Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄστρων [54]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄστρων


000-00-00 Serial Number=0932259023
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00237]  Εἰ δὲ τοῦτο, καὶ σῖτα, καὶ ποτὰ, καὶ οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν, καὶ ἥλιον, καὶ φῶς, καὶ σελήνην, καὶ τὸν τῶν ἄστρων χορὸν, καὶ πάντα τῶν ἀλόγων τὰ γένη·
000-00-00 Serial Number=0150408626
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00173]  Οὐδενὸς τῶν παρ' ἡμῶν δεόμενος, ἀλλ' αὐτὸς ἀρκῶν ἑαυτῷ, οὐκ ὄντας ἡμᾶς εἰς τὸ εἶναι παρήγαγε, ψυχὴν ἐνέπνευσεν, οἵαν οὐδενὶ τῶν ἐπὶ τῆς γῆς, παράδεισον ἐφύτευσεν, οὐρανὸν ἔτεινε, γῆν ὑπεστόρεσε, φωστῆρας ἀνῆψε λαμπροὺς, καὶ τὴν μὲν γῆν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς καὶ ἄνθεσι κατεκόσμησε καὶ φυτοῖς, τὸν δὲ οὐρανὸν τῷ ποικίλῳ τῶν ἄστρων καταστίξας χορῷ, τῆς ἡμέρας ἡμῖν οὐχ ἧττον τὴν νύκτα χρησιμωτέραν εἰργάσατο διὰ τὴν ἐκ τοῦ ὕπνου ἐγγινομένην ἀνάπαυσιν καὶ ἰσχύν.
000-00-00 Serial Number=0087207377
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00343]  Τί γὰρ ὡραιότερον οὐρανοῦ, νῦν μὲν ὑπὸ τῆς ἀκτῖνος λαμπομένου, νῦν δέ, καθάπερ τισὶν ὀφθαλμῶν βολαῖς, τῷ ἀπείρῳ τῶν ἄστρων πλήθει καταυγάζοντος τὴν γῆν καὶ ναύταις καὶ ὁδοιπόροις ὁδηγούς τινας διδόντος καὶ χειραγωγούς;
 [00476]  [10.1] Γέροντι γενομένῳ ποτὲ τῷ Ἀβραὰμ καὶ πρὸς παιδοποιίαν ἐκ τῆς ἡλικίας νεκρωθέντι λοιπόν εἰς γὰρ τὸ γενέσθαι πατὴρ οὐδὲν ἄμεινον τῶν τετελευτηκότων διέκειτο ζῶν γέροντι τοίνυν ὄντι τῷ δικαίῳ καὶ τῆς φυσικῆς παιδοποιίας ὑπερβάντι τοὺς ὅρους ἐκ πολλοῦ τοῦ περιόντος, ἔχοντι δὲ καὶ σύνοικον πέτρας ἀγονωτέραν τὴν Σάρραν, ἐπαγγέλλεται πατέρα ποιήσειν ὁ Θεὸς τοσούτων ἐκγόνων αὐτὸν ὡς παρισοῦσθαι αὐτῶν τὸ πλῆθος τῷ πλήθει τῶν ἄστρων.
 [00526]  ἂν σφάξω τὸν υἱόν, πόθεν μοι τὸ πλῆθος τῶν ἐκγόνων τὸ τῷ πλήθει τῶν ἄστρων παρισούμενον;
 [00560]  Ἡ μὲν γὰρ ὑπόσχεσις ἦν διὰ τῶν ὀνειράτων προσκυνήσειν αὐτὸν τοὺς ἀδελφοὺς καὶ διπλῆ ὄψις τοῦτο ἀνεκήρυττεν, ἤ τε διὰ τῶν ἄστρων, ἤ τε διὰ τῶν δραγμάτων·
000-00-00 Serial Number=0940568447
Ad populum Antiochenum Ante [Go Back]  
 [03044]  τὰ ὄρη, τὰς νάπας, τοὺς δρυμοὺς, τὸν κάτω λειμῶνα, τὸν ἄνω λειμῶνα καὶ γὰρ ἐν τῇ γῇ λειμὼν καὶ ἐν τῷ οὐρανῷ λειμὼν, τὰ ποικίλα τῶν ἄστρων ἄνθη, κάτω ῥόδα, ἄνω ἶρις.
 [03254]  [49.122] Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω, φησὶ, τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.
 [03444]  ὁ δὲ ἥλιος μετὰ τῶν ἄστρων τῶν λοιπῶν καθ' ἑκάστην τρέχει τὴν ἡμέραν·
000-00-00 Serial Number=0076713264
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00782]  Καὶ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων ἐκείνης αὐτὸν ἀναμνῆσαι τῆς ἡμέρας, καὶ τοῦ ποταμηδὸν ῥέοντος πυρὸς, τῆς οὐδέποτε σβεννυμένης φλογὸς, τῆς ἀφανιζομένης ἀκτῖνος, τῆς κρυπτομένης σελήνης, τῶν πιπτόντων ἄστρων, τῶν ἑλισσομένων οὐρανῶν, τῶν κλονουμένων δυνάμεων, τῆς τινασσομένης πανταχόθεν καὶ ἀναβρασσομένης γῆς, τῆς φοβερᾶς καὶ ἐπαλλήλου τῶν σαλπίγγων ἠχῆς, τῶν διατρεχόντων τὴν οἰκουμένην ἀγγέλων, τῶν παρεστηκυιῶν χιλιάδων, τῶν λειτουργουσῶν μυριάδων, τῶν μετ' αὐτοῦ τοῦ κριτοῦ παραγινομένων τῶν στρατοπέδων, τοῦ ἔμπροσθεν [47.350] λάμποντος σημείου, τοῦ τιθεμένου θρόνου, τῶν ἀνοιγομένων βίβλων, τῆς ἀπροσίτου δόξης, τῆς φοβερᾶς καὶ φρικτῆς τοῦ δικάζοντος φωνῆς, τοὺς μὲν εἰς τὸ πῦρ πέμποντος τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς δὲ τῶν θυρῶν ἀποκλείοντος, μετὰ τὸν πολὺν τῆς παρθενίας πόνον, καὶ τῶν διακόνων αὐτοῦ τοῖς μὲν ἐπιτάττοντος τὰ ζιζάνια δῆσαι καὶ εἰς τὴν κάμινον ἐμβαλεῖν, τοῖς δὲ ἄλλους τινὰς συμποδίσαι, καὶ τὼ χεῖρε στραγγαλῶσαι, καὶ ἀπαγαγεῖν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τῷ ἀνηκέστῳ παραδοῦναι τῶν ὀδόντων βρυγμῷ·
 [01198]  πόθεν ἄστρων ἀλόγῳ φορᾷ τὰ ὄντα ἀνατιθέασιν οἱ πολλοί;
000-00-00 Serial Number=0517094731
Catecheses ad illuminandos Ante [Go Back]  
 [00418]  νυκτὸς γὰρ τότε οὐκ οὔσης, οὐδὲ ἄστρων χρεία λοιπόν.
 [00419]  [3.4] Πυρώδης τῶν ἄστρων ἐκείνων ἡ φύσις, πυρώδης καὶ τούτων τῶν ἄστρων ἡ οὐσία.
000-00-00 Serial Number=0837002575
Commentarius in Job Ante [Go Back]  
 [02162]  [9,7a] ὁ λέγων, φησίν, τῷ ἡλίῳ μὴ ἀνατέλλειν καὶ οὐκ ἀνατέλλει, [7b] κατὰ δὲ ἄστρων κατασφραγίζει.
 [02164]  οὐχ ὡς ἀκούοντος τοῦ ἡλίου, ἀλλὰ τὸ μεγαλεῖον τῆς ἐξουσίας ἐμφαίνων, τουτέστι καὶ ἐπὶ τῶν ἄστρων τὸ αὐτὸ ποιεῖ.
000-00-00 Serial Number=0391622305
Contra Anomoeos Ante [Go Back]  
 [00052]  Ἐπειδὴ γὰρ ἡ κτίσις ἀπήρτιστο πᾶσα, καὶ ποικίλῳ μὲν ὁ οὐρανὸς ἐστεφάνωτο ἄστρων χορῷ, παντοδαποῖς δὲ ἄνθεσιν ἀντέλαμπεν αὐτῷ κάτωθεν ἡ γῆ, καὶ πλήρεις μὲν ὀρέων κορυφαὶ, πλήρη δὲ καὶ πεδία καὶ φάραγγες, καὶ ἁπλῶς πᾶσα ἡ τῆς γῆς ἐπιφάνεια φυτῶν καὶ δένδρων καὶ βοτανῶν ἦν, καὶ ἐσκίρτα μὲν ποίμνια, ἐσκίρτα δὲ βουκόλια, τῶν δὲ ᾠδικῶν ὀρνίθων ὁ χορὸς, τὴν ἰδίαν φύσιν ἐπιδεικνύμενος, μουσικῆς τὸν ἀέρα πάντα ἐπλήρου, καὶ μεστὰ πελάγη τῶν ἐναλίων ζώων ἦν, πλήρεις δὲ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ τῶν ἐν αὐτοῖς τικτομένων ἁπάντων, καὶ οὐδὲν ἦν ἀτέλεστον, ἀλλὰ πάντα ἀπήρτιστο, ἐζήτει τὸ σῶμα τὴν κεφαλὴν, ἡ πόλις τὸν ἄρχοντα, ἡ κτίσις τὸν βασιλέα, λέγω δὴ τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0872233331
De Anna i Ante [Go Back]  
 [00057]  Καὶ πῶς φθαρτὴ πᾶσά ἐστιν ἡ κτίσις, καὶ πρὸς τὸ βέλτιον μεταστήσεται σχῆμα, καὶ πλείονος ἀπολαύσεται δόξης, καὶ πότε, καὶ διὰ τί, καὶ τίνος ἕνεκεν φθαρτὴ γέγονε, καὶ ταῦτα ἅπαντα πρὸς ὑμᾶς ἐφιλοσοφοῦμεν τότε, καὶ τοῦ Θεοῦ τὴν δύναμιν κἀντεῦθεν ἐδείκνυμεν, ὅτι ἐν φθαρτοῖς σώμασι τοσοῦτον εἰργάσατο κάλλος, ὅπερ καὶ ἐξ ἀρχῆς αὐτοῖς συνεκλήρωσεν ὁ Θεὸς, τὸ τῶν ἄστρων, τὸ τοῦ οὐρανοῦ, τὸ τοῦ ἡλίου.
 [00058]  Καὶ γὰρ ὄντως ἔστι θαυμάσαι, πῶς ἐτῶν παρελθόντων τοσούτων, οὐδὲν ἔπαθον, οἷον τὰ ἡμέτερα σώματα, οὐδὲ τῷ γήρᾳ ἀσθενέστερα γέγονεν, οὐδὲ νόσῳ καὶ ἀῤῥωστίᾳ τινὶ κατεμαλακίσθη, ἀλλὰ τὴν οἰκείαν ἀκμὴν καὶ τὸ κάλλος, ὅπερ, ὡς ἔφθην εἰπὼν, ἐξ ἀρχῆς αὐτοῖς συνεκλήρωσεν ὁ Θεὸς, μένει διατηροῦντα, καὶ οὔτε τὸ ἡλιακὸν ἐξετρίβη φῶς, οὔτε τὸ τῶν ἄστρων ἄνθος ἀμαυρότερον γέγονεν, οὐχ ἡ τοῦ οὐρανοῦ φαιδρότης ἐξεῤῥύη, οὐχ οἱ τῆς θαλάττης ἐκινήθησαν ὅροι, οὐχ ἡ τῆς γῆς ἐσβέσθη δύναμις ἡ περὶ τοὺς τόκους τῶν ἐτησίων καρπῶν.
 [00063]  Οὐκοῦν πάντων τῶν ὁρωμένων ἀτιμότερον ὁ ἄνθρωπος, εἴγε οὐρανοῦ μὲν σῶμα, καὶ γῆς, καὶ ἡλίου, καὶ τὸ τῶν ἄστρων ἁπάντων πρὸς τοσοῦτον διήρκεσε χρόνον, οὗτος δὲ μετὰ ἑβδομήκοντα ἔτη διαλύεται, καὶ ἀπόλλυται·
000-00-00 Serial Number=0934489608
De consubstantiali Ante [Go Back]  
 [00023]  καὶ γὰρ ἐκεῖνοι τῶν λοιπῶν καθευδόντων ἁπάντων ἐπὶ τῶν οἰάκων καθήμενοι, οὐ μόνον τὰς ἐν τοῖς ὕδασι περισκοποῦσιν ὁδοὺς, ἀλλὰ καὶ πρὸς τὸν οὐρανὸν ἐκ τοσούτου βλέποντες τοῦ διαστήματος, ὥσπερ τινὸς χειρὸς τῆς τῶν ἄστρων πορείας χειραγωγούσης αὐτοὺς, μετὰ ἀσφαλείας τὸ σκάφος ἰθύνουσι, καὶ οὐδεὶς ἰδιώτης τὸ πέλαγος οὕτως ἀδεῶς ἐν ἡμέρᾳ δύναιτ' ἂν πλεῦσαι ὡς ἐκεῖνοι μεθ' ἡσυχίας ἁπάσης ἐν μέσῃ νυκτὶ, ὅτε φοβερωτέρα ἡ θάλασσα φαίνεται, ἐγρηγορότες ἀταράχως τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην, καὶ οὐχὶ τὰς ἐν τοῖς ὕδασιν ἀτραποὺς μόνον, οὐδὲ τῶν ἄστρων τοὺς δρόμους, ἀλλὰ καὶ ἀνέμων ἐξόδους περισκοποῦσι, καὶ τοσαύτη τῶν ἀνδρῶν ἐκείνων ἐστὶν ἡ σοφία, ὡς πολλάκις πνεύματος ῥύμην σφοδρότερον ἐμπεσοῦσαν, καὶ μέλλουσαν περιτρέπειν τὸ πλοῖον, ταῖς πυκναῖς τῶν ἱστίων μεταβολαῖς δεχομένους εὐστόχως ἅπαντα λῦσαι τὸν κίνδυνον, καὶ ταῖς βιαίοις τῶν ἀνέμων ἐμβολαῖς τὴν αὐτῶν ἀντιστήσαντας τέχνην, ἐξαρπάσαι τοῦ κλυδωνίου τὸ σκάφος.
000-00-00 Serial Number=0422952712
De incomprehensibili dei natura Ante [Go Back]  
 [00420]  Οὐχ ὁρᾷς τουτονὶ τὸν οὐρανόν, πῶς καλός, πῶς μέγας, πῶς τῷ ποικίλῳ τῶν ἄστρων ἐστεφάνωται χορῷ;
000-00-00 Serial Number=0369367599
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00016]  ὅπου λῃστὴς εἰς παράδεισον εἰσοικίζεται, καὶ πόρνη καθαρωτέρα τῶν ἄστρων εὑρίσκεται·
000-00-00 Serial Number=0982210338
De precatione [2] Ante [Go Back]  
 [00024]  Ὑπερπηδᾷ κτίσματα, τέμνει νοητῶς τὸν ἀέρα, ὑπὲρ τὸν ἀέρα πορεύεται, διαβαίνει τὰς τῶν ἄστρων χορείας, ἀνοίγει πύλας οὐρανῶν, ὑπὲρ τοὺς ἀγγέλους γίνεται, Θρόνους καὶ Κυριότητας παρέρχεται, διαβαίνει τὰ Χερουβὶμ, καὶ ὑπεράνω πάσης φύσεως γενητῆς γενομένη, πρὸς αὐτὴν τὴν ἀπρόσιτον παραγίνεται Τριάδα.
000-00-00 Serial Number=0724919915
De sanctis martyribus [2] Ante [Go Back]  
 [00011]  Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ οὐρανὸς τῷ χορῷ τῶν ἄστρων κοσμούμενος, ὡς τὰ σώματα τῶν μαρτύρων λαμπρῷ τῷ χορῷ τῶν τραυμάτων κοσμούμενα.
000-00-00 Serial Number=0940577805
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02065]  εἰ δὲ ταῦτα, καὶ σῖτα καὶ ποτὰ, καὶ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, καὶ σελήνην καὶ τὸν τῶν ἄστρων χορόν.
000-00-00 Serial Number=0399744272
Expositiones in Psalmos Ante [Go Back]  
 [00576]  Ὅταν γὰρ εἴπῃ, σῖτον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ τὴν ἐν τούτοις ἀφθονίαν, καὶ ὑετοὺς λέγει, καὶ ὡρῶν εὐκρασίαν, καὶ γῆς λαγόνας, καὶ ὠδῖνας, καὶ τόκον, καὶ ἀέρος χύσιν, καὶ ἡλίου δρόμον, καὶ σελήνης περιόδους, καὶ ἄστρων χορείαν, καὶ θέρος, καὶ χειμῶνα, καὶ μετόπωρον, καὶ ἔαρ, καὶ γεωργικὴν τέχνην, καὶ ὀργάνων ἐπιτηδειότητα, καὶ ἑτέρων τεχνῶν ἐσμόν.
000-00-00 Serial Number=0391324461
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00021]  αὐτοὶ γὰρ οἱ ἀλευρομάντεις, καὶ ἡ διὰ τῶν μορίων μαντευομένη Πυθία, καὶ ἡ διὰ τοῦ δρυὸς ἡ ∆ωδωνὶς ἱέρεια, καὶ ἡ διὰ σπλάγχνων, καὶ πτήσεως, καὶ κλαγγῶν, συμβόλων τε καὶ πταρμῶν, καὶ κλῃδόνων, καὶ βροντῆς, καὶ χειρῶν, μυῶν τε καὶ γαλῆς, καὶ τρυσμῶν καὶ ὤτων ἤχου, καὶ σώματος παλμῶν, καὶ χαλίκων, ῥάβδων τε καὶ φλοιῶν, διὰ νεκρῶν τε καὶ γαστρὸς, ὀνομάτων τε καὶ ἄστρων, καὶ φιαλῶν, μυρίων τε ὅσων τοιούτων.
 [01235]  Τὸ μὲν γὰρ τῆς νυκτὸς σκότος καλύπτειν εἴωθε τὸ φῶς, δείκνυσι δὲ τὴν σελήνην μετὰ τῶν ἄστρων·
 [02389]  Μὴ ἀπὸ τῆς κινήσεως τῶν ἄστρων τόδε τι ὑπολάβητε ἔσεσθαι.
000-00-00 Serial Number=0246845126
Homilia de capto Eutropio Ante [Go Back]  
 [00539]  Εἶπε δὲ ὁ εὐαγγελιστὴς, Ὡς ὁ ἥλιος, ἐπειδὴ τὸ ἄστρον τοῦτο γνώριμον ἡμῖν ἐστι, καὶ ἐν ὑπερβολῇ τῶν λοιπῶν ἄστρων ἁπάντων.
000-00-00 Serial Number=0376999438
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00137]  προϊὼν λέγει, Σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου, Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσο [63.506] μαι ὅμοιος τῷ Ὑψίστῳ.
 [00145]  Σὺ δὲ εἶπας, Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ·
000-00-00 Serial Number=0333887577
In Acta apostolorum Ante [Go Back]  
 [08918]  Ἀνάστηθι καὶ σὺ, καὶ ἴδε τῶν ἄστρων τὴν χορείαν, τὴν βαθεῖαν σιγὴν, τὴν ἡσυχίαν τὴν πολλήν·
 [09999]  Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινομένων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡμᾶς.
000-00-00 Serial Number=0108669937
In Isaiam Ante [Go Back]  
 [01675]  πῶς δυνήσονται ἥλιον ἰδεῖν ἀνατέλλοντα καὶ οὐρανοῦ κάλλος λάμπρον καὶ τὸν ποικίλον τῶν ἄστρων ἐν ἑσπέρᾳ χορὸν καὶ τὴν ἄλλην τῆς κτίσεως εὐταξίαν τε καὶ διακονίαν, τῶν ἔξωθεν καὶ τῶν ἔνδοθεν ὀφθαλμῶν ἀπεστερημένοι;
000-00-00 Serial Number=0785482526
In adorationem venerandae crucis Ante [Go Back]  
 [00052]  Θεώρησον τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ καθ' ἑκάστην ἡμέραν θεωρήσεις μεταξὺ αὐτῶν τὸ σημεῖον τοῦ σταυροῦ ἀπὸ ἄστρων ἐκτυπούμενον.
000-00-00 Serial Number=0939065754
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03783]  ἀλλ' ὁ τῶν ἄστρων στέφανος, καὶ ὁ τῆς σελήνης κύκλος, οὐχ ὁμοίως πᾶσιν ἀνεῖται;
000-00-00 Serial Number=0363753080
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03807]  Τοῦτο καὶ οὐρανοῦ λαμπρότερον ἦν τὸ ἱλαστήριον, οὐ ποικιλίᾳ ἄστρων καταλαμπόμενον οὐδ' ἀκτῖσιν ἡλιακαῖς, ἀλλ' αὐτὸν τὸν ἥλιον τῆς δικαιοσύνης ἔχον ἐκεῖθεν ἀφιέντα τὰς ἀκτῖνας.
 [06056]  ἐν οὐρανῷ τὸν ἥλιον λέγων καὶ τὴν σελήνην καὶ τὸν λοιπὸν τῶν ἄστρων χορόν·
 [07303]  ἀνάβηθι πρὸς τὸν οὐρανὸν, καὶ ἴδε τοῦ ἡλίου τὸ κάλλος, τῆς σελήνης τὴν εὐπρέπειαν, τῶν ἄστρων τὰ ἄνθη.
000-00-00 Serial Number=0120880067
In epistulam ad Ephesios Ante [Go Back]  
 [05186]  τὸ φῶς τὸ καθημερινὸν, ἡ εὐταξία ἡ ἐν τοῖς οὖσι, τῶν ἄστρων ἡ χορεία, ὁ ἰσοστάσιος νυκτῶν καὶ ἡμερῶν δρόμος, ἡ τῆς φύσεως ἀκολουθία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν ἀνθρώποις;
 [05493]  Τί βέλτιον τοῦ οὐρανοῦ, εἰπέ μοι, τί βέλτιον τῶν ἄστρων;
000-00-00 Serial Number=0693432212
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00202]  Ἡ γὰρ τούτων χρεία καὶ τῶν λοιπῶν ἄστρων πρὸς ἕτερον [61.619] μὲν οὐδὲν, εἰς δὲ τὴν παροῦσαν ἡμῖν συντελεῖ ζωὴν, τὴν, ὡς αὐτοί φασι, πονηρὰν, σώματα τρέφουσά τε, καὶ καταυγάζουσα, καὶ καρποὺς εἰς ἀκμὴν ἄγουσα.
000-00-00 Serial Number=0631476462
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06767]  ἐνταῦθα δὲ, ὧν τὸ γένος τῷ πλήθει τῶν ἄστρων παρεικάζεται, οὐκ ἔστι.
000-00-00 Serial Number=0287741661
In epistulam ad Romanos Ante [Go Back]  
 [07948]  Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.
000-00-00 Serial Number=0595252216
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00125]  καὶ γὰρ ἥλιος ἐργάζεται ἐν σαββάτῳ, καὶ σελήνη τρέχει, καὶ ὁ ποικίλος τῶν ἄστρων φαίνει χορὸς, καὶ ἄνεμοι πνέουσι, καὶ πηγαὶ βρύουσι, καὶ ποταμοὶ ῥέουσι, καὶ θάλαττα κινεῖται, καὶ σπέρματα ἀναδίδοται καὶ φυτὰ, καὶ ἡ γῆ τίκτει καὶ τὰ ἄλογα ἅπαντα, ἔτι δὲ καὶ τὸ τῶν ἀνθρώπων γένος.
000-00-00 Serial Number=0781302094
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00079]  καὶ κατακλυσμοῦ γεγονότος, καὶ πάντων τῶν ἀνθρώπων ὕδατι θανόντων, οἱ αὐτοὶ ἦσαν ἀστέρες μὴ πεσόντες, καὶ τῆς αὐτῆς τῶν ἄστρων χορείας τυγχανούσης, μόνος ἦν Νῶε μετὰ τῶν τριῶν υἱῶν καὶ τῶν γυναικῶν;
000-00-00 Serial Number=0084907830
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00078]  Οὐ γὰρ οὕτω τὸν οὐρανὸν λαμπρὸν ἀποφαίνουσιν οἱ τῶν ἄστρων χοροὶ, ὡς τὸ τοῦ μάρτυρος σῶμα λαμπρό τερον ἀπέφηναν οἱ τῶν τραυμάτων ἰχῶρες.
 [00079]  Καὶ ἵνα μάθητε ὅτι τὰ τραύματα τοῦ μάρτυρος τῶν ἐν οὐ ρανῷ πεπηγότων ἄστρων λαμπρότερα, σκοπεῖτε.
000-00-00 Serial Number=0026324511
In sanctum Stephanum i Ante [Go Back]  
 [00025]  Ὥσπερ γὰρ ἐκεῖνος περικαλλὴς δείκνυται τῇ τῶν ἄστρων χορείᾳ διηνθισμένος, οὕτω δὴ καὶ ὁ θαυμάσιος οὗτος ἀθλητὴς τὸν χιτῶνα τὸν ∆εσποτικὸν ἔχων, τοῖς τραύμασιν, ὡς ποικίλοις ἠμφιεσμένος ἐνδύμασιν, ὡραΐζετο, καὶ ἐγεγήθει τὰ στίγματα τοῦ Κυρίου ἐν τῷ σώματι βαστάζων ὥσπερ χαρακτῆρας ∆εσποτικούς.
000-00-00 Serial Number=0332872808
In venerabilem crucem sermo Ante [Go Back]  
 [00133]  Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ λόγῳ τὸν οὐρανὸν ἐκτείνας, καὶ τὸν ποικίλον χορὸν τῶν ἄστρων κοσμήσας, καὶ δείξας καθάπερ λειμῶνα τὸν οὐρανόν;
000-00-00 Serial Number=0958332896
Quales ducendae sint uxores Ante [Go Back]  
 [00298]  οὕτω πατὴρ ἐγένετο, μόσχον ἔθυσε, καὶ παιδίον ἔλαβεν, ἄλευρα ἔφυρε, καὶ κατὰ τὸ πλῆθος τῶν ἄστρων τοὺς ἐκγόνους αὐτῷ ὑπέσχετο δώσειν ὁ Θεός.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»