰρ ἐδύνατο ἀκούων χωρεῖν ἐκεῖνος), ἀλλ' εὑρών τι μέσον σώματός τε καὶ ἀσωμάτου, τὴν τοῦ ἀνέμου φορὰν, ἐντεῦθεν αὐτὸν ἀνάγει.
000-00-00 Serial Number=0439311802
In Psalmos 101-107 Ante [Go Back]  
 [01091]  ∆ιὸ κατὰ βραχὺ τοὺς εἰς τὴν πλάνην ὁδηγοῦντας ἐκόλαζεν, εἰς ἐπίγνωσιν καὶ τούτους ἄγων τοῦ πάντων ∆εσπότου, δι' ὧν ἡ κτίσις ἐξυπηρετεῖτο ταῖς μάστιξιν.
000-00-00 Serial Number=0771218061
In Psalmum 118 Ante [Go Back]  
 [01007]  Ὁ δὲ μέγας ∆αυῒδ τοῖς ὑπηκόοις ἔτι συντεταγμένος καὶ νέαν ἄγων τὴν ἡλικίαν, τὴν φιλοσοφίαν ἠγάπησε, καὶ οὔτε ἄρξαι χειρῶν ἀδίκων ἠνέσχετο, οὔτε τοὺς ἀδικοῦντας ἀμύνασθαι.
000-00-00 Serial Number=0173875749
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05496]  Ἀλλὰ συλλογιστικῶς μὲν αὐτὸ οὐ τίθησιν, οὐδὲ οὕτως, ὥσπερ ἔφην, ἐν δὲ εὐχῆς μέρει, ὁμοῦ καὶ τὸν συλλογισμὸν φανερὸν ποιῶν, καὶ μᾶλλον αὐτοὺς εἰς ἐλπίδα ἄγων, οὐκ ἀπὸ τῶν γινομένων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐχῆς ταύτης·
 [06268]  Εἶδες πῶς παροξύνει πάλιν, εἰς μέσον ἄγων τοὺς διακονησαμένους;
 [06269]  Πρότερον γὰρ εἰς ἐπιθυμίαν αὐτοὺς ἄγων τοῦ μαθεῖν τίνες ἂν εἶεν οὗτοι, ὅτε ἔλεγεν, Ἄλλας Ἐκκλησίας ἐσύλησα, τότε καὶ ὀνομαστὶ αὐτοὺς τίθησιν·
000-00-00 Serial Number=0708273292
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00176]  Οὐδεὶς γὰρ ἐκείνου ταπεινότερος γέγονεν, ὃς δῆμον τοσοῦτον ἄγων, καὶ τὸν βασιλέα καὶ τὸ στρατόπεδον ἅπαν τῶν Αἰγυπτίων καθάπερ μυίας καταποντίσας, καὶ τοσαῦτα μὲν ἐν Αἰγύπτῳ, τοσαῦτα δὲ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐργασάμενος καὶ ἐπὶ τῆς ἐρήμου, καὶ τοσαύτης ἀπολαύσας μαρτυρίας, ὡς εἷς τῶν πολλῶν ὢν, οὕτω διέκειτο·
 [01902]  ∆ιὰ τοῦτό μοι δοκεῖ καὶ τὴν ἀρετὴν ὁ Θεὸς ἐπίμοχθον ποιῆσαι, κάμπτων αὐτὴν καὶ εἰς τὸ μετριάζειν ἄγων.
 [06179]  φοβῶν αὐτοὺς καὶ ἐντρέπων, καὶ ἐπὶ ἄρνησιν ἄγων τοῦ μὴ ποιεῖν.
 [07123]  Εἶδες Παύλου σοφίαν, πῶς ἑκατέρων αὐτὸν ὄντα χορηγὸν δείκνυσι, καὶ ταύτῃ τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἄγων;
 [07178]  ὃ δὴ καὶ ὁ Θεὸς ἐποίει ἐπὶ τῆς Παλαιᾶς, καθ' ἕκαστον τῶν πεπλημμελημένων ἀναμιμνήσκων τοῦ μόσχου τοὺς Ἰουδαίους, καὶ τὴν ἁμαρτίαν ἐκείνην εἰς μέσον ἄγων.
 [08150]  Εἶτα ἐπειδὴ ἀπεφήνατο, καὶ λογισμοὺς καὶ αἰτίας τίθησι πάλιν ἑτέρας, ἐπὶ τὴν προτέραν σε ἄγων δημιουργίαν, καὶ λέγων οὕτως·
 [09999]  Ὁ γὰρ γνωρίζων τὸ ἤδη γνω-σθὲν, εἶτα εἰς λήθην ἐμπεσὼν, γνωρίζει πάλιν εἰς μνήμην ἄγων.
000-00-00 Serial Number=0065468848
In epistulam ad Colossenses Ante [Go Back]  
 [02591]  καθάπερ ἀριστέα τινὰ εἰσάγων, καὶ εἰς μείζονα ἄγων ἔμφασιν.
 [03654]  ὁ πάντα ἄγων καὶ φέρων ὡς ἤθελεν, ὁ τὰ πρωτεῖα ἔχων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὁ ἐστεφανωμένος, ὁ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, τοὺς δούλους ἀδελφοὺς καλεῖ, καὶ συνδούλους.
 [03849]  Ποιεῖ δὲ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ καὶ τοὺς ἄλλους εἰς τὸν αὐτὸν ἄγων ζῆλον.
000-00-00 Serial Number=0550217628
In epistulam ad Ephesios Ante [Go Back]  
 [06928]  Πολλὰ ἐνίησιν ὁ διάβολος, ἐμπυρίζων ἡμῶν τὴν ψυχὴν, καὶ εἰς ἀμφιβολίαν ἄγων, ὡς ὅταν λέγωσί τινες·
000-00-00 Serial Number=0114464939
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01215]  Εἶτα ἐπειδὴ περὶ νόμου ὁ λόγος ἦν, καὶ ἕτερον ἐκίνει τόπον ἀγωνιστικώτατον, τὸν Ἀβραὰμ εἰς μέσον ἄγων, καὶ σφόδρα εὐκαίρως, καὶ μετὰ πολλῆς τῆς περιουσίας, οὕτω λέγων·
 [02183]  ∆οκεῖ μὲν γὰρ τιθέναι λογισμὸν κωλύοντα καθ' ἑτέρου καυχᾶσθαι, διορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδ' ἐφ' ἑαυτῷ μέγα φρονεῖν, εἰς ἔννοιαν ἄγων αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου καὶ τῆς ἀχθοφορίας πιέζων αὐτοῦ τὸ συνειδός.
000-00-00 Serial Number=0303742051
In epistulam ad Philippenses Ante [Go Back]  
 [01131]  Ἡλίκον ἡμῖν οὗτος ἔτεκε τὸν καρπὸν, οὐκ ἀστάχυς πιαίνων, οὐδὲ ῥοιὰς τρέφων, ἀλλὰ τὸν τῆς εὐσεβείας καρπὸν καὶ τίκτων, καὶ εἰς ἀκμὴν ἄγων, καὶ διαπίπτοντα συνεχῶς ἀνακτώμενος;
 [02538]  πρὸς γὰρ μετάνοιάν σε ἄγων μακροθυμεῖ·
000-00-00 Serial Number=0277353585
In epistulam ad Romanos Ante [Go Back]  
 [00215]  οὐκ ἔγραφον δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων ἐτύπουν, ὡς Ἀβραὰμ τὸν Ἰσαὰκ ἄγων, καὶ Μωϋσῆς τὸν ὄφιν ὑψῶν, καὶ τὰς χεῖρας ἐκτείνων ἐπὶ τοῦ Ἀμαλὴκ, καὶ τὸν ἀμνὸν τοῦ πάσχα θύων.
 [03583]  Καὶ οὐκ εἶπεν, Ἐσταύρωται, ἀλλὰ, Συνεσταύρωται, ἐγγὺς ἄγων τὸ βάπτισμα τῷ σταυρῷ.
 [03918]  Ἐπειδὴ γὰρ ἁπλῶς οὕτω λεγόμενον οὐκ ἐδόκει πιστὸν εἶναι οὐδὲ εὐπαράδεκτον, οὐδὲ ἠνείχετό τις ἀκοῦσαι, ὅτι οὐ δουλεύει τοσοῦτον τῷ Χριστῷ, ὅσον ἐδούλευσε τῷ διαβόλῳ, διὰ τῶν ἑξῆς αὐτὸ κατασκευάζει καὶ ποιεῖ πιστὸν, τὴν δουλείαν ἐκείνην ἄγων εἰς μέσον, καὶ λέγων πῶς ἐδούλευσαν.
 [04800]  κατακόψομεν τὸ σῶμα, φησὶν, ἵνα ἀρέσωμεν τῷ Θεῷ, καὶ ἐξέλθωμεν ἀπὸ τῆς σαρκὸς, καὶ ἀνδροφόνους ἡμᾶς εἶναι κελεύεις, ἐπ' ἀρετὴν ἄγων;
 [06037]  ἀπολογίαν ἐμβῆναι τῶν ἐγκλημάτων, καὶ τὰ θρυλλούμενα παρὰ πάντων εἰς μέσον ἄγων, ἀνατρέψαι.
 [06143]  Ἀλλὰ τέως τοῦτο οὐ τίθησιν, ἀλλ' ἐκ περιουσίας αὐτὸ λύει, καὶ ἐκ παραδειγμάτων ἑτέρων, ἄλλο ζήτημα εἰς μέσον ἄγων, καὶ καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔλυσεν ἀπορίαν μεγίστην δι' ἀπορίας ἑτέρας.
 [08907]  Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ' ἐπὶ τὸ μεῖζον ἄγων τὸν λόγον, ὃ πολλῷ φρικωδέστερον ἦν, αὐτὸν τὸν ∆εσπότην δίδωσιν ἡμῖν ἱμάτιον, αὐτὸν τὸν βασιλέα.
 [09999]  ∆ιὸ δὴ καὶ εἰς μείζονα ζῆλον ἅπαντας ἄγων, οὐδενὸς ἔκρυψε τὰ ἐγκώμια.
000-00-00 Serial Number=0169690371
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00393]  ἀλλὰ κηδόμενος καὶ προνοῶν, καὶ εἰς πλείονα ἄγων φιλοσοφίαν.
000-00-00 Serial Number=0740665853
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00129]  Ἀλλ' ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, βουλόμενος αὐτῷ δεῖξαι, ὅτι οὐκ ἄνθρωποι τὰς αὐ τοῦ κυβερνῶσιν Ἐκκλησίας, ἀλλ' αὐτός ἐστιν ὁ παντα χοῦ ποιμαίνων τοὺς πιστεύοντας εἰς αὐτὸν, συνεχώρησε τοῦτο γενέσθαι, ἵν' ὅταν ἀφαιρεθέντων ἐκείνων ἴδῃ τὰ τῆς εὐσεβείας οὐκ ἐλαττούμενα, οὐδὲ σβεννύμενον τὸν τοῦ κηρύγματος λόγον, ἀλλ' αὐξόμενον μᾶλλον, μάθῃ διὰ τῶν ἔργων αὐτῶν καὶ αὐτὸς, καὶ οἱ ταῦτα αὐτῷ διακονούμενοι πάντες, ὅτι οὐκ ἀνθρώπινα τὰ καθ' ἡμᾶς, ἀλλ' ἄνωθεν ἐκ τῶν οὐρανῶν ἔχει τὴν ῥίζαν ἡμῖν ἡ τῆς διδασκαλίας ὑπόθεσις, καὶ Θεός ἐστιν ὁ πανταχοῦ τὰς Ἐκκλησίας ἄγων, καὶ ὅτι τὸν Θεὸν πολεμοῦντα οὐκ ἔνι περιγενέσθαι ποτέ.
 [00131]  Οὐ γὰρ ἐν ταῖς πόλεσιν, ὧν προειστήκεισαν, ἠφίει σφάτ τεσθαι τοὺς ἐπισκόπους, ἀλλ' εἰς τὴν ἀλλοτρίαν ἄγων ἀνῄρει·
 [00143]  οὗτος μὲν γὰρ ἄνωθεν ἔτρεχεν, αἰσθητὸν ἄγων φῶς, Ἰγνάτιος δὲ κάτωθεν ἀντέλαμπε, νοητὸν φῶς διδασκαλίας ταῖς ψυχαῖς ἐνιείς·
000-00-00 Serial Number=0221281886
In sanctum pascha sermo 3 Ante [Go Back]  
 [00053]  διόπερ ὁ κύριος ἐπὶ τὴν ἑρμηνείαν ἄγων τῆς ἀνέσεως τῆς νομικῆς, ὅτι τῶν εἰς ματαιότητα συντεινόντων ἔργων ἐδίδου τὴν ἀργίαν, οὐ τῶν εἰς ψυχῆς ὠφέλειαν ἡκόντων, προὔτεινε τοῖς Φαρισαίοις·
000-00-00 Serial Number=0386306345
In sanctum pascha sermo 4 Ante [Go Back]  
 [00019]  Ἔμπροσθεν γὰρ, φησὶ, πορεύσομαι, ἐπὶ τὴν αἰωνίαν ἄγων αὐτὰ ζωήν.
000-00-00 Serial Number=0508115292
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00123]  εἰ δὲ καὶ τὴν ἁφὴν ἀνελεύθερον καὶ τὴν ἀπὸ τῶν φιλημάτων καὶ τὴν τῶν περιπλοκῶν μοιχείαν διέφυγε καὶ φθορὰν, ἡ ἡμέρα δηλώσει τότε ἐκείνη, ὅταν ὁ ζῶν τοῦ Θεοῦ Λόγος, ὁ τὰ κρυπτὰ τῶν ἀνθρώπων εἰς μέσον ἄγων, καὶ τοῖς λάθρα γινομένοις παρὼν, πάντα γυμνὰ καὶ τετραχηλισμένα πρὸ τῶν ἁπάντων ὀφθαλμῶν θῇ, τότε εἰσόμεθα καλῶς εἰ τούτων ἐστὶ καθαρόν σου τὸ σῶμα καὶ πάντοθεν ἄφθορον.
000-00-00 Serial Number=0979541481
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00690]  Ὡς ἐν κεφαλαίῳ διηγεῖται πάντα τὰ πρῶτα Μωϋσῆς, εἰς ὑπόμνησιν αὐτοὺς ἄγων τῆς τε τοῦ Θεοῦ εὐεργεσίας, καὶ τῆς αὐτῶν κακίας.
 [02202]  Οὕτω γὰρ ἑαυτὸν δικαίως ἄγων, καὶ κατήγορος ἑαυτοῦ γινόμενος, κρίμα κατευθύνειν μαθήσεται, καὶ οὐκ ἀκούσεται παρ' ἑτέρου·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»