Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄριστος [70]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄριστος


000-00-00 Serial Number=0152944565
Ad populum Antiochenum Ante [Go Back]  
 [00057]  Εἰ γὰρ καὶ μὴ δι' ἑαυτὸν, διὰ γοῦν τοὺς ἄλλους ὑγιαίνειν αὐτὸν ἐχρῆν Στρατηγὸς ἦν ἄριστος·
 [01857]  Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἀνέστη, καὶ λαμπροτέρα γέγονε, καὶ χρόνος τοσοῦτος διελθὼν τὴν δόξαν αὐτῆς οὐκ ἠφάνισεν, ἀλλὰ πάντες αὐτὴν ᾄδομεν ἔτι, καὶ νῦν θαυμάζομεν, ὅτι λιμήν τις ἄριστος ἐξ ἐκείνου τοῦ χρόνου τοῖς ἁμαρτάνουσιν ἅπασι γέγονεν, οὐκ ἀφιεῖσα εἰς ἀπόγνωσιν ἐμπεσεῖν, ἀλλὰ καλοῦσα ἅπαντας εἰς μετάνοιαν, καὶ δι' ὧν ἔπραξε, καὶ δι' ὧν ἀπήλαυσε τῆς τοῦ Θεοῦ προνοίας, πείθουσα μηδέποτε τῆς οἰκείας ἀπογινώσκειν σωτηρίας, ἀλλὰ βίον ἄριστον ἐπιδεικνυμένους, καὶ τὴν ἀγαθὴν ἐλπίδα προβαλλομένους θαῤῥεῖν περὶ τοῦ τέλους ὡς ἐσομένου πάντως χρηστοῦ.
000-00-00 Serial Number=0639291942
Adversus Judaeos Ante [Go Back]  
 [00604]  Οὕτω καὶ στρατηγὸς ἄριστος οὐχὶ τὰ μηχανήματα ἀποκρούεται μόνον, ἀλλὰ πρὸ τούτων τὴν πόλιν στασιάζουσαν πρὸς ἑαυτὴν συνάγει, εἰδὼς ὅτι τὸ πλέον οὐδὲν ἔσται τῆς ἔξωθεν νίκης, ἕως ἂν οἱ ἔνδοθεν ἐμφύλιοι μένωσι πόλεμοι.
 [00678]  Καὶ καθάπερ ἰατρὸς ἄριστος τὸν πυρετὸν πρῶτον σβέσας, τότε τὰ ἕλκη καὶ τὰ ῥήγματα διορθοῦται·
000-00-00 Serial Number=0730237603
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00306]  Καὶ καθάπερ παιδοτρίβης ἄριστος τινὰ ῥυπῶντα, ἐκνενευρισμένον ἀθλητὴν, ἠμελημένον λαβὼν, ἀλείψας, γυμνάσας, εἰς εὐσαρκίαν ἀγαγὼν, οὐκ ἀφίησιν ἡσυχάζειν λοιπὸν, ἀλλ' εἰς τοὺς ἀγῶνας κατιέναι κελεύει, ἵνα αὐτὸν διδάξῃ διὰ τῆς πείρας ὅσην ἐνέθηκεν αὐτῷ δύναμιν·
000-00-00 Serial Number=0994937241
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00030]  Ὃ δὴ καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν ἐκείνου, ὃς πανταχόθεν βαλλόμενος, ἀσφαλέστερος ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου, ἀλλ' ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν οὐδὲ ὑπεσκελίσθη, ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάττης καὶ τῶν κυμάτων διεγειρομένων κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμότερος ἐγίνετο·
000-00-00 Serial Number=0025728464
Commentarius in Job Ante [Go Back]  
 [03444]  οὐδέν μοι διαφέροντος πράγματος ἐζήτουν καθάπερ τις ἄριστος θηρατής.
 [03445]  οὐ γνωρίμους μόνον οὐ παρεπεμπόμην» καθάπερ οἱ νῦν »οὐδὲ τοὺς ὄντας διωθούμην, ἀλλ', εἰ καὶ μηδεὶς ἦν, καθάπερ ἔργον τοῦτο ἔχων καὶ καθάπερ τις θηρατὴς ἄριστος περιῄειν συνεχῶς περισκοπούμενος, μή πού τις ἀδικεῖται, μή πού τις καταδυναστεύεται.».
 [04072]  ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται οὐδὲ ὡς ἔτυχεν οὐδὲ εἰκῇ, ἀλλὰ πρός τινα σκοπὸν ὁ θεὸς ὁρῶν σύμμετρον οὕτως ἐποίησε καθάπερ ἀριστοτέχνης ἄριστος.
000-00-00 Serial Number=0146184385
De Anna i Ante [Go Back]  
 [00595]  καὶ αἱ μητέρες εἴσονται πάλιν, ποῖος παιδοτροφίας ἄριστος ἂν γένοιτο τρόπος.
000-00-00 Serial Number=0083827853
De Christi precibus Ante [Go Back]  
 [00186]  Καθάπερ οὖν ἀνδριαντοποιὸς ἄριστος βουλόμενος διὰ τῶν ἔργων ἐπιδείξασθαι τὴν ἑαυτοῦ τέχνην, ἀφίησι, τὸν ἀνδριάντα διαπλάττων.
000-00-00 Serial Number=0561363757
De Davide et Saule Ante [Go Back]  
 [00009]  Καὶ γὰρ οὗτος ἄριστος διδασκαλίας εἶναί μοι δοκεῖ τρόπος, τὸ μὴ πρότερον ἀφίστασθαι συμβουλεύοντας ὑπὲρ ὁτουοῦν, ἕως ἂν εἰς ἔργον τὴν συμβουλὴν ἐξελθοῦσαν ἴδωμεν.
 [00313]  Ὁ δὲ ∆αυῒδ οὐχ οὕτως, ἀλλ' ὥσπερ τινὰ παρακαταθήκην λαβὼν, καὶ μέλλων αὐτῆς εὐθύνας διδόναι, οὐ μόνον αὐτὸς οὐχ ἥψατο τοῦ πολεμίου, ἀλλὰ καὶ ἑτέρους βουλομένους ἀνελεῖν ἐκώλυσε, σωματοφύλαξ ἀντὶ πολεμίου γενόμενος καὶ δορυφόρος ἄριστος.
000-00-00 Serial Number=0694857121
De Joseph et de castitate Ante [Go Back]  
 [00006]  Ὑπομονῆς οὖν διδάσκαλος ἄριστος ὁ τοῦ μακαρίου Ἰὼβ βίος, ἀνεξικακίας ὁ τοῦ Μωϋσέως, πραότητος ὁ τοῦ ∆αυῒδ, νηστείας καὶ προσευχῆς ὁ τοῦ ∆ανιὴλ, σωφροσύνης ὁ τοῦ Ἰωσὴφ καὶ τῆς μακαρίας Σουσάννης.
000-00-00 Serial Number=0283573806
De Lazaro Ante [Go Back]  
 [01787]  Καθάπερ γὰρ ἄριστος ἀνδριαντοποιὸς χρυσοῦς διαπλάττων ἀνδριάντας, μετὰ πολλῆς καλλωπίζει τῆς ἀκριβείας·
000-00-00 Serial Number=0487333417
De fato et providentia Ante [Go Back]  
 [00383]  Παρέδωκε τοῖς βασανισταῖς, ἵνα κακίαν ἐξέλῃ ψυχῆς, καθάπερ ἰατρὸς ἄριστος.
000-00-00 Serial Number=0153825581
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00328]  καθάπερ τις στρατηγὸς ἄριστος, αὐτὸς σκευοφόρος, αὐτὸς ὑπασπιστής, αὐτὸς προασπιστής, αὐτὸς παραστάτης, αὐτὸς πάντα γινόμενος τῷ στρατοπέδῳ.
000-00-00 Serial Number=0758536100
De paenitentia [1] Ante [Go Back]  
 [01324]  οὗτος δὲ καθὰ μουσικός τις ἄριστος χρυσῆν ἁρμοσάμενος κιθάραν, τῇ συμφωνίᾳ τῶν κρουσμάτων ὁλόκληρον ἀνίστησι θέατρον·
000-00-00 Serial Number=0819343507
De sacerdotio Ante [Go Back]  
 [01226]  Οὐδὲ γάρ, εἰ ζωγράφος ὢν ἄριστος καὶ πάντων κατὰ τὴν τέχνην κρατῶν, τὴν μετὰ πολλῆς τῆς ἀκριβείας ἀναγεγραμμένην εἰκόνα ὑπὸ τῶν τῆς τέχνης ἀπείρων σκωπτομένην ἑώρα, ἔδει καταπεσεῖν καὶ τῇ κρίσει τῶν οὐκ εἰδότων φαύλην ἡγεῖσθαι τὴν γραφήν, ὥσπερ οὐδὲ τὴν ὄντως φαύλην θαυμαστήν τινα καὶ ἐπέραστον ἀπὸ τῆς τῶν ἀτέχνων ἐκπλήξεως.
 [01228]  Ὅτι πρὸς τὸ τῷ Θεῷ ἀρέσκον μόνον δεῖ τοὺς λόγους ῥυθμίζειν Ὁ γὰρ ἄριστος δημιουργὸς αὐτὸς ἔστω καὶ κριτὴς τῶν αὐτοῦ τεχνημάτων καὶ καλὰ καὶ φαῦλα ταύτῃ τιθέσθω τὰ γινόμενα, ὅταν ὁ τεχνησάμενος αὐτὰ νοῦς ταύτας φέρῃ τὰς ψήφους, τὴν δὲ τῶν ἔξωθεν δόξαν, τὴν πεπλανημένην καὶ ἄτεχνον μηδὲ εἰς νοῦν βαλέσθω ποτέ.
000-00-00 Serial Number=0949604392
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00006]  Καθάπερ γάρ τις ποιμὴν ἄριστος λέοντα ἐκφοβοῦντα τὰ θρέμματα καὶ τῇ ποίμνῃ πάσῃ λυμαινόμενον λαβὼν, καὶ τοὺς ὀδόντας ἐκκόψας, καὶ τοὺς ὄνυχας ἐκτεμὼν, καὶ τὴν κόμην ἀποκείρας, εὐκαταφρόνητον καὶ καταγέλαστον ποιεῖ, καὶ παιδίοις ποιμενικοῖς καὶ κόραις παραδίδωσι καταπαίζειν λοιπόν·
000-00-00 Serial Number=0808272421
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [06998]  ἀλλ' ὥσπερ τινὰ παρακαταθήκην λαβὼν, καὶ μέλλων αὐτῆς εὐθύνας διδόναι, οὕτως οὐ μόνον αὐτὸς οὐχ ἥψατο τοῦ πολεμίου, ἀλλὰ καὶ τοὺς ἑταίρους αὐτοῦ βουλομένους ἀνελεῖν ἐκώλυσε, σωματοφύλαξ ἀντὶ πολεμίου γενόμενος καὶ δορυφόρος ἄριστος.
 [07270]  Οὐδὲ γὰρ ὡς μαχόμενος, οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον νίκην ἐρχόμενος, οὕτως ἵστη τὰ τρόπαια, κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα, καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀλλ' ἀπὸ τούτων ἐπ' ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων ἐφ' ἑτέρους μεταπηδῶν, καὶ καθάπερ τις στρατηγὸς ἄριστος καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον δὲ καθ' ἑκάστην ὥραν.
 [08083]  Οὐδὲ γὰρ ὡς μαχόμενος, οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον νίκην ἐρχόμενος, οὕτως ἵστη τὰ τρόπαια κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα, καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀπὸ τούτων πρὸς ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων εἰς ἑτέρους μεταπηδῶν, καὶ καθάπερ τις στρατηγὸς ἄριστος, καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον [63.815] δὲ καθ' ἑκάστην ὥραν.
000-00-00 Serial Number=0921416283
Epistulae Ante [Go Back]  
 [00277]  Ὁ γὰρ ἄριστος κυβερνήτης οὔτε ἐν γαλήνῃ χαυνοῦται, οὔτε ἐν χειμῶνι ταράττεται.
 [00569]  Καὶ δεῖ χαίρειν ὑπὲρ τούτων, καὶ σκιρτᾷν, καὶ εὐφραίνεσθαι, ὅτι τὴν ἐκείνης ψυχὴν, καθάπερ γεωργὸς ἄριστος καρπὸν ὥριμον, τῷ κοινῷ πάντων παρέστησας ∆εσπότῃ.
 [01527]  Καὶ δεῖ χαίρειν ὑπὲρ τούτων, καὶ σκιρτᾷν, καὶ εὐφραίνεσθαι, ὅτι τὴν ἐκείνης ψυχὴν, καθάπερ γεωργὸς ἄριστος καρπὸν ὥριμον, τῷ κοινῷ πάντων παρέστησας ∆εσπότῃ.
000-00-00 Serial Number=0202040851
Expositiones in Psalmos Ante [Go Back]  
 [02889]  Καὶ γὰρ καθάπερ τις ἄριστος ἰατρὸς, τοὺς ὑγιαίνοντας ἀφεὶς, ἦλθε πρὸς ἡμᾶς τοὺς κάμνοντας.
 [04652]  Καὶ γὰρ καθάπερ τις ἄριστος ἰατρὸς, τοὺς ὑγιαίνοντας ἀφεὶς, ἦλθε πρὸς ἡμᾶς τοὺς κάμνοντας.
000-00-00 Serial Number=0437498689
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01051]  Οὐ γὰρ εἰς ἁρπαγὰς εἰσάγει τὰς πόλεις, ἀλλ' ἐφίστησι τοὺς πολεμίους ταῖς πύλαις, καθάπερ διδάσκαλος ἄριστος, κατάγει μὲν τὸν ἱμάντα, οὐ πλήττει δέ.
000-00-00 Serial Number=0686630547
Fragmenta in Job Ante [Go Back]  
 [00848]  ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάσσης, καὶ τῶν κυμάτων διεγειρομένων, κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμώτερος ἐγίνετο, ἀλλ' ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ, ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε.
000-00-00 Serial Number=0510218859
Homilia de capto Eutropio Ante [Go Back]  
 [00781]  Περιῄει Παῦλος τὴν οἰκουμένην, τὰς ἀκάνθας ἀνατέμνων τῆς ἀσεβείας, τὰ σπέρματα καταβάλλων τῆς εὐσεβείας, καθάπερ ἀροτὴρ ἄριστος τὸ ἄροτρον ἔχων τῆς διδασκαλίας.
000-00-00 Serial Number=0014002264
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00050]  ∆ιὸ δὴ καθάπερ ἄριστος στρατηγὸς συγκροτεῖ τὴν φάλαγγα, τὰ πάθη τὰ λυμαινόμενα τῇ ἀνδρείᾳ τῆς διανοίας ἐξορίζων τῶν πιστῶν, καὶ τὴν ἀγάπην ἐπιδεικνύμενος τὴν αὑτοῦ, καὶ τοὺς σφόδρα ἀφεστηκότας αὐτοῦ κατὰ τὴν τῆς πολιτείας ἀκρίβειαν τῷ τῆς συγγενείας συνάπτων ὀνόματι.
000-00-00 Serial Number=0516507030
In Acta apostolorum Ante [Go Back]  
 [06513]  Καθάπερ ἰατρὸς ἄριστος, ἀκμάζοντος ἔτι τοῦ πυρετοῦ, τὸ βοήθημα αὐτῷ ἐπήγαγεν ὁ Χριστός·
 [09448]  Τοιοῦτον γὰρ ποιεῖ, οἷον ἂν εἴ [60.214] τις ζωγράφος ἄριστος ὢν καὶ εἰκόνα γράφων βασιλικὴν, τῶν οὐκ ἐμπείρων ἀποδέχοιτο τοὺς ἐπαίνους.
 [09999]  Καὶ πόθεν, φησὶν, ἂν γένοιτο βίος ἄριστος;
 [09999]  οὕτω καὶ ὁ οἰκονομικὸς ἂν εἴη ἄριστος ὁ εἰς δέον ἀναλίσκων, καὶ μὴ ἁπλῶς ἀνοικονομήτως.
 [09999]  Ἐνίκησας οὐδὲ λαβὴν δοὺς, κατέβαλες τὸ πάθος τὸ ἐν σοὶ, ἀπέσφαξας τὸ θηρίον κεκινημένον, καὶ λυττῶντα τὸν θυμὸν ἐπεστόμισας, καθάπερ τις ἄριστος νομεύς·
000-00-00 Serial Number=0154927790
In Isaiam Ante [Go Back]  
 [00949]  Καθάπερ ἰατρὸς ἄριστος νῦν μὲν καίων, νῦν δὲ τέμνων, νῦν δὲ πικρὰ διδοὺς φάρμακα, μεθοδεύει τῶν ἀρρωστούντων τὴν ὑγίειαν·
000-00-00 Serial Number=0239360332
In Joannem Ante [Go Back]  
 [01975]  Καθάπερ γάρ τις τεχνίτης ἄριστος, οἰκίαν ὑπὸ χρόνου σαθρωθεῖσαν ἀναλαβὼν, τὴν κοινὴν τότε τῶν ἀνθρώπων φύσιν, οὕτω ταύτης τά τε ἀποκλασθέντα ἀνεπλήρωσε μέρη, τά τε διεστῶτα καὶ διαλελυμένα συνέσφιγξε, καὶ τὰ τέλεον πεπτωκότα ἀνέστησε.
 [03777]  Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι.
 [03812]  Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι.
000-00-00 Serial Number=0674478233
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00065]  Καὶ ταυτὸν γέγονεν, ὥσπερ ἂν εἴ τις στρατηγὸς ἄριστος ἰδὼν τοὺς ὑπ' αὐτὸν ταττομένους στρατιώτας, οὐ φέροντας τὰς τῶν ἐναντίων ἀπειλὰς, ἀλλὰ καταπεπληγμένους ὑπὸ τῆς ἀγωνίας, ἅπαντας αὐτοὺς ἐπιῤῥώσειεν, περιφράξας πανταχόθεν θώρακι καὶ ἀσπίδι καὶ περικεφαλαίᾳ, καὶ τῇ λοιπῇ παντευχίᾳ·
000-00-00 Serial Number=0241377950
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05782]  Καθάπερ γὰρ ἰατρὸς ἄριστος καὶ πατὴρ κοινὸς καὶ προστάτης καὶ κηδεμὼν, οὕτω πάντα ἔπραττεν, οὕτω πάντων ἐκήδετο, τὰ κωλύματα ἀναιρῶν, τοὺς λυμαινομένους ἀναστέλλων, πανταχοῦ περιτρέχων.
 [05784]  καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀπὸ τούτων ἐπ' ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων ἐφ' ἑτέρους μεταπηδῶν, καθάπερ [61.545] τις στρατηγὸς ἄριστος καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον δὲ καθ' ἑκάστην ὥραν.
000-00-00 Serial Number=0111418545
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03785]  Λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε χρόνον, ἀλλ' εὐθέως ἐφάνη τεχνίτης ἄριστος.
 [05198]  Ἂν γὰρ θέλωμεν, χαλινός ἐστιν ἄριστος τὸ σῶμα, τὰ σκιρτήματα τῆς ψυχῆς κατέχον, ἀπόνοιαν κατασπῶν, ἀλαζονείαν κωλύον, ἐν τοῖς μεγίστοις κατορθώμασιν ἡμῖν διακονούμενον.
 [06224]  Τοῦτο, ὡς διδάσκαλος ἄριστος, τὸ δι' ἑαυτοῦ παιδεύειν ἃ λέγει.
 [07034]  Ἐντρέψας γὰρ αὐτοὺς ἀπὸ τῶν ἔξωθεν, καὶ ἑαυτὸν εἰς μέσον ἄγει λοιπὸν, ὅπερ ἄριστος τρόπος διδασκαλίας ἐστί.
 [08519]  Φορτικώτερον αὐτῶν καθήψατο τὴν κατηγορίαν αὐξήσας, καὶ ἰατρὸς ὢν ἄριστος καταλλήλως τοῖς τραύμασι τὴν τομὴν ἐπάγει, οὔτε τὰ βαθείας δεόμενα πληγῆς ἐξ ἐπιπολῆς τέμνων·
 [09999]  Καὶ γὰρ καθάπερ τις ἄριστος γεωργὸς ἔνδον ἐγκαθημένη τῇ ψυχῇ ἡ ἀγάπη, οὐκ ἀφίησιν οὐδὲν τούτων βλαστῆσαι τῶν ἀκανθῶν.
000-00-00 Serial Number=0226577520
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01061]  Ὥσπερ γὰρ ὁ στρατηγὸς, ἐὰν μὴ πρότερον ᾖ στρατιώτης ἄριστος, οὐδὲ στρατηγὸς ἔσται ποτέ·
000-00-00 Serial Number=0392758310
In epistulam ad Ephesios Ante [Go Back]  
 [06829]  Ἡ τοίνυν ἑτοιμασία τοῦ Εὐαγγελίου οὐκ ἄλλο τί ἐστιν, ἀλλ' ἢ βίος ἄριστος.
000-00-00 Serial Number=0296742797
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03158]  Οὐδὲν οὕτως εὔθετον, ὡς βίου καθαρότης, οὐδὲν οὕτως εὔρυθμον, ὡς βίος ἄριστος, οὐδὲν οὕτως εὔθετον, ὡς ἀρετή.
000-00-00 Serial Number=0564708769
In epistulam ad Philippenses Ante [Go Back]  
 [03784]  Καθάπερ ἄριστος ἰατρὸς κατασκευάζει φάρμακα πολλοῦ ἄξια, καὶ πρῶτος αὐτῶν ἀπογεύεται·
000-00-00 Serial Number=0258552551
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00036]  διὰ τοῦτο καθάπερ στρατηγὸς ἄριστος, ὁρῶν μετὰ πολλοῦ θυμοῦ πνέοντα τὸν ἀντίπαλον, περιιὼν τοὺς οἰκείους πανταχόθεν διεγείρει, νευροῖ, ἀλείφει, θαρσαλεωτέρους καθίστησι, προθυμοτέρους ποιεῖ πρὸς τὸ τὰς χεῖρας ἀντᾶραι κατὰ τοῦ πολεμίου, καὶ μὴ δεδοικέναι τὰς ἐκείνου καταδρομὰς, ἀλλὰ στεῤῥῷ τῷ φρονήματι ἐξ ἐναντίας ἱσταμένους καὶ αὐτὴν αὐτοῦ συγκόπτειν, εἰ οἷόν τε, τὴν ὄψιν, καὶ μὴ καταπλήττεσθαι τὴν πρὸς αὐτὸν ἀντίστασιν τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ μακάριος οὗτος, ἡ οὐρανομήκης ψυχὴ, διεγεῖραι βουλόμενος τῶν πιστῶν τὰ φρονήματα, καὶ κάτω κείμενον, ὡς εἰπεῖν, αὐτῶν τὸν λογισμὸν ἀνορθῶσαι ἐπειγόμενος, οὕτως ἤρξατο λέγων·
000-00-00 Serial Number=0371296108
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00136]  Οὕτω καὶ ποι μὴν ἄριστος οὐχ ὅταν ἴδῃ τοὺς λύκους ἐπιόντας τῇ ποίμνῃ καὶ τῶν προβάτων ἐγγὺς γενομένους, τότε προ λέγει μόνον, ἀλλὰ καὶ πόῤῥωθεν ὄντας μηνύει.
 [00137]  Οὕτω καὶ ὁ Παῦλος, καθάπερ ποιμὴν ἄριστος, ἐφ' ὑψηλοῦ χω ρίου τοῦ τῆς προφητείας ἀξιώματος καθήμενος, καὶ τοῖς προφητικοῖς ὀφθαλμοῖς ἄνωθεν προορῶν κατατρέχοντα τὰ θηρία, ἐπ' αὐτῆς τῆς συντελείας ὁρ μῶντας καὶ ἀποτεινομένους κατὰ τῆς ποίμνης προλέγει καὶ προδιαμαρτύρεται, ἵνα καὶ τοὺς μηδέπω γεννωμέ νους παρασκευάσῃ νήφειν, καὶ πᾶσαν τειχίσῃ τὴν ποί μνην τῇ προφητείᾳ.
000-00-00 Serial Number=0387740731
In illud In faciem ei restiti Ante [Go Back]  
 [00326]  Καὶ καθάπερ τις γεωργὸς ἄριστος φυτὸν ἁπαλὸν πλησίον δένδρου [51.382] γεγηρακότος καταθέμενος, οὐ τολμᾷ, οὐδὲ ὑπομένει τὸ γεγηρακὸς ἀνασπάσαι δένδρον, δεδοικὼς μὴ, τῶν ῥιζῶν ἐκείνων ἀνελκομένων, καὶ τὸ νεόφυτον συνανελκυσθῇ, ἀλλ' ἀναμένει πρότερον παγῆναι ἐκεῖνο καλῶς, καὶ ἐν αὐτοῖς κάτω ῥιζωθῆναι τοῖς κόλποις τῆς γῆς, καὶ τότε τὸ παλαιωθὲν μετὰ ἀδείας ἀνέλκει, οὐδὲν ἔτι δεδοικὼς περὶ τοῦ νεοφύτου·
000-00-00 Serial Number=0461880982
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00009]  ἐκεῖνος μὲν πάθος ψυχῆς διαβεβλημένον ἐστὶν, οὗτος δὲ εὐφρο σύνη ψυχῆς, καὶ ἀγαλλίαμα, καὶ κόσμος ἄριστος·
000-00-00 Serial Number=0306537867
In principium Actorum Ante [Go Back]  
 [00499]  Καθάπερ οὖν γηπόνος ἄριστος νεόφυτον δένδρον τοῖς κόλποις τῆς γῆς ἄρτι παρακατατιθέμενος, ἁπαλὸν ὑπάρχον ἔτι πολλῆς ἐπιμελείας ἀξιοῖ, πανταχόθεν περιφράττων, τειχίζων καὶ λίθοις καὶ ἀκάνθαις, ὥστε μὴ ὑπὸ ἀνέμων ἀνασπασθῆναι, μήτε ὑπὸ θρεμμάτων ἀδικηθῆναι, μήτε ὑπὸ ἄλλης τινὸς ἐπηρεασθῆναι βλάβης·
000-00-00 Serial Number=0258834302
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00162]  Καὶ καθάπερ τοξότης ἄριστος εὐστόχως τὸ βέλος ἀπὸ τῆς νευρᾶς ἀφιεὶς, ἅπασαν συνταράττει τῶν πολεμίων τὴν τάξιν, οὕτω
000-00-00 Serial Number=0880643725
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00058]  Καθάπερ γάρ τις ζωγράφος ἄριστος ποικίλα κεράσας χρώματα, ἣν ἂν μέλλῃ βασιλικῆς μορφῆς πρω τότυπον κατασκευάζειν εἰκόνα, μετὰ πάσης ἐργάζεται τῆς ἀκριβείας, ὥστε τοὺς μιμουμένους αὐτὴν ἅπαντας καὶ γράφοντας ἐξ αὐτῆς διηκριβωμένην ἔχειν εἰκόνα·
000-00-00 Serial Number=0766619265
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00196]  Ὁ γὰρ μάρτυς ἐγγύθεν ὁρώμε νος καὶ πλησίον ὢν καὶ παρεστηκὼς αὐτῇ τῇ τρα πέζῃ, οὐκ ἀφίησι τὴν ἡδονὴν εἰς ἁμαρτίαν ἐκχυθῆ ναι, ἀλλ' ὥσπερ τις παιδαγωγὸς, ἢ πατὴρ ἄριστος τοῖς τῆς πίστεως ὁρώμενος ὀφθαλμοῖς καταστέλλει τὸν γέλωτα, περικόπτει τὰς ἡδονὰς τὰς ἀτόπους, τὰ σκιρ τήματα τῆς σαρκὸς ἅπαντα ἀναιρεῖ, ἅπερ ἐκεῖ οὐκ ἔστι διαφυγεῖν.
000-00-00 Serial Number=0291981220
In sanctum pascha [2] Ante [Go Back]  
 [00061]  Ὡς ἰατρὸς ἄριστος πρῶτος ἀπογεύεται τοῦ φαρμάκου, ἵνα οἱ δεόμενοι τῆς ἰατρείας ἀνενδοιάστως λοιπὸν τὸ κή ρυγμα δέξωνται.
000-00-00 Serial Number=0853529632
In venerabilem crucem sermo Ante [Go Back]  
 [00014]  καὶ γάρ ἐστε Καθάπερ γάρ τις ἄριστος κυβερνήτης καθήμενος ἐπὶ τῶν οἰάκων, τῇ τέχνῃ τὰς τρικυμίας διαφεύγων, καὶ σῶον ἀποσώζων τὸ σκάφος, ἐπ' εὔδιον λιμένα χειραγωγεῖ·
 [00057]  ἄριστος δέ τις κυβερνήτης φιλονεικῶν τοῖς κύμασιν ἐπ' εὔδιον λιμένα τὸ σκάφος ὁρμίσαι, διὰ τὸ ὀψίαν αὐτοὺς καταλαμβάνειν, δεδοικὼς μήποτε ὑποβρύχιον γένηται τὸ πλοῖον, ἄλλων πλοίων τὴν ὀρθὴν ὁδὸν βαδιζόντων, ἑτέρων δὲ τῇ ῥύμῃ τῶν ἀνέμων ὑποβρυχίων γενομένων καὶ διαλυθέντων, τεθνηκότων δέ τινων, τινῶν δὲ περιγενομένων, καὶ ἐπιλαβομένων οἰκτροῦ τινος πηδαλίου, καὶ ταῖς τρικυμίαις ἐπὶ τὴν στερεὰν ἐξελκομένων, καὶ τῶν ἤδη τεθνηκότων τὰ σώματα ἐξεῤῥιμμένα.
000-00-00 Serial Number=0693481565
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00005]  Οὗτος γὰρ ἄριστος ἰατρείας τρόπος, μὴ μόνον τέμνειν, ἀλλὰ καὶ ἐπιδεσμεῖν τὰ ἕλκη·
000-00-00 Serial Number=0787334263
Oratio de hypapante Ante [Go Back]  
 [00109]  ὢ προφήτης ἄριστος, δοχεῖον τοῦ ἁγίου πνεύματος γεγονώς.
000-00-00 Serial Number=0102150679
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00069]  Οὕτω που καὶ μουσικὸς ἄριστος εὐαρμόστου κιθάρας τὴν ἀπηχοῦσαν νευρὰν ἀποτέμνει ὥστε μὴ τῇ τῶν λοιπῶν φθόγγων ἁρμονίᾳ λυμήνασθαι, οὕτω καὶ ἰατρὸς τεχνικὸς τὸ σεση πὸς ἐκκόπτει μέλος ὥστε μὴ τὴν ἐκεῖθεν λύμην τῇ τῶν λοιπῶν μελῶν εὐεξίᾳ ἐπιδραμεῖν, οὕτω καὶ ὁ προφήτης ἐποίησεν ὥσπερ ἀπηχοῦσαν νευρὰν καὶ ὥσπερ μέλος νενοσηκὸς τοῦ παντὸς σώματος τῆς κτίσεως τὸν ἁμαρτωλὸν ἀποκόψας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»