Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄφατον [202]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄφατον


000-00-00 Serial Number=0695198476
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00287]  ὃς οὕτως αὐτοῦ κατὰ κράτος εἷλε τὸν λογισμὸν, ὡς καὶ ὃ πάντων αὐτῷ τιμιώτερον ἦν, τὸ συνεῖναι τῷ Χριστῷ λέγω, ὑπὲρ οὗ καὶ γεέννης κατεφρόνησε καὶ βασιλείας οὐρανῶν, καὶ τούτου πάλιν ἀλλοτριωθῆναι ἑκὼν, ἑλόμενος διὰ τὸν Χριστὸν καὶ τὴν ἄφατον ἔκπτωσιν, ὡς ἕν τι τῶν εὐκταιοτάτων, ἀσπάζεσθαι καὶ μετὰ πολλῆς ἑλέσθαι τῆς προθυμίας.
000-00-00 Serial Number=0111590266
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00204]  Εἶδες φιλανθρωπίαν ἄφατον, καὶ πλοῦτον χρηστότητος ἄπειρον;
 [00377]  Ὥστε ὅταν ἐννοήσῃς ὅτι πατέρα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ πλοῦτον ἄφατον, καὶ δόξαν πολλὴν ῥίψας ἀπὸ τῶν χειρῶν διὰ τὸν Χριστὸν, εἶτα τοσαύτην θλῖψιν ὑπομένεις νῦν, μὴ καταβάλλῃς σαυτόν·
000-00-00 Serial Number=0453662455
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00193]  Εἰ δέ τις καὶ τὰ ἄλλα πάντα ἐπελθεῖν ἐπιχειρήσειε τῷ λόγῳ, εἰς ἄφατον ἐκπεσεῖται μῆκος, καὶ οὐδὲ μικρὸν ἐπελεύσεται μέρος·
000-00-00 Serial Number=0091203213
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00310]  τότε δὲ πάντα ἀποδυσαμένη ταῦτα, ἄφατον ἐπιδείξεται τὴν εὐπρέπειαν·
000-00-00 Serial Number=0874808967
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00037]  οὐ πολλὴν καὶ ἄφατον ἐπεσπάσατο τοῦ Πνεύματος τὴν χάριν;
 [00050]  [2.6] Ἰδὼν γὰρ πέλαγος ἀχανὲς ἀνεωχθέν, καὶ ἐν αὐτῷ τῷ μέρει τούτῳ καὶ πρὸς αὐτὸ τῆς προνοίας αὐτοῦ ταύτης τὸ βάθος διακύψαι βουληθείς, ὥσπερ τινὶ σκοτοδίνῳ κατασχεθεὶς τῷ ἀρρήτῳ τῆς οἰκονομίας ταύτης καὶ θαυμάσας καὶ ἐκπλαγεὶς τὸ ἄφατον, τὸ ἀπέραντον, τὸ ἄρρητον, τὸ ἀκατάληπτον τῆς τοῦ Θεοῦ σοφίας τε καὶ προνοίας, ἀπεπήδησε, ταύτας ἀφεὶς τὰς φωνὰς καὶ μετὰ πολλῆς τῆς ἐκπλήξεως ἀνακεκραγὼς ταῦτα τὰ ῥήματα·
 [00076]  [2.12] Εἰ γὰρ ὁ τοσαύτης ἀπολελαυκὼς γνώσεως καὶ παρρησίαν οὕτως ἄφατον ἔχων καὶ τῶν τοσούτων χαρισμάτων ἐμπεπλησμένος Παῦλος παραχωρεῖ καὶ ἐξίσταται τῆς ὑπὸ τὴν ζήτησιν γνώσεως καὶ οὐ μόνον εὑρεῖν οὐ δύναται, ἀλλ' οὐδὲ ἐρευνῆσαι τὴν ἀρχήν, ἐπεὶ μηδὲ δυνατόν, πῶς οὐ πάντων ἀθλιώτερος καὶ τὴν χαλεπωτάτην μαινόμενος μανίαν, ὁ τὴν ἐναντίαν ὁδὸν ἐρχόμενος ἐκείνῳ;
 [00269]  [6.8] Ταῦτα δὲ εἶπον τὰ ὑποδείγματα ἵν', ὅταν ἑτέρας ἐπαγάγω φίλτρου εἰκόνας, μὴ μέχρι τοῦ μέτρου τοῦ λεγομένου παρὰ τῶν προφητῶν στήσῃς τὴν διάνοιαν, ἀλλ' ἔχων τὸν κανόνα τοῦτον ὑπερβῇς τῷ λογισμῷ περαιτέρω καὶ ἴδῃς τῆς ἀγάπης αὐτοῦ τὴν ἄφατον ὑπερβολήν.
 [00353]  [7.10] Ἡ γὰρ περιουσία τῆς εὐμηχάνου σοφίας πολλὴν πανταχοῦ τὴν ποικιλίαν ἐργάζεται, ὁμοῦ μὲν τῆς οἰκείας θαυματουργίας τὴν ἀπόδειξιν ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τῆς τῶν ὁρώντων προνοοῦσα χρείας καὶ πολλὴν καὶ ἄφατον τὴν ὠφέλειαν παρεχομένη καὶ μετὰ τούτων ἁπάντων καὶ τὴν ἡδονήν.
 [00360]  Πρὸς δὲ τούτοις, τὴν χρείαν τὴν ἄφατον, τὴν ἐν σπέρμασι, τὴν ἐν φυτοῖς καὶ ἐν σώμασιν ἀνθρώπων, τετραπόδων, ἰχθύων, ἀέρων, λίθων, βοτανῶν, τὴν ἐν γῇ, τὴν ἐν θαλάσσῃ, τὴν ἐν ἀέρι, τὴν ἐν πᾶσιν ἁπλῶς τοῖς ὁρωμένοις;
 [00389]  [7.30] Εἰ δὲ καὶ ἐπὶ τὸν ἄπειρον τῶν ἰχθύων δῆμον ἁπλώσαιμεν τὸν λόγον, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν τῇ πλεομένῃ, τῶν ἐν τῇ ἀπλώτῳ θαλάττῃ ἢ καὶ τὰ ἄφατα τῶν ὀρνίθων κατίδοιμεν ἔθνη, τῶν ἐν ἀέρι, τῶν ἐν γῇ, τῶν ἐν ὕδασιν ὁμοῦ καὶ γῇ καὶ γάρ ἐστιν ἀμφίβια πολλὰ ἐν αὐτοῖς τῶν ἀγρίων, τῶν ἡμέρων, τῶν ἀγρίων μέν, τιθασσευομένων δέ, τῶν δι' ὅλου μενόντων ἀγρίων, τῶν ἐσθιομένων, τῶν οὐκ ἐσθιομένων καὶ περιεργασαίμεθα ἑκάστου καὶ κάλλος καὶ πτερὸν καὶ φωνὴν ᾠδικήν, [7.31] ἔτι τε τὰς διαφορὰς μόνον αὐτῶν εἰ καταμάθοιμεν καὶ ᾠδῆς καὶ τραπέζης καὶ διαγωγῆς καὶ τὰς διατριβὰς καὶ τὰ ἤθη καὶ τὰς χρείας καὶ τὰς διακονίας ἃς παρέχουσιν ἡμῖν πάσας ἐπέλθοιμεν καὶ τὰ μεγέθη καὶ τὴν βραχύτητα καὶ τὰς ὠδῖνας καὶ τὴν ἀνατροφὴν καὶ τὴν πολλὴν ἐν τούτοις καὶ ἄφατον ποικιλίαν καὶ τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ ἰχθύων ποιήσαιμεν καὶ ἐντεῦθεν ἔλθοιμεν καὶ ἐπὶ τὰς βοτάνας, τὰς πανταχοῦ τῆς γῆς φυομένας, ἑκάστου τε τούτων καὶ καρπὸν ἴδοιμεν καὶ χρείαν καὶ εὐωδίαν καὶ ὄψιν καὶ θέσιν καὶ φύλλα καὶ χρῶμα, καὶ σχῆμα καὶ μέγεθος καὶ μικρότητα καὶ ὠφέλειαν, καὶ ἐργασίας τρόπους, [7.32] καὶ φλοιῶν καὶ στελεχῶν καὶ κλάδων διαφορὰς καὶ λειμῶνας καὶ παραδείσους, εἶτα μετέλθοιμεν ἐπὶ τὰ ποικίλα ἀρώματα καὶ τοὺς παντοδαποὺς τόπους αὐτῶν περιεργασαίμεθα καὶ τοὺς τρόπους τῆς εὑρέσεως καὶ τῆς ἐπιμελείας καὶ τῆς γεωργίας καὶ ὅτι πρὸς ἰατρείαν ἡμῖν συντελεῖ·
 [00395]  [7.34] Εἰ δὲ μὴ μακρὸν σφόδρα καὶ ὑπὲρ τὸ μέτρον ἐποιούμην τὸν λόγον, πολλὰ ἂν καὶ περὶ θανάτου ἐφιλοσόφησα καὶ ἐν τούτῳ μάλιστα ἐδείκνυον τὴν σοφίαν τοῦ Θεοῦ καὶ τὴν πρόνοιαν καὶ πολλὰ περὶ φθορᾶς, περὶ ἰχῶρος, περὶ σκωλήκων καὶ περὶ τέφρας εἶπον ἄν, ἅπερ μάλιστα θρηνοῦσιν οἱ πολλοὶ καὶ ἀποδύρονται, ὅτι εἰς τέφραν, ὅτι εἰς κόνιν, ὅτι εἰς σκώληκας διαλυθήσεται ἡμῶν τὰ σώματα, κἀντεῦθεν ἐδείξαμεν τὴν ἄφατον αὐτοῦ πρόνοιαν καὶ κηδεμονίαν.
 [00430]  «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Τίς οὐκ ἂν ἐκσταίη, τίς οὐκ ἂν φρίξειε τὴν ἄφατον αὐτοῦ κηδεμονίαν, ἐννοῶν πῶς ὑπὲρ τῶν ἀγνωμόνων οἰκετῶν τὸν μονογενῆ Υἱὸν εἰς θάνατον ἐκδέδωκε, θάνατον τὸν ἐπάρατον, τὸν ἐπονείδιστον, θάνατον τὸν τῶν καταδίκων;
 [00434]  Καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ἀνελθὼν εἰς οὐρανοὺς Πνεύματος ἁγίου ἐχαρίσατο χάριν ἄφατον καὶ ἀποστόλους ἔπεμψε τοὺς πρὸς τοῦτο διακονησομένους.
 [00446]  [8.14] Λέγω δὲ καταγέλαστον εἶναι νομίζειν, τὸ τὸν ἰδιώτην καὶ ἄπειρον ἀπαιτεῖν τὰς αἰτίας τῶν γινομένων ἁπάντων τὸν τεχνίτην, τὴν δὲ ἄφατον σοφίαν ἐκείνην, τὴν ἄφραστον, τὴν ἄρρητον, τὴν ἀκατάληπτον περιεργάζεσθαι καὶ ζητεῖν διὰ τί τὸ καὶ τὸ γέγονε καὶ ταῦτα εἰδότας σαφῶς, ὅτι ἀδιάπτωτος ἡ σοφία αὕτη, ὅτι πολλὴ ἀγαθότης αὐτοῦ, ὅτι ἄρρητος ἡ πρόνοια, ὅτι πάντα πρὸς τὸ τέλος ἀπαντᾷ χρηστὸν τὰ παρ' αὐτοῦ γινόμενα εἰς ἡμᾶς·
 [00495]  Ἀναπηδήσας καὶ ἐξαλλόμενος εὐθέως ἀπὸ τῆς ἀνθρωπίνης ἀσθενείας καὶ πρὸς τὸ ὕψος ἀναδραμὼν τοῦ ὑποσχομένου καὶ ἐννοήσας αὐτοῦ τὴν ἄφατον δύναμιν, ἐπείσθη σαφῶς ὅτι πάντως ἔσται τὸ εἰρημένον.
 [00529]  ἀλλὰ πάλιν ἐπὶ τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου καταφυγὼν τὴν ἄφατον, τὴν εὐμήχανον, τὴν εὔπορον, τὴν διὰ τῶν ἐναντίων διαλάμπουσαν, τὴν ἀνωτέραν τῶν τῆς φύσεως νόμων, τὴν πάντων δυνατωτέραν, τὴν οὐδὲν ἔχουσαν τὸ ἀντιπῖπτον καὶ τοῦτο μετὰ πολλῆς τῆς πληροφορίας τὸ ἐπίταγμα ἤνυε καὶ ἔσφαξε τὸν υἱὸν καὶ ᾕμαξε τὴν δεξιὰν καὶ ἐφοίνιξε τὸ ξίφος καὶ διὰ τῆς δειρῆς τὴν μάχαιραν ἤλασεν·
000-00-00 Serial Number=0372807622
Ad populum Antiochenum Ante [Go Back]  
 [01638]  ἐπεὶ καὶ ἔρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ ἁλουργὰ γένηται, ἄφατον προσλαμβάνει τὸ κάλλος, καὶ πολλὴν τὴν εὐπρέπειαν.
 [02442]  Ὅτι γὰρ τοῦτο ἐκ πολλῆς κηδεμονίας ἐποίησε, καὶ αὐτὰ τὰ ῥήματα, ἃ πρὸς αὐτὸν εἶπε, δείκνυσιν αὐτοῦ τὴν ἄφατον φιλοστοργίαν.
 [02904]  οὐκ ἀφῆκεν αὐτὴν ἡσυχάζειν οὐδὲ ἠρεμεῖν, ἵνα μὴ τῆς φύσεως αὐτῆς εἶναι νομίσῃς τὴν εὐταξίαν, ἀλλ' ἔνδον μένουσα βοᾷ, καὶ ταράττεται, καὶ μεγάλα ἠχεῖ, καὶ τὰ κύματα πρὸς ὕψος διανίστησιν ἄφατον·
 [04859]  Οἱ τὰ πρῶτα πολιτευσάμενοι παρ' ἡμῖν, οἱ ἐν δυναστείαις ὄντες, οἱ πλοῦτον ἄφατον περιβεβλημένοι, οἱ πολλὴν πρὸς βασιλέα παῤῥησίαν ἔχοντες, τὰς οἰκίας ἀφέντες ἐρήμους ἅπαντες, ὑπὲρ τῆς ἑαυτῶν ἐβουλεύοντο σωτηρίας, καὶ φιλία πᾶσα καὶ συγγένεια τότε ἠλέγχετο, καὶ οὓς πάλαι ᾔδεσαν, κατὰ τὸν καιρὸν τῆς συμφορᾶς τούτους ἀγνοεῖν ἐβούλοντο, καὶ ἀγνοεῖσθαι παρ' ἐκείνων ηὔχοντο·
 [05719]  Ἀλλ' ὅμως διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν καὶ μισθὸν ἡμῖν ὑπέσχετο μέγαν καὶ ἄφατον, καὶ οὗ μάλιστα ἐπιθυμοῦμεν τυχεῖν, τὴν τῶν ἁμαρτιῶν ἡμῶν συγχώρησιν, καὶ ταύτην τὴν ὑπακοὴν ἡμῖν εὐκολωτέραν ποιῶν.
000-00-00 Serial Number=0519863904
Adversus Judaeos Ante [Go Back]  
 [00451]  Μὴ τοίνυν ὀλιγωρήσητε, ἀλλὰ καὶ γυναῖκες γυναῖκας, καὶ ἄνδρες ἄνδρας, καὶ δοῦλοι δούλους, καὶ ἐλεύθεροι ἐλευθέρους, καὶ παῖδες παῖδας, καὶ πάντες ἁπλῶς μετὰ ἀκριβείας ἁπάσης τοὺς τὰ τοιαῦτα νοσοῦντας θηρεύσαντες, οὕτως εἰς τὴν ἐπιοῦσαν ἀπαντήσατε σύναξιν, ἵνα καὶ τοῦ παρ' ἡμῶν ἐπαίνου τύχητε, καὶ πρὸ τῶν ἡμετέρων ἐγκωμίων τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐπισπάσησθε τὸν πολὺν καὶ ἄφατον, καὶ τοὺς πόνους τῶν κατορθούντων ὑπερβαίνοντα πολλῶ τῷ μέτρῳ·
 [01306]  ἂν δὲ ἴδῃς ἐν ἅπασιν ἀληθεύοντα, καὶ ταύτην τέλος εἰληφυῖαν τὴν πρόῤῥησιν, καὶ τὸν ἄφατον μαρτυροῦντα χρόνον τῇ τῶν προειρημένων ἀληθείᾳ, μὴ ἀναισχύντει περαιτέρω, μηδὲ φιλονείκει τοῖς ἡλίου φανερωτέροις πράγμασιν.
 [01933]  Πῶς οὖν οὐκ ἀπεστράφη ὑμᾶς τότε ὁ Θεὸς, ἀλλὰ μετὰ τὰς παιδοκτονίας, μετὰ τὰς εἰδωλολατρείας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην, μετὰ τὴν ἄφατον ἀχαριστίαν, καὶ προφήτην ἀφῆκεν εἶναι παρ' ὑμῖν τὸν μέγαν Μωϋσέα, καὶ σημεῖα εἰργάζετο θαυμαστὰ καὶ παράδοξα;
 [02293]  καὶ λογισάμενος τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ὑπερβαίνουσαν ἅπαντα νοῦν, καὶ ἐκπλαγεὶς ὅση τῶν πραγμάτων γέγονε μεταβολὴ, καὶ πῶς αὐτὰ μετεῤῥύθμισε, καὶ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους εἰργάσατο, καὶ πολιτείαν εἰσήγαγε τῶν οὐρανῶν ἀξίαν ταῦτα δὲ ἅπαντα ἐγένετο, τῆς παλαιᾶς καταλυθείσης θυσίας, καὶ ἑτέρας ἐπεισαχθείσης, τῆς διὰ τοῦ σώματος τοῦ Χριστοῦ, ἐκπλαγεὶς καὶ θαυμάσας ἔλεγε·
 [02638]  ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα πολλῇ τότε ἐχρήσατο τῇ προνοίᾳ, ἐπειδὴ πρὸς ἄφατον αὐτὸν εἶδε κακίαν ἐξολισθήσαντα, καὶ οὐκ ἀπέστη φοβῶν, ἀπειλῶν, κολάζων, καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων πολλῶν πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως ἂν αὐτὸν εἰς ἐπίγνωσιν ἤνεγκε τῆς ἁμαρτίας, εἰς αἴσθησιν τῆς παρανομίας, καὶ τέλεον αὐτὸν ἀπήλλαξε τῆς κηλῖδος ἁπάσης.
000-00-00 Serial Number=0593038321
Catecheses ad illuminandos Ante [Go Back]  
 [00013]  [1.3] Φέρε τοιγαροῦν καθάπερ μελλούσῃ νύμφῃ εἰς τὰς παστάδας εἰσάγεσθαι τὰς ἱερὰς διαλεχθῶμεν καὶ ὑμῖν ὑποδεικνύντες τοῦ νυμφίου τὸν ὑπερβάλλοντα πλοῦτον καὶ τὴν ἄφατον φιλανθρωπίαν ἣν περὶ αὐτὴν ἐπιδείκνυται, καὶ αὐτῇ δείξωμεν οἵων ἀπαλλαττομένη, τίνων ἀπολαύειν μέλλει.
 [00031]  [1.8] Εἶδες φιλανθρωπίαν ἄφατον;
 [00094]  Εἶδες ἀγάπης ὑπερβολὴν ἄφατον;
 [00273]  [2.1] Φέρε δὴ πάλιν τοῖς εἰς τὸ ἴδιον τοῦ Χριστοῦ ἀπογραψαμένοις μικρά τινα διαλεχθῶμεν, δεικνύντες αὐτοῖς καὶ τῶν ὅπλων ὧν μέλλουσιν ὑποδέχεσθαι τὴν δύναμιν καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν ἄφατον ἀγαθότητα ἣν περὶ τὸ τῶν ἀνθρώπων ἐπιδείκνυται γένος, ἵνα μετὰ πολλῆς τῆς πίστεως καὶ τῆς πληροφορίας προσελθόντες δαψιλεστέρας ἀπολαύσωσι τῆς φιλοτιμίας.
 [00873]  Ἐπὶ δὲ τῆς ψυχῆς, ἐὰν βουλώμεθα, καὶ τοῦτο γενέσθαι δυνατὸν διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν ἅπαξ καταρρυπωθεῖσαν καὶ διὰ τοῦ τῶν ἁμαρτημάτων πλήθους δυσειδῆ καὶ αἰσχρὰν γενομένην ταχέως ἐπὶ τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν, εἰ πολλὴν καὶ ἀκριβῆ τὴν μετάνοιαν ἐπιδειξαίμεθα.
000-00-00 Serial Number=0517985284
Contra Anomoeos Ante [Go Back]  
 [00005]  Μίαν ὑμῖν διελέχθην ἡμέραν, καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης οὕτως ὑμᾶς ἐφίλησα, ὡς ἐξ ἀρχῆς καὶ ἐκ πρώτης ὑμῖν συντραφεὶς, οὕτως ὑμῖν συνεδέθην τοῖς τῆς ἀγάπης δεσμοῖς, ὡς χρόνον ἄφατον τῆς ἡδίστης ὑμῶν ἀπολαύσας συνουσίας.
000-00-00 Serial Number=0247233748
Contra theatra Ante [Go Back]  
 [00397]  μάθετε διὰ τῶν ἑξῆς καὶ τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν·
000-00-00 Serial Number=0734720290
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00073]  Ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων ἐπέκλυζε μὲν ἔτι μικρὸν ὄντα τὸν σπινθῆρα ὡς ἔφην τῆς εὐσεβείας τὸ τῶν ἐναντίων πέλαγος, ὁ δὲ οὐ μόνον οὐκ ἐσβέννυτο τούτῳ, ἀλλὰ καὶ μείζων γινόμενος καὶ φαιδρότερος πάντα ἐπῄει ταχέως τὰ μὲν τῶν ἐχθρῶν καταλύων καὶ ἀναλίσκων εὐκόλως τὰ δὲ τῶν οἰκείων ἀνιστῶν καὶ πρὸς ὕψος ἄφατον αἴρων καίτοι ἀνδρῶν εὐτελῶν καὶ ἀσήμων ὑπηρετησαμένων αὐτῷ.
 [00255]  Καὶ οἷον εἰς ὕλην ἄφατον σπινθὴρ ἐμπεσὼν καίει μὲν εὐθέως τὸ προστυγχάνον οὐχ ἵσταται δὲ μέχρις ἐκείνου μόνον ἀλλὰ πᾶν ἐπινέμεται τὸ λοιπόν, καὶ ὅσῳ ἂν πλείονα λάβῃ τῇ φλογὶ τοσούτῳ πλείονα προσλαμβάνει τὴν ἰσχὺν πρὸς τὴν τῶν λοιπῶν ἀπώλειαν καὶ γίνεται τῶν ἁλόντων ξύλων τὸ πλῆθος τοῖς ἁλίσκεσθαι μέλλουσιν ἐπιβουλὴ τοῖς ληφθεῖσι κατὰ τῶν μενόντων ὁπλιζομένης ἀεὶ τῆς φλογός, οὕτω καὶ ἡ τῆς ἁμαρτίας φύσις ἐπειδάν τινος λάβηται τῶν τῆς ψυχῆς λογισμῶν καὶ μηδεὶς ὁ σβεννύων ᾖ τὸ κακὸν προιοῦσα περαιτέρω χαλεπωτέρα γίνεται καὶ δυσχείρωτος.
 [00460]  Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν οὐ τὴν δύναμιν μόνον ἀλλὰ καὶ τὴν ἄφατον φιλανθρωπίαν ἐπιδεικνύον τοῦ Θεοῦ.
 [00694]  Εἰ δὲ εἰς μείζονα ἑαυτοὺς ὠθοῦμεν κακὰ οὐκέτι τοῦτο παρὰ τὸν οὐ διὰ τοῦτο μακροθυμήσαντα ἵνα ἀπολώμεθα ἀλλ' ἵνα σωθῶμεν, ἀλλὰ παρ' ἡμᾶς τοὺς ἐξυβρίσαντας εἰς τὴν ἄφατον ἀνεξικακίαν αὐτοῦ.
000-00-00 Serial Number=0684064865
De Lazaro Ante [Go Back]  
 [00631]  Οἶδα ὅτι λυπεῖ τὰ λεγόμενα, ἀλλὰ πολὺ κέρδος ἔχει καὶ ἄφατον.
000-00-00 Serial Number=0288118541
De Maccabeis Ante [Go Back]  
 [00040]  Οἱ μὲν γὰρ ἔξωθεν ἀγῶνες καὶ ἡλικίαν, καὶ φύσιν, καὶ ἀξίαν ἐξετάζοντες, καὶ δούλοις, καὶ γυναιξὶ, καὶ πρεσβυτέροις, καὶ μειρακίοις τὴν πρὸς αὐτοὺς εἴσοδον ἀποκλείουσιν, ἐνταῦθα δὲ πάσῃ μὲν ἀξίᾳ, πάσῃ δὲ ἡλικίᾳ, ἑκατέρᾳ δὲ τῇ φύσει τὸ θέατρον μετὰ πάσης ἀδείας ἠνέῳκται, ἵνα καὶ τὴν ἀφθονίαν καὶ τὴν ἄφατον δύναμιν τοῦ τὸν ἀγῶνα τιθέντος καταμάθῃς, καὶ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων βεβαιούμενον ἴδῃς, Ὅτι ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται.
 [00136]  καὶ ταὐτὸν πάσχω πρὸς τὰ κατορθώματα τῶν ἑπτὰ μαρτύρων ὁρῶν, οἷον ἂν εἰ φιλοχρήματος ἄνθρωπος, ἐπιστὰς πηγῇ ῥεούσῃ χρυσὸν ἑπτὰ στόματα ἐχούσῃ, πᾶσαν μὲν αὐτὴν ἐξαντλῆσαι ἐπιχειροίη, μετὰ δὲ τὸν πολὺν καὶ ἄφατον πόνον τὸ πλέον ἀφεὶς ἀπέλθοι.
000-00-00 Serial Number=0057195306
De beato Philogonio Ante [Go Back]  
 [00056]  ἂν δὲ τὴν προαίρεσιν ἀναπτύξῃς, ἄφατον τῆς μεγαλοψυχίας ὄψει τὸν θησαυρόν.
000-00-00 Serial Number=0193751633
De confessione pretiosae crucis Ante [Go Back]  
 [00110]  καὶ οὐδὲν ἔσται τὸ κωλύον τὴν ἄφατον ῥύμην.
000-00-00 Serial Number=0890222788
De consubstantiali Ante [Go Back]  
 [00143]  Τὸ μὴ διὰ τὴν πολλὴν ἐγγύτητα καὶ ἄφατον τῶν ὑποστάσεων εἰς ἑνὸς προσώπου ποτὲ ὑπόνοιαν ἡμᾶς ἐμπεσεῖν, ὅπου γε καὶ νῦν ὀλιγάκις αὐτοῦ τι τοιοῦτον εἰπόντος, πρὸς τὴν ἀσέβειαν ταύτην ἤδη τινὲς ἐξώλισθον.
 [00319]  Οὐχ ὁ Ἀχαὰβ βασιλεὺς ἦν, καὶ χρυσίον εἶχεν ἄφατον καὶ ἀργύριον;
000-00-00 Serial Number=0169888914
De cruce et latrone i Ante [Go Back]  
 [00238]  Οὐκ ἀπὸ τοῦ σταυροῦ δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ αὐτῶν τῶν ῥημάτων τῶν ἐν τῷ σταυρῷ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν ἔστιν ἰδεῖν.
000-00-00 Serial Number=0161151767
De cruce et latrone ii Ante [Go Back]  
 [00229]  Ταῦτα ἀκούων, ἀγαπητὲ, μηδέποτε ἀπογνῷς σαυτοῦ, ἀλλ' ἐννοῶν τὸ ἄφατον μέγεθος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπείγου πρὸς τὴν τῶν ἡμαρτημένων διόρθωσιν.
 [00302]  Μᾶλλον δὲ οὐχ ὁ σταυρὸς μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ ῥήματα τὰ ἐπὶ τοῦ σταυροῦ δείκνυσιν αὐτοῦ [49.415] τὴν ἄφατον φιλανθρωπίαν.
000-00-00 Serial Number=0884079516
De decem millium talentorum debitore Ante [Go Back]  
 [00093]  Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ πῶς ἡ τούτου φιλοτιμία, ὅπουπερ ἂν ἀφίκηται, πρὸς τὴν εὐπορίαν τὴν ἐκείνου συγκρινομένη, πενίας ἐστὶν ἁπάσης εὐτελεστέρα, καὶ ὅτι ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡμῶν ἡ ἀγαθότης πρὸς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, εἰπόντος αὐτοῦ, Ἕως ἑπτάκις;
 [00127]  δεικνὺς ὅτι διὰ τοῦτο λέγει τὴν παραβολὴν ταύτην, ἵνα μάθῃς ὅτι κἂν ἑβδομηκοντάκις ἑπτὰ ἀφῇς τῆς ἡμέρας τῷ ἀδελφῷ τὰ ἁμαρτήματα, οὐδέπω οὐδὲν μέγα εἰργάσω, ἀλλὰ πολὺ καὶ ἄφατον ἀπολείπῃ τῆς δεσποτικῆς φιλανθρωπίας, καὶ οὐ τοσοῦτον δίδως ὅσον λαμβάνεις.
 [00130]  εἰ γὰρ δοκεῖ καὶ αὐτόθεν εἶναι σαφὴς, ἀλλ' ἔχει καὶ ἐναποκεκρυμμένον τινὰ θησαυρὸν νοημάτων ἄφατον.
 [00310]  οὐ γὰρ δὴ μόνον αὐτὰ διαλύομεν τῇ μνήμῃ, ἀλλὰ καὶ πρὸς ἅπαντας ἀνθρώπους ἐπιεικέστερον διακεισόμεθα, καὶ τῷ Θεῷ μετὰ πλείονος δουλεύσομεν τῆς εὐνοίας, τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν ἐκ τῆς τούτων μνήμης καταμανθάνοντες.
000-00-00 Serial Number=0062647343
De diabolo tentatore Ante [Go Back]  
 [00189]  ὅταν ἀρχὴν λαβοῦσα μὴ κωλυθῇ, καθάπερ πῦρ ὕλης ἐπιλαβόμενον, οὕτω πρὸς ὕψος ἀνίησιν ἄφατον.
 [00612]  πολλὴν γὰρ δύναμιν αὕτη ἔχει, καὶ ἄφατον·
000-00-00 Serial Number=0172390640
De incomprehensibili dei natura Ante [Go Back]  
 [00787]  Τὸ πλῆθος τοῦτο τὸ ἄφατον, τὸ συγκεκροτημένον νῦν καὶ μετὰ τοσαύτης ἀκριβείας προσέχον τοῖς λεγομένοις, κατὰ τὴν φρικωδεστάτην ὥραν ἐκείνην πολλάκις ἐπιζητήσας ἰδεῖν οὐκ ἠδυνήθην, καὶ σφόδρα ἐστέναξα, ὅτι τοῦ μὲν συνδούλου διαλεγομένου πολλὴ ἡ σπουδή, ἐπιτεταμένη ἡ προθυμία, τῶν συνωθούντων ἀλλήλους καὶ μέχρι τέλους παραμενόντων, τοῦ δὲ Χριστοῦ φαίνεσθαι μέλλοντος ἐπὶ τῶν ἱερῶν μυστηρίων, κενὴ καὶ ἔρημος ἡ ἐκκλησία γίνεται.
 [01378]  Ἀλλ' ὅμως ὁ Θεὸς διὰ τὴν ἄφατον αὑτοῦ φιλανθρωπίαν οὐχὶ τοὺς ταπεινοφρονοῦντας μόνον, ἀλλὰ καὶ τοὺς εὐγνωμόνως τὰ ἁμαρτήματα αὐτῶν λέγοντας προσίεται καὶ δέχεται καὶ γίνεται ἵλεως καὶ εὐμενὴς τοῖς οὕτω διακειμένοις.
000-00-00 Serial Number=0844320416
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01101]  Ἀποκτείνωμεν αὐτόν, ἵνα μὴ ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν ἡμῶν τὴν πόλιν καὶ τὸ ἔθνος, καὶ τοὐναντίον συνέβη, ἐπειδὴ γὰρ ἀπέκτειναν αὐτόν, διὰ τοῦτο ἦραν οἱ Ῥωμαῖοι καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν πόλιν, καὶ ἅπερ ἐνόμιζον εἶναι κωλύματα, ταῦτα ἐγένετο βοηθήματα τοῦ κηρύγματος , οὕτω καὶ Παύλου κηρύττοντος, ἅπερ ἐπῆγον ἐκεῖνοι τὸν λόγον ἐκκόπτοντες, ταῦτα αὐτὸν ηὔξησε, καὶ εἰς ὕψος ἐπῆρεν ἄφατον.
000-00-00 Serial Number=0012552083
De paenitentia [1] Ante [Go Back]  
 [00101]  Αὐξῆσαι γὰρ τὸν φόβον βουλόμενος καὶ τῆς πολλῆς αὐτῶν ῥᾳθυμίας καθάψασθαι, τοῦτο ἐποίησε, καὶ αὐτὸς δὲ ὁ χρόνος τῆς μετανοίας δείκνυσιν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν.
000-00-00 Serial Number=0393294096
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00086]  ἀλλ' οὐκ εἶ τῆς Σιδωνίας ἀπορώτερος, ἣ πρὸς αὐτὸν ἐλθοῦσα τοῦ λιμοῦ τὸν πυθμένα, τοῦ θανάτου προσδοκωμένου λοιπὸν, καὶ χοροῦ παίδων περιεστῶτος, οὐδὲ οὕτως ἐφείσατο τῶν ὄντων, ἀλλὰ διὰ τῆς ἐπιτεταμένης πενίας πλοῦτον ἄφατον ἐπρίατο, ἅλωνα τὴν χεῖρα καὶ ληνὸν τὴν ὑδρίαν ἐργασαμένη, ἐξ ὀλίγων πολλὰ πηγάζειν παρασκευάσασα.
000-00-00 Serial Number=0282257020
De proditione Judae Ante [Go Back]  
 [00459]  Ἵνα δὲ καὶ τοῦ προδότου τὴν μανίαν ἅπασαν καταμάθωμεν, καὶ τοῦ μαθητοῦ τὴν ἀγνωμοσύνην γνῶμεν, καὶ τοῦ ∆εσπότου τὴν ἄφατον φιλανθρωπίαν, ἀκούσωμεν τοῦ εὐαγγελιστοῦ, πῶς ἡμῖν αὐτοῦ διηγεῖται τὴν τόλμαν·
 [00483]  οὗτος δὲ μετὰ μυρία θαύματα καὶ σημεῖα, μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ τὴν ἄφατον συγκατάβασιν, εἰς αὐτὸν τὸν πυθμένα τῶν ταρτάρων κατέπεσε.
000-00-00 Serial Number=0459301353
De pseudoprophetis Ante [Go Back]  
 [00658]  Ὅρα δὲ μὴ χαυνωθῇς ἐπὶ τῷ λόγῳ, ἀκούων τὴν αὐτοῦ ἄφατον φιλανθρωπίαν·
000-00-00 Serial Number=0583869040
De sacerdotio Ante [Go Back]  
 [00882]  ἀλλὰ μετὰ τοὺς πολλοὺς χρόνους καὶ τὰς ταλαιπωρίας, μετὰ τὴν πλάνην ἐκείνην τὴν ἄφατον καὶ τοὺς πολέμους καὶ τὰ τρόπαια, ἔξω τῆς γῆς ἀπέθνησκεν ὑπὲρ ἧς τοσαῦτα ἐμόχθησε καὶ τὰ τοῦ πελάγους ὑπομείνας κακά, τῶν τοῦ λιμένος οὐκ ἀπήλαυσεν ἀγαθῶν.
000-00-00 Serial Number=0680563927
De sancta Droside martyre Ante [Go Back]  
 [00053]  Ἀλλ' ὅμως καὶ οὕτως αὐτομάτως καταῤῥεῖ καὶ ἀπόλλυται, ἵνα μάθῃς καὶ τῆς ἀληθείας τὴν ἰσχὺν, καὶ τοῦ ψεύδους τὴν ἀσθένειαν, τοῦ μὲν αὐτομάτως καὶ μηδενὸς ἐνοχλοῦντος ἀπολλυμένου, τῆς δὲ διὰ τῶν κωλυόντων αὐξομένης καὶ πρὸς ὕψος αἰρομένης ἄφατον·
000-00-00 Serial Number=0666785419
De sancta pentecoste Ante [Go Back]  
 [00414]  εἴδετε φιλανθρωπίαν ἄφατον;
000-00-00 Serial Number=0816702485
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00337]  τὸ δὲ καὶ αὐτὴν αὐτόχειρα γενέσθαι τῆς σφαγῆς, ἄφατον ἔχει τὴν ὑπερβολήν.
000-00-00 Serial Number=0228706658
De virginitate Ante [Go Back]  
 [00438]  Τὸ δὲ «οὐαί» οὐ ῥῆμα ψιλόν ἐστιν ἀλλ' ἀπειλή τις ἄφατον ἡμῖν καὶ ἀσύγγνωστον προαναφωνοῦσα τὴν τιμωρίαν·
 [00818]  Ἀλλ' οὐκ ἐνταῦθα ἀλλὰ ζηλοτυπεῖται ἡ κόνις καὶ ἡ τέφρα καὶ μῖσος πρὸς τὴν κατορωρυγμένην ἄφατον καὶ λοιδορίαι καὶ σκώμματα καὶ κατηγορίαι πρὸς τὴν διαλυθεῖσαν εἰς γῆν·
 [01030]  Μετὰ δὲ τὴν τοῦ Χριστοῦ παρουσίαν πολλῷ στενωτέρα γέγονεν ἡ ὁδός, οὐ μόνον τῷ τὴν ἄδειαν τῶν εἰρημένων ἁπάντων τὴν ἄφατον ταύτην καὶ πολλὴν περικοπῆναι τῆς ἐξουσίας τῆς ἡμετέρας ἀλλὰ καὶ τῷ τὴν πολλὰ πολλάκις ἀναπείθουσαν καὶ ἀναγκάζουσαν ἡμᾶς καὶ ἄκοντας ἁμαρτάνειν γυναῖκα, ταύτην ἔνδον ἔχειν διὰ παντὸς ἢ μοιχείας ἁλίσκεσθαι βουλόμενον ἐκβάλλειν.
 [01315]  Τούτων, εἰ βούλει, μεταξὺ τῶν δεινῶν τίθει καὶ πλοῦτον ἄφατον καὶ τραπέζης πολυτέλειαν καὶ οἰκετῶν ἀγέλας, γένους λαμπρότητα, δυναστείας μέγεθος, δόξαν πολλήν, προγόνων περιφάνειαν.
 [01347]  Ἀλλ' ὥσπερ ὕλης τινὸς λαβομένη φλὸξ οὕτως εἰς ὕψος ἄφατον αἴρονται καὶ τὴν τάξιν ἀντιστρέφουσι καὶ πάντα ἄνω καὶ κάτω ποιοῦσιν.
000-00-00 Serial Number=0844928026
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01666]  Εἶδες ἄφατον φιλοσοφίαν;
 [02217]  καὶ ἰατρὸν καίοντα καὶ τέμνοντα σάρκας, καὶ ἐν οἰκίσκῳ κατακλείοντα, καὶ λιμῷ ἄγχοντα τὸν κάμνοντα, μὴ περιεργάζεσθαι, ἀλλ' ἡσυχάζειν καὶ σιωπᾷν, τὴν δὲ ἄφατον σοφίαν, τὴν ἄφατον φιλανθρωπίαν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν;
 [02396]  ἐκείνου γενοῦ ζηλωτὴς καὶ τῶν ἐκείνου δούλων, καὶ τὸν ἄφατον τούτων φαντάζου πλοῦτον.
 [03429]  Καὶ καθάπερ ἔστιν ἰδεῖν τὰ τῆς θαλάττης κύματα, νῦν μὲν εἰς ὕψος ἄφατον
 [03812]  ∆ιὰ γὰρ τοῦτο μάλιστά σοι μισθὸν ἄφατον πορίζει, ἵνα φθάσῃς ἐκεῖνον·
 [04618]  Ἐπεὶ καὶ ἔρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ ἁλουργὰ γένηται, ἄφατον προσλαμβάνει τὸ κάλλος καὶ πολλὴν τὴν εὐπρέπειαν.
 [04922]  τὰ δὲ εἰς τὴν χεῖρα τοῦ Κυρίου καταβαλλόμενα χρήματα ἀνώτερα πάσης ἐστὶν ἐπιβουλῆς, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ λαβόντος τὰ δοθέντα ἅπαξ, ἀλλὰ μένει πολὺν ἡμῖν καὶ ἄφατον ἐργαζόμενα τὸν καρπὸν, καὶ τὸν ἀμητὸν ἐν καιρῷ φέροντα πλούσιον.
 [06100]  ὅταν δὲ τοὐναντίον ᾖ, καὶ ἄφατον μὲν ἐκείνου τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν ἄξιοι κολάσεως οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι μεθ' ὑπερβολῆς ἁπάσης, καὶ καταφρονοῦντες αὐτοῦ τῆς ἀγάπης, τοῦ μηδὲν ἡμῶν προτιμῶντος;
 [07205]  καὶ ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡ ἡμῶν ἀγαθότης πρὸς τὴν ἐκείνου ἄφατον φιλανθρωπίαν·
 [08583]  Ταῦτα οὖν πάντα ὁ προφήτης προαναφωνεῖ, ὁμοῦ καὶ τὸν τόκον λέγων, καὶ τὸ κέρδος τῶν ὠδίνων τὸ ἄφατον ἐκεῖνο καὶ ἄπειρον.
 [09275]  Καὶ γὰρ ἀξία τοῦ δέξασθαι τὸν Χριστὸν ἐγένετο ἐκεῖνα φθεγγομένη, ἃ τῷ Χριστῷ φίλα ἦν, καὶ πρὸς ὕψος ἄφατον ἱπταμένη, καθάπερ τὰ Σεραφίμ.
 [09433]  Τὸ ταχὺ καὶ δαψιλὸς ἡμῖν ἐμφαίνει, καὶ [63.852] πῶς σφόδρα ἐφίεται τῆς ἡμετέρας σωτηρίας, καὶ πῶς ὠδίνει τὰ ἀγαθὰ αὐτὰ προελθεῖν καὶ ἐπείγεται, καὶ οὐδὲν ἔσται τὸ κωλύον τὴν ἄφατον ῥύμην·
 [09999]  ἐν δὲ τοῖς πνευματικοῖς ἀντιστρόφως ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν;
000-00-00 Serial Number=0127062261
Epistula ad Cyriacum Ante [Go Back]  
 [00040]  ∆ιὰ τοῦτο ἀφῆκε καὶ χερσὶν αὐτοὺς βαρβαρικαῖς παραδοθῆναι καὶ τὴν κάμινον ἀνα φθῆναι πρὸς ὕψος ἄφατον καὶ τὴν βασιλικὴν ὀργὴν τῆς καμίνου χαλεπώτερον ἐκκαῆναι καὶ χεῖρας δεθῆναι καὶ πόδας μετὰ πολλῆς τῆς σφοδρότητος καὶ εἰς τὸ πῦρ ἐμβληθῆναι.
 [00726]  Πόθεν, εἰπέ μοι, οὐκ εὔδηλον ὅτι ὁ τοὺς λέοντας χαλινώσας καὶ τὴν κάμινον καταψύξας, οὗτος καὶ τοῦ θηρίου τούτου τὸν ἄμετρον ἐπέσχε θυμὸν καὶ τὴν ἄφατον ὀργὴν ἔσβεσεν ὡς κερασθῆναι συμμέτρως τὴν τιμωρίαν;
000-00-00 Serial Number=0825764537
Epistula ad episcopos Ante [Go Back]  
 [00016]  Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου, εἶπε τοῦτο ὁ γενναῖος ἐκεῖνος καὶ ὑψηλὸς ἀνὴρ, καὶ ἤρκεσεν αὐτῷ πρὸς παῤῥησίαν ἄφατον.
000-00-00 Serial Number=0281842768
Epistulae Ante [Go Back]  
 [00103]  Καὶ γὰρ θησαυρὸν μέγιστον καὶ πλοῦτον ἄφατον ἀγαθῶν τὴν σὴν ἡγούμεθα ἡμῖν εἶναι φιλίαν.
 [00319]  Τὸν μὲν γὰρ ἄφατον τούτων μισθὸν λήψῃ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσιν ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος ἀεὶ τοὺς ἀγαθόν τι ποιοῦντας, ἢ λέγοντας.
 [00402]  ἀλλὰ ταῦτα πάντα νικῶσα ἀνωτέρα πάντων γίνεται, καὶ πρὸς ὕψος ἄφατον αἴρεται.
 [00657]  ἄφατον καρπούμεθα παραμυθίαν.
 [01163]  Τοῦτο σπόρος ἄμητον προαναφωνῶν ἄφατον, τοῦτο παλαίσματα νίκην ἔχοντα καὶ βραβεῖα, τοῦτο πλοῦς ἐμπορίαν πολλὴν προξενῶν.
 [01360]  ἀλλὰ ταῦτα πάντα νικῶσα ἀνωτέρα πάντων γίνεται, καὶ πρὸς ὕψος ἄφατον αἴρεται.
 [01615]  ἄφατον καρπούμεθα παραμυθίαν.
 [02121]  Τοῦτο σπόρος ἄμητον προαναφωνῶν ἄφατον, τοῦτο παλαίσματα νίκην ἔχοντα καὶ βραβεῖα, τοῦτο πλοῦς ἐμπορίαν πολλὴν προξενῶν.
 [02597]  Ὅταν γάρ σου τὸν ζῆλον ἀκούσωμεν τὸν πολὺν, τὴν ἀγάπην τὴν περὶ ἡμᾶς, τὴν γνησίαν καὶ θερμὴν οὐδὲν γὰρ ἡμᾶς λανθάνει καὶ ἐκ τοσούτου καθημένους διαστήματος, ὡς θησαυρὸν μέγιστον ἔχοντες, καὶ πλοῦτον ἄφατον, τὴν διάθεσίν σου τῆς ἐμμελείας, καὶ ἐν ἀσφαλεστάτῃ πόλει διατρίβειν ἡγούμεθα, ὑπὸ τῆς τοσαύτης εὐφροσύνης πτερούμενοι, καὶ μεγίστην παράκλησιν ἐντεῦθεν καρπούμενοι.
 [02657]  Εἰ γὰρ ἕνα τις ἀδικούμενον καὶ παρανομούμενον ἀνέχων ἄφατον ἔχει παρὰ τοῦ Θεοῦ τὸν μισθὸν, ἐννόησον ὅσην αὐτὸς λήψῃ τὴν ἀμοιβὴν, Ἐκκλησίας τοσαύτας ταρασσομένας διὰ τῆς καλῆς ταύτης σπουδῆς ἀπαλλάττων μὲν θορύβων καὶ ταραχῆς, εἰς δὲ γαληνὸν λιμένα εἰρήνης ὁρμίσαι ἐσπουδακώς.
 [03559]  Ἀλλ' ὥσπερ ἐνταῦθα ἀνδρεία γέγονας, καὶ σιδήρου στεῤῥοτέρα, ἄφατον παρὰ τοῦ φιλανθρώπου Θεοῦ διὰ τῆς γνώμης ταύτης προαποθεμένη σοι τὸν μισθὸν, οὕτω παρακαλοῦμεν, καί σου δεόμεθα καὶ ἐν τοῖς ἄλλοις ἅπασι τὴν αὐτὴν ἐπιδείξασθαι φιλοσοφίαν, καὶ εἰδέναι ὅτι μία ἐστὶ συμφορὰ, ἁμαρτία μόνον, τὰ δὲ ἄλλα πάντα μῦθος, δυναστεῖαι, καὶ δόξαι, καὶ τιμαὶ, αἱ παρὰ ἀνθρώπων.
 [03605]  Περὶ γὰρ τῆς δεσποίνης μου τῆς μητρὸς οὐδὲν οἶμαι δεῖν οὐδὲ ἐπιστέλλειν, ἐπειδήπερ σοι σύνοιδα μετὰ τῶν ἄλλων καὶ τοῦτο τὸ κατόρθωμα, καὶ τὸν ἄφατον ἐντεῦθεν καρπὸν, καὶ ὅτι παιδίσκην ἅπασαν ὑπερηκόντισας ἐν τῇ περὶ αὐτὴν θεραπείᾳ.
000-00-00 Serial Number=0694552898
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00152]  ∆ιὰ τοῦτο ἀφῆκε καὶ χερσὶν αὐτοὺς βαρβαρικαῖς παραδοθῆναι καὶ τὴν κάμινον ἀναφθῆναι πρὸς ὕψος ἄφατον καὶ τὴν βασιλικὴν ὀργὴν τῆς καμίνου χαλεπώτερον ἐκκαῆναι καὶ χεῖρας δεθῆναι καὶ πόδας μετὰ πολλῆς τῆς σφοδρότητος καὶ εἰς τὸ πῦρ ἐμβληθῆναι·
 [00315]  [8.3] Εἰ δὲ ὑπὲρ ὧν αὐτός τι ἐπλημμέλησε καὶ πλημμέλημα τοιοῦτον, οὐκ ἀφίησιν ὁ Παῦλος πολλῇ τῇ λύπῃ κεχρῆσθαι, ἀλλὰ σπεύδει καὶ ἐπείγεται καὶ πάντα ποιεῖ καὶ πραγματεύεται ὥστε ἐκκόψαι τὸν ὄγκον τῆς ἀθυμίας, σατανικὴν εἶναι λέγων τὴν ἀμετρίαν καὶ διαβόλου πλεονεξίαν καὶ τῆς ἐκείνου κακουργίας καὶ τῶν πονηρῶν αὐτοῦ νοημάτων ἔργον, ὑπὲρ ὧν ἕτεροι πεπλημμελήκασι καὶ ἄλλοι μέλλουσιν εὐθύνας ὑπέχειν, πῶς οὐκ ἐσχάτης ἀνοίας τε καὶ μανίας οὕτω κατακόπτεσθαι καὶ ἀλγεῖν ὡς καὶ σκότος ἄφατον ἐπάγειν τῇ διανοίᾳ, καὶ πολὺν τὸν θόρυβον καὶ σύγχυσιν καὶ ταραχὴν καὶ ζάλην ἄφατον;
 [00378]  Εἶδες ὀργὴν ἄφατον;
 [00452]  Οὐδὲ γὰρ τὴν εὐτέλειαν θαυμάζω τῆς περιβολῆς μόνον τὴν ἄφατον καὶ αὐτοὺς τοὺς προσαιτοῦντας ὑπερακοντίζουσαν, ἀλλὰ καὶ τὸ ἀσχημάτιστον μάλιστα, τὸ ἀνεπιτήδευτον τῶν περιβλημάτων, τῶν ὑποδημάτων, τῆς βαδίσεως ἅπερ ἅπαντα χρώματά ἐστιν ἀρετῆς, τὴν ἐναποκειμένην τῇ ψυχῇ φιλοσοφίαν ἔξωθεν διαζωγραφοῦντα.
 [01094]  Οὐκ εὔδηλον ὅτι ὁ τοὺς λέοντας χαλινώσας καὶ τὴν κάμινον καταψύξας, οὗτος καὶ θηρίου τούτου τὸν ἄμετρον ἐπέσχε θυμὸν καὶ τὴν ἄφατον ὀργὴν ἔσβεσεν, ὡς κερασθῆναι συμμέτρως τὴν τιμωρίαν;
 [01132]  Καθάπερ γὰρ ἡ ἀρετή, καὶ κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν πολεμεῖται, σκιρτᾷ καὶ θάλλει καὶ φαιδροτέρα δείκνυται, οὕτω καὶ ἡ κακία, καὶ κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν θεραπεύεται καὶ κολακεύεται, δείκνυσιν αὐτῆς τὴν ἀσθένειαν καὶ τὸν πολὺν γέλωτα καὶ τὴν ἄφατον κωμῳδίαν.
 [01338]  Παῦσαι τοίνυν δακρύουσα καὶ κατατεινομένη τῇ λύπῃ, μηδὲ τὰ ἐπαγόμενά σοι δεινὰ σκόπει μόνον τὰ ἐπάλληλα καὶ συνεχῆ, ἀλλὰ καὶ τὴν ταχίστην αὐτῶν ἐλευθερίαν καὶ τὴν ἄφατον ἐντεῦθεν τικτομένην σοι ἀμοιβὴν καὶ ἀντίδοσιν.
000-00-00 Serial Number=0801088035
Expositiones in Psalmos Ante [Go Back]  
 [00148]  Εἶδες εὐρυχωρίαν ἄφατον, εἶδες λιμένα εὐφροσύνης;
 [00959]  εἶπε τὸν τρόπον τῆς σωτηρίας, ὅτι ∆ιὰ τὴν πολλὴν φιλανθρωπίαν, διὰ τὴν ἄφατον ἀγαθότητα ἐσώθην.
 [02120]  Ἂν γὰρ ἐννοήσῃς, ὅτι καθ' ἑκάστην ἁμαρτάνομεν ἡμέραν, τότε μάλιστα ὄψει αὐτοῦ τὸ ἄφατον μέγεθος τῆς φιλανθρωπίας.
 [02952]  ∆ιά τοι [55.118] τοῦτο, ἐκεῖνο εἰπὼν, τότε τοῦτο τίθησι, δεικνὺς ἄφατον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ ἐλαττωθέντα αὐτὸν διὰ τὴν οἰκείαν παράβασιν ἀφῆκεν ἐστεφανῶσθαι τῇ τιμῇ τῆς δόξης, καὶ τῆς ἀρχῆς οὐ παρέλυσεν.
 [03558]  Ὅρα πῶς ἔδειξεν ἄφατον οὖσαν αὐτῶν τὴν κατηγορίαν.
 [03738]  εἶδες τὴν ἄφατον ἀπώλειαν;
 [04715]  ∆ιά τοι [55.118] τοῦτο, ἐκεῖνο εἰπὼν, τότε τοῦτο τίθησι, δεικνὺς ἄφατον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ ἐλαττωθέντα αὐτὸν διὰ τὴν οἰκείαν παράβασιν ἀφῆκεν ἐστεφανῶσθαι τῇ τιμῇ τῆς δόξης, καὶ τῆς ἀρχῆς οὐ παρέλυσεν.
 [05321]  Ὅρα πῶς ἔδειξεν ἄφατον οὖσαν αὐτῶν τὴν κατηγορίαν.
 [05501]  εἶδες τὴν ἄφατον ἀπώλειαν;
000-00-00 Serial Number=0384986043
Fragmenta in Job Ante [Go Back]  
 [00642]  Ἐπεὶ καὶ ἔρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ ἁλουργὰ γένηται, ἄφατον προσλαμβάνει τὸ κάλλος, καὶ πολλὴν τὴν εὐπρέπειαν.
 [01414]  συμβαίνει δὲ τοῦτο εἰκότως, ἐπειδὴ πάντων δεσπόζων, ἄφατον ἔχει τὴν δύναμιν.
000-00-00 Serial Number=0110281765
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00202]  Ἐπειδὴ γὰρ εἶδον μετὰ τὴν ἐπιβουλὴν ἐκείνην τὸ πρᾶγμα αἰρόμενον, καὶ τὰ προοίμια λαμπρὰ καὶ ἡλίου φανότερα καὶ ἐξ αὐτῆς τῆς βαλβῖδος ἐπιδεικνύμενα ὅτι πᾶσαν ἀθρόον καταλήψεται τὴν οἰκουμένην, καὶ κατ' ἄκρας ἐλάσει τὴν πλάνην, καὶ οὐδὲ ἐνεγκεῖν δυνήσεται τὴν ἄφατον αὐτοῦ ῥύμην καὶ τὴν δύναμιν·
000-00-00 Serial Number=0940925360
In Bassum martyrem Ante [Go Back]  
 [00050]  ∆εῦτε, ἴδετε φιλανθρωπίαν ἄφατον.
000-00-00 Serial Number=0116902292
In Genesim sermones Ante [Go Back]  
 [00383]  Σὺ δὲ καὶ ἐνταῦθά μοι σκόπει τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν.
000-00-00 Serial Number=0522748351
In Isaiam Ante [Go Back]  
 [00056]  Ἐπειδὴ γὰρ πρὸς δῆμον εἶχον ἰταμὸν καὶ ἀναίσχυντον, αἱμάτων διψῶντα προφητικῶν, καὶ σφαγαῖς ἁγίων ἐμμελετῶντα, εἰκότως πολλῆς ἐδέοντο τῆς δυνάμεως, ὥστε μὴ καταπλαγῆναι τὴν ἄφατον αὐτῶν ῥύμην.
 [00308]  Τοῦτο γὰρ αὐτοῦ δείκνυσι τὴν ἄφατον μακροθυμίαν καὶ τὸ πολλάκις ἁμαρτόντας ἐνεγκεῖν καὶ μὴ πρότερον ἐπεξελθεῖν, ἕως αὐτὸν αὐτοὶ οἱ πεπλημμεληκότες τῇ ὑπερβολῇ τῆς πονηρίας ἐξεκαλέσαντο.
 [00397]  ἐπειδὴ καὶ ὁ Θεὸς κατηξίωσεν ἐν ἀνδρὸς τάξει τῇ πόλει γενέσθαι, τὴν ἄφατον ἀγάπην τὴν περὶ αὐτοὺς ἐνδεικνύμενος·
 [00420]  Ἀλλά τινες οὐ συνιέντες τὴν ἄφατον τοῦ Θεοῦ σοφίαν, κατ' ἀναγωγὴν τὸ εἰρημένον ἐξέλαβον.
 [00818]  Εἰ δὲ Ἰουδαῖοι ταῦτα ἐγκαλοῦνται, τίνος ἂν τύχοιμεν συγγνώμης ἡμεῖς, ποίας ἀπολογίας, οἱ μετὰ χάριν τοσαύτην καὶ τιμὴν ἄφατον καὶ τὰς ἀθανάτους ἐλπίδας, πρὸς τὴν αὐτὴν ἐκείνοις καταπίπτοντες πλάνην;
 [02446]  Ταῦτα οὖν πάντα ὁ προφήτης προαναφωνεῖ, ὁμοῦ καὶ τὸν τόκον λέγων καὶ τὸ κέρδος τῶν ὠδίνων τὸ ἄφατον ἐκεῖνο καὶ ἄπειρον.
000-00-00 Serial Number=0691379607
In Joannem Ante [Go Back]  
 [01277]  Ἀλλ' οὐ χρὴ ταράττεσθαι οὐδὲ θορυβεῖσθαι, ἀλλ' ἐκπλήττεσθαι τὴν ἄφατον ἀγαθότητα.
 [01616]  ἐδήχθησαν ὑπὸ ἀπονοίας εἰς βασκανίαν ἐλθόντες, καὶ τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν τὴν ἄφατον καὶ ὑπερβάλλουσαν οὐκ ἤνεγκαν.
 [01709]  καθὼς καὶ αὐτὸς, ἀγαλλόμενος ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ταῦτα ἀνεκήρυττε, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ὥσπερ ἐν στήλῃ τοῖς γράμμασι τὰ πρότερον αὐτῷ τολμηθέντα καταθέμενος, ἅπασιν ἐπεδείκνυ, βέλτιον εἶναι νομίζων τὸν πρότερον αὐτοῦ παρὰ πάντων στηλιτεύεσθαι βίον ἐπὶ τὸ φανῆναι τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς, ἢ συσκιάσαι τὴν ἄφατον αὐτοῦ καὶ ἀνεκδιήγητον φιλανθρωπίαν, ὀκνοῦντα τὴν οἰκείαν ἅπασιν ἐκπομπεῦσαι πλάνην.
 [01785]  ἡμᾶς δὲ τοσαύτην ἀναισθησίαν ἐπιδείκνυσθαι, ὡς μηδὲ τῇ τοσαύτῃ τιμῇ γενέσθαι βελτίους, ἀλλὰ καὶ μετὰ τὴν κλῆσιν ἐπὶ τῆς αὐτῆς μένειν κακίας, εἰς τὴν ἄφατον τοῦ κεκληκότος ἐμπαροινοῦντας φιλανθρωπίαν.
 [01841]  Τήν τε γὰρ ἰδίαν φύσιν οὐδὲν ἀπὸ ταύτης ἠλάττωσε τῆς καταβάσεως, ἡμᾶς τε τοὺς διαπαντὸς ἐν ἀδοξίᾳ καθημένους καὶ σκότῳ, πρὸς δόξαν ἄφατον ἀνήγαγεν.
 [02229]  Ὃ δὲ ἐγὼ φέρω, μεθεκτόν τέ ἐστι (παρ' ἑτέρου γὰρ ἔλαβον αὐτὸ), καὶ μικρόν τι τοῦ παντὸς, καὶ οἱονεὶ σταγὼν εὐτελὴς πρὸς ἄβυσσον ἄφατον καὶ πέλαγος ἄπειρον·
 [04202]  ἀνώτεροι πάντων ἐγένοντο, καὶ καθάπερ τινὲς ἀετοὶ κοῦφοι ὑψηλὰ πετώμενοι, διὰ τῶν ἔργων πρὸς αὐτὸν ἀφείλκοντο τὸν οὐρανὸν, καὶ διὰ τούτων ἔσχον τοῦ Πνεύματος τὴν χάριν ἄφατον.
 [04832]  Μάλιστα γὰρ πάντων τὰ δύο ταῦτα τὴν ἄφατον αὐτοῦ δείκνυσιν ἀγάπην, ὅτι τε ὑπὲρ ἐχθρῶν ἔπαθε, καὶ ὅτι ἀποθανὼν ὑπὲρ ἐχθρῶν, διὰ τοῦ βαπτίσματος ὁλόκληρον τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἐδωρήσατο.
 [04985]  Εἶδες φιλανθρωπίας ἄφατον ὑπερβολήν;
000-00-00 Serial Number=0464477539
In Joannem theologum Ante [Go Back]  
 [00027]  Σκόπει δὲ τὴν ἄφατον τοῦ Θεοῦ ἀγαθότητα, πανταχοῦ συγξενιτεύοντος τοῖς ἀγαπῶσιν αὐτόν·
000-00-00 Serial Number=0995708644
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00041]  εἶδες ἄφατον φιλανθρωπίαν ∆εσπότου;
000-00-00 Serial Number=0787940621
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00202]  εἶπον γὰρ, ὅτι δεῖ τὴν ἀλήθειαν ἔχειν τινὰ ὑπεροχὴν πολλὴν καὶ ἄφατον.
000-00-00 Serial Number=0440968812
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01651]  Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ τοῦ κηρύγματος δεικνὺς τὴν ἰσχὺν, ὅτι δι' ὧν ἐπιβουλεύονται, διὰ τούτων λάμπουσι μᾶλλον τῶν διωκόντων αὐτοὺς, καὶ πᾶσαν τὴν οἰκουμένην ποιούντων εἰδέναι καὶ τὰ τρόπαια αὐτῶν καὶ τὴν εὐωδίαν, καὶ παρακαλῶν ὑπὲρ τῶν θλίψεων αὐτοὺς καὶ τῶν πειρασμῶν, ὥστε πάντα φέρειν γενναίως, εἴ γε καὶ πρὸ τῆς ἀντιδόσεως ἄφατον καρποῦνται τὸ κλέος.
 [02954]  ἐν δὲ τοῖς πνευματικοῖς ἀντιστρόφως τοῦτο ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν;
 [03693]  Τοῦτο δὲ ἔλεγε, δεικνὺς καὶ τὴν τοῦ Θεοῦ δύναμιν τὴν ἄφατον, καὶ τὴν αὐτῶν ὑπομονήν.
 [03797]  Καὶ τῶν περιβόλων τῶν μακρῶν καὶ τῶν οἰκημάτων, μετὰ τὴν ἄφατον δαπάνην καὶ τοὺς πόνους καὶ τὰς ταλαιπωρίας, σοὶ παρασκευάζει τὴν χρῆσιν, ὀλίγον παρὰ σοῦ τῆς τοσαύτης διακονίας ἀργύριον λαβών.
 [04159]  Καὶ ὅρα κἀνταῦθα σύνεσιν ἄφατον.
 [04328]  Εἶδες σύνεσιν ἄφατον.
 [04865]  Ὅρα σοφίαν ἄφατον.
 [05881]  Καίτοι ἄφατον εἶχεν, ἀλλ' ὅμως συστέλλει τῷ λόγῳ.
 [06119]  τῇ δὲ μνήμῃ τῆς ἱστορίας εἰς φόβον ἄφατον ἐνέβαλε, καὶ πάσης ἀποστερεῖ συγγνώμης αὐτούς.
 [08118]  Εἶδες ἄφατον ἀγαθότητα;
000-00-00 Serial Number=0830211878
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00274]  Ὅταν οὖν καὶ πλοῦτος ᾖ, καὶ Θεοῦ πλοῦτος, καὶ ἐν παντὶ, καὶ διὰ τοῦ Μονογενοῦς, ἐννόησον τὸν ἄφατον θησαυρόν.
 [00992]  Ἀλλ' ἄφατον εἶχον πρὸς αὐτοὺς μῖσος ἐκ τῶν πρὸς τὸν διδάσκαλον γεγενημένων.
 [01421]  ἐγὼ δὲ ἦλθον πρὸς ὑμᾶς μηδὲν ἄλλο λέγων, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη, καὶ πάντας ἐκείνους παρήλασα, ὃ τῆς τοῦ κη [61.49] ρυττομένου δυνάμεως σημεῖόν ἐστιν ἄφατον.
 [02127]  Ὥστε καὶ διὰ τοῦτο αὐτὸ μάλιστα θαυμάζειν ἐχρῆν, ὅτι ἀνθρώπους βαρβάρους τοιαύτην ἔπεισαν καταδέξασθαι πίστιν, καὶ χρηστὰς περὶ τῶν μελλόντων ἔχειν ἐλπίδας, καὶ τὸ πρότερον τῶν ἁμαρτημάτων φορτίον ἀπεσκευασμένους μετὰ πολλῆς τῆς προθυμίας εἰς τὸ ἐπιὸν τῶν ὑπὲρ τῆς ἀρετῆς ἅπτεσθαι πόνων, καὶ πρὸς αἰσθητὸν μὲν μηδὲν κεχηνέναι, πάντων δὲ ἀνωτέρους τῶν σωματικῶν γεγενημένους νοερὰς δέξασθαι δωρεὰς, καὶ τὸν Πέρσην καὶ τὸν Σαυρομάτην, καὶ τὸν Μαῦρον καὶ τὸν Ἰνδὸν εἰδέναι ψυχῆς καθαρμὸν, καὶ Θεοῦ δύναμιν καὶ φιλανθρωπίαν ἄφατον, καὶ πίστεως φιλοσοφίαν, καὶ Πνεύματος ἁγίου ἐπιφοίτησιν, καὶ σωμάτων ἀνάστασιν, καὶ ζωῆς ἀθανάτου δόγματα.
 [04694]  Αἰσχύνην ὑμῖν φέρει τὸ πρᾶγμα, φησὶ, καὶ ὄνειδος ἄφατον.
 [08343]  Ὅταν γὰρ, ἐξόν σοι ἐκτεμεῖν αὐτὴν, μὴ ποιῇς τοῦτο διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀλλὰ φέρῃς ἐλαττώματα τοσαῦτα, δεδοικὼς τὸν ἐπὶ τούτοις κείμενον νόμον τὸν κωλύοντα ἐκβαλεῖν γυναῖκα, κἂν ὁτιοῦν ἔχῃ νόσημα, ἄφατον λήψῃ μισθόν·
000-00-00 Serial Number=0304999769
In epistulam ad Ephesios Ante [Go Back]  
 [00105]  Καὶ γὰρ μέγα καὶ ἄφατον τὸ ὕψος τοῦ
 [00288]  Πανταχοῦ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐσπούδασεν ὁ Παῦλος τὴν περὶ ἡμᾶς δεῖξαι, ὡς αὐτῷ δυνατόν.
 [00633]  Τουτέστι, ἄφατον δόξαν.
000-00-00 Serial Number=0890584826
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00618]  Καὶ δυνάμενος, εἴπερ ἐβούλετο, τὰ κατορθώματα αὑτοῦ πάντα εἰπεῖν, οὐδὲν αὐτῶν τίθησιν, ἀλλ' ἑνὶ ῥήματι πέλαγος παρελθὼν ἄφατον, καὶ εἰπὼν, ὅτι Ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας, καὶ ὅτι Ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, [61.634] νῦν εὐαγγελίζεται τὴν πίστιν, ἥν ποτε ἐπόρθει, οὐδὲν πλέον προσέθηκε.
 [01094]  Ἐννοήσας τὴν ἀπόγνωσιν τῆς ἀνθρωπίνης φύσεως, καὶ τὴν ἄφατον τοῦ Χριστοῦ κηδεμονίαν, καὶ τίνων ἀπήλλαξε, καὶ τίνα ἐχαρίσατο, καὶ πυρωθεὶς ὑπὸ τοῦ περὶ αὐτὸν πόθου, οὕτω φθέγγεται.
 [01538]  Ὑμεῖς δὲ οὐ μόνον οὐκ ἠδικήσατε, ἀλλὰ καὶ πολλὴν καὶ ἄφατον ἐπεδείξασθε εὔνοιαν·
 [02306]  Μηδὲ ἡμεῖς τοίνυν ἐπαισχυνώμεθα τὴν ἄφατον αὐτοῦ κηδεμονίαν.
000-00-00 Serial Number=0291483462
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00569]  Καὶ ὅρα τὴν σύνεσιν αὐτοῦ τὴν ἄφατον·
 [02727]  Καὶ ὁρᾶτε ἄνωθεν, ἵνα μάθητε τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν·
000-00-00 Serial Number=0053326130
In epistulam ad Philippenses Ante [Go Back]  
 [03355]  Εἰπὲ γάρ μοι, καθ' ἕκαστον ἐξετάσωμεν τῶν τοῦ πλούτου πραγμάτων, εἰ μὴ ζημία τίς ἐστι, πόνον μὲν ἄφατον ἔχουσα, κέρδος δὲ οὐδέν.
000-00-00 Serial Number=0561682403
In epistulam ad Romanos Ante [Go Back]  
 [01482]  Ὅταν δὲ τοὐναντίον τι ᾖ, καὶ ἄφατον μὲν ἐκεῖνο τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν κολάσεως ἄξιοι οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι μεθ' ὑπερβολῆς ἁπάσης, καὶ καταστρηνιῶντες αὐτοῦ τῆς ἀγάπης;
 [02144]  Εἶδες σύνεσιν ποικίλην καὶ ἄφατον;
 [02687]  Εἰπὼν δὲ τοῦ Θεοῦ τὴν δωρεὰν μεγάλην οὖσαν καὶ ἄφατον, καὶ περὶ τῆς δυνάμεως αὐτοῦ διαλεχθεὶς, δείκνυσι καὶ τοῦ Ἀβραὰμ τὴν πίστιν ἀξίαν οὖσαν τῆς δωρεᾶς, ἵνα μὴ νομίσῃς αὐτὸν εἰκῆ τετιμῆσθαι.
 [02962]  Εἰπὼν δὲ τὴν πίστιν ἡμῶν, λέγει καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ἄφατον, ἣν ἀεὶ περιστρέφει, τὸν σταυρὸν εἰς μέσον φέρων·
 [03001]  καὶ γὰρ ἀπέθανε δι' ἡμᾶς, καὶ κατήλλαξεν ἡμᾶς, καὶ προσήγαγε, καὶ χάριν ἔδωκεν ἄφατον·
 [03370]  Εἰπὼν δὲ τὴν ἄφατον φιλοτιμίαν, ζητεῖ πάλιν τὴν ἀρχὴν καὶ τὴν ῥίζαν καὶ τοῦ θανάτου καὶ τῆς ζωῆς.
 [05319]  Εἶδες πῶς παραμυθεῖται τὸν ἀγωνιζόμενον, καὶ δείκνυσι τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν;
 [06023]  Ἀφέντες τοίνυν τοὺς μύθους καὶ τὰς φλυαρίας (οὐδὲ γὰρ ἀντιλέγειν πρὸς ταῦτα ἄξιον, ὥσπερ οὖν οὐδὲ πρὸς τὰ παιδία τὰ ψελλίζοντα, εἰς αὐτὴν πάλιν τὴν ῥῆσιν ἐπανέλθωμεν, ἐντρυφῶντες αὐτοῦ [60.552] τῷ πελάγει τῆς ἀγάπης, καὶ μετὰ ἀδείας πανταχοῦ νηχόμενοι, καὶ τὴν φλόγα ἐννοοῦντες τὴν ἄφατον·
 [06047]  Τί γὰρ, εἰ καὶ ἕτεροι βλασφημοῦσι, φησὶν, ἀλλ' ἡμεῖς οἱ τὰ ἀπόῤῥητα εἰδότες αὐτοῦ, καὶ τὴν σοφίαν τὴν ἄφατον, καὶ τὴν πρόνοιαν τὴν πολλὴν, ἴσμεν σαφῶς, ὅτι οὐ τοῦ βλασφημεῖσθαι, ἀλλὰ τοῦ δοξάζεσθαι ἄξιος.
 [06401]  Σκόπει δὲ αὐτοῦ εὐγνωμοσύνην καὶ σοφίαν ἄφατον.
 [06862]  Καὶ σκόπει τὴν ἄφατον σοφίαν, πῶς πλέον δείκνυσιν, ἢ προσεδόκων ἐκεῖνοι καὶ ἤλπιζον ἀντερεῖν.
 [07769]  Πολλὰ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλεχθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεμονίαν, καὶ τὴν ἀπόῤῥητον ἀγαθότητα καὶ οὐδὲ ἐρευνηθῆναι δυναμένην, αὐτὴν λοιπὸν ταύτην προβάλλεται, εἰς τὸ πεῖσαι τοὺς εὐεργετηθέντας ἀξίαν τῆς δωρεᾶς ἐπιδείξασθαι τὴν πολιτείαν.
 [09104]  τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν, καὶ πάντων ἀπήλλαξεν ἐγκλημάτων.
 [09196]  Ὅρα δὲ καὶ τὴν δύναμιν αὐτοῦ, πῶς δείκνυσιν ἄφατον οὖσαν.
 [09826]  Πάλιν τὸ παράδειγμα ἄνωθεν, καὶ τὸ κέρδος ἄφατον·
 [09999]  ὅπερ μέγιστον ἦν ἀξίωμα, καὶ τιμῆς μέγεθος ἄφατον.
 [09999]  Καὶ γὰρ ἀξία τοῦ δέξασθαι τὸν Χριστὸν ἐγένετο, ἐκεῖνα φθεγγομένη μόνον, ἃ τῷ Χριστῷ φίλα ἦν, καὶ πρὸς ὕψος ἄφατον ἱπταμένη καθάπερ τὰ Σεραφίμ.
000-00-00 Serial Number=0592460752
In epistulam ad Titum Ante [Go Back]  
 [00875]  Ὅταν γὰρ καὶ βίος λάμπῃ, καὶ λόγος ᾖ συμβαίνων, ἐπιεικὴς, ἥμερος, προσηνὴς, μηδεμίαν τοῖς ἐναντίοις παρέχων λαβὴν, πολὺ καὶ ἄφατον τὸ κέρδος.
000-00-00 Serial Number=0020084202
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00543]  ὑμεῖς τε μαθόντες, ὅτι καὶ ἀπὸ μιᾶς λέξεως ἀποστολικῆς ἄφατον ἔστι καρπώσασθαι φιλοσοφίας πλοῦτον, οὐ παραδραμεῖσθε τὰς Ἐπιστολὰς ἁπλῶς, ἀλλὰ προαχθήσεσθε, ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, τῶν ἐγκειμένων ῥήσεων ἑκάστην μετὰ πολλῆς περιεργάζεσθαι [51.291] τῆς σπουδῆς.
000-00-00 Serial Number=0614838362
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00464]  ἀλλ' ὁ Μωϋσῆς, ὁ τοσοῦτον λαὸν ἐξαιτησάμενος μετὰ τὴν ἄφατον ἀσέβειαν ἐκείνην, οὗτος ὑπὲρ τῆς ἀδελφῆς προσπίπτων καὶ συγγνώμην αἰτῶν, οὐκ ἴσχυσεν ἵλεω ποιῆσαι τὸν Θεὸν, ἀλλὰ καὶ ἐπετιμᾶτο σφοδρῶς·
000-00-00 Serial Number=0885202348
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00080]  καὶ γὰρ καὶ ἡ ζύμη οὐχ ἑαυτὴν ζυμοῖ, ἀλλὰ τὸ λοιπὸν φύραμα τὸ πολὺ καὶ ἄφατον ἡ μικρὰ καὶ βραχεῖα.
 [00102]  Οὐ γὰρ δὴ τοῦτο ἔχεις ἂν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ψυχροτέρας τῆς τοῦ ἀέρος φύσεως ἔστιν ἀπολαύειν, ἐνταῦθα δὲ ἅπαν ἡμῖν συνῆκται τὸ πνῖγος, ἀλλὰ πᾶν τοὐναντίον, ἐνταῦθα μὲν καὶ ἀπὸ τῆς ὑποκειμένης πλακὸς, καὶ ἀπὸ τῆς ἄλλης τοῦ οἴκου κατασκευῆς (καὶ γὰρ εἰς ὕψος ἀνέστηκεν ἄφατον) κουφότερος καὶ ψυχρότερος ὁ ἀήρ·
 [00225]  Ὁ γὰρ διὰ τοῦτο τρέφων καὶ ποτίζων τὸν ἐχθρὸν, ἵνα ἄνθρακας σωρεύσῃ πυρὸς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, οὐχὶ φιλάνθρωπος καὶ χρηστὸς, ἀλλ' ὠμὸς καὶ ἀπηνὴς γένοιτ' ἂν, διὰ μικρᾶς εὐεργεσίας ἄφατον ἐμβαλὼν κόλασιν.
000-00-00 Serial Number=0847730994
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00040]  Τοῦτο μὲν γὰρ ἁπλῶς μὲν ἀναγινωσκόμενον περιίσταται τοῖς ἀκροαταῖς, ἐρευνηθὲν δὲ πολλὴν δείκνυσι τοῦ Παύλου τὴν σο φίαν, μεγάλην τὴν σύνεσιν, ἄφατον τὴν κηδεμονίαν.
000-00-00 Serial Number=0826783240
In illud Vidi dominum Ante [Go Back]  
 [00100]  Παρρησίας μέν, φησίν, οὐδεμιᾶς, φόβου δὲ καὶ καταπλήξεως γέμοντα, καὶ δι' αὐτοῦ τοῦ σχήματος τὸ ἄφατον ἐπιδεικνύμενα τοῦ δέους.
 [01259]  Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν αὐτῷ, δοξάσωμεν τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν·
000-00-00 Serial Number=0727211952
In illud Vidua eligatur Ante [Go Back]  
 [00509]  ἀλλὰ μένει πολὺν ἡμῖν καὶ ἄφατον ἐργαζόμενα τὸν καρπὸν, καὶ τὸν ἄμητον ἐν καιρῷ φέροντα πλούσιον.
000-00-00 Serial Number=0200669467
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00215]  οὕτω δὴ καὶ ὁ Χριστὸς, παρὰ μὲν τοῦ ἑκατοντάρχου πολλὴν καὶ ἄφατον ἐδέξατο πίστιν, παρὰ δὲ τούτου ἐλάττονα, παρ' ἐκείνου δὲ οὐδὲ τὴν τυχοῦσαν, καὶ ὅμως ἅπαντας ἐθεράπευσε.
000-00-00 Serial Number=0193565965
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00085]  Τὰ νήπια πάντα τοῖς κόλποις ὑπὸ δέους προστρέχοντα τῶν μητέρων, καὶ ταῖς ἀγκάλαις κλαυθμυριζόμενα ἄφατον ἐποίει θρῆνον καὶ ὀδυρμὸν τοῖς ὁρῶσι.
000-00-00 Serial Number=0162569344
In principium Actorum Ante [Go Back]  
 [01509]  ἡμεῖς δὲ διὰ τῶν εἰς ἐκείνους τιμωριῶν μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ δύναμιν, καὶ διὰ παντὸς δοξάζοντες αὐτὸν διατελῶμεν, ὅπως καὶ τῶν αἰωνίων καὶ ἀποῤῥήτων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0849980593
In sanctum pascha [1] Ante [Go Back]  
 [00090]  οὐδὲ πρὸς τὴν ἀσθένειαν ὁρῶ τὴν ἐμαυ τοῦ, ἀλλ' ἐννοῶ τοῦ μέλλοντός μοι συμμαχεῖν τὴν ἄφατον δύναμιν.
000-00-00 Serial Number=0691982687
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00159]  ∆ιὰ τοῦτο πανταχοῦ θαυμάζειν χρὴ αὐτοῦ τὴν σοφίαν, καὶ δοξάζειν τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἄφατον.
000-00-00 Serial Number=0390768886
Quales ducendae sint uxores Ante [Go Back]  
 [00358]  οὔτε διὰ τὴν σωφροσύνην τὴν φιλοξενίαν ἐλυμήνατο, οὐδ' αὖ πάλιν διὰ τὴν φιλοξενίαν τὸ τῆς σωφροσύνης ἐγκώμιον ὑπετέμετο, ἀλλ' ὁλόκληρον ἑκατέραν ἐπεδείξατο τὴν ἀρετὴν, τῷ μὲν ἀναμεῖναι τὴν αἴτησιν τὴν σωφροσύνην ἐπιδεικνυμένη, τῷ δὲ παρασχεῖν μετὰ τὴν αἴτησιν τὴν φιλοξενίαν τὴν ἄφατον.
000-00-00 Serial Number=0807532847
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00327]  Ἀλλ' ὅμως μετὰ τοσαύτην καὶ τηλικαύτην πρόνοιαν, μετὰ τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, μετὰ τὸ μέγεθος τῶν θαυμάτων ἐκείνων, μετὰ τὴν κηδεμονίαν τὴν ἄρρητον, μετὰ τὴν διδασκαλίαν τὴν διηνεκῆ, μετὰ τὴν κατήχησιν τὴν ἀπὸ τῶν ῥημάτων, μετὰ τὴν παραίνεσιν τὴν ἀπὸ τῶν πραγμάτων, μετὰ τὰς νίκας τὰς λαμπράς, μετὰ τὰ τρόπαια τὰ παράδοξα, μετὰ τὴν τῶν τραπεζῶν ἀφθονίαν, μετὰ τὴν δαψίλειαν τῶν ναμάτων ἐκείνων, μετὰ τὴν ἄφατον δόξαν ἣν περιεβάλλοντο παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, ἐπειδὴ ἀγνώμονες ἦσαν καὶ ἀναίσθητοι, μόσχον προσεκύνησαν καὶ βοὸς κεφαλὴν ἐθεράπευον καὶ θεοὺς ἐπεζήτουν αὐτοῖς γενέσθαι, νεαρὰ τὰ ὑπομνήματα τῶν ἐν Αἰγύπτῳ εὐεργεσιῶν ἔχοντες τοῦ θεοῦ, καὶ πολλῶν καὶ ἄλλων ἀπολαύοντες ἔτι.
000-00-00 Serial Number=0455373287
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00267]  Οὐδὲ γὰρ πόθος ἐστὶν ὁ ζῆλος ἐπὶ Θεοῦ, ἀλλὰ τὴν ἄφατον αὑτοῦ φιλοστοργίαν ἑρμηνεῦσαι βουλόμενος, τούτῳ πολλάκις ἀποκέχρηται τῷ ὀνόματι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»