Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄριστον [75]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄριστον


000-00-00 Serial Number=0850887597
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01570]  Ταῦτα μαθὼν ὁ Ἀβεσσαλὼμ, καὶ καλέσας ἐπ' ἄριστον τοὺς ἀδελφοὺς ἅπαντας, ἐν οἷς ἦν κἀκεῖνος ὁ ὑβριστὴς, ἑστιώμενον αὐτὸν μεταξὺ καὶ πίνοντα κατασφάττει διὰ τῶν οἰκετῶν.
000-00-00 Serial Number=0154166460
Ad populum Antiochenum Ante [Go Back]  
 [00144]  Φάρμακόν ἐστιν ἄριστον, ὅταν τὴν συμμετρίαν ἔχῃ ἀρίστην.
 [01276]  Ἔδει μὲν γὰρ ὑμῖν ὁλόκληρον ἐγχειρίζειν τὴν ἀρετὴν, ἀλλὰ τοῦτον ἄριστον ἡγοῦμαι τρόπον διορθώσεως, τὸ κατὰ μέρος λαμβάνοντας τοὺς νόμους κατορθοῦν, καὶ τότε ἐπὶ τοὺς ἄλλους ἰέναι.
 [01857]  Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἀνέστη, καὶ λαμπροτέρα γέγονε, καὶ χρόνος τοσοῦτος διελθὼν τὴν δόξαν αὐτῆς οὐκ ἠφάνισεν, ἀλλὰ πάντες αὐτὴν ᾄδομεν ἔτι, καὶ νῦν θαυμάζομεν, ὅτι λιμήν τις ἄριστος ἐξ ἐκείνου τοῦ χρόνου τοῖς ἁμαρτάνουσιν ἅπασι γέγονεν, οὐκ ἀφιεῖσα εἰς ἀπόγνωσιν ἐμπεσεῖν, ἀλλὰ καλοῦσα ἅπαντας εἰς μετάνοιαν, καὶ δι' ὧν ἔπραξε, καὶ δι' ὧν ἀπήλαυσε τῆς τοῦ Θεοῦ προνοίας, πείθουσα μηδέποτε τῆς οἰκείας ἀπογινώσκειν σωτηρίας, ἀλλὰ βίον ἄριστον ἐπιδεικνυμένους, καὶ τὴν ἀγαθὴν ἐλπίδα προβαλλομένους θαῤῥεῖν περὶ τοῦ τέλους ὡς ἐσομένου πάντως χρηστοῦ.
 [02104]  Μένετε αὐτοῦ, ἕως οὗ τὸν θεράποντα τὸν ἐμὸν, καθάπερ ἰατρὸν ἄριστον, παρασκευάσω φθάσαι καὶ τὸν ὑμέτερον προκαταλαβεῖν δρόμον.
 [02842]  Ἐπειδὴ γὰρ κτίζοντι καὶ δημιουργοῦντι πάντα παρὰ τὴν ἀρχὴν οὐ παρῆμεν, οὐδὲ εἰ παρῆμεν, εἴδομεν ἂν πῶς ἐγένετο, τῆς ἀοράτου δυνάμεως αὐτὰ κατασκευαζούσης, αὐτὸν τὸν τρόπον τῆς δημιουργίας ἡμῖν ἄριστον ἐποίησεν ἐγγενέσθαι διδάσκαλον, ὑπὲρ φύσεως ἀκολουθίαν συνθεὶς ἅπαντα τὰ γενόμενα.
000-00-00 Serial Number=0672003210
Adversus Judaeos Ante [Go Back]  
 [00474]  Ἐπαγάγωμεν δὲ αὐτοῖς, εἰ δοκεῖ, ὥσπερ τινὰ κυνηγέτην ἄριστον, τὸν μακάριον Παῦλον βοῶντα καὶ λέγοντα·
 [00911]  Τὸ μὲν γὰρ κατὰ γνώμην τοῦ Θεοῦ γινόμενον, κἂν φαῦλον εἶναι δοκῇ, πάντων ἐστὶν ἄριστον·
 [00912]  τὸ δὲ παρὰ γνώμην καὶ μὴ δοκοῦν ἐκείνῳ, κἂν ἄριστον εἶναι νομίζηται, πάντων ἐστὶ φαυλότατον καὶ παρανομώτατον.
 [02211]  ἄριστον παραθῶμεν, καὶ τραπέζης αὐτοῖς κοινωνήσωμεν σήμερον, ἵνα ἐπ' ὄψεσι ταῖς ἡμετέραις τὴν νηστείαν λύσαντες, καὶ πληροφορίαν ἡμῖν καὶ πίστιν ἱκανὴν παρασχόντες τῆς καλῆς ταύτης διορθώσεως, καὶ ἑαυτοῖς καὶ ἡμῖν τῶν αἰωνίων ἀγαθῶν γένωνται πρόξενοι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0772972941
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00287]  Εἴπω σοι τρόπον ἕνα ἄριστον καὶ ἀσφαλῆ κατορθωμάτων;
000-00-00 Serial Number=0694123805
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01035]  Εἶτα Ἰουδαῖοι μὲν τοσαύτης ἀπολαύοντες ἐπιμελείας τῆς παρὰ τοῦ Θεοῦ, καὶ δημαγωγὸν ἔχοντες οὕτως ἄριστον καὶ γενναῖον, καὶ φόβῳ καὶ ἀπειλῇ καὶ εὐεργεσίᾳ καὶ κολάσει καὶ παντὶ τρόπῳ παιδαγωγούμενοι, καὶ τοσαῦτα ὁρῶντες θαύματα, οὐκ ἐγένοντο βελτίους·
000-00-00 Serial Number=0695991039
Catecheses ad illuminandos Ante [Go Back]  
 [00562]  Εἶχον ἐκεῖνοι ἡγεμόνα καὶ στρατηγὸν ἄριστον Μωσέα, ἔχομεν καὶ ἡμεῖς ἄλλον Μωϋσῆν τὸν Θεὸν προηγούμενον ἡμῖν καὶ στρατηγοῦντα.
000-00-00 Serial Number=0081929862
De Anna i Ante [Go Back]  
 [00508]  Εἰ γὰρ μετ' ἄριστον τοιαύτη ἦν, ποία ἦν ὑπὸ τὴν ἕω;
000-00-00 Serial Number=0686991811
De Christi precibus Ante [Go Back]  
 [00302]  Καὶ ἡμεῖς δὲ αὐτοὶ μὴ τὴν πίστιν μόνην ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν νομίζωμεν, ἀλλὰ καὶ πολιτείας ἐπιμελώμεθα, καὶ βίον ἄριστον ἐπιδειξώμεθα, ἵν' ἑκατέρωθεν ἡμῖν ἀπηρτισμένα ᾖ τὰ τῆς ὠφελείας.
000-00-00 Serial Number=0770670712
De Davide et Saule Ante [Go Back]  
 [00264]  Αὐτὰ γὰρ τὰ ῥήματα τῆς ἐν τῇ καρδίᾳ φλεγμονῆς ἔσται φάρμακον ἄριστον.
000-00-00 Serial Number=0260539770
De caritate [2] Ante [Go Back]  
 [00029]  Ὥσπερ τις ἄριστον ποιήσει μέγα, ἵνα καλέσῃ βασιλέα καὶ ἄρχοντας, καὶ πάντα ἑτοιμάσει πλούσια, ἵνα μηδὲν αὐτῷ λείπῃ, ἅλας δὲ οὐκ ἔχει, μὴ δύναται βρωθῆναι τὸ ἄριστον ἐκεῖνο;
000-00-00 Serial Number=0255715311
De diabolo tentatore Ante [Go Back]  
 [00381]  Ὁ μὲν Ἰσαὰκ ἐπιθυμήσας ποτὲ ἄριστον ἐκ τῶν χειρῶν τοῦ παιδὸς φαγεῖν, τὸν παῖδα εἰς τὴν θήραν ἐξέπεμψεν ἐκ τῆς οἰκίας·
 [00382]  οὗτος δὲ ὁ Ἰσαὰκ ἐπιθυμήσας ἄριστον ἐκ τῶν ἡμετέρων χειρῶν λαβεῖν, οὐχ ἡμᾶς ἐξέπεμψεν ἐκ τῆς οἰκίας, ἀλλ' αὐτὸς πρὸς τὴν ἡμετέραν ἔδραμε τράπεζαν.
000-00-00 Serial Number=0813340545
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00028]  Ἀμβακοὺμ δὲ ὁ μακάριος ὑπὸ Πνεύματος ἁγίου ἁρπαγεὶς τὸ τῶν ἐργατῶν ἄριστον τῷ ἐργάτῃ τῆς σωφροσύνης ∆ανιὴλ παρεκόμιζε.
000-00-00 Serial Number=0698509276
De meretrice Ante [Go Back]  
 [00012]  ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, κληθεὶς εἰς ἄριστον ὑπὸ τοῦ οἰκέτου, ἀναμφιβόλως παρεγένετο πρὸς αὐτὸν, ἵνα διὰ τῆς ἐσθιάσεως ἐνδείξηται τῆς αὑτοῦ συγκαταβάσεως τὸ μέγεθος·
 [00034]  Ὁ δὲ φαρισαῖος, ὁ καλέσας αὐτὸν εἰς ἄριστον, ἐν τοῖς ἀφανέσι τῆς ψυχῆς ἐργαστηρίοις βλασφήμους ἐκίνει κατ' αὐτοῦ λογισμοὺς, καὶ τὴν τοῦ σωτῆρος φιλανθρωπίαν ὡς ἄγνοιαν ἐμέμφετο, λέγων ἐν ἑαυτῷ·
 [00072]  καίτοι δίκαιος ἦσθα, καλέσας ἡμᾶς εἰς ἄριστον, πρῶτος ὑπαντῆσαι καὶ περιπτύξασθαί με καὶ τὰ τῆς φιλοφροσύνης ἐν πᾶσιν ἐπιδείξασθαι·
000-00-00 Serial Number=0806369781
De mutatione nominum Ante [Go Back]  
 [00070]  Ὥρα δὴ λοιπὸν τὴν ἡμετέραν ὑμῖν παραθεῖναι τράπεζαν τὴν εὐτελῆ ταύτην καὶ πτωχὴν, καὶ πενίας μὲν πολλῆς γέμουσαν, ἔχουσαν δὲ ὄψον ἄριστον, ὑμῶν τῶν ἀκροωμένων τὴν ἐπιθυμίαν.
000-00-00 Serial Number=0880188167
De pharisaeo Ante [Go Back]  
 [00004]  Καλεῖται γοῦν εἰς ἄριστον ὑπὸ Φαρισαίου, ὡς ἀρτίως ἠκούσαμεν τοῦ Εὐαγγελίου κηρύττοντος, καὶ οὐκ ἀποστρέφεται τὸν καλοῦντα·
 [00006]  Καλεῖται εἰς ἄριστον ὑπὸ Φαρισαίου, καὶ οὐ παραιτεῖται, ἵνα καὶ πλουσίους παιδεύσῃ μὴ ὑπερορᾷν τραπέζας πενήτων, καὶ δικαίους διδάξῃ μὴ διαπτύειν τραπέζας ἁμαρτωλῶν.
 [00016]  Καλεῖται εἰς ἄριστον ὁ Κύριος, καὶ οὐ παραιτεῖται, ὁ ἐκ πέντε ἄρτων πέντε χιλιάδας εἰς κόρον διαθρέψας ἐν τῇ ἐρήμῳ, ὁ τὴν ἀπόρευτον καταξηράνας θάλασσαν, καὶ καθάπερ διὰ χλοηφόρου πεδίου τῆς θαλάσσης τὸν Ἰσραὴλ διαγαγὼν, ὁ οὐρανόθεν αὐτοῖς τὸ μάννα ἐπομβρίσας, καὶ ὅλην τὴν ἡμέραν ἐκ τῆς λαμπρότητος τοῦ μάννα χιόνας.
 [00017]  Καλεῖται εἰς ἄριστον ὁ Κύριος, καὶ οὐ παραιτεῖται, ἐν τοῖς ἀρίστοις τὰ ἄριστα τῶν μαθημάτων τοὺς καλοῦντας αὐτὸν ἐκδιδάσκων·
 [00018]  ἀπέρχεται γὰρ εἰς ἄριστον, οὐχ ἵνα τῶν Φαρισαίου βρωμάτων ἐμφορηθῇ, ἀλλ' ἵνα ὁ Φαρισαῖος τῶν τοῦ Κυρίου διδαγμάτων ἐμπλησθῇ.
 [00019]  Καλεῖται εἰς ἄριστον, καὶ ἔρχεται εἰς οἶκον τοῦ Φαρισαίου, καλύπτων τὴν θεότητα ἀνθρωπότητι, ἵνα μὴ ἄφνω θεασάμενος τὴν ἐξαστράπτουσαν αἴγλην τῆς θεότητος, φύγῃ ἐκ τοῦ οἴκου ὁ καλέσας τὸν ∆εσπότην.
000-00-00 Serial Number=0404033303
De sacerdotio Ante [Go Back]  
 [01180]  Ὅτι ἂν μὴ ἀμφότερα ἔχῃ, ἄχρηστος ἔσται τῷ πλήθει Ἀμφοτέρωθεν οὖν ἰσχυρὸν εἶναι τὸν ἄριστον ἄρχοντα δεῖ ἵνα μὴ θατέρῳ θάτερον ἀνατρέπηται·
 [01183]  ∆ιὸ χρή, καθάπερ τινὰ ἡνίοχον ἄριστον, εἰς ἀκρίβειαν τούτων ἀμφοτέρων ἥκειν τῶν καλῶν, ἵνα ἀμφότερα πρὸς τὸ δέον αὐτῷ μεταχειρίζειν ἐξῇ·
 [01342]  Ὁ μὲν γὰρ εἴσω λιμένων ἐπὶ τῶν οἰάκων καθήμενος οὔπω τῆς τέχνης ἀκριβῆ δίδωσι βάσανον, τὸν δὲ ἐν μέσῳ τῷ πελάγει καὶ τῷ χειμῶνι δυνηθέντα διασῶσαι τὸ σκάφος, οὐδεὶς ὅστις οὐκ ἂν φαίη κυβερνήτην ἄριστον εἶναι.
000-00-00 Serial Number=0784097016
De studio praesentium Ante [Go Back]  
 [00063]  Οὕτω γὰρ καὶ πλούσιον ἐγὼ τὸν πένητα δύναμαι καλεῖν, καὶ πένητα τὸν πλούσιον, καὶ γυναῖκα τὸν ἄνδρα, καὶ ἄνδρα τὴν γυναῖκα, καὶ ἰδιώτην τὸν σοφὸν, καὶ σοφὸν τὸν ἰδιώτην, οὐ συγχέων τῶν πραγμάτων τὴν φύσιν, ἀλλὰ τὸν ἄριστον κανόνα εἰσάγων τὸν πάντα διορθούμενον.
000-00-00 Serial Number=0226608515
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [08220]  Ὅθεν δῆλον ὅτι ἐν τῇ οἰκίᾳ τῆς Μάρθας τὸ ἄριστον ἦν·
000-00-00 Serial Number=0838466108
Epistulae Ante [Go Back]  
 [02942]  Ἐπεὶ καὶ κυβερνήτην ὁ χειμὼν μάλιστα δείκνυσι τῆς θαλάσσης, καὶ ἰατρὸν ἄριστον τὰ χαλεπὰ τῶν σωμάτων νοσήματα·
000-00-00 Serial Number=0122217059
Expositiones in Psalmos Ante [Go Back]  
 [01093]  Ὅπλον ἄριστον, ὅπλον κατὰ γνώμην Θεοῦ, ὅπλον κάλλιστον.
 [01746]  Εἶδες παῤῥησίαν δικαίου, καὶ ἄριστον συνειδός;
 [06750]  Εἰ γὰρ τὸν Κορνήλιον διὰ βίον ἄριστον ἐκάλεσεν ἐπὶ τὴν τῶν ἀποῤῥήτων γνῶσιν, καὶ τὸν εὐνοῦχον διὰ τὸ ἀναγινώσκειν σπουδαίως ἐποίησε καὶ γνῶναι·
 [07586]  Ἀλλ' ὅρα πάλιν αὐτὸν, καθάπερ ἄριστον χορευτὴν, πάλιν ἀπὸ τῶν ὑψηλῶν ἐπὶ τὰ παχύτερα καταβαίνοντα.
000-00-00 Serial Number=0100493014
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00207]  Τοῦτο γεωργίας εἶδος ἄριστον, ὀρύσσειν τὰς ἀκάνθας.
000-00-00 Serial Number=0114578724
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00169]  Ἐπεὶ καὶ κυβερνήτην ἐκεῖνον ἄριστον εἶναί φαμεν, οὐ τὸν ἐν γαληνῷ πόντῳ δυνάμενον κατευθύνειν τὸ σκάφος, ἀλλὰ τὸν μεταξὺ σκοπέλων καὶ κυμάτων καὶ χειμώνων καὶ πνευμάτων διασώζοντα τοὺς ἐμπλέοντας·
000-00-00 Serial Number=0913080871
In Acta apostolorum Ante [Go Back]  
 [01640]  Ὅτε γὰρ τὸ λαμπρὸν τοῦ φωτὸς δείκνυται, τότε οὐ περὶ ἔργα ἔχουσιν οἱ ἄνθρωποι τὰ περὶ ἄριστον, τότε φαιδρὰ ἡ ἡμέρα, τότε πάντες εἰσὶν ἐπ' ἀγορᾶς.
000-00-00 Serial Number=0932796597
In Joannem Ante [Go Back]  
 [03615]  παραθῶμεν ἄριστον ὃ βούλεται φαγεῖν·
 [03617]  Ποῖον δέ ἐστι τοῦτο τὸ ἄριστον;
000-00-00 Serial Number=0815482914
In Psalmos 101-107 Ante [Go Back]  
 [00462]  Ὅταν οἱ ἀνακείμενοι αὐτῷ βίον ἄριστον ἐπι δείξωνται, ὅταν καὶ διὰ ῥημάτων καὶ δι' ἔργων αὐτὸν ἀνυμνῶσι, μεγαλύνεται τότε, οὐκ αὐτός τι προσλαμβά νων εἰς μέγεθος, ἀλλὰ τοῖς ἀγνοοῦσιν αὐτὸν διὰ τῶν θε ραπευόντων μέγας δεικνύμενος διὰ μεγαλουργίας κτι σμάτων ποικιλίας τε καὶ προνοίας.
000-00-00 Serial Number=0779423475
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00264]  Μετὰ ἄριστον ἀναστὰς ἀπὸ τῆς στιβάδος περιεπάτει, καὶ εἶδε γυναῖκα γυμνὴν, λουομένην, καλὴν καὶ εὔμορφον σφό δρα.
000-00-00 Serial Number=0739103258
In Psalmum 094 Ante [Go Back]  
 [00019]  Οὐ γὰρ ἐπὶ φθαρτὸν ἄριστον ἐκάλεσεν, γαστρὸς ἐπιθυμίαν κορέσαι [55.617] βουλόμενος.
000-00-00 Serial Number=0243059516
In Samaritanam Ante [Go Back]  
 [00074]  ὑμεῖς ἀπελθόντες ἀγοράσατε, ἐγὼ ἕτερον ἄριστον ἔχω.
000-00-00 Serial Number=0769703925
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00050]  Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, οἵους ὁ Χριστὸς ἔθηκε νόμους περὶ τῶν πίστιν μὲν ἐχόντων, βίον δὲ ἄριστον οὐκ ἐπιδεικνυμένων.
 [00289]  Ἂν δέ τινες ὦσιν οἱ τοῖς μέλλουσιν οὐ πιστεύοντες, ἀπὸ τῶν παρελθόντων αὐτοὺς ἐνάγωμεν εἰς τὴν τῆς ἀρετῆς ἐπιμέλειαν τὰ κατὰ τοὺς Σοδομίτας διηγούμενοι, τὰ κατὰ τὸν κατακλυσμὸν λέγοντες, τὰ κατὰ τὴν Αἴγυπτον ἀναμιμνήσκοντες, ἵνα ταῖς ἑτέρων σωφρονισθέντες κολάσεσι, καὶ βίον ἄριστον ἐπιδειξάμενοι, καὶ τὸν περὶ τῆς γεέννης καὶ τῆς ἀναστάσεως δέξωνται λόγον.
000-00-00 Serial Number=0511731148
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01119]  Καὶ γὰρ ὥσπερ ἂν εἴ τις στρατηγὸς ἄριστον ἔχων στρατιώτην, ἀπὸ τῆς ὁπλοδεξιᾶς, ἀπὸ τῆς στάσεως, ἀπὸ τῆς ῥώμης καταπλήξειε τὸν ἀντίδικον·
000-00-00 Serial Number=0007268131
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01963]  Τοῦτο γοῦν αἰσχυνθῶμεν, ἀγαπητοὶ, καὶ βίον ἐπιδειξώμεθα ἄριστον·
 [03896]  Εἰ γὰρ οὐδὲ ἐπ' ἄριστον ἕλοιτό τις ἀπελθεῖν, εἰ μὴ χάριν ὁ καλῶν εἰδείη τῷ καλουμένῳ, πῶς χρήματα λαβεῖν μετ' ἀνάγκης καλόν;
 [08466]  ∆ιὰ τοῦτο καὶ δεῖπνον τὸ ἄριστον ἐκάλεσε·
 [08661]  Κάλεσον ἐπ' ἄριστον τὸν Χριστὸν, μετάδος αὐτῷ τῶν σῶν, μᾶλλον δὲ τῶν αὐτοῦ·
 [09999]  Τί ποτ' οὖν τὸ ἄριστον καὶ τὸ ὠφέλιμον;
000-00-00 Serial Number=0293301225
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [03269]  Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, φησὶ, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μήτε γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσί σε, καὶ γένηταί σοι ἀνταπόδομα·
000-00-00 Serial Number=0304769814
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03263]  Πάλιν μετὰ τὸ ἄριστον τῶν αὐτῶν ἔχονται, ὕπνῳ πρότερον ἑαυτοὺς ἐκδεδωκότες.
000-00-00 Serial Number=0099160433
In epistulam ad Colossenses Ante [Go Back]  
 [00255]  ὑμεῖς δὲ τρέμοντες καὶ δεδοικότες, καὶ τοὺς ἀνακειμένους αἰδούμενοι, οὐδὲ ἐκτεῖναι χεῖρα τολμήσετε, καθάπερ εἰς παιδαγωγεῖον, ἀλλ' οὐκ εἰς ἄριστον εἰσελθόντες, καθάπερ δεσπότας δεινοὺς τρέμοντες.
000-00-00 Serial Number=0917099416
In epistulam ad Ephesios Ante [Go Back]  
 [06116]  Ἐννόησον οὖν ὅσον ἐστὶ τὸν υἱὸν τὸν σὸν εἰσελθόντα ἐκεῖ, καθάπερ ἰατρὸν ἄριστον, μετὰ τῶν ὀργάνων εἰσιέναι τῶν δυναμένων καταστέλλειν τὴν ἑκάστου φλεγμονὴν, καὶ προσιέναι ἑκάστῳ καὶ διαλέγεσθαι, καὶ ὑγιὲς τὸ κάμνον σῶμα ποιεῖν, φάρμακα ἐπιτιθέντα τὰ ἀπὸ τῶν Γραφῶν, καὶ τοὺς περὶ φιλοσοφίας ἐκχέοντα λόγους.
000-00-00 Serial Number=0797449946
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01102]  Ἀλλ' ὅμως οὐκ ἀπέστησεν αὐτὸν τῆς τοιαύτης οἰκονομίας τὸ μὴ πάντας προσελθεῖν, ἀλλ' ὥσπερ τὸ ἄριστον τὸ ἐν τῷ Εὐαγγελίῳ πᾶσι μὲν ηὐτρέπιστο, ἐπειδὴ δὲ οὐκ ἠθέλησαν ἐλθεῖν οἱ κληθέντες, οὐ συνεῖλε τὰ προκείμενα, ἀλλ' ἑτέρους ἐκάλεσεν·
000-00-00 Serial Number=0341395915
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02848]  τουτέστι, βίον ἄριστον ἔχωμεν.
 [06143]  Ἐννόησον γάρ μοι ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος, καὶ ὡς ἐπὶ ἄριστον βίον μετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ' αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν ἔχειν ἀντίληψιν.
000-00-00 Serial Number=0592065334
In epistulam ad Philippenses Ante [Go Back]  
 [00363]  Ἐὰν ποιῇς δεῖπνον, ἢ ἄριστον, μὴ καλέσῃς τοὺς φίλους σου, μηδὲ τοὺς συγγενεῖς, ἀλλὰ τοὺς ἀναπήρους, τοὺς χωλοὺς, τοὺς τυφλοὺς, τοὺς μὴ δυναμένους ἀνταποδοῦναί σοι.
000-00-00 Serial Number=0880035102
In epistulam ad Titum Ante [Go Back]  
 [00952]  καὶ τὸν εἰς ἀρχὴν ἐλθόντα, πρότερον ἄριστον εἶναι χρὴ προεστάναι οἰκίας.
000-00-00 Serial Number=0833691716
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00254]  Εἰπὼν [56.150] τοίνυν τοῦτο, ἐπήγαγε λιμὸν, καθάπερ παιδαγωγὸν ἄριστον, καὶ διορθωτὴν τῶν γινομένων κακῶν·
000-00-00 Serial Number=0707524121
In meretricem et in pharisaeum Ante [Go Back]  
 [00003]  Σήμερον ὁ Φαρισαῖος εἰς ἄριστον τὸν ∆εσπότην ἐκάλεσε, τιμὴν ὕβρει κεράσας·
000-00-00 Serial Number=0319120169
In pharisaeum et meretricem Ante [Go Back]  
 [00030]  Σὺ καλεῖς ἐπ' ἄριστον ἐμὲ, τὸν καλοῦντα πάντας ἀνθρώπους εἰς τὸ οὐράνιον ἄριστον;
 [00031]  σὺ καλεῖς ἐπ' ἄριστον ἐμὲ τὸν πέντε ἄρτοις δῆμον ὁλόκληρον κορέσαντα;
 [00032]  σὺ καλεῖς ἐπ' ἄριστον ἐμὲ τὸν διδόντα τροφὴν πάσῃ σαρκί;
 [00035]  Ἤδει γὰρ ποῖον ἄριστον ἔμελλεν ἀριστᾷν·
000-00-00 Serial Number=0472552240
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [02154]  Ὁ δὲ Ἀμβακοὺμ, φησὶ, ἄριστον ἤνεγκε τῷ ∆ανιήl.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»