Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄμεινον [146]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄμεινον


000-00-00 Serial Number=0033159494
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00163]  Καὶ ὁ μὲν οὐδὲ ὅλως δίδωσιν ἐλεημοσύνην, ὁ δὲ παρέχων μὲν τοῖς δεομένοις τινὰ τῶν ἑαυτοῦ, μετὰ κενοδοξίας δὲ τοῦτο ποιῶν, οὐδὲν ἄμεινον τοῦ μὴ δεδωκότος διάκειται.
 [00254]  ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος διακεῖσθαι πάντα νομίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν.
000-00-00 Serial Number=0483266294
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00630]  Πολλοὶ γὰρ παρ' ἡμῖν δοκοῦντες ὑπὲρ τῆς ἀρετῆς πολλοὺς ὑπομεμενηκέναι πόνους, καὶ ὑπομένοντες δὲ, ἐπειδὴ πρὸς τὴν παρὰ ἀνθρώπων ὁρῶντες τιμὴν, καὶ οὐ πρὸς τὸν Θεὸν ἅπαντα ἔπραττον, ἀφείθησαν πειρασμῷ περιπεσεῖν, ἵνα τῆς παρὰ τῶν πολλῶν ἀποστερηθέντες δόξης δι' ἣν ἅπαντα ἐζημιώθησαν, καὶ μαθόντες τὴν φύσιν αὐτῆς ὡς οὐδὲν ἄμεινον ἄνθους χόρτου διάκειται, τῷ Θεῷ μόνῳ προσέχωσι τοῦ λοιποῦ, καὶ δι' αὐτὸν ἅπαντα πράττωσι.
 [00849]  Οὐ γὰρ ἀπέθανεν οὗτος εὐθέως καθάπερ ἐκεῖνος, οὐδὲ ἔπαθε τοῦτο, ὃ κοῦφον εἶναί σοι φαίνεται, ἀλλὰ μακρᾶς ἠνείχετο ζωῆς, ἐν τοῖς τοσούτοις ἔτεσι τῶν ἀχθοφορούντων καὶ βαρυτάτῳ φορτίῳ πιεζομένων διαπαντὸς οὐδὲν ἄμεινον διακείμενος.
 [00911]  Ἐγὼ μὲν οὖν τῶν ἀχθοφορούντων διαπαντὸς καὶ μηδέποτε ἀναπνεόντων ἐπηγγειλάμην δείξειν αὐτὸν οὐδὲν ἄμεινον διακείμενον·
 [00912]  ὁ δὲ λόγος πολλῷ πλέον ἐποίησεν, οὐ μόνον οὐδὲν ἄμεινον, ἀλλὰ καὶ πολλῷ φορτικώτερον ἐκείνων ἔχοντα ἀποφήνας ἡμῖν.
 [01107]  Ἀποδράντος τοίνυν ἐκείνου τοῦ διαπαντὸς ἐπὶ τῆς οἰκίας τραφέντος ἦν γὰρ ἄπλαστος οἰκῶν οἰκίαν καὶ τὰ πολλὰ μετὰ τῆς μητρὸς οἰκουροῦντος, πόσα μὲν ἦν εἰκὸς τὴν Ῥεβέκκαν ὀδύρεσθαι καὶ θρηνεῖν μεμνημένην τοῦ παιδὸς διαπαντὸς, καὶ τὸν ἄνδρα ὁρῶσαν οὐδὲν τῶν νεκρῶν ἄμεινον διακείμενον καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν νόσον;
 [01436]  καθάπερ ἐπί τινος τραύματος πολλὰς μὲν λαβόντος τομὰς καὶ καύσεις, οὐδὲν δὲ ἄμεινον ταύτῃ διατεθέντος, κελεύοι τις πάλιν τέμνειν καὶ καίειν τὸ περιλειφθέν.
 [01758]  Οὗτος πέμπτον καὶ δέκατον ἔτος ἔχει λοιπὸν, ἐξ οὗ τῶν μὲν νεκρῶν οὐδὲν ἄμεινον διάκειται πρὸς τὸ ἐνεργεῖν, πλὴν ὅσον τρέμει διηνεκῶς, καὶ φθέγγεται, καὶ τὴν αἴσθησιν τρανὴν τῶν οἰκείων ἔχει κακῶν·
000-00-00 Serial Number=0994457126
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00057]  ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος αὐτὰ διακεῖσθαι νομίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν.
000-00-00 Serial Number=0063850939
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00238]  Τί τῶν ὀνειράτων ἄμεινον τὰ ἐνταῦθα διακεῖται;
 [00447]  μᾶλλον δὲ καὶ πολλῷ τούτου λαμπρότερόν τε καὶ ἄμεινον.
000-00-00 Serial Number=0484270573
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00010]  τὸ τοῦ λόγου κατασκευάζοντες φάρμακον, τὸ ταῦτα πάντα γινόμενον τοῖς νοσοῦσι καὶ ἄμεινον ἢ τὰ εἰρημένα ἅπαντα.
 [00476]  [10.1] Γέροντι γενομένῳ ποτὲ τῷ Ἀβραὰμ καὶ πρὸς παιδοποιίαν ἐκ τῆς ἡλικίας νεκρωθέντι λοιπόν εἰς γὰρ τὸ γενέσθαι πατὴρ οὐδὲν ἄμεινον τῶν τετελευτηκότων διέκειτο ζῶν γέροντι τοίνυν ὄντι τῷ δικαίῳ καὶ τῆς φυσικῆς παιδοποιίας ὑπερβάντι τοὺς ὅρους ἐκ πολλοῦ τοῦ περιόντος, ἔχοντι δὲ καὶ σύνοικον πέτρας ἀγονωτέραν τὴν Σάρραν, ἐπαγγέλλεται πατέρα ποιήσειν ὁ Θεὸς τοσούτων ἐκγόνων αὐτὸν ὡς παρισοῦσθαι αὐτῶν τὸ πλῆθος τῷ πλήθει τῶν ἄστρων.
000-00-00 Serial Number=0024708450
Ad populum Antiochenum Ante [Go Back]  
 [00529]  μεριμνῶντες καὶ περιεργα [49.36] ζόμενοι παρ' ὧν τὰ τοιαῦτα δυνατὸν μανθάνειν ἀσφαλῶς, καὶ θανάτου παντὸς ἐλεεινότερον ζῶσι βίον, τάς τε ἀλλοτρίας ὀδύρεσθαι συμφορὰς ἀναγκαζόμενοι καθ' ἡμέραν, καὶ ὑπὲρ τῆς ἑαυτῶν τρέμοντες σωτηρίας, καὶ νεκρῶν οὐδὲν ἄμεινον διακείμενοι τῷ πάλαι τεθνάναι τῷ δέει.
 [03210]  ὡς τάς γε ἔμπροσθεν ἡμέρας τῶν κλυδωνιζομένων ἐν μέσῳ πελάγει, καὶ ναυάγιον καθ' ἑκάστην προσδοκώντων τὴν ὥραν, οὐδὲν ἄμεινον διεκείμεθα, μυρίαις δι' ὅλης ἡμέρας σοβούμενοι φήμαις, ταραττόμενοι καὶ δονούμενοι πάντοθεν, καὶ καθ' ἑκάστην ἡμέραν περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες, τίς ἀφῖκται ἐκ τοῦ στρατοπέδου;
 [05264]  Ὡς οἵ γε τῶν ἔξωθεν φιλόσοφοι τῶν ἐν τῇ σκηνῇ καὶ ταῖς τῶν μίμων παιδιαῖς οὐδὲν ἄμεινον διάκεινται, τοῦ τρίβωνος καὶ τοῦ πώγωνος καὶ τῆς στολῆς οὐδὲν πλέον ἔχοντες ἐπιδείξασθαι·
000-00-00 Serial Number=0935804486
Adversus Judaeos Ante [Go Back]  
 [00126]  Εἶπον ὅτι θεάτρου ἡ συναγωγὴ οὐδὲν ἄμεινον διάκειται, καὶ ἀπὸ προφήτου παράγω τὴν μαρτυρίαν·
 [00152]  Ἐπεὶ δὲ τὸν ἕλκοντα ἠρόμην εἰ Χριστιανὸς εἴη, κἀκεῖνος ὡμολόγησεν, ἐπεκείμην σφοδρῶς, ἀναισθησίαν ἐγκαλῶν καὶ τὴν ἐσχάτην ἄνοιαν, καὶ ὄνων οὐδὲν ἄμεινον διακεῖσθαι ἔλεγον, εἰ τὸν Χριστὸν λέγων προσκυνεῖν, ἐπὶ τὰ σπήλαια τῶν Ἰουδαίων, τῶν σταυρωσάντων αὐτὸν, ἕλκοι τινά·
 [00179]  Ἐκεῖνοι δὲ τούτων μὲν οὐδὲν οὐδ' ὄναρ ἴσασι, τῇ γαστρὶ ζῶντες, πρὸς τὰ παρόντα κεχηνότες, ὑῶν καὶ τράγων οὐδὲν ἄμεινον διακείμενοι, κατὰ τὸν τῆς ἀσελγείας λόγον καὶ τὴν τῆς ἀδηφαγίας ὑπερβολήν·
 [02180]  Ἐμοὶ τῶν ἐπὶ τῆς ἀγορᾶς πωλουμένων κιβωτίων οὐδὲν ἄμεινον αὕτη ἡ κιβωτὸς διακεῖσθαι δοκεῖ, ἀλλὰ καὶ πολλῷ χεῖρον.
 [02187]  Κἀγὼ μὲν τὸν ναὸν καθεῖλον, καὶ ἐρείπιον ἐποίησα τὸν σεμνὸν ἐκεῖνον καὶ φρικτὰ κατέχοντα πράγματα, ὑμεῖς δὲ οἰκήματα, καπηλείων οὐδὲν ἄμεινον διακείμενα, καὶ σπήλαια λῃστῶν ἐθεραπεύετε.
 [02221]  Ἀλλ' ὥσπερ αὐτῶν αἱ σάλπιγγες τῶν ἐν τοῖς θεάτροις ἦσαν παρανομώτεραι, καὶ αἱ νηστεῖαι μέθης καὶ κώμου παντὸς ἦσαν αἰσχρότεραι, οὕτω καὶ αἱ σκηναὶ αἱ νῦν παρ' αὐτῶν πηγνύμεναι, τῶν πανδοχείων τῶν πόρνας ἐχόντων καὶ αὐλητρίδας οὐδὲν ἄμεινον διάκεινται.
 [02543]  καὶ πάντα ὑφορᾶται καὶ δέδοικε, λινοπλῆγός τινος ζώου οὐδὲν ἄμεινον διακείμενος.
 [02829]  οὕτω καὶ νῦν, κἂν πυρέττῃς, κἂν μυρία πάσχῃς δεινὰ, διακρουσάμενος τοὺς μιαροὺς ἐκείνους, ὑγιαίνοντος παντὸς ἄμεινον διακείσῃ, τοῦ λογισμοῦ γαυρουμένου, τῆς ψυχῆς χαιρούσης καὶ εὐφραινομένης, τοῦ συνειδότος ἐπαινοῦντός σε, καὶ ἀποδεχομένου, καὶ λέγοντος·
000-00-00 Serial Number=0792787373
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00235]  Μὴ γάρ τοι νομίσῃς ἄμεινον τυραννουμένης πόλεως τὰ τῶν ἀνθρώπων πράγματα διακεῖσθαι νῦν, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον.
000-00-00 Serial Number=0888525724
Catecheses ad illuminandos Ante [Go Back]  
 [01129]  [7.26] Καὶ ἵνα μάθῃς ὅσον ἐστὶ τοῦτο τὸ ἀγαθόν, ἐννόει μοι τοὺς περὶ τὰ παρόντα πράγματα ἐπτοημένους, τοὺς σκιᾶς οὐδὲν ἄμεινον διαφέροντας.
000-00-00 Serial Number=0288749635
Commentarius in Job Ante [Go Back]  
 [03529]  «ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἄμεινον διάκειμαι.».
000-00-00 Serial Number=0963261008
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00035]  οὕτω καὶ ἡμεῖς ποιῶμεν, δεικνύντες αὐτοῖς, ὅτι ἡ ἡδίστη αὕτη συνοίκησις πολὺν ἔχει τὸν ὄλεθρον, καὶ τῶν δηλητηρίων οὐδὲν ἄμεινον φαρμάκων κατεσκεύασται.
 [00182]  ἡμεῖς δὲ οὐκ αἰδούμεθα πλοῦτον ἀλλότριον αὔξοντες ἐπὶ λύμῃ τῶν κεκτημένων, τῶν εὐνούχων τῶν περὶ τὰ τοιαῦτα ἐσχολακότων οὐδὲν ἄμεινον διακείμενοι, οἱ καθ' ἑκάστην ἡμέραν τὸ αἷμα καὶ τὰς ψυχὰς ἐπὶ τῶν χειρῶν προσταττόμενοι φέρειν ἀντὶ μεγάλων ὅπλων.
000-00-00 Serial Number=0501677573
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00118]  Συνεχῶς ἐπισκέπτου τῶν ἀνθρωπίνων πραγμάτων τὴν φύσιν, τῶν ποταμίων ῥευμάτων οὐδὲν ἄμεινον διακειμένην, καὶ καπνοῦ εἰς ἀέρα διαλυομένου ὀξυῤῥεπεστέραν καὶ σκιᾶς παρα
000-00-00 Serial Number=0638075829
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00625]  Ἐμοὶ δὲ θαυμάζειν ἔπεστι, πῶς ἐφ' οἷς ἐγκαλύπτεσθαι ἐχρῆν ἐπὶ τούτοις αὐτὸν σεμνύνειν οἴεται, οὐδὲν ἄμεινον ἀκολάστου νέου καὶ αἰσχροῦ κατὰ μεσημβρίαν ποιῶν αὐτὸν κιθαρίζοντα καὶ τοῦ ᾄσματος ὑπόθεσιν εἶναι λέγων τὴν ἐρωμένην καὶ ὦτα εὐδαίμονα καλῶν τὰ τῆς ᾠδῆς ἐπακούσαντα τῆς αἰσχρᾶς.
000-00-00 Serial Number=0661437213
De Davide et Saule Ante [Go Back]  
 [00815]  Ὅταν γὰρ μηδεμιᾶς ὑποθέσεως οὔσης προσφέρῃ τις αὐτὰς καὶ ἀνακηρύττῃ, τῶν ὀνειδιζόντων οὐδὲν ἄμεινον διακείσεται·
000-00-00 Serial Number=0231184602
De Lazaro Ante [Go Back]  
 [00625]  Καὶ καθάπερ οἱ τὸ δεσμωτήριον οἰκοῦντες, ἀεὶ μὲν ἐν κατηφείᾳ καὶ ὀδύναις εἰσὶ, μάλιστα δὲ κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἂν μέλλωσιν ἐξάγεσθαι, καὶ παρ' αὐτὰς τὰς τοῦ δικάζοντος ἄγεσθαι θύρας, καὶ πρὸ τῶν κιγκλίδων ἑστῶτες, καὶ τῆς τοῦ κρίνοντος φωνῆς ἔνδοθεν ἀκούοντες, ἀποπήγνυνται τῷ φόβῳ, καὶ τῶν νεκρῶν οὐδὲν ἄμεινον διάκεινται·
000-00-00 Serial Number=0789947808
De decem millium talentorum debitore Ante [Go Back]  
 [00005]  ∆ιά τοι τοῦτο καὶ ἡμεῖς ἐνδημοῦντες, τῶν ἀποδημούντων οὐδὲν ἄμεινον διακείμεθα, ἐπειδὴ τὸν παρελθόντα χρόνον διαλεχθῆναι πρὸς ὑμᾶς οὐκ ἰσχύσαμεν·
000-00-00 Serial Number=0747142076
De diabolo tentatore Ante [Go Back]  
 [00281]  Εἰ δαίμονες διῴκουν, οὐδὲν τῶν δαιμονώντων ἀνθρώπων ἄμεινον διεκείμεθα, μᾶλλον δὲ κἀκείνων χείρους ἂν ἦμεν.
000-00-00 Serial Number=0662607610
De fato et providentia Ante [Go Back]  
 [00016]  ὥσπερ οὖν οὐκ εὖ ἐχούσης αὐτῆς, κἂν ἐξ οὐρίων ἡμῖν ἅπαντα φέρηται, τῶν ἐν ναυαγίοις ὄντων οὐδὲν ἄμεινον διακεισόμεθα.
 [00571]  ∆ηλητηρίων γὰρ φαρμάκων οὐδὲν ἄμεινον αἱ τοιαῦται διακείσονται τράπεζαι, μᾶλλον δὲ, εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν, καὶ πολλῷ χεῖρον.
000-00-00 Serial Number=0492565989
De gloria in tribulationibus Ante [Go Back]  
 [00039]  Ὥσπερ θαλάττης μαινομένης καὶ χαλεπὰ ναυάγια ὠδινούσης, οὐδὲν ἄμεινον τὰ τῆς οἰκουμένης διέκειτο, πατρὸς παῖδα διὰ τὴν εὐσέβειαν τότε ἀποκηρύττοντος, καὶ νύμφης πρὸς πενθερὰν σχιζομένης, καὶ ἀδελφῶν διαιρουμένων, καὶ δεσποτῶν κατὰ τῶν οἰκετῶν ἀγανακτούντων, καὶ τῆς φύσεως σχεδὸν πρὸς ἑαυτὴν στασιαζούσης, καὶ οὐκ ἐμφυλίου μόνον, ἀλλὰ καὶ συγγενικοῦ διὰ πάσης οἰκίας διιόντος πολέμου Ὁ γὰρ λόγος μαχαίρας δίκην εἰσιὼν, καὶ τὸ νοσοῦν ἀπὸ τοῦ ὑγιαίνοντος τέμνων, πολλὴν ἐποίει πανταχοῦ τὴν στάσιν εἶναι, καὶ τὴν φιλονεικίαν, καὶ πανταχόθεν μυρίας αἴρεσθαι κατὰ τῶν πιστευόντων παρεσκεύασεν ἐπαχθείας καὶ μάχας.
000-00-00 Serial Number=0461125910
De incomprehensibili dei natura Ante [Go Back]  
 [00051]  Εἰ τοίνυν τοῦτό ἐστιν ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν Θεόν, τοῦτο δὲ ἀπὸ γνώσεως γίνεται, ἡ δὲ γνῶσις μέλλει καταργεῖσθαι, καθώς φησιν ὁ Παῦλος, τότε παντελῶς ἀπολούμεθα, γνώσεως οὐκ οὔσης, καὶ τὰ καθ' ἡμᾶς δὲ πάντα οἰχήσεται καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακεισόμεθα, ἀλλὰ πολλῷ χεῖρον.
 [00850]  ∆ιὰ γὰρ τοῦτο ἐκ πολλῆς τῆς περιουσίας οὐχὶ Θεοῦ ἐπιφάνειαν μόνον, ἀλλὰ καὶ ἀγγέλων ἐδείξαμεν ἀφόρητον οὖσαν τῷ δικαίῳ τότε ἐκείνῳ, ὅτε καὶ τὴν ἱστορίαν ὑμῖν πᾶσαν ἀνέγνωμεν καὶ συνεχῶς ἐδείκνυμεν τὸν μακάριον ∆ανιὴλ ὠχριῶντα, τρέμοντα, τῶν ψυχορραγούντων οὐδὲν ἄμεινον διακείμενον, τῆς ψυχῆς ἐπειγομένης ἀπορρῆξαι τὸν τῆς σαρκὸς δεσμόν.
 [01019]  νυνὶ δὲ τοῖς ἔνδον μένουσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ' ὅτι μένοντες τῶν ἔξω διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, κατὰ τὸν φρικωδέστατον ἐκεῖνον καιρὸν ἀλλήλοις διαλεγόμενοι.
000-00-00 Serial Number=0617640972
De jejunio de Davide Ante [Go Back]  
 [00213]  ἄμεινον γὰρ ὄνομα, καὶ μὴ πρᾶγμα βαστάζειν μοιχοῦ.
000-00-00 Serial Number=0649011314
De libello repudii Ante [Go Back]  
 [00219]  Τὸ μὲν οὖν ἄμεινον, μηκέτι πεῖραν λαβεῖν τῆς μυσαρᾶς ταύτης ἁμαρτίας.
000-00-00 Serial Number=0989653707
De non iterando conjugio Ante [Go Back]  
 [00143]  Χωρὶς δὲ τούτων τῇ χήρᾳ τὸ πρᾶγμα ἄμεινον ἐξέσται μετελθεῖν, ὥστε καὶ ἐν ἀσφαλείᾳ αὐτῇ τὰ πολλὰ πράγματα εἶναι, καὶ μὴ μόνον μὴ ψέγεσθαι ἀλλὰ καὶ ἐπαινεῖσθαι παρὰ πάντων, καὶ πρὸ τούτου τῶν ἀγαθῶν ἐπιτυχεῖν τῶν παρὰ τοῦ Θεοῦ.
000-00-00 Serial Number=0850966275
De paenitentia [1] Ante [Go Back]  
 [02690]  Τάχα δὲ, εἰ καὶ φοβερόν ἐστι τὸ λεγόμενον, ἄμεινον ἦν αὐτὸν μὴ στρατευθῆναι, ἢ στρατευθέντα [49.344] ἀμελεῖν τῆς τοῦ βασιλέως τιμῆς·
000-00-00 Serial Number=0054809332
De sacerdotio Ante [Go Back]  
 [00670]  Τί γὰρ θαυμαστὸν ἀνθρώπους βιωτικοὺς καὶ δόξης τῆς παρὰ τῶν πολλῶν ἐρῶντας καὶ χρημάτων ἕνεκα πάντα πράττοντας ἁμαρτάνειν τοιαῦτα, ὅπου γε οἱ πάντων ἀπηλλάχθαι προσποιούμενοι τούτων οὐδὲν ἄμεινον ἐκείνων διάκεινται, ἀλλ' ὑπὲρ τῶν οὐρανίων τὸν ἀγῶνα ἔχοντες ὡς περὶ πλέθρων γῆς ἢ ἑτέρου τινὸς τοιούτου τῆς βουλῆς αὐτοῖς προκειμένης, ἁπλῶς ἀνθρώπους ἀγελαίους λαβόντες ἐφιστᾶσι πράγμασι τοιούτοις ὑπὲρ ὧν καὶ τὴν ἑαυτοῦ κενῶσαι δόξαν καὶ ἄνθρωπος γενέσθαι καὶ δούλου μορφὴν λαβεῖν καὶ ἐμπτυσθῆναι καὶ ῥαπισθῆναι καὶ θάνατον τὸν ἐπονείδιστον ἀποθανεῖν διὰ τῆς σαρκὸς οὐ παρῃτήσατο ὁ μονογενὴς τοῦ Θεοῦ παῖς;
 [00726]  Τὸ γὰρ τῶν χηρῶν γένος καὶ διὰ τὴν πενίαν καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν φύσιν ἀμέτρῳ τινὶ κέχρηται παρρησίᾳ οὕτω γὰρ ἄμεινον εἰπεῖν καὶ βοῶσιν ἀκαίρως καὶ αἰτιῶνται μάτην καὶ ἀποδύρονται ὑπὲρ ὧν χάριν εἰδέναι ἐχρῆν καὶ κατηγοροῦσιν ὑπὲρ ὧν ἀποδέχεσθαι ἔδει.
 [01016]  καὶ τὸ μὲν ὄνομα χριστιανῶν ἀμφοτέροις ἐπίκειται, εἰ δέ τις τὰ δόγματα ἐξετάσειε, τοὺς μὲν οὐδὲν ἄμεινον Ἰουδαίων διακειμένους εὑρήσει, πλὴν ὅσον ὑπὲρ ὀνομάτων διαφέρονται μόνον, τοὺς δὲ πολλὴν τὴν ἐμφέρειαν πρὸς τὴν αἵρεσιν Παύλου τοῦ Σαμοσατέως ἔχοντας, ἀμφοτέρους δὲ τῆς ἀληθείας ἐκτός.
 [01036]  κἄν τις ταύτης ἀπεστερημένος ᾖ τῆς δυνάμεως, οὐδὲν ἄμεινον τῶν χειμαζομένων πλοίων διηνεκῶς αἱ ψυχαὶ τῶν ὑπ' αὐτῷ τεταγμένων ἀνδρῶν διακείσονται, τῶν ἀσθενεστέρων καὶ περιεργοτέρων λέγω.
 [01223]  ἐπειδὴ γὰρ οὐκ ἔνεστιν ἐξ ἐλλογίμων ἀνδρῶν συλλέγεσθαι τοὺς συνερχομένους ἅπαντας, ἀλλὰ τὸ πλέον τῆς Ἐκκλησίας μέρος ἐξ ἰδιωτῶν συνῆχθαι συμβαίνει, τοὺς δὲ λοιποὺς καὶ αὐτοὺς ἐκείνων μὲν εἶναι συνετωτέρους, τῶν δὲ λόγους κρῖναι δυναμένων λείπεσθαι πολλῷ πλέον ἢ ὅσον ἐκείνων οἱ λοιποὶ πάντες, ἕνα δὲ μόνον ἢ δεύτερον καθῆσθαι τὸν ταύτην κεκτημένον τὴν ἀρετήν, ἀνάγκη τὸν ἄμεινον εἰπόντα ἐλάττονας ἀπενέγκασθαι κρότους, ἔστι δὲ ὅτε μηδὲ ἐπαινεθέντα ἀπελθεῖν.
000-00-00 Serial Number=0767437875
De virginitate Ante [Go Back]  
 [00084]  Τῆς δὲ πολιτείας ἕνεκεν ἄμεινον ὑμῶν ἐκεῖνοι πράξουσιν.
 [00197]  τὸ δὲ τῶν ὁμολογουμένων ἀγαθῶν ἄμεινον, τοῦτό ἐστι τὸ μεθ' ὑπερβολῆς καλόν, ὅπερ τὴν παρθενίαν ἀποδείκνυμεν οὖσαν ἡμεῖς.
 [00348]  Μὴ τοίνυν ὃ διὰ τὴν ἀσθένειαν συνεχωρήθη τὴν σήν, τοῦτο τῆς παρθενίας προτίμα, μᾶλλον δὲ μηδὲ ἐν ἴσῳ τίθεσο, ἐπεὶ κατὰ τοῦτον προϊὼν τὸν λόγον καὶ τὸ δύο γυναῖκας ἔχειν τοῦ μιᾷ ἀρκεῖσθαι μόνον ἄμεινον εἶναι φήσεις, ἐπειδὴ καὶ τοῦτο συγκεχώρητο ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τὸν πλοῦτον δὲ οὕτως τῆς ἑκουσίου προτιμήσεις πενίας καὶ τὴν τρυφὴν τῆς σώφρονος διαίτης καὶ τὸ ἀμύνεσθαι τοῦ φέρειν τὸν ἀδικοῦντα γενναίως.
 [00900]  Τί δαί, ἂν τοὐναντίον αὐτὴ μὲν ᾖ κοσμία καὶ ἥσυχος, ἐκεῖνος δὲ θρασύς, ὑπεροπτικός, ὀργίλος, πολὺν μὲν ἀπὸ τῶν χρημάτων, πολὺν δὲ ἀπὸ τῆς δυναστείας ὄγκον περιβεβλημένος, καὶ τὴν ἐλευθέραν ὡς δούλην ἔχει καὶ τῶν θεραπαινίδων μηδὲν ἄμεινον πρὸς αὐτὴν διάκειται, πῶς οἴσει τὴν τοσαύτην ἀνάγκην καὶ βίαν;
 [00927]  Τί γὰρ ἦν ἄμεινον, εἰπέ μοι, τὴν μισηθεῖσαν ἐκβληθῆναι ἔξω ἢ σφαγῆναι ἔνδον;
 [01276]  Τῶν γὰρ δαιμονώντων ἢ φρενίτιδι κατεχομένων νόσῳ οὐδὲν ἄμεινον διάκειται ὁ ταύτῃ τῇ μανίᾳ πληγείς.
 [01362]  Εἰ δὲ συμβαίη ταύτην μὲν μηδὲν ἔχειν, τὸν δὲ ἄνδρα πλουτεῖν, θεράπαινα μὲν ἀντὶ γαμετῆς καὶ ἀντ' ἐλευθέρας γίνεται δούλη, καὶ τὴν αὐτῇ προσήκουσαν παρρησίαν ἀπολέσασα, τῶν ἀργυρωνήτων οὐδὲν ἄμεινον διακείσεται, ἀλλὰ κἂν ἀσελγαίνειν κἂν παροινεῖν ἐκεῖνος ἐθέλῃ κἂν ἀγαγεῖν ἐπ' αὐτὴν τὴν ἐκείνης εὐνὴν ἑταιριζομένων πλῆθος γυναικῶν, πάντα φέρειν ἀνάγκη καὶ ἀσμενίζειν ἢ τῆς οἰκίας ἐκπεσεῖν.
 [01436]  Ὅτι τὸν ὑγιαίνοντα οὐδὲν ἀφίησιν ἄμεινον τοῦ κάμνοντος διακεῖσθαι ἀλλ' εἰς τὴν αὐτὴν τῷ κειμένῳ καθίστησιν ἀθυμίαν.
 [01526]  Καὶ ὥσπερ οὔτε σκότος τοῦ φωτὸς ἄμεινον οὔτε τὸ συγκεκλεῖσθαι τοῦ λελύσθαι οὔτε τὸ πολλῶν χρῄζειν τοῦ μηδενός, οὕτως οὐδὲ αὐτὴ τοῖς οἰκείοις ποσὶ μὴ κεχρημένη ἄμεινον διακείσεται.
 [01580]  Εἰ δέ τις τὴν πολλὴν θαυμάζοι τρυφήν, οἷον τὸ τῶν κατακοπτομένων πλῆθος κρεῶν, τὴν περιττὴν τοῦ οἴνου δαπάνην, τῶν καρυκευμάτων τὴν περιεργίαν, τραπεζοποιῶν καὶ σιτοποιῶν καὶ μαγείρων τέχνας, παρασίτων καὶ δαιτυμόνων ὄχλον, εὖ ἴστω ὅτι τῶν μαγείρων αὐτῶν οὐδὲν ἄμεινον ἐν τοῖς τοιούτοις οἱ πλουτοῦντες διάκεινται.
000-00-00 Serial Number=0594579101
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01251]  νυνὶ δὲ τοῖς ἔνδον οὖσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ' ὅτι μένοντες, τῶν ἔξω διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, κατὰ τὸν φρικωδέστατον ἐκεῖνον καιρὸν ἀλλήλοις διαλεγόμενοι, καὶ τῶν θείων ὑπερορῶντες λογίων.
 [01797]  Καὶ καθάπερ οἱ τὸ δεσμωτήριον οἰκοῦντες ἀεὶ μὲν ἐν κατηφείᾳ καὶ ὀδύναις εἰσὶ, μάλιστα δὲ κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἂν μέλλωσιν ἐξάγεσθαι, καὶ παρ' αὐτὰς τὰς τοῦ δικάζοντος ἄγεσθαι θύρας, καὶ πρὸ τῶν κιγκλίδων ἑστῶτες, καὶ τῆς τοῦ κρίνοντος φωνῆς ἔνδοθεν ἀκούοντες, ἀποπήγνυνται τῷ φόβῳ, καὶ τῶν νεκρῶν οὐδὲν ἄμεινον διάκεινται·
 [02273]  Πύξινον γὰρ αὐτοῦ βλέπω τὸ πρόσωπον, καὶ τοῦ νῦν νεκρωθέντος ἅπαξ οὐδὲν ἄμεινον διακείμενον·
 [02546]  ∆ηλητηρίων γὰρ φαρμάκων οὐδὲν ἄμεινον αἱ τοιαῦται διακείσονται τράπεζαι·
 [02664]  οὕτω καὶ ἄνθρωπος, ὅταν τῇ ἀδηφαγίᾳ καὶ μέθῃ ἑαυτὸν ἐκδῷ, κατὰ κρημνῶν ἄπεισι, καὶ ὑποβρύχιον ἐργάζεται τὸν λογισμὸν, καὶ κεῖται λοιπὸν καθάπερ νεκρὸς ἔμψυχος, πρὸς μὲν τὰ κακὰ πολλάκις ἐνεργεῖν δυνάμενος, πρὸς δὲ τὰ ἀγαθὰ ἅπαντα οὐδὲν ἄμεινον τῶν νεκρῶν διακείμενος.
 [03606]  Εἰ γὰρ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμεινον τῶν ἐθνικῶν διακείσεται·
 [03860]  Ὥσπερ οὖν οὐκ εὖ ἐχούσης αὐτῆς, κἂν ἐξ οὐρίων ἡμῖν ἅπαντα φέρηται, τῶν ἐν ναυαγίοις ὄντων οὐδὲν ἄμεινον διακεισόμεθα.
 [05411]  Τὸ μὲν γὰρ ἄμεινον καὶ πολλὴν παρέχον τὴν παῤῥησίαν, ζῶντα διορθοῦν πενίαν·
 [05680]  Τὸ μὲν οὖν ἄμεινον, μηδὲ πεῖραν λαβεῖν τῆς μυσαρᾶς ταύτης ἁμαρτίας·
 [05687]  Τὸ μὲν οὖν ἄμεινον τὸ μηδὲ ὅλως ἁμαρτάνειν·
 [07761]  ἀλλ' ὅτι Τοῦτο μὲν τὸ στόμα ἄμεινον φθέγξεται, καὶ οἱ ὀφθαλμοὶ μείζονα ὄψονται, καὶ οἱ πόδες ἐπὶ νεφελῶν ἀρθήσονται, καὶ τὸ διαφθειρόμενον τοῦτο σῶμα ἀθανασίαν ἐνδύσεται, καὶ λαμπρότερον τὸν υἱὸν ἀπολήψομαι.
000-00-00 Serial Number=0405574858
Epistulae Ante [Go Back]  
 [00986]  Ταῦτ' οὖν ἅπαντα λογιζομένη, καὶ ὅτι καπνὸς τὰ παρόντα, καὶ ὄναρ, καὶ πᾶσα εὐημερία ἀνθρωπίνη φύλλων ἠρινῶν οὐδὲν ἄμεινον διάκειται, γινομένων τε ὁμοῦ καὶ μαραινομένων εὐθέως, ὑψηλοτέρα πάντων τῶν τοιούτων γίνου βελῶν.
 [01944]  Ταῦτ' οὖν ἅπαντα λογιζομένη, καὶ ὅτι καπνὸς τὰ παρόντα, καὶ ὄναρ, καὶ πᾶσα εὐημερία ἀνθρωπίνη φύλλων ἠρινῶν οὐδὲν ἄμεινον διάκειται, γινομένων τε ὁμοῦ καὶ μαραινομένων εὐθέως, ὑψηλοτέρα πάντων τῶν τοιούτων γίνου βελῶν.
000-00-00 Serial Number=0532829285
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00348]  Ἁπαλὴν γὰρ, οὕτω σάρκα λαβοῦσα καὶ τρυφεράν, παντὶ εἴδει τρυφῆς συντραφεῖσαν, οὕτως αὐτὴν ποικίλοις ἐπολιόρκησας πάθεσιν ὡς μηδὲν ἄμεινον τῆς νεκρωθείσης διακεῖσθαι νῦν καὶ τοσοῦτον ἀνῆψας ἐν σεαυτῇ νοσημάτων ἐσμὸν ὡς καὶ ἰατρῶν τέχνην καὶ φαρμάκων δύναμιν καὶ πάντα ἐπιμελείας ἐλέγξαι τρόπον καὶ διηνεκέσι συζῇν ὀδύναις.
 [01157]  Καὶ γὰρ ὁ χειμὼν τοῦ συνήθους γενόμενος σφοδρότερος καλεπώτερον ἡμῖν καὶ τοῦ στομάχου τὸν χειμῶνα ἐπήγαγε καὶ νεκρῶν οὐδὲν ἄμεινον τοὺς δύο διετέλεσα μῆνας τούτους, ἀλλὰ καὶ χαλεπώτερον.
 [01427]  καὶ γὰρ πολλῷ ῥᾷον καὶ ὑγιεινότερον νῦν ἢ πέρυσι διακείμεθα, ὥστε εἰ καὶ αὐτὴ τὴν προσήκουσαν ἐπιμέλειαν ἐποιοῦ, πολλῷ ἂν ἄμεινον διετέθης.
000-00-00 Serial Number=0157840908
Expositiones in Psalmos Ante [Go Back]  
 [01052]  ὡς αἵ γε ἄλλαι τῶν ποταμίων ῥευμάτων οὐδὲν ἄμεινον διάκεινται, ὁμοῦ τε φαινόμεναι καὶ παραῤῥέουσαι·
 [01391]  Ὁ τοιαῦτα θρηνῶν, ἀναστήσεται λιμένος γαληνοῦ τὴν ψυχὴν ἄμεινον ἔχων, πάντα ἐκβάλλων τὰ πάθη·
 [04033]  Οἱ μὲν γὰρ ἐν τοῖς βιωτικοῖς πεποιθότες, οὐδὲν ἄμεινον τοῦ στρουθίου διάκεινται, ὃ τῇ ἐρημίᾳ θαῤῥοῦν, εὐχείρωτον ἅπασι γίνεται.
 [05796]  Οἱ μὲν γὰρ ἐν τοῖς βιωτικοῖς πεποιθότες, οὐδὲν ἄμεινον τοῦ στρουθίου διάκεινται, ὃ τῇ ἐρημίᾳ θαῤῥοῦν, εὐχείρωτον ἅπασι γίνεται.
 [06425]  Κἂν ἐν πενίᾳ, κἂν ἐν ἀτιμίᾳ, κἂν ἐν δεσμοῖς, κἂν ἐν θλίψεσι, κἂν ἐν τοῖς ἐσχάτοις ὦσι κακοῖς, τῶν βασιλευόντων αὐτῶν ἄμεινον ἡγήσονται διακεῖσθαι, ἐν πᾶσιν οἷς ἂν πάσχωσι θαυμαστήν τινα παραμυθίαν ἔχοντες, τὸ διὰ τὸν ποθούμενον ταῦτα πάσχειν.
 [06609]  Ἀκούσατε οἱ τῶν ὄναρ πλουτούντων οὐδὲν διακείμενοι ἄμεινον.
 [06610]  Ὀνείρατος γὰρ οὐδὲν ἄμεινον τὰ παρόντα·
 [06874]  Τοῦτο πάσης ἐλευθερίας ἄμεινον, τοῦτο τῶν οὐρανῶν αὐτῶν βέλτιον.
 [07071]  Ἀπολώλαμεν, κατωρύγημεν, τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμεθα.
000-00-00 Serial Number=0199981332
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02345]  ἐπήγαγε ταῦτα, οὕτω λέγων, ὅτι Μάτην, φησὶν, ἑτέρας καλεῖτε εἰς τὸ τὸν θρῆνον λέγειν, ἄμεινον ὑμᾶς αὐτοὺς ταῦτα μαθεῖν, ὡς οὐκ ἀρκούντων ἐκείνων ἐπὶ τῷ πλήθει τῶν ἀναιρουμένων.
 [04362]  ∆ιὰ τοίνυν ταύτης τῆς ὀπτασίας δείκνυσιν ἐκείνους ἄμεινον τούτων ὁ Θεός.
000-00-00 Serial Number=0509534180
Fragmenta in Job Ante [Go Back]  
 [01662]  Ταῦτα πρὸς ἐκεῖνον σκωπτικῶς εἰρηκὼς, ὡς καινότερον θέλοντα φαίνεσθαι τοῦ Θεοῦ συνήγορον, περὶ οὗ πάντες διάληψιν ὡς σοφοῦ καὶ δυνατοῦ ἔχουσι, τρέπει τὸν λόγον ἐπὶ τὴν τοῦ Θεοῦ δύναμιν, δεικνὺς ὡς ἄμεινον αὐτὸν τὰ περὶ τῆς ἰσχύος δοξάζει τοῦ Θεοῦ, καί φησιν·
 [01675]  οὐδὲν ταύτης τῆς τέχνης ἴσον, οὐδὲν ταύτης τῆς σοφίας δυνατώτερον, οὐδὲν θεοσεβείας ἄμεινον.
000-00-00 Serial Number=0710453272
Fragmenta in Proverbia Ante [Go Back]  
 [01643]  [83] α.] Πρακτικὴν ἀρετὴν ἔχειν μόνην ἄμεινον, ἢ γνῶσιν ἐψευσμένην.
000-00-00 Serial Number=0406463087
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00078]  Τί γὰρ τῶν τετελευτηκότων ἄμεινον διέκειτο ἐν τοσούτῳ βυθῷ καὶ σκότῳ καὶ δεσμωτηρίῳ κατακεκλεισμένος ὁ Νῶε;
000-00-00 Serial Number=0359632373
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Τίς μὲν οὖν ἄμεινον ἐβουλεύσατο, οὐχ ἡμῶν ἀποφήνασθαι·
000-00-00 Serial Number=0564028323
In Eutropium Ante [Go Back]  
 [00072]  Τῇ γὰρ προτεραίᾳ, ὅτε ἐπ' αὐτὸν ἦλθον ἐκ τῶν βασιλικῶν αὐλῶν πρὸς βίαν ἀφελκύσαι βουλόμενοι, καὶ τοῖς σκεύεσι προσέδραμε τοῖς ἱεροῖς, ἦν αὐτοῦ τὸ πρόσωπον, καὶ τανῦν, νεκρωθέντος ἅπαξ οὐδὲν ἄμεινον διακείμενον·
000-00-00 Serial Number=0196629047
In Heliam et viduam Ante [Go Back]  
 [00027]  νυκτὸς γὰρ οὐδὲν ἄμεινον ἡμῶν ἡ ζωὴ διάκειται, καθάπερ καὶ ὁ Παῦλός φησιν, ὅτι Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε·
000-00-00 Serial Number=0248961151
In Isaiam Ante [Go Back]  
 [00168]  Παράνομοι, ἀλλ', Ἄνομοι, τῶν οὐδαμῶς εἰληφότων νόμον οὐδὲν ἄμεινον διακείμενοι.
 [00806]  Ὅτε Θεὸν οὐκἐγνώκεισαν, ὅτε νόμον οὐκ εἰλήφεισαν, ὅτε τῆς εὐεργεσίας αὐτοῦ πεῖραν εἰληφότες οὐκ ἦσαν, ὅτε μετὰ τῶν ἐθνῶν ἔζων, ὅπερ ἐσχάτης καταγνώσεως ἦν, μηδὲν ἄμεινον διακεῖσθαι νῦν, μετὰ τὴν τοσαύτην πρόνοιάν τε καὶ ἐπιμέλειαν, τῶν μηδενὸς τούτων ἀπολελαυκότων.
 [01674]  Πῶς δ' ἂν δύναιντο γενέσθαι θεαταί, τὴν μὲν ἡμέραν νύκτα ἐργαζόμενοι, τὴν δὲ νύκτα τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμενοι;
000-00-00 Serial Number=0179062009
In Joannem Ante [Go Back]  
 [00168]  Ὁ γὰρ οὕτω πένης, καὶ μήτε εἰς ἀγορὰς ἐμβάλλων, μήτε ἀξιοπίστοις ἐντυγχάνων ἀνδράσιν, ἀλλὰ τῇ ἁλείᾳ προσηλωμένος, εἴποτε δέ τινι καὶ συνεγένετο, καπήλοις ἰχθύων καὶ μαγείροις ὁμιλῶν, τί τῶν θηρίων καὶ ἀλόγων ἔμελλεν ἄμεινον διακεῖσθαι;
 [01830]  Εἰ δέ τινες καὶ ἐνδιατρίψαιεν, τῶν ἀναχωρησάντων οὐδὲν ἄμεινον διάκεινται, τῷ σώματι μόνον ἐνταῦθα παρόντες ἡμῖν.
 [01977]  Μέγα μὲν γὰρ καὶ ἡ τῶν σωμάτων ὑγεία, πολλῷ δὲ μεῖζον ἡ τῶν ψυχῶν, καὶ τοσούτῳ μεῖζον, ὅσῳ ψυχὴ σώματος ἄμεινον·
 [02056]  Ἀλλ' ὅμως καὶ ἰσχυρὰν παραμυθίαν ταύτην ἔχοντες, καὶ ὑπὲρ τῆς εἰς ἡμᾶς ἀμοιβῆς θαῤῥοῦντες, ὅταν ὑμῶν τὸ ἔργον ἴδωμεν μὴ προκόπτον, οὐδὲν ἄμεινον ἐκείνων διακείμεθα τῶν γεωργῶν τῶν στεναζόντων καὶ θρηνούντων, τῶν ἐγκαλυπτομένων καὶ αἰσχυνομένων.
 [03292]  Τί γὰρ ἄμεινον, εἰ τέ μοι, περὶ τῶν κατὰ τὴν ἀγορὰν, περὶ τῶν ἐν τοῖς δικαστηρίοις, περὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι, ἢ περὶ τῶν ἐν οὐρανοῖς καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν;
 [03979]  Οὕτω καὶ ἐπὶ τῶν ἄλλων, ὅτε μέλος διώρθου σώματος χωλεῦον, τῶν ὑγιαινόντων ἐδείκνυ τοῦτο ἄμεινον.
 [04014]  Ὄνων γὰρ οὐδὲν ἄμεινον ἀπὸ τῶν τοιούτων τραπεζῶν αἱ τρυφῶσαι γίνονται ψυχαὶ, ὑπὸ τοιούτων διασπώμεναι θηρίων.
 [05014]  Τῶν γὰρ ἤδη καταδικασθέντων καὶ κολαζομένων οὐδὲν ἄμεινον διακείσεται ὁ μὴ πιστεύσας.
 [05316]  οὐδὲν γὰρ τούτων ἄμεινον αἱ τῶν ἀνθρώπων εὐφημίαι διάκεινται.
 [05345]  οὐδὲν γὰρ τούτων ἄμεινον αἱ τῶν ἀνθρώπων εὐφημίαι διάκεινται.
000-00-00 Serial Number=0314967930
In Kalendas Ante [Go Back]  
 [00071]  ὥσπερ οὖν ἂν ἀπαῤῥησίαστον ἔχῃς, καὶ ἁμαρτημάτων πολλῶν ὑπεύθυνος ᾖς, κἂν μυρίαι ὦσιν ἑορταὶ καὶ πανηγύρεις, τῶν πενθούντων οὐδὲν ἄμεινον διακείσῃ.
000-00-00 Serial Number=0566124678
In Psalmum 118 Ante [Go Back]  
 [01148]  Ἐὰν τοίνυν τοῖς εὐσεβέσι προσθῆται λογισμοῖς, ἀνάγκη κλίνειν ἐπὶ τὸ ἄμεινον τὰ ζυγά.
000-00-00 Serial Number=0523530900
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00264]  μὴ ταῦτα λέγε, ἀλλὰ τἀναντία τούτων, ὅτι Τοῦτο μὲν τὸ στόμα ἄμεινον φθέγξεται, καὶ οἱ ὀφθαλ [61.391] μοὶ μείζονα ὄψονται, καὶ οἱ πόδες ἐπὶ νεφελῶν ἀρθήσονται, καὶ τὸ διαφθειρόμενον τοῦτο σῶμα ἀθανασίαν ἐνδύσεται, καὶ λαμπρότερον τὸν υἱὸν ἀπολήψομαι.
 [02686]  Ὀστράκου γὰρ ἄμεινον οὐδὲν αὕτη διάκειται·
 [06663]  Οὐδὲν γὰρ τούτου ἄμεινον τοῦτο τὸ φορτίον, ἀλλὰ καὶ χεῖρον.
 [07130]  ὅταν δὲ ἡμεῖς λέγωμεν τοῦτο μέγιστον τοῦ Θεοῦ τὸ δῶρον, τοὺς ταπεινοὺς καὶ χαμαιπετεῖς, καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακειμένους, ὡς ἠπατημένους πείθεις.
000-00-00 Serial Number=0456182837
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00736]  Ὥσπερ ἐκείνη δύο λεπτὰ καταβαλοῦσα, ἀπὸ τῆς προαιρέσεως οὐδὲν [62.618] ἔλαττον ἤνεγκεν, οὕτω καὶ σὺ δύο λεπτὰ ὑφελόμενος, οὐδὲν ἄμεινον ἐκείνων διάκεισαι, ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, μᾶλλον αὐτῶν πλεονεκτεῖς.
 [02744]  Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου Οὐδὲν ταύτης τῆς εὐχῆς ἄμεινον.
000-00-00 Serial Number=0431115210
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01034]  Ὅταν οὖν πρὸς τὸν ἡλιακὸν ἴδωμεν κύκλον, καὶ θαυμάσωμεν τὸ κάλλος καὶ τὸ σῶμα καὶ τὴν φαιδρότητα τοῦ ἄστρου, λογιζώμεθα πάλιν, ὅτι μεῖζον καὶ ἄμεινον τὸ ἐν ἡμῖν φῶς, καθάπερ καὶ τὸ σκότος χαλεπώτερον, ἂν μὴ προσέχωμεν·
 [05555]  Ὅταν γὰρ ἐν οἰκίᾳ ἀνὴρ καὶ γυνὴ διεστηκότες ὦσιν, οὐδὲν νηὸς χειμαζομένης ἄμεινον ἡ οἰκία διακείσεται, τοῦ κυβερνήτου πρὸς τὸν πρωρέα διαστασιάζοντος.
 [06578]  τὸν δὲ πένητα, τὸν ἄθλιον, τὸν οὐδὲν ἄμεινον νεκροῦ διακείμενον, τοῦτον εὐθύνας ἀπαιτεῖς ἀκριβεῖς, καὶ οὐ δέδοικας τοῦ Χριστοῦ τὸ δικαστήριον τὸ φρικτὸν ἐκεῖνο καὶ φοβερόν;
 [07318]  Αὕτη τοὺς αὐτῆς ἐραστὰς τῶν τὰ μέταλλα ἐργαζομένων οὐδὲν ἄμεινον ἀφίησι διακεῖσθαι.
 [08663]  Ἀλλ' οὐ τὰ αἰσθητὰ τοιαῦτα, ἀλλ' ὁμοῦ τε ἐφάνη καὶ ἠφανίσθη, καὶ ὁ τρυφήσας οὐδὲν ἄμεινον διακείσεται τοῦ μὴ τρυφήσαντος, μᾶλλον δὲ χεῖρον.
000-00-00 Serial Number=0625153542
In epistulam ad Colossenses Ante [Go Back]  
 [00230]  ἔστω δὲ καὶ φιάλη ὑπόχρυσος σταθμὸν ἡμιτάλαντον ἕλκουσα, ὡς δύο νεανίας μόλις αὐτὴν κινεῖν, καὶ οἱ ἀμφορεῖς κείσθωσαν ἐφεξῆς πολλῷ ἄμεινον τοῦ ἀργύρου ἀπολάμποντες τῷ χρυσῷ·
000-00-00 Serial Number=0374032199
In epistulam ad Ephesios Ante [Go Back]  
 [05335]  τίνες ἄμεινον βιώσονται;
 [05632]  Οὐδὲν ταύτης ἄμεινον τῆς συζυγίας.
 [06697]  Τὴν ἱστορίαν ἄμεινον.
000-00-00 Serial Number=0071915269
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00897]  οὕτω γὰρ ἄμεινον ἦν.
000-00-00 Serial Number=0332208931
In epistulam ad Philippenses Ante [Go Back]  
 [01422]  Οὐδὲν ἄμεινον, οὐδὲν φιλοστοργότερον διδασκάλου πνευματικοῦ·
 [01910]  Ἐὰν προσέχωμεν ἑαυτοῖς, καὶ μετὰ τοῦ βασιλέως ὦμεν τοῦ ἡμετέρου, συστέλλεται καὶ παιδίου μικροῦ οὐδὲν ἄμεινον διακείσεται ἐν τῇ πρὸς ἡμᾶς μάχῃ·
000-00-00 Serial Number=0926999331
In epistulam ad Romanos Ante [Go Back]  
 [02754]  Ὥστε ὅταν ἡμῖν ἐγκαλῶσι τὴν πίστιν τινὲς, ἀντεγκαλῶμεν ἡμεῖς τὴν ἀπιστίαν αὐτοῖς, ὡς ταλαιπώροις καὶ μικροψύχοις καὶ ἀνοήτοις καὶ ἀσθενέσιν καὶ ὄνων οὐδὲν ἄμεινον διακειμένοις.
 [03825]  Τοῦτο γάρ ἐστι, τοῦτο τὸ κακὸν ὃ πάντα αἱμάτων καὶ φόνων ἐνέπλησε, τοῦτο τὴν φλόγα τῆς γεέννης ἀνῆψε, τοῦτο τῆς ἐρημίας τὰς πόλεις οὐδὲν ἄμεινον διακεῖσθαι ἐποίησεν, ἀλλὰ καὶ πολλῷ χεῖρον.
 [03854]  ὡς νῦν γε τῶν ἀλόγων οὐδὲν ἄμεινον διακείμεθα, ἀλλὰ πολλῷ χεῖρον.
 [04945]  τὸν δὲ ὑπὸ τῆς μέθης βαπτισθέντα, καὶ νεκροῦ οὐδὲν ἄμεινον διακείμενον ὀψόμεθα·
 [07266]  Τὸ μὲν οὖν ἄμεινον καὶ πολλὴν παῤῥησίαν παρέχον, ζῶντα διορθοῦν πενίαν·
 [09047]  οὗτος δὲ, κἂν ἀδικηθῇ, τῶν οὐκ ἠδικημένων ἄμεινον διακείσεται, καὶ ἐν πλείονι καὶ διὰ τοῦτο ἔσται εὐθυμίᾳ.
000-00-00 Serial Number=0703113973
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00063]  ∆ιὰ τοῦτο οἱ ταύτης ἀπεστερημένοι, τῶν ἐν σκότει διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, ἀλλ' ὥσπερ ἐκεῖνοι καὶ τοίχοις προσπταίουσι, καὶ τοῖς ἀπαντῶσι προσρήγνυνται, καὶ εἰς βάραθρα καὶ κρημνοὺς καταφέρονται, καὶ τῶν ὀφθαλμῶν αὐτοῖς ὄφελος οὐδὲν, οὐκ ὄντος τοῦ χειραγωγοῦντος φωτός·
 [00603]  Ἐκεῖνοι μὲν γὰρ τῶν ἐν πελάγει σαλευόντων τότε καὶ κλυδωνιζομένων οὐδὲν ἄμεινον διέκειντο·
000-00-00 Serial Number=0630812526
In illud Messis quidem multa Ante [Go Back]  
 [00170]  διὰ τοῦτο ἐπηρώθην καλῶς, ἵνα ἀναβλέψω ἄμεινον·
000-00-00 Serial Number=0267089427
In illud Ne timueritis Ante [Go Back]  
 [00665]  ὅταν δὲ ἐν αὐτῷ τῷ φανοτάτῳ φωτὶ τῶν θείων ἑαυτὸν καταστήσῃ Γραφῶν, τότε καὶ τὸ εὐτελὲς καὶ τὸ βραχὺ καὶ τὸ οὐδαμινὸν τῶν ἐπικήρων τούτων ὁρᾷ πραγμάτων, καὶ μανθάνει σαφῶς, ὅτι ποταμίων ὑδάτων οὐδὲν ἄμεινον ταῦτα διάκειται, ὁμοῦ τε φαινόμενα καὶ παρατρέχοντα.
000-00-00 Serial Number=0537641048
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00230]  Καὶ γὰρ πολλοὶ χηρῶν οἰκίας ἀνατρέποντες, ὀρφανοὺς γυμνοῦντες, τὰ πάντων περιβαλλόμενοι, λύκων οὐδὲν ἄμεινον διακείμενοι, ἐκ τῶν ἀλλοτρίων ζῶντες πόνων, ὁρῶντες πολλάκις τινὰς τῶν πιστῶν δι' ἀῤῥωστίαν σώματος πλείονα περιβεβλημένους ἱμάτια, τὸν νόμον εὐθέως ἡμῖν τοῦ Χριστοῦ προβάλλονται, καὶ ταῦτα λέγουσι τὰ ῥήματα·
000-00-00 Serial Number=0875339210
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00010]  τῆς γὰρ ἀναισχυντίας ταύτης οὐδὲν ἄμεινον [51.172] ἐμοί.
000-00-00 Serial Number=0351685643
In illud Vidi dominum Ante [Go Back]  
 [00047]  Καὶ γάρ εἰσί τινες τῶν ἐνταῦθα, οὓς οὐδὲ τὴν ὑμετέραν ἀγάπην ἀγνοεῖν οἶμαι, οἵτινες καταφρονοῦντες μὲν τοῦ Θεοῦ, τὰ δὲ τοῦ Πνεύματος λόγια ὡς κοινὰ ἡγούμενοι, φωνὰς ἀτάκτους ἀφιᾶσι καὶ τῶν μαινομένων οὐδὲν ἄμεινον διάκεινται, ὅλῳ τῷ σώματι δονούμενοι καὶ περιφερόμενοι καὶ ἀλλότρια τῆς πνευματικῆς καταστάσεως ἐπιδεικνύμενοι τὰ ἤθη.
000-00-00 Serial Number=0641823590
In saltationem Herodiadis Ante [Go Back]  
 [00098]  ἐν γὰρ κακῶν ἐκλογῇ ἄμεινον ἦν τὸ ἔλαττον δέξασθαι.
000-00-00 Serial Number=0051378012
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00979]  Ὅτι τούτων οὐδὲν ἄμεινον διακείμεθα, κἂν μὴ τὰ αὐτὰ γένηται ἐφ' ἡμῶν, ὅταν εἰς ὑπερηφανίαν ἢ τὸ θηριῶδες ἐξολισθήσωμεν πάθος.
000-00-00 Serial Number=0670309961
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00349]  εἰς δὲ τὸ δεσμωτήριον εἰσαχθέντες ἐκεῖνο δεσμωτηρίου γὰρ τὴν φαντασίαν ἅπασαν ἐκείνην, καὶ κρημνῶν καὶ σκοπέλων οὐδὲ ἄμεινον εἶναι ἐνόμιζον εὐθέως δυσκολίαν ὑπέμειναν χαλεπήν·
000-00-00 Serial Number=0208228469
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00448]  ἐντεῦθεν εὐκαταφρόνητοι πᾶσίν εἰσιν, ἐντεῦθεν καὶ αὐταὶ αἱ γεγαμημέναι αὐτὰς οὐκ ἐπαισχύνονται, ἅτε ἄμεινον αὐτῶν πράττουσαι πανταχοῦ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»