Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄπειρον [130]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄπειρον


000-00-00 Serial Number=0244449675
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00204]  Εἶδες φιλανθρωπίαν ἄφατον, καὶ πλοῦτον χρηστότητος ἄπειρον;
 [01248]  ∆εινὸν μὲν γὰρ, ἀληθῶς δεινὸν, καὶ τὸ συκοφαντηθῆναι ἐπὶ τοιούτοις, καὶ τὸ κατακριθῆναι, καὶ τὸ δεσμωτήριον οἰκῆσαι χρόνον οὕτω μακρὸν, παῖδα ἐλεύθερον καὶ εὐγενῆ καὶ ταύτης ἄπειρον τῆς ἀνάγκης·
000-00-00 Serial Number=0649017334
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00194]  πῶς γὰρ ἄνθρωπος ὢν καὶ τὴν ἄπειρον τοῦ Θεοῦ σοφίαν ἀναμετρεῖν ἐπιχειρῶν;
000-00-00 Serial Number=0910839260
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00134]  νῦν δὲ ἀντὶ τῆς ὑπερβολῆς τῶν ἡμαρτημένων αὐτῷ, εἰς τὸ ἄπειρον τῆς εὐσπλαγχνίας ἰδὼν τοῦ θεοῦ καὶ τὰ δεσμὰ διαρρήξας τοῦ διαβόλου καὶ διανέστη καὶ διηγωνίσατο καὶ τὸν δρόμον ἐτέλεσε τὸν καλόν.
 [00269]  Ὅταν οὖν ἄφθαρτον τοῦτο λάβῃ καὶ ἀνάλωτον, οὐδὲν τὸ κωλύον εἰς ἄπειρον ἐκταθῆναι τὴν κόλασιν.
 [00271]  τῆς ἀφθαρσίας δὲ ἐπεισελθούσης λοιπὸν καὶ τῆς μάχης ταύτης διάλυσις γένοιτ' ἂν καὶ μετὰ πολλῆς ἡμᾶς τῆς ἐξουσίας εἰς ἄπειρον ἀμφότερα καθέξει τὰ δεινά.
000-00-00 Serial Number=0636298776
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00074]  [2.11] Εἰ τοίνυν τὸ βάθος ἄπειρον τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως καὶ τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα καὶ αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος καὶ ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, οὐ τὸν ἐμὸν καὶ τὸν σὸν καὶ τοῦ δεῖνος, οὐδὲ τὸν τοῦ Παύλου καὶ Πέτρου μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων, ποίαν ἕξεις αὐτὸς ἀπολογίαν, εἰπέ μοι;
 [00102]  ἔνθα ἄπειρον τὸ μέσον καὶ οὐσίας καὶ γνώσεως καὶ τῶν ἄλλων ἁπάντων, ποίας τεύξεται συγγνώμης ὁ οὕτως ἰταμὸς καὶ ἀναιδὴς ὥστε πολυπραγμονεῖν τὰ τοῦ πεποιηκότος αὐτὸν Θεοῦ;
 [00389]  [7.30] Εἰ δὲ καὶ ἐπὶ τὸν ἄπειρον τῶν ἰχθύων δῆμον ἁπλώσαιμεν τὸν λόγον, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν τῇ πλεομένῃ, τῶν ἐν τῇ ἀπλώτῳ θαλάττῃ ἢ καὶ τὰ ἄφατα τῶν ὀρνίθων κατίδοιμεν ἔθνη, τῶν ἐν ἀέρι, τῶν ἐν γῇ, τῶν ἐν ὕδασιν ὁμοῦ καὶ γῇ καὶ γάρ ἐστιν ἀμφίβια πολλὰ ἐν αὐτοῖς τῶν ἀγρίων, τῶν ἡμέρων, τῶν ἀγρίων μέν, τιθασσευομένων δέ, τῶν δι' ὅλου μενόντων ἀγρίων, τῶν ἐσθιομένων, τῶν οὐκ ἐσθιομένων καὶ περιεργασαίμεθα ἑκάστου καὶ κάλλος καὶ πτερὸν καὶ φωνὴν ᾠδικήν, [7.31] ἔτι τε τὰς διαφορὰς μόνον αὐτῶν εἰ καταμάθοιμεν καὶ ᾠδῆς καὶ τραπέζης καὶ διαγωγῆς καὶ τὰς διατριβὰς καὶ τὰ ἤθη καὶ τὰς χρείας καὶ τὰς διακονίας ἃς παρέχουσιν ἡμῖν πάσας ἐπέλθοιμεν καὶ τὰ μεγέθη καὶ τὴν βραχύτητα καὶ τὰς ὠδῖνας καὶ τὴν ἀνατροφὴν καὶ τὴν πολλὴν ἐν τούτοις καὶ ἄφατον ποικιλίαν καὶ τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ ἰχθύων ποιήσαιμεν καὶ ἐντεῦθεν ἔλθοιμεν καὶ ἐπὶ τὰς βοτάνας, τὰς πανταχοῦ τῆς γῆς φυομένας, ἑκάστου τε τούτων καὶ καρπὸν ἴδοιμεν καὶ χρείαν καὶ εὐωδίαν καὶ ὄψιν καὶ θέσιν καὶ φύλλα καὶ χρῶμα, καὶ σχῆμα καὶ μέγεθος καὶ μικρότητα καὶ ὠφέλειαν, καὶ ἐργασίας τρόπους, [7.32] καὶ φλοιῶν καὶ στελεχῶν καὶ κλάδων διαφορὰς καὶ λειμῶνας καὶ παραδείσους, εἶτα μετέλθοιμεν ἐπὶ τὰ ποικίλα ἀρώματα καὶ τοὺς παντοδαποὺς τόπους αὐτῶν περιεργασαίμεθα καὶ τοὺς τρόπους τῆς εὑρέσεως καὶ τῆς ἐπιμελείας καὶ τῆς γεωργίας καὶ ὅτι πρὸς ἰατρείαν ἡμῖν συντελεῖ·
 [00446]  [8.14] Λέγω δὲ καταγέλαστον εἶναι νομίζειν, τὸ τὸν ἰδιώτην καὶ ἄπειρον ἀπαιτεῖν τὰς αἰτίας τῶν γινομένων ἁπάντων τὸν τεχνίτην, τὴν δὲ ἄφατον σοφίαν ἐκείνην, τὴν ἄφραστον, τὴν ἄρρητον, τὴν ἀκατάληπτον περιεργάζεσθαι καὶ ζητεῖν διὰ τί τὸ καὶ τὸ γέγονε καὶ ταῦτα εἰδότας σαφῶς, ὅτι ἀδιάπτωτος ἡ σοφία αὕτη, ὅτι πολλὴ ἀγαθότης αὐτοῦ, ὅτι ἄρρητος ἡ πρόνοια, ὅτι πάντα πρὸς τὸ τέλος ἀπαντᾷ χρηστὸν τὰ παρ' αὐτοῦ γινόμενα εἰς ἡμᾶς·
 [00653]  ἄν τε εἰς τὰ δυσχερῆ καταλύσῃ, καὶ οὕτως εὐχαρίστει καὶ μὴ σκανδαλίζου, εἰδὼς σαφῶς τοῦ Θεοῦ τὴν πρόνοιαν τὴν ἄπειρον καὶ ἑρμηνευθῆναι μὴ δυναμένην καὶ ὅτι πάντως λήψεται τὸ προσῆκον ἅπαντα τὸ τέλος, εἴτε ἐν τῷ παρόντι βίῳ, εἴτε ἐν τῷ μέλλοντι.
000-00-00 Serial Number=0114644349
Ad populum Antiochenum Ante [Go Back]  
 [05094]  Καὶ καθάπερ εἰς πέλαγος ἄπειρον σπινθὴρ μικρὸς ἐμπεσὼν ἀφανίζεται ῥᾳδίως, οὕτως ὅσαπερ ἂν προσπέσῃ τῷ φοβουμένῳ τὸν Θεὸν, καθάπερ εἰς πέλαγος ἀχανὲς εὐθυμίας ἐμπίπτοντα κατασβέννυται καὶ ἀπόλλυται.
000-00-00 Serial Number=0152935266
Ad viduam juniorem Ante [Go Back]  
 [00127]  Τῶν δὲ τοῖς νῦν βασιλεύουσι συνοικουσῶν ἡ μὲν ὑπὸ τῶν προτέρων ἀναπνεύσασα συμφορῶν ἀναμεμιγμένην ἔχει πολλὴν τῇ ἡδονῇ τὴν ὀδύνην διὰ τὸ σφόδρα ἔτι νέον εἶναι καὶ ἄπειρον τὸν κρατοῦντα καὶ πολλοὺς πολλαχόθεν ἔχειν τοὺς ἐπιβουλεύοντας·
000-00-00 Serial Number=0305579603
Adversus Judaeos Ante [Go Back]  
 [01842]  Ἄλλως δὲ, καὶ αὐτὴν τὴν θυσίαν εἴ τις παραβάλοι, πολὺ τὸ μέσον εὑρήσει καὶ ἄπειρον καὶ τοσοῦτον, ὡς ταύτην κυρίως μόνην κατὰ τὸν τῆς συγκρίσεως λόγον λέγεσθαι καθαράν.
000-00-00 Serial Number=0982595325
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00159]  τῶν δ' ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν ἄπειρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε τὰ πάθη.
 [00737]  Πολλῷ γὰρ βέλτιον, ἀπὸ πόνων προσκαίρων ἀρξάμενον πρὸς ἀνάπαυσιν ἄπειρον τελευτᾷν, ἢ τῶν δοκούντων εἶναι ἡδίστων ἐν βραχεῖ γευσάμενον, ἐπὶ τὰ πικρότερα καὶ φορτικώτερα λῆξαι κακά.
 [01587]  [47.379] καὶ διὰ τὴν ἐν μέσῳ διαστροφὴν, τούτους ὡς ἤδη κατωρθωκότας καὶ γενομένους ἰσχυροὺς εἰς μέσον ἕλκεις, καὶ οὐκ ἐᾷς ἀπελθόντας γυμνάζεσθαι ἐπὶ τῆς ἐρημίας, ὥσπερ ἂν εἴ τις τὸν μὲν μυρία δυνάμενον στῆσαι τρόπαια κελεύῃ τὰ πολεμικὰ μελετᾷν ἐφ' ἡσυχίας, τὸν δὲ ἄπειρον καὶ οὐδὲ εἰς μάχην παρακύψαι δυνάμενον, τοῦτον δι' αὐτὸ τοῦτο ἐν τῇ μάχῃ στρέφεσθαι νομοθετῇ, ὡς δυσκατόρθωτον τὸ πρᾶγμα τοῦτο, μείζονα τὰ κωλύματα τιθείς.
000-00-00 Serial Number=0734201968
Catecheses ad illuminandos Ante [Go Back]  
 [00015]  οὕτω γὰρ μάλιστα καὶ τοῦ κοινοῦ πάντων δεσπότου δειχθήσεται τὸ ἄπειρον τῆς φιλανθρωπίας.
000-00-00 Serial Number=0568920612
Commentarius in Job Ante [Go Back]  
 [04162]  εἶτα τὸ ἄπειρον αὐτῆς·
000-00-00 Serial Number=0483648956
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00417]  Ἐπεὶ καὶ ὁ Σολομὼν ἡνίκα μὲν τῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ πραγμάτων κατείχετο, μεγάλα τε αὐτὰ ἐνόμιζεν εἶναι καὶ θαυμαστὰ, καὶ πολλὴν περὶ αὐτὰ τὴν φιλοπονίαν ἐπεδείκνυτο, λαμπράς τε οἰκοδομούμενος οἰκίας, καὶ χρυσίον συνάγων ἄπειρον, μουσικῶν τε χοροὺς καὶ τραπεζοποιῶν γένη παντοδαπὰ καὶ μαγείρων πάντοθεν ἀγείρων, καὶ τὴν ἀπὸ τῶν κήπων χάριν, καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς τῇ τῆς ψυχῆς παρασκευάζων ἐπιθυμίᾳ, καὶ πᾶσαν, ὡς εἰπεῖν, ὁδὸν ψυχαγωγίας καὶ τέρψεως ἑαυτῷ τέμνων·
000-00-00 Serial Number=0420311093
De Anna i Ante [Go Back]  
 [00051]  ὅτε καὶ περὶ σπερμάτων, καὶ περὶ βοτανῶν, καὶ περὶ ἀνθέων, καὶ περὶ φυτῶν ἐγκάρπων τε καὶ ἀκάρπων, καὶ περὶ ἀλόγων, ἡμέρων τε καὶ ἀγρίων, ἐνύδρων τε καὶ χερσαίων, καὶ ἀμφιβίων, περὶ τῶν τὸν ἀέρα τεμνόντων, περὶ τῶν χαμαὶ συρομένων, καὶ περὶ αὐτῶν τῶν τοῦ παντὸς στοιχείων πολλὰ διελέχθην, καὶ καθ' ἕκαστον ἐπεβοῶμεν κοινῇ πάντες, ἀτονούσης ἡμῖν πρὸς τὸν ἄπειρον πλοῦτον τῆς διανοίας, καὶ τὸ πᾶν καταλαβεῖν μὴ δυναμένης·
000-00-00 Serial Number=0755283177
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00141]  Οὐ γὰρ τετράρχην πόλεων ὀλίγων οὐδὲ ἑνὸς ἔθνους βασιλέα ἀλλὰ τὸν τὸ πλεῖστον μέρος τῆς οἰκουμένης ἁπάσης κατέχοντα αὐτὸν δὴ τοῦτον τὸν ἀνδροφόνον καὶ πολλὰ μὲν ἔθνη πολλὰς δὲ πόλεις καὶ στρατιὰν ἄπειρον κεκτημένον καὶ πάντοθεν ὄντα φοβερὸν ἀπό τε τῆς τῶν τρόπων θρασύτητος ὡς ἀνδράποδον εὐτελὲς καὶ οὐδενὸς ἄξιον οὕτω τῆς ἐκκλησίας ἐξέβαλε μετὰ τοσαύτης ἀταραξίας καὶ ἀφοβίας μεθ' ὅσης ἂν ποιμὴν πρόβατον φώρας ἐμπεπλησμένον καὶ νενοσηκὸς τῆς ποίμνης ἀπείρξειε κωλύων εἰς τὰ λοιπὰ διαβῆναι τὴν νόσον τοῦ κάμνοντος.
 [00695]  Καὶ οὕτω δὲ τῆς φιλανθρωπίας τὸ ἄπειρον δείκνυται·
000-00-00 Serial Number=0752991438
De Christi divinitate Ante [Go Back]  
 [00048]  Ὁρᾷς πῶς διὰ πάντων πολὺ τὸ μέσον καὶ ἄπειρον φαίνεται;
000-00-00 Serial Number=0439493120
De Lazaro Ante [Go Back]  
 [00460]  ὅσον ἐστὶ σταγὼν μικρὰ πρὸς πέλαγος ἄπειρον, τοσοῦτόν ἐστι χίλια ἔτη πρὸς τὴν μέλλουσαν δόξαν ἐκείνην καὶ ἀπόλαυσιν.
000-00-00 Serial Number=0278608680
De baptismo Christi Ante [Go Back]  
 [00005]  Ὅταν γὰρ εἰς τὸ πέλαγος ἀπίδω τοῦτο τὸ πνευματικὸν, καὶ τὸν ἄπειρον τῆς Ἐκκλησίας θεάσωμαι πλοῦτον, εἶτα λογίσωμαι ὅτι τῆς ἑορτῆς παρελθούσης, καὶ τὸ πλῆθος ἡμῖν τοῦτο πάλιν ἀποπηδῆσαν οἰχήσεται, δάκνομαι καὶ ὀδυνῶμαι τὴν ψυχὴν, ὅτι τοσαῦτα τεκοῦσα τέκνα ἡ Ἐκκλησία, οὐ καθ' ἑκάστην σύναξιν ἀπολαύειν αὐτῶν δύναται, ἀλλ' ἐν ἑορτῇ μόνον.
000-00-00 Serial Number=0252900183
De confessione pretiosae crucis Ante [Go Back]  
 [00111]  ∆ι' ὧν ἁπάντων τὴν δαψίλειαν αὐτῶν ἐνδείκνυται, καὶ τὸ ἄπειρον τῆς περιουσίας.
000-00-00 Serial Number=0292611122
De consubstantiali Ante [Go Back]  
 [00230]  Ἰδοὺ γὰρ καὶ ἀμνὸς, καὶ ἀμνὸς, καὶ ἓν μὲν τὸ ὄνομα, τὸ δὲ μέσον τῆς φύσεως ἑκατέρας ἄπειρον.
000-00-00 Serial Number=0973221958
De decem millium talentorum debitore Ante [Go Back]  
 [00093]  Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ πῶς ἡ τούτου φιλοτιμία, ὅπουπερ ἂν ἀφίκηται, πρὸς τὴν εὐπορίαν τὴν ἐκείνου συγκρινομένη, πενίας ἐστὶν ἁπάσης εὐτελεστέρα, καὶ ὅτι ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡμῶν ἡ ἀγαθότης πρὸς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, εἰπόντος αὐτοῦ, Ἕως ἑπτάκις;
000-00-00 Serial Number=0469658494
De diabolo tentatore Ante [Go Back]  
 [00026]  Ἐπειδὴ γὰρ εἰς μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, καὶ μῆκος ἄπειρον, καὶ ὅσον οὐδέποτε, πολλοὶ μὲν προσεδόκων τῷ πλήθει τῶν λεγομένων τὴν προθυμίαν ὑμῖν σβεσθήσεσθαι, ἐγίγνετο δὲ τοὐναντίον·
 [00360]  Εἰ γὰρ ἀνθρώπου τέχνην οὐ δυνατὸν καταλαβεῖν τῷ ἰδιώτῃ, πολλῷ μᾶλλον τῆς τοῦ Θεοῦ προνοίας τὸ ἄπειρον ἀδύνατον συνιδεῖν ἀνθρωπίνῃ διανοίᾳ·
000-00-00 Serial Number=0553041756
De gloria in tribulationibus Ante [Go Back]  
 [00006]  Οὕτω καὶ κυβερνήτης ἀγρίων κυμάτων κατατολμᾷ, καὶ χειμῶνος, καὶ μαινομένης θαλάττης πολλάκις καταφρονεῖ, καὶ πνευμάτων ἀστάτων, καὶ διαποντίους κλύδωνας καὶ μακρὰς οἶδε φέρειν ἀποδημίας, ὅταν τὰ φορτία ἀναλογίζηται, καὶ τοὺς τῆς ἐμπορίας λιμένας, καὶ τὸν ἐκ τούτων ἄπειρον πλοῦτον τικτόμενον ἴδῃ.
000-00-00 Serial Number=0022313356
De incomprehensibili dei natura Ante [Go Back]  
 [00130]  θαυμάζομεν πάλιν τῆς θαλάσσης τὸ πέλαγος καὶ τὸν ἄπειρον βυθόν, ἀλλὰ μετὰ φόβου, ὅταν πρὸς τὸ βάθος κατακύψωμεν.
 [00131]  Οὕτω τοίνυν καὶ ὁ προφήτης πρὸς τὸ ἄπειρον καὶ ἀχανὲς πέλαγος τῆς τοῦ Θεοῦ κατακύψας σοφίας καὶ ἰλιγγιάσας,
 [00167]  ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ μικρόν τι μέρος ἐξετάσας τῆς προνοίας αὐτοῦ, καθ' ὃ τοὺς μὲν Ἰουδαίους ἐξέβαλε, τοὺς δὲ ἐξ ἐθνῶν εἰσεδέξατο, καὶ πρὸς αὐτὸ τοῦτο τὸ μικρὸν μέρος, ὥσπερ πρὸς πέλαγος ἄπειρον ἰλιγγιάσας καὶ βάθος ἰδὼν ἀχανές, ἀπεπήδησεν εὐθέως καὶ μέγα ἀνεβόησεν εἰπών·
000-00-00 Serial Number=0143734396
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00557]  ∆ιὰ γὰρ τοῦτο συνεχώρησεν ὁ Θεὸς καὶ λῃστὰς σταυρωθῆναι, καὶ πρὸ αὐτοῦ τινας ἀπατεῶνας φανῆναι, ἵνα καὶ ἀπὸ συγκρίσεως τοῖς σφόδρα ἀναισθητοῦσι δειχθῇ τῆς ἀληθείας ἡ ὑπεροχή, καὶ σὺ μάθῃς ὅτι οὐκ ἐκείνων εἷς οὗτος, ἀλλὰ πολὺ καὶ ἄπειρον τούτου καὶ ἐκείνων τὸ μέσον.
000-00-00 Serial Number=0129263759
De meretrice Ante [Go Back]  
 [00058]  βλέπεις ταύτην τὴν γυναῖκα;» ὦ φιλανθρωπίας θεοῦ ἄπειρον ὕψος·
000-00-00 Serial Number=0310798228
De non iterando conjugio Ante [Go Back]  
 [00086]  οὐ γάρ ἐστιν ἴσον, ὅπερ καὶ ἀρχόμενος εἶπον, τήν τε ἄπειρον καὶ τὴν πεπειραμένην τοῖς αὐτοῖς πάλιν περιπεσεῖν πειρασμοῖς.
 [00108]  ἀλλ' ἀφόρητον ἔσται κακὸν γυναῖκα οὖσαν πραγμάτων ἄπειρον τὰ τῶν ἀνδρῶν ἀναγκάζεσθαι ὑπομένειν.
000-00-00 Serial Number=0789327145
De paenitentia [1] Ante [Go Back]  
 [00431]  οὐ λέγω σοι πελάγη τεμεῖν, οὔτε εἰς λιμένας καταγαγεῖν, οὔτε ὁδοιπορῆσαι, οὔτε ὁδὸν ἄπειρον ἀπελθεῖν, οὔτε χρημάτων καταβολὴν, οὔτε κυμάτων ἀγρίων ποιήσασθαι δίοδον, ἀλλὰ τί;
000-00-00 Serial Number=0971843421
De paenitentia sermo 3 Ante [Go Back]  
 [00062]  Καὶ γὰρ ὁ πλούσιος ὁρῶν τοῦ Λαζάρου τὴν ἔνδειαν εἰς εὐθηνίαν μεταβληθεῖσαν, καὶ τὴν ἑαυτοῦ περιουσίαν εἰς ἄπειρον πτωχείαν καταπεσοῦσαν, ἔστενε μὲν, οὐκ ἠλεεῖτο δέ·
000-00-00 Serial Number=0507485509
De perfecta caritate Ante [Go Back]  
 [00208]  Ἀλλ' ἐπειδὴ σωματικοῖς ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔστιν, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, εἰς τὰς τάξεις τῶν ἀρχαγγέλων, εἰς τὰς ἄλλας δυνάμεις τὰς ἀσωμάτους·
000-00-00 Serial Number=0838486493
De prophetiarum obscuritate Ante [Go Back]  
 [00042]  εἰ καὶ ἄπειρον τὸ πέλαγος τῶν προφητῶν, καὶ πολλὰ ἐκεῖ τὰ βάθη, [56.166] κατατολμήσωμεν τῆς θαλάττης κατὰ τὴν ἡμετέραν δύναμιν·
000-00-00 Serial Number=0469201803
De sacerdotio Ante [Go Back]  
 [00113]  Πάντα γὰρ ἐκεῖνα ῥίψας ἀθρόως καὶ μηδὲ εἰς νοῦν βαλλόμενος, ὥσπερ ἀνερμάτιστον πλοῖον εἰς πέλαγος ἡμᾶς ἄπειρον ἀφῆκας, οὐδὲν τῶν ἀγρίων ἐκείνων ἐννοήσας κυμάτων ἅπερ ἡμᾶς ὑπομένειν ἀνάγκη.
 [00167]  Καὶ εἰ πάντας βούλοιτό τις τῶν ἰατρῶν καταλέγειν τοὺς δόλους, εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος.
 [00450]  Ὑπόγραψόν μοι τὸν Ἠλίαν τοῖς ὀφθαλμοῖς καὶ τὸν ἄπειρον ὄχλον περιεστῶτα καὶ τὴν θυσίαν ἐπὶ τῶν λίθων κειμένην καὶ πάντας μὲν ἐν ἡσυχίᾳ τοὺς λοιποὺς καὶ πολλῇ τῇ σιγῇ, μόνον δὲ τὸν προφήτην εὐχόμενον, εἶτα ἐξαίφνης τὴν φλόγα ἐκ τῶν οὐρανῶν ἐπὶ τὸ ἱερεῖον ῥιπτουμένην, θαυμαστὰ ταῦτα καὶ πάσης ἐκπλήξεως γέμοντα.
 [01421]  Ἀλλ' οὐκ ἔστιν ἴσον εἰς πέλαγος ἄπειρον ἐμπεσεῖν καὶ ποταμὸν παραπλεῖν·
 [01507]  δεικνύτω δὲ καὶ τὴν τῶν πολεμίων παράταξιν ἅπασαν καὶ ὄψεις ἀποτροπαίους τινὰς καὶ σκευὴν ὅπλων ἐξηλλαγμένην καὶ πλῆθος ἄπειρον καὶ φάραγγας καὶ κρημνοὺς βαθεῖς καὶ δυσχωρίας ὀρῶν·
000-00-00 Serial Number=0393401086
De virginitate Ante [Go Back]  
 [00093]  Ἐκείνη μὲν γὰρ μέχρις ἀνθρώπων ἵστησι τὴν ἀδικίαν, αὕτη δὲ τῷ Θεῷ μάχεται καὶ τὴν ἄπειρον ὑβρίζει σοφίαν.
000-00-00 Serial Number=0109267592
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [06076]  Ἀλλ' ἐπειδὴ σωματικοῖς ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔστιν, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος, καταβὰς ἄνωθεν, καὶ ὑπόγραψόν μοι τὰ περὶ τὸν βασιλέα τὸν ἐπὶ γῆς, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶ ζεῦγος λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων, [63.752] καὶ ὄχημα χρυσοκόλλητον καὶ πέταλα τούτῳ περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀφθαλμοὺς, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς·
 [07205]  καὶ ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡ ἡμῶν ἀγαθότης πρὸς τὴν ἐκείνου ἄφατον φιλανθρωπίαν·
 [08583]  Ταῦτα οὖν πάντα ὁ προφήτης προαναφωνεῖ, ὁμοῦ καὶ τὸν τόκον λέγων, καὶ τὸ κέρδος τῶν ὠδίνων τὸ ἄφατον ἐκεῖνο καὶ ἄπειρον.
 [08662]  Ἀδύνατον γὰρ ἦν ἄνω μένοντα τοῦτο ποιεῖν, ἐπειδὴ ἄπειρον τὸ ὕψος, καὶ οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι καὶ γνωρίσαι τοῖς βουλομένοις ἰδεῖν.
 [09434]  δι' ὧν ἁπάντων τὴν δαψίλειαν αὐτῶν ἐνδείκνυται καὶ τὸ ἄπειρον τῆς περιουσίας.
 [09999]  ὀλίγον μὲν τὸ ἐπίπονον, πολὺ δὲ τὸ ἡδὺ καὶ ἄπειρον.
000-00-00 Serial Number=0683775008
Epistula ad Cyriacum Ante [Go Back]  
 [00098]  Καὶ γὰρ εἰκὸς παρεῖναι πλῆθος ἄπειρον.
000-00-00 Serial Number=0231431961
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00204]  Καὶ εἰκὸς παρεῖναι πλῆθος ἄπειρον.
 [00367]  ἐκεῖνο γὰρ ἄπειρον σφόδρα ἐπιζητεῖ λόγον.
 [00368]  Ἀλλὰ οὐκ ἀνέξομαι ὥστε μὴ τῆς ὑποθέσεως ἐκπεσεῖν ἣν προειλόμην κατορθῶσαι, εἰς ἄπειρον ἐξενεχθεὶς πέλαγος.
 [00369]  Ἐπεὶ εἰ μὴ τοῦτο προὔκειτό μοι νῦν τὸ πρόρριζον τὴν ἀθυμίαν ἀπὸ σοῦ ἀνασπάσαι, ἡδέως τούτοις ἐνδιέτριβον τοῖς λόγοις καὶ πέλαγος ἄπειρον ἔπλεον, μᾶλλον δὲ πελάγη, ἑκάστης σου ἀρετῆς τὰς πολυσχιδεῖς ἀνατέμνων ὁδοὺς ὧν ἑκάστη ὁδὸς πέλαγος ἔτικτε πάλιν, κἂν τῇ ὑπομονῇ, κἂν τῇ ταπεινοφροσύνῃ καὶ ἐλεημοσύνῃ τῇ πολυειδεῖ καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἁπλωθείσῃ, κἂν τῇ ἀγάπῃ τῇ μυρίας νικώσῃ καμίνους, κἂν τῇ συνέσει τῇ ἀπείρῳ καὶ πολλῆς γεμούσῃ χάριτος καὶ τὰ μέτρα τῆς φύσεως ὑπερβάσῃ.
 [00620]  Καὶ ἐν τούτοις ἡμῶν ὄντων, ἀπαγγέλλονται ἀθρόον Ἴσαυροι πλῆθος ἄπειρον κατατρέχοντες τὴν Καισαρέων χώραν καί τινα κώμην μεγάλην ἐμπρήσαντες καὶ τὰ ἔσχατα διαθέντες.
000-00-00 Serial Number=0462423503
Expositiones in Psalmos Ante [Go Back]  
 [02663]  Τότε μὲν οὖν κατέλυσεν αὐτῶν τὴν ἀναισχυντίαν, ὕστερον δὲ πόλιν, καὶ μέρος οὐδέν ἐστι τῆς οἰκουμένης τῶν Ἰουδαϊκῶν ἄπειρον συμφορῶν·
 [04426]  Τότε μὲν οὖν κατέλυσεν αὐτῶν τὴν ἀναισχυντίαν, ὕστερον δὲ πόλιν, καὶ μέρος οὐδέν ἐστι τῆς οἰκουμένης τῶν Ἰουδαϊκῶν ἄπειρον συμφορῶν·
000-00-00 Serial Number=0085061669
In Acta apostolorum Ante [Go Back]  
 [03796]  Νῦν μὲν οὖν τοῦτο δεδοίκασιν ἄνθρωποι μᾶλλον, ἢ εἰς πέλαγος ἐμπεσεῖν ἄπλετον καὶ ἄπειρον.
 [04042]  οὕτως εἰς πλῆθος ἄπειρον ἐπέτεινε τὰ τῆς πίστεως.
 [08045]  Ἄλλως δὲ πολὺ καὶ ἄπειρον τὸ διάφορον Σαμαρειτῶν καὶ ἐθνῶν.
000-00-00 Serial Number=0457808793
In Christi natalem Ante [Go Back]  
 [00016]  [49ῃ)] τὴν ἁγίαν ἴδε [...], καὶ σκόπησον τὸ πρᾶγμα, πῶς τυγχάνει ἄπειρον.
000-00-00 Serial Number=0055082560
In Christi natalem diem Ante [Go Back]  
 [00013]  σπαργανούμενον νήπιον, καὶ βαστάζων τὴν ἄπειρον·
000-00-00 Serial Number=0804215848
In Genesim sermones Ante [Go Back]  
 [00132]  εἰ δὲ ἀπείρως ἡμῶν διέστηκε καὶ ἀσυγκρίτως ὑπερέχει, πῶς οὐκ ἐσχάτης ἂν εἴη μανίας, ἄπειρον αὐτοῦ καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν ὁμολογοῦντας, καὶ θείαν καὶ ἀκατάληπτον, ὡς περὶ ἀνθρωπίνης τινὸς τέχνης, οὕτω καθ' ἕκαστον τῶν γινομένων ἀπαιτεῖν εὐθύνας αὐτόν;
000-00-00 Serial Number=0871452212
In Isaiam Ante [Go Back]  
 [01320]  Πολὺ γὰρ τὸ μέσον τῆς Παλαιστίνης καὶ τῆς Λακεδαίμονος καὶ πέλαγος ἄπειρον.
 [02217]  Παρὰ μὲν γὰρ ἐκείνοις πλῆθος ἄπειρον καὶ πόλεις καὶ ἔθνη καὶ δῆμοι·
 [02446]  Ταῦτα οὖν πάντα ὁ προφήτης προαναφωνεῖ, ὁμοῦ καὶ τὸν τόκον λέγων καὶ τὸ κέρδος τῶν ὠδίνων τὸ ἄφατον ἐκεῖνο καὶ ἄπειρον.
 [02542]  ἀλλ' ἐπειδὴ τὸ πλῆθος ἄπειρον καὶ οὐχ ἱκανὴ ἡ χώρα δέξασθαι τῶν σωμάτων τὸν ἀριθμόν, καὶ φάραγγες καὶ πέτραι καὶ ὄρη καὶ νάπαι καὶ πάντα καλυφθήσεται τοῖς βαρβαρικοῖς σώμασι.
000-00-00 Serial Number=0913334429
In Joannem Ante [Go Back]  
 [00315]  ἀλλ' ὥσπερ εἴ τις τὸν ἑστῶτα παρ' αἰγιαλὸν, καὶ βλέποντα πόλεις, καὶ ἀκτὰς, καὶ λιμένας, ἐπειδὰν εἰς μέσον ἀγάγῃ πελάγους, τῶν μὲν προτέρων ἀπέστησεν, οὐ μὴν ἔστησέ που τὸ ὄμμα αὐτῷ, ἀλλ' εἰς ἄπειρον ἤγαγε θεωρίαν·
 [00513]  ὅταν καὶ τῆς φύσεως καὶ τῶν ἄλλων ἁπάντων οὕτως ἄπειρον ᾖ τὸ μέσον, πῶς οὐκ ἐσχάτης μανίας τὸ τὰ τοιαῦτα κινεῖν;
 [00830]  Ἄλλως δὲ, εἰ οὐκ ἔστι συναΐδιος τῷ Πατρὶ, πῶς ἄπειρον αὐτοῦ τὴν ζωὴν ἐρεῖς;
 [00832]  τὸ γὰρ ἄπειρον ἑκατέρωθεν ἄπειρον εἶναι χρή.
 [01321]  Κἂν γὰρ ἅπασαν τὴν πίστιν ἔχωμεν καὶ τὴν τῶν Γραφῶν κατανόησιν, τῆς δὲ ἀπὸ τοῦ βίου προστασίας ὦμεν ἔρημοι καὶ γυμνοὶ, οὐδὲν τὸ κωλύον εἰς τὸ τῆς γεέννης ἀπενεχθῆναι πῦρ, καὶ εἰς ἄπειρον ὑπὸ τῆς ἀσβέστου κατακαίεσθαι φλογός.
 [01350]  Τί φιλονεικεῖς εἰκῆ καὶ μάτην ὑπερακοντίσαι τῷ λογισμῷ τὴν ἄπειρον ταύτην ζωήν;
 [01700]  Καὶ γὰρ ἄπειρον τὸ μέσον ἐστὶ τῆς τε ἐκείνων καὶ τῆς τούτου προνοίας τῆς εἰς ἡμᾶς.
 [01780]  Παραγενόμενος γὰρ ἐπὶ τὸ τῆς λαμπρᾶς ἐκείνης τραπέζης μετασχεῖν, οὐ μόνον εἴργεται τῆς εὐωχίας, ἀλλὰ καὶ τὰς χεῖρας δεθεὶς καὶ τοὺς πόδας ὁμοίως, εἰς τὸ σκότος ἄγεται τὸ ἐξώτερον, τὸν αἰώνιον καὶ ἄπειρον ὀλοφυρμὸν, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων ὑποστησόμενος.
 [02229]  Ὃ δὲ ἐγὼ φέρω, μεθεκτόν τέ ἐστι (παρ' ἑτέρου γὰρ ἔλαβον αὐτὸ), καὶ μικρόν τι τοῦ παντὸς, καὶ οἱονεὶ σταγὼν εὐτελὴς πρὸς ἄβυσσον ἄφατον καὶ πέλαγος ἄπειρον·
 [02456]  ∆είξας πολλὴν τῶν τοῦ Χριστοῦ δωρεῶν τὴν ὑπερβολήν, ὡς εἶναι τὸ μέσον ἄπειρον τούτων τε καὶ τῶν διὰ Μωϋσέως οἰκονομηθέντων, θέλει λοιπὸν καὶ αἰτίαν εὔλογον τῆς διαφορᾶς εἰπεῖν.
 [04357]  καὶ τῇ τῶν οἰκείων λογισμῶν ἀσθενείᾳ τὴν ἄπειρον ἐκείνην ὑποβάλλοντες οὐσίαν.
 [04874]  Πολὺ γὰρ τὸ μέσον καὶ ἄπειρον ἦν.
 [05457]  Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία Ὁρᾷς καὶ τὸ Πνεῦμα ἄπειρον;
000-00-00 Serial Number=0494413853
In Psalmos 101-107 Ante [Go Back]  
 [00345]  Εἰ καὶ τούτων εὗρε μακρότερα διαστήματα, πάν τως ἂν καὶ ταῦτα εἰς μέσον παρήγαγε, δεῖξαι τὸ ἄπειρον τῆς θείας βουλόμενος ἀγαθότητος·
000-00-00 Serial Number=0318497360
In annuntiationem deiparae Ante [Go Back]  
 [00059]  Ὢ συγκαταβάσεως ἀμέτρητον πέλαγος! ὢ θείας φιλανθρωπίας ἄπειρον ὕψος·
000-00-00 Serial Number=0081781507
In assumptionem domini Ante [Go Back]  
 [00010]  τίς τῆς ἀῤῥήτου φιλοτιμίας τοῦ ∆εσπότου διὰ γλώσσης ἀνακηρύξει τὸν ἄπειρον πλοῦτον;
000-00-00 Serial Number=0272825062
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00262]  Οὐχ οὗτός ἐστι τὸ παιδίον τὸ κείμενον, ἀλλ' ἐκεῖνος ὁ ἀποπτὰς καὶ ἀναδραμὼν εἰς ὕψος ἄπειρον.
 [01007]  οὐ γὰρ ἔστιν ἀριθμῆσαι τὸ ἄπειρον τῶν ἐννοιῶν πλῆθος τῶν ἐν ἡμῖν.
 [02948]  ἐπὶ δὲ τῆς βασιλείας ἀντιστρόφως, ὀλίγον μὲν τὸ ἐπίπονον, πολὺ δὲ τὸ ἡδὺ καὶ ἄπειρον.
 [03979]  καὶ πολὺ τὸ μέσον καὶ ἄπειρον δείκνυσιν, ὡς μηδὲ δεηθῆναι κατασκευῆς.
 [08112]  Εὔδηλον ὅτι πολλῷ πλέον, καὶ ἄπειρον.
000-00-00 Serial Number=0694506407
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00936]  Εἰ γὰρ καὶ μεγάλη ἡ φροντὶς ἀπὸ τοῦ πλήθους γίνεται, ὅμως οὐ παυόμεθα εὐχόμενοι αὐξηθῆναι τὴν φροντίδα ταύτην ἡμῖν, καὶ ἐπιδοθῆναι τουτὶ τὸ πλῆθος, καὶ πολλαπλάσιον γενέσθαι καὶ ἄπειρον.
000-00-00 Serial Number=0132526338
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00705]  Εἰπὲ γὰρ, εἰ δώδεκα ἄνδρες πολεμικῶν ἄπειροι πραγμάτων εἰς παράταξιν στρατιωτῶν ἄπειρον καὶ ὡπλισμένην εἰσπηδήσαντες, οὐκ ἄοπλοι μόνον, ἀλλὰ καὶ ἀσθενεῖς τὸ σῶμα, ὑπὸ μὲν ἐκείνων οὐδὲν ἔπαθον, μηδὲ μυρίοις βαλλόμενοι βέλεσιν ἐτρώθησαν, ἔχοντες δὲ ἐμπεπερονημένα τὰ βέλη γυμνῷ τῷ σώματι πάντας κατέβαλλον, οὐχ ὅπλοις κεχρημένοι, ἀλλὰ τῇ χειρὶ παίοντες, εἶτα τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους λαβόντες ἀπήγαγον, μηδὲ τραύματα αὐτοὶ δεξάμενοι, ἆρά τις τὸ γινόμενον ἀνθρώπινον εἶναι ἔφησε;
 [01630]  Καὶ ταυτὸν συνέβαινεν, οἷον ἂν εἴ τις σοφίᾳ κυβερνητικῇ κεχρημένος, ἐπηγγέλλετο πλοίου χωρὶς καὶ ἱστίων πέλαγος ἄπειρον διαπερᾷν, εἶτα ἐπειρᾶτο λογισμοῖς κατασκευάζειν ὅτι τοῦτο δυνατόν·
 [03836]  Ἀλλ' ἵνα μὴ καὶ ἡμεῖς εἰς βυθὸν ἄπειρον ἐμπεσόντες, πολλὰ περιενεχθῶμεν καθ' ἕκαστον αὐτοῦ τῶν μελῶν ἐπιόντες, δεῦρο ἀποστάντες τοῦ σώματος, ἕτερον κάλλος ἴδωμεν τὸ ἀπὸ τῶν ἱματίων, ὃ καὶ δαίμονες ᾐδέσθησαν·
 [05412]  ἀλλ' οἱ γυμνοὶ καὶ δοῦλοι καὶ ξένοι καὶ ὀλίγοι (τί γὰρ τριῶν ὀλιγώτερον;) ἄπειρον στρατιὰν δεδεμένοι κατηγωνίσαντο.
 [08469]  ἄπειρον γὰρ ἐκεῖνο.
 [09999]  καὶ τοῦτο ἐπ' ἄπειρον πάσχουσι, καὶ οὐδαμοῦ τῆς ἐπιθυμίας λή-γουσι.
000-00-00 Serial Number=0646774650
In epistulam ad Colossenses Ante [Go Back]  
 [01570]  Τὸ μὲν οὖν ἄναρχον αὐτοῦ καὶ ἀγέννητον καὶ ἀπερίγραφον καὶ ἄπειρον, οὕτως ἄπορον·
 [01642]  καὶ τοῦτο ἐπ' ἄπειρον.
000-00-00 Serial Number=0806605399
In epistulam ad Ephesios Ante [Go Back]  
 [05288]  καὶ εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος.
 [06092]  Μὴ ζήτει ὅπως μακρὸν ὧδε ζήσεται βίον, ἀλλ' ὅπως ἐκεῖ ἄπειρον καὶ ἀτελεύτητον.
000-00-00 Serial Number=0656886101
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02307]  Αὐτὸς οὐκ ἐπῃσχύνθη σταυρωθῆναι διὰ σὲ, καὶ σὺ ἐπαισχύνῃ ὁμολογῆσαι αὐτοῦ τὴν ἄπειρον κηδεμονίαν;
000-00-00 Serial Number=0804225147
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02973]  εἰ δὲ ἔστι, καὶ τρίτον ἐστὶ, καὶ τέταρτόν ἐστι, καὶ ὑπὸ τοῦ ὑστέρου ἀεὶ τὸ πρῶτον καταλύεται, καὶ τοῦτο πάλιν ὑπὸ τοῦ ἄλλου, καὶ τοῦτο εἰς ἄπειρον.
 [07113]  Οὐ δεῖ μακρὰν ὁδὸν βαδίσαι, οὐδὲ πέλαγος διαβαλεῖν ἄπειρον, ἀλλὰ σπουδάσαι καὶ προθυμηθῆναι, καὶ χαλινὸν ἐπιθεῖναι τῇ γλώττῃ πρὸς τὰς ὕβρεις τὰς ἀκαίρους.
 [07812]  μυρίους οὐχὶ τοὺς πολλοὺς λέγει, ἀλλὰ τὸ πλῆθος τὸ ἄπειρον.
 [08209]  οὐχ ὅσον μικρὰ σταγὼν πρὸς ἄβυσσον ἄπειρον;
 [09448]  ὁ αἰὼν, τὸ ἄπειρον καὶ λῆξιν οὐκ ἔχον.
000-00-00 Serial Number=0205164552
In epistulam ad Philippenses Ante [Go Back]  
 [00663]  ὡς μία γὰρ ῥοπὴ, φησὶν, ὁ πᾶς ἡμῶν αἰὼν πρὸς τὸν αἰῶνα τὸν ἄπειρον·
000-00-00 Serial Number=0660976708
In epistulam ad Romanos Ante [Go Back]  
 [02759]  Ἐνενόησεν αὐτοῦ τὴν δικαιοσύνην, τὴν ἄπειρον δύναμιν·
 [03259]  Καίτοι γε οὐκ ἴσον ἁμαρτία καὶ χάρις, οὐκ ἴσον θάνατος καὶ ζωὴ, οὐκ ἴσον διάβολος καὶ Θεὸς, ἀλλ' ἄπειρον τὸ μέσον.
 [03311]  Πολλῷ γὰρ πλείονα ὧν ὀφείλομεν κατέβαλεν ὁ Χριστὸς, καὶ τοσούτῳ πλείονα, ὅσῳ πρὸς ῥανίδα μικρὰν πέλαγος ἄπειρον Μὴ τοίνυν ἀμφίβαλλε, ἄνθρωπε, τοσοῦτον πλοῦτον ὁρῶν ἀγαθῶν, μηδὲ ζήτει πῶς ὁ σπινθὴρ ἐκεῖνος τοῦ θανάτου καὶ τῆς ἁμαρτίας ἐλύθη, τοσαύτης θαλάττης χαρισμάτων ἐπενεχθείσης αὐτῷ.
 [04621]  Πολὺ καὶ ἄπειρον·
 [05572]  Ἀλλ' ἐπειδὴ τέως σώματος ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔνι, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ φρίκης γέμον, εἰς τοὺς τῶν ἀγγέλων δήμους, εἰς τὰ στίφη τῶν ἀρχαγγέλων τὰ ἄπειρα, εἰς τὰς ἄλλας τὰς ἀσωμάτους δυνάμεις.
 [05787]  Ὅταν γὰρ εἴπῃ θλῖψιν, καὶ δεσμωτήρια λέγει καὶ δεσμὰ καὶ συκοφαντίας καὶ ἐξορίας καὶ τὰς ἄλλας ταλαιπωρίας ἁπάσας, ἑνὶ ῥήματι πέλαγος κινδύνων διατρέχων ἄπειρον, καὶ πάντα ἁπλῶς τὰ ἐν ἀνθρώποις δεινὰ διὰ μιᾶς ἡμῖν ἐμφαίνων λέξεως.
 [05841]  οὔτε εἰ ζωὴν ἐπηγγείλατο τὴν ἄπειρον, κατεδεξάμην ἄν.
 [06748]  μᾶλλον δὲ πολλῷ πλέον καὶ ἄπειρον.
000-00-00 Serial Number=0755149126
In illud Vidi dominum Ante [Go Back]  
 [00378]  Ἀνάγκη γὰρ εἰς ἄπειρον πέλαγος ἱστοριῶν ἀφιέναι τὸν λόγον.
000-00-00 Serial Number=0775305212
In principium Actorum Ante [Go Back]  
 [01028]  Πάλιν ἔδει τὸν ἀπόστολον εἰς τὸν παράδεισον ὁδεῦσαι, μῆκος οὕτω πολὺ, καὶ διάστημα ἄπειρον·
000-00-00 Serial Number=0744316936
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00179]  Ἐπειδὴ γὰρ οὐκ ᾔδει Ἠλίας τὰ γινόμενα (ἐν ἑνὶ γὰρ τόπῳ ἐκαθέζετο, οὐκ ἔβλεπε τὴν οἰκουμενικὴν συμφορὰν, πῶς πάντα ἐξη ράνθη, πῶς αἱ λίμναι, πῶς οἱ ποταμοὶ, πῶς τὰ φυτὰ, πῶς τὰ δένδρα, πῶς τὰ ἄωρα, πῶς τὰ ὥριμα, πῶς τὰ ἔγκαρπα, πῶς τὰ ἄκαρπα, πῶς τὰ παρὰ πηγαῖς, τὰ παρὰ λίμναις τῶν ὑδάτων, τὴν ἅλωσιν τῶν πτηνῶν, τῶν κτηνῶν, τῶν ἄλλων ἁπάντων, τῶν παιδίων τὸν θάνατον, τῶν μητέρων τοὺς ὀλολυ γμοὺς, τὴν οἰκουμενικὴν ἐκείνην συμφοράν), ἐγεί ρει αὐτὸν ὁ Θεὸς, καὶ ποιεῖ αὐτὸν ἄπειρον γῆν ὁδεῦ σαι ἐκεῖθεν ἕως Σιδῶνος, ἵνα κἂν οὕτως ἰδὼν Ἠλίας τὰ γινόμενα, ἀξιώσῃ τὸν ∆εσπότην αὐτοῦ δοῦναι ὑετόν.
000-00-00 Serial Number=0936341822
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01526]  Μηδὲν σωμα τικὸν ὑπολάβῃς, ἀγαπητὲ, μηδὲ ἐμπεριειλῆφθαι θρόνῳ τὸν ἄπειρον Θεὸν νομίσῃς.
 [01541]  Πῶς δὲ καὶ ἔνδυμα γένοιτ' ἂν περὶ τὸν ἄπειρον καὶ ἀσώματον;
 [01644]  Εἰ γὰρ καὶ πᾶσαν τὴν γῆν κατέσχον οἱ ἄνθρωποι, ἀλλ' οὐκ ἀεὶ, οὐδὲ εἰς ἄπειρον αἰῶνα.
000-00-00 Serial Number=0500586987
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00309]  Οὐ γὰρ φωτειδὴς μόνον ἦν, ἀλλὰ καὶ ὁδηγοῦ παντὸς ἀκριβέστερον ἐχειραγώγει κατὰ τὴν ἤπειρον ἐκείνην τὸν ἄπειρον δῆμον ἐκεῖνον.
 [00404]  Ἀλλ' ἰδοῦ καὶ οὗτοι διὰ πάντων ἐλθόντες λαμπρότεροι δι' ἑκάστου τούτων ἐγένοντο καὶ περιφανέστεροι καὶ μείζονα τὴν ἐμπορίαν τὴν ἐν οὐρανοῖς συνήγαγον, καὶ οἱ μὲν Ἰουδαῖοι καὶ ναὸν ἔχοντες καὶ θυσιαστήριον καὶ κιβωτὸν καὶ τὰ Χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ τὸ καταπέτασμα καὶ τὸ ἄπειρον τῶν ἱερέων πλῆθος καὶ τὰς καθημερινὰς λατρείας καὶ τὰς θυσίας ἐωθινάς, τὰς ἑσπερινὰς καὶ συνεχῶς τῶν προφητῶν ἀκούοντες τῶν ζώντων, τῶν τεθνηκότων, ἐνηχούντων αὐτῶν ταῖς ἀκοαῖς καὶ τῶν θαυμάτων τὴν μνήμην περιφέροντες τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν ἐρήμῳ, τῶν ἄλλων ἁπάντων καὶ ἐπὶ τῶν χειρῶν ταῦτα σαλεύοντες, ἐπὶ τῶν φλιῶν ἔχοντες γεγραμμένα, καὶ πολλῆς τῆς τότε θαυματουργίας ἀπολαύοντες καὶ ἑτέρας ἐπιμελείας, οὐ μόνον οὐδὲν ὠφελήθησαν, ἀλλὰ καὶ παρεβλάβησαν, ἐν αὐτῷ τῷ ναῷ εἴδωλα στήσαντες καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν σφάξαντες ὑπὸ δένδρα·
000-00-00 Serial Number=0074392021
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00481]  Πλὴν ἀλλ' εἰ καὶ τρυφὴ ἦν, τί σταγὼν ὕδατος μικρὰ πρὸς ἄπειρον πέλαγος;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»