Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄλλοθεν [54]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄλλοθεν


000-00-00 Serial Number=0441794217
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01212]  Εἰ δὲ πάντες ἐφιλοσόφουν, οὐκ ἐνῆν ταῦτα ζητεῖν, ἀλλ' εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπὸ γοῦν τῆς ἀρίστης ταύτης πολιτείας ἔμαθον ἂν ἅπαντες, ὅτι ὑπὸ Θεῷ ζῶμεν βασιλεῖ, καὶ τὰ ἡμέτερα οὗτος διοικεῖ καὶ κυβερνᾷ πράγματα κατὰ τὴν αὐτοῦ σοφίαν καὶ σύνεσιν·
 [01284]  Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν οἱ μὲν τὴν παρὰ τῶν πολλῶν δόξαν θηρώμενοι, καὶ οὐδὲ ἄλλοθεν φανῆναι δυνάμενοι, ἀλλ' ἢ ἀπὸ τῆς ἔξωθεν σοφίας, μηδὲν αὐτὴν εἶναι νομίζωσιν, ἡμεῖς δὲ οὕτω θαυμάζωμεν καὶ ἐκπληττώμεθα, ὡς καὶ τῶν ἀναγκαιοτάτων διὰ ταύτην καταφρονεῖν;
000-00-00 Serial Number=0915138006
Catecheses ad illuminandos Ante [Go Back]  
 [01187]  Πόθεν γάρ, εἰπέ μοι, ἄλλοθεν τούτοις ἡ τοσαύτη τῆς ἀρετῆς φιλοσοφία καὶ τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ τὰ ἄδηλα καὶ ἀφανῆ καὶ τὰ ἐν ἐλπίσι τῶν φαινομένων καὶ ἐν χερσὶ ὄντων προτιθέναι;
000-00-00 Serial Number=0288014352
Commentarius in Job Ante [Go Back]  
 [03841]  ὅρα, πῶς ἄλλοθεν αὐτοῦ τὸ δίκαιον παρίστησιν·
000-00-00 Serial Number=0728162169
De beato Philogonio Ante [Go Back]  
 [00063]  Πόθεν ἄλλοθεν ἢ ἀπὸ τῆς ἀρχῆς, ἣν ἡ τοῦ Πνεύματος ἐνεχείρισεν αὐτῷ χάρις.
000-00-00 Serial Number=0918888152
De diabolo tentatore Ante [Go Back]  
 [00846]  πόθεν ἄλλοθεν ἔδει μαθεῖν τὸν ἐχθρὸν καὶ πολέμιον, ἀλλ' ἢ ἐντεῦθεν ἐκ τοῦ ἀντιφθέγξασθαι τῷ Θεῷ;
000-00-00 Serial Number=0250701904
De incomprehensibili dei natura Ante [Go Back]  
 [00304]  Πόθεν ἄλλοθεν ἀλλ' ἢ ἀπὸ τῆς κατὰ τὴν ἀπιστίαν κατηγορίας;
000-00-00 Serial Number=0230785549
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00011]  Πόθεν ἄλλοθεν ἢ ἀπ' αὐτοῦ τούτου πρώτου, τοῦ δεῖξαι τὰ ἁπάντων ἔχοντα ἀγαθά;
000-00-00 Serial Number=0301459908
De mansuetudine sermo Ante [Go Back]  
 [00008]  καίτοι καὶ τὸ προθύμως ἐπαρκεῖν τοῖς δεομένοις οὐκ ἄλλοθεν οὐδαμόθεν, ἀλλ' ἀπὸ τῆς χρηστότητος περιγίνεται πᾶσι τοῖς τὸν Χριστὸν ἀγαπῶσι.
000-00-00 Serial Number=0244160950
De sacerdotio Ante [Go Back]  
 [00880]  καὶ πόθεν ἄλλοθεν τῆς ἐπηγγελμένης ἀπεστερεῖτο γῆς;
000-00-00 Serial Number=0389385462
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02544]  ἐντεῦθεν, οὐκ ἄλλοθεν, χαλεποῖς καὶ ἀνιάτοις ἁλίσκονται νοσήμασιν οἱ τρυφῇ συζῶντες διηνεκεῖ, καὶ διὰ τοῦτο νομίζοντες εἰς τόνδε παρῆχθαι τὸν βίον, ἵνα τρυφήσαντες, καὶ τὴν γαστέρα διαῤῥήξαντες, καὶ τὸ σῶμα πιάναντες, οὕτως ἀπέλθωσι, δαψιλεστέραν τῷ σκώληκι παρασκευάζοντες τράπεζαν τὴν ἐξ οἰκείων σαρκῶν.
 [05552]  οὐκ ἄλλοθεν ἡμῖν ὁ τῶν ἀνιαρῶν ἐσμὸς ὑπερεχύθη.
 [08572]  Παρθένος γὰρ, ἕως ἂν μένῃ παρθένος, πόθεν ἂν ἄλλοθεν κυήσειεν, εἰ μὴ ἀπὸ Πνεύματος ἁγίου;
 [09128]  πόθεν δὲ ἄλλοθεν, ἢ ἀπ' αὐτοῦ πρώτου δεῖξαι τὰ πάντων ἔχοντα ἀγαθά;
 [09999]  Εἰ μηδαμόθεν ἄλλοθεν, κἂν παρ' ἐκείνων δεχώμεθα τῆς φιλοσοφίας τοὺς κανόνας.
000-00-00 Serial Number=0721229017
Expositiones in Psalmos Ante [Go Back]  
 [06252]  Εἰ γὰρ ὁ Παῦλος μάστιγας ἔχων ἀφορήτους ἐπικειμένας, καὶ ξύλῳ προσδεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, ἐν μέσῃ νυκτὶ, ὅτε μάλιστα γλυκὺς ὁ ὕπνος ἐφίσταται πᾶσι, μετὰ τοῦ Σίλα διετέλει τὸν Θεὸν ὑμνῶν, καὶ οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς φροντίδος, οὔτε ἀπὸ τῆς τυραννίδος τοῦ ὕπνου, οὔτε ἀπὸ τῆς ἀλγηδόνος τῶν πόνων ἐκείνων, οὔτε ἄλλοθεν οὐδαμόθεν ἠναγκάσθη καθυφεῖναι τῆς μελῳδίας·
000-00-00 Serial Number=0360647082
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00458]  πόθεν γὰρ ἄλλοθεν δοῦλοι γεγόνασιν, οὐχὶ ἀπὸ τούτων;
000-00-00 Serial Number=0725046694
Fragmenta in Job Ante [Go Back]  
 [00133]  ὥσπερ γὰρ πλεονέκτην, τὰ τῶν ἄλλων βουλόμενον λαβεῖν καλοῦμεν, καὶ τοῖς οἰκείοις οὐκ ἀρκούμενον, οὕτω καὶ ἀλαζονικὸν λέγομεν, ὅταν πλέον ἀπαιτεῖ τῶν ὀφειλομένων ἀνθρώπῳ, παρὰ τοῦ πλησίον, ὅταν τις ἑαυτὸν μὲν ἐν πάσῃ καθιστᾷ τιμῇ, ἕτερον δὲ ἀτιμάσαι θέλῃ, τοῦτο δὲ οὐδαμόθεν ἄλλοθεν γίνεται ἢ ἐξ ἀδικίας·
000-00-00 Serial Number=0221386433
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00137]  Ποιεῖ μὲν γὰρ αὐτὸ καὶ ἄλλοθεν, ἐν ἑτέρᾳ ἐπιστολῇ λέγων·
000-00-00 Serial Number=0651251495
In Acta apostolorum Ante [Go Back]  
 [00019]  οὗ τὴν ἀρετὴν πολλαχόθεν μὲν καὶ ἄλλοθεν ἔστιν ἰδεῖν, μάλιστα δὲ ἐκ τοῦ πρὸς τὸν ∆ιδάσκαλον ἀδιασπάστως ἔχειν, καὶ διαπαντὸς αὐτῷ παρακολουθεῖν.
 [03727]  οὐδαμόθεν ἄλλοθεν εἶχον γὰρ ἐπιδεῖξαι, ὅτι ἀνέστη, ἀλλ' ἢ ἀπὸ τῶν σημείων.
 [09999]  Πάλιν ἄλλοθεν αὐτοὺς ἐπιστρέφει ἀπὸ τῶν ἐσομένων·
000-00-00 Serial Number=0542503476
In Isaiam Ante [Go Back]  
 [02437]  Παρθένος γάρ, ἕως ἂν μένῃ παρθένος, πόθεν ἄλλοθεν κυήσειεν, εἰ μὴ ἀπὸ Πνεύματος ἁγίου;
000-00-00 Serial Number=0513706028
In Joannem Ante [Go Back]  
 [02841]  ἀλλ' οὐδὲν ἕτερόν ἐστιν αὕτη, ἢ διαστροφὴ ψυχῆς καὶ νόσος χαλεπωτάτη, οὐδαμόθεν ἄλλοθεν τικτομένη, ἢ ἐξ ἀνοίας.
 [05120]  Ἐρᾷ δὲ οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἀπὸ τοῦ δόξης ἐρᾷν κενῆς.
000-00-00 Serial Number=0102722883
In Psalmos 101-107 Ante [Go Back]  
 [01877]  οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν.
000-00-00 Serial Number=0515298784
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02711]  Οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως.
 [03741]  οἱ δὲ νῦν, οὐδὲ ὄναρ ὑπομένοντές τι τούτων, ἀλγοῦσι καὶ θρηνοῦσιν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ ἐκ τοῦ μὴ φιλόσοφον ἔχειν γνώμην.
 [07645]  Πολλαχόθεν μὲν καὶ ἄλλοθεν, μάλιστα δὲ καὶ ἐκ τούτου, τοῦ Παύλου τὴν φιλοσοφίαν ἔστιν ἰδεῖν, καὶ τὴν πολλὴν φιλοστοργίαν·
000-00-00 Serial Number=0676191688
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00037]  ἐπεὶ πόθεν ἄλλοθεν;
000-00-00 Serial Number=0185151160
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02023]  Καὶ ταῦτα ἔλεγον τοῖς οὐδὲν ἄλλο εἰδόσιν, ἢ μεθύειν καὶ γαστρίζεσθαι, τοῖς ἑορτὰς ἐπιτελοῦσιν οὐδαμόθεν ἄλλοθεν συνεστώσας ἢ ἀπὸ αἰσχρότητος καὶ γέλωτος καὶ κωμῳδίας ἁπάσης.
 [06360]  Ὥστε εἰ καὶ μηδαμόθεν ἄλλοθεν, παρ' ὑμῶν μάλιστά με ἐχρῆν λαβεῖν.
 [09999]  Ὥστε οὐδαμόθεν ἄλλοθεν τὸ ἀσελγαίνειν γί-νεται, ἢ ἐκ τοῦ μὴ φιλεῖν.
000-00-00 Serial Number=0120858192
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01331]  Ὥστε οὐδαμόθεν ἄλλοθεν τοῦτο γίνεται, ἀλλ' ἐκ τοῦ μὴ ποιεῖν τὰ λεγόμενα·
 [03822]  Εἰ μηδαμόθεν ἄλλοθεν, κἂν παρ' ἐκείνων δεχώμεθα τῆς φιλοσοφίας τοὺς κανόνας.
000-00-00 Serial Number=0613480747
In epistulam ad Ephesios Ante [Go Back]  
 [02308]  Ὥσπερ οὖν κἀκεῖ οὐδαμόθεν ἄλλοθεν ἐπεστομίσθησαν, ἀλλ' ἢ ἐκ τοῦ τοὺς ἐλθόντας ὁμολογεῖν τὰ γεγενημένα, οὕτω δὴ καὶ ἐνταῦθα.
 [04908]  Τὸ γὰρ πλέον ἔχειν θέλειν τοῦ πλησίον ἐν τοῖς βιωτικοῖς, οὐδαμόθεν ἄλλοθεν γίνεται, ἀλλ' ἢ ἐκ τοῦ ψυγῆναι τὴν ἀγάπην·
 [05013]  Τουτέστι, Πλὴν τοῦ κηρύγματος, μηδαμόθεν ἄλλοθεν δῶτε λαβὴν τῆς ἔχθρας τῆς καθ' ὑμῶν·
000-00-00 Serial Number=0173882127
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00604]  Καὶ πολλαχόθεν ἄλλοθεν δείκνυται, ὅτι διέκειτο πρὸς τοὺς ἀποστόλους πάντας οὕτω γνησίως, ὡς αὐτῷ πρέπον ἦν.
000-00-00 Serial Number=0565370858
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01212]  οὕτω καὶ νῦν, ἐπειδὴ εἶπεν, Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, ἵνα μὴ νομίσῃς ἑτέραν οἰκουμένην λέγειν αὐτὸν, πολλαχόθεν μὲν αὐτὸ καὶ ἄλλοθεν βεβαιοῦται, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ εἰπεῖν αὐτὴν μέλλουσαν·
 [08482]  Εἰ τοίνυν ἐκεῖθεν ἔστιν ἐλθεῖν εἰς τὴν ζωὴν, ἄλλοθεν δὲ οὐκ ἔνι, ἄρα διὰ τῆς στενῆς πάντες εἰσῆλθον, ὅσοι πρὸς τὴν ζωὴν ἀπῆλθον.
000-00-00 Serial Number=0610326052
In epistulam ad Philippenses Ante [Go Back]  
 [00604]  Οὐδαμόθεν ἄλλοθεν ὁ φθόνος, ἀλλ' ἐκ τοῦ προστετηκέναι τοῖς παροῦσι, μᾶλλον δὲ πάντα τὰ κακά.
 [03491]  Ἀλλ' οὐκ ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ ὑπολήψεως.
000-00-00 Serial Number=0504696310
In epistulam ad Romanos Ante [Go Back]  
 [00649]  Καὶ μὴν οὐδαμόθεν ἄλλοθεν, ἢ ἐκ τοῦ Εὐαγγελίου ταῦτα ἔγνωμεν·
 [00694]  Αὐτῆς γὰρ τῆς κατὰ τὸν παρόντα βίον πονηρίας οὐδαμόθεν ἀπηλλάγημεν ἄλλοθεν, ἀλλ' ἢ διὰ τῆς πίστεως.
000-00-00 Serial Number=0671378016
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00069]  Καὶ ἀλλήλοις δὲ προσεῤῥάγησαν, καὶ εἰς αὐτὸν τῆς ἀσεβείας τὸν βαθύτατον κρημνὸν κατηνέχθησαν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ διὰ τὸ λογισμοῖς ἐπιτρέψαι τὰ καθ' ἑαυτοὺς ἅπαντα.
000-00-00 Serial Number=0809455454
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00160]  ∆ιὰ τοῦτο ἔλεγον, ὅτι οἱ ταύτης ἑαυτοὺς ἀποστεροῦντες τῆς ἐπιμελείας περὶ τὰ καίρια λαμβάνουσι τὴν πληγὴν, ζημίαν ὑπομένοντες, ὅσην οὐδαμόθεν ἄλλοθεν·
000-00-00 Serial Number=0918355465
In illud Vidi dominum Ante [Go Back]  
 [00168]  Οὐκ ἄλλοθεν ἡμῖν ὁ τῶν ἀνιαρῶν ἑσμὸς ὑπερεσχέθη, ἀλλ' ἢ ἐκ ταύτης τῆς αἰτίας.
000-00-00 Serial Number=0709758461
In principium Actorum Ante [Go Back]  
 [00445]  Πόθεν δὲ ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ τῆς βίβλου τῶν Πράξεων, περὶ ἧς καὶ ἐν ταῖς ἔμπροσθεν ὑμῖν ἡμέραις διελέχθημεν;
 [01438]  Πόθεν ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ τῆς πληροφορίας τῆς κατὰ τὴν ἀνάστασιν;
000-00-00 Serial Number=0918740392
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [02156]  Μὴ γὰρ οὐκ ἦν δυνατὸν αὐτῷ ἄλλοθεν [56.246] ἐνεχθῆναι, ἀλλ' ἀπὸ τῆς Ἰουδαίας;
000-00-00 Serial Number=0729721844
Oratio de hypapante Ante [Go Back]  
 [00125]  οὐδαμόθεν ἄλλοθεν τοῦτο γίνεται ἢ ἐκ τοῦ μὴ τῆς γραφῆς σε ἀκουέιν μηδὲ σχολάζειν σε τῇ ἐκκλησίᾳ τῇ λεγούσῃ·
000-00-00 Serial Number=0420495749
Prooemia in Psalmos Ante [Go Back]  
 [00206]  Ταῦτα δὲ οὐδαμόθεν ἄλλοθεν ἔξεστι κατορθοῦν, ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου μελετᾷν ἡμέρας καὶ νυκτός.
000-00-00 Serial Number=0664519250
Quales ducendae sint uxores Ante [Go Back]  
 [00341]  ἡ καθ' ἑκάστην ἡμέραν ἐκ τῆς πατρῴας οἰκίας ἐξιοῦσα μόνη, καὶ οὐκ εἰς ἀγορὰν ἁπλῶς, ἀλλ' εἰς τὴν πηγὴν ἀπαντῶσα καὶ ὑδρευομένη, ἔνθα πολλοὺς καὶ ἑτέρους συνιέναι ἀνάγκη, πῶς οὐκ ἂν εἴη μυρίων ἀξία θαυμάτων, οὔτε ἀπὸ τῶν ἐξόδων τῶν συνεχῶν, οὔτε ἀπὸ τῆς κατὰ τὴν ὄψιν εὐμορφίας, οὔτε ἀπὸ τοῦ πλήθους τῶν παραγινομένων, οὔτε ἄλλοθεν οὐδαμόθεν διαφθαρεῖσα τὸ ἦθος, ἀλλὰ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀδιάφθορος μείνασα, καὶ τὴν σωφροσύνην τῶν ἐν γυναικωνίτιδι καθημένων ἀκριβέστερον διατηρήσασα, καὶ τοιαύτη φανεῖσα, οἵαν ὁ Παῦλος ἐπιζητεῖ λέγων, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»