Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἅπασι [181]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἅπασι


000-00-00 Serial Number=0312362075
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00186]  οἱ γὰρ λοιποὶ πάντες ὥσπερ τοὐναντίον ἀκούσαντες, καὶ παραγγελθέντες ἐπὶ τῆς γῆς θησαυρίζειν, οὕτως ἀφιέντες τὸν οὐρανὸν, προστετήκασιν ἅπασι τοῖς ἐν τῇ γῇ, καὶ περὶ τὴν τῶν χρημάτων μαίνονται συλλογὴν, καὶ τὸν Θεὸν μισήσαντες, ἀγαπῶσι τὸν μαμωνᾶν·
 [00306]  Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀγγέλων ἐπιχειρησόντων αὐτὸν διαστῆσαι τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰ μηδόλως ἐκβησόμενά ποτε ὑποτίθεται τῷ λόγῳ, ἵνα δυνηθῇ τὸν πολὺν πόθον, ὃν εἶχε, παραστῆσαι καὶ ποιῆσαι κατάδηλον ἅπασι.
000-00-00 Serial Number=0543241560
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00497]  τὸν δὲ Θεὸν τὸν τοσοῦτον ἡμῶν ἀφεστηκότα ἐν ἅπασι, τὸν αὐτοσοφίαν ὄντα, τὸν οὐδέποτε διαμαρτάνοντα, πολυπραγμονήσομεν;
 [00602]  Τούς τε γὰρ πονηροὺς οὕτως ἐπὶ τὴν μεταβολὴν τῆς πονηρίας, εἰ βούλοιντο, παρακαλεῖ, τούς τε ἀγαθοὺς προσεκτικωτέρους ἐργάζεται, τὴν δὲ μακροθυμίαν ἐπιδείκνυται τὴν αὑτοῦ, καὶ τὸν περὶ τῆς ἀναστάσεως λόγον, ὅπερ ἔφθην εἰπὼν, ἅπασι καθίστησι φανερόν.
 [00626]  καθάπερ ἐκεῖνος ὁ Φαρισαῖος, ὃς ἀνῆλθε μὲν δοκῶν τοῖς ἀγαθοῖς ἅπασι πλουτεῖν, κατῆλθε δὲ μαθὼν ὅτι καὶ τοῦ τελώνου πενέστερος ἦν.
 [01399]  Τῷ δὲ Μωϋσῇ διπλῆν ἐν ἅπασι τὴν ἀθυμίαν εἶναι συνέβαινε, τῷ τε ἐκείνους ἀπόλλυσθαι, καὶ τῷ τοὺς ὑπολειπομένους ἀδιορθώτους μένειν καὶ μηδὲν ἐκ τῆς ἐκείνων κερδαίνειν συμφορᾶς.
000-00-00 Serial Number=0246782303
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00455]  εἰ δὲ καὶ ἐν θαλάττῃ τις τεχθεὶς καὶ τραφείς, εἶτα ἀθρόον εἰς τὴν μεσόγειον μετοικισθεὶς καὶ καθ' ὅλου τῆς περὶ τὴν γῆν ἐπιμελείας ἀνήκοος ὤν, [9.2] εἶδεν τὸν σῖτον τὸν ἀποκείμενον καὶ φυλαττόμενον ὑπὸ θύραις καὶ μοχλοῖς καὶ νοτίδος ἀπηλλαγμένον, ἀθρόον ὑπὸ τοῦ γηπόνου ἐκφερόμενον, σκορπιζόμενον, ῥιπτούμενον καὶ ἐπὶ τῆς ἀρούρας κείμενον τοῖς παριοῦσιν ἅπασι καὶ οὐ μόνον οὐκ ἀπηλλαγμένον νοτίδος, ἀλλὰ καὶ πηλῷ καὶ τέλμασι παραδιδόμενον καὶ φύλακα οὐδένα ἔχοντα, οὐκ ἂν ἀπολέσθαι τὸν σῖτον νομίσειε καὶ κατέγνω τοῦ ταῦτα ποιοῦντος γηπόνου;
000-00-00 Serial Number=0635122478
Ad populum Antiochenum Ante [Go Back]  
 [00091]  Οὐκ ἦν οὕτω ζηλωτὸς ὁ Τιμόθεος, εἰ Παύλου τέκνον ἦν φύσει, ὥς ἐστι θαυμαστὸς νῦν, ὅτι κατὰ σάρκα μηδὲν αὐτῷ προσήκων, διὰ τῆς κατὰ τὴν εὐλάβειαν συγγενείας εἰς τὴν υἱοθεσίαν εἰσήγαγεν ἑαυτὸν τὴν ἐκείνου, μετὰ ἀκριβείας τοὺς χαρακτῆρας τῆς ἐκείνου φιλοσοφίας διασώζων ἐν ἅπασι.
 [00626]  Ἡμῖν δὲ ὥρα λοιπὸν τὴν εἰωθυῖαν ὑμῖν ἀπὸ τοῦ Παύλου παραθεῖναι τράπεζαν, τὴν σήμερον ἀναγνωσθεῖσαν ῥῆσιν προχειρισαμένους, καὶ εἰς μέσον καταθεμένους ἅπασι.
 [01857]  Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἀνέστη, καὶ λαμπροτέρα γέγονε, καὶ χρόνος τοσοῦτος διελθὼν τὴν δόξαν αὐτῆς οὐκ ἠφάνισεν, ἀλλὰ πάντες αὐτὴν ᾄδομεν ἔτι, καὶ νῦν θαυμάζομεν, ὅτι λιμήν τις ἄριστος ἐξ ἐκείνου τοῦ χρόνου τοῖς ἁμαρτάνουσιν ἅπασι γέγονεν, οὐκ ἀφιεῖσα εἰς ἀπόγνωσιν ἐμπεσεῖν, ἀλλὰ καλοῦσα ἅπαντας εἰς μετάνοιαν, καὶ δι' ὧν ἔπραξε, καὶ δι' ὧν ἀπήλαυσε τῆς τοῦ Θεοῦ προνοίας, πείθουσα μηδέποτε τῆς οἰκείας ἀπογινώσκειν σωτηρίας, ἀλλὰ βίον ἄριστον ἐπιδεικνυμένους, καὶ τὴν ἀγαθὴν ἐλπίδα προβαλλομένους θαῤῥεῖν περὶ τοῦ τέλους ὡς ἐσομένου πάντως χρηστοῦ.
 [02253]  Ὅτε ἔμαθες, φασὶ, τίνος ἐσμὲν δοῦλοι, ὅτε τὸν ∆εσπότην ἡμῶν ἐπέγνως, τότε ἐξερχόμεθα, κήρυκες ἐσόμενοι τοῖς παροῦσιν ἅπασι τῆς τοῦ Θεοῦ δυνάμεως.
 [02326]  Ἀπιὼν τοίνυν οἴκοι, διαλέγου ταῦτα τοῖς κατὰ τὴν οἰκίαν ἅπασι·
 [02608]  ὥσπερ ἂν ἀμελήσῃς τῆς κατὰ ψυχὴν ἀρετῆς, κἂν ἁπάντων δυνατώτερος ᾖς, εὐχείρωτος ἔσῃ τοῖς ἐπιβουλεύουσιν ἅπασι.
 [03453]  μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ποικίλην αὐτὴν καὶ διάφορον κατεσκεύασεν, ἀλλ' ὅτι καὶ κοινὴν αὐτὴν προσέθηκεν ἅπασι, καὶ πλουσίοις καὶ πένησι, καὶ ἁμαρτωλοῖς καὶ δικαίοις.
 [03584]  Πόθεν γὰρ ἔμαθεν ὅτι καλὸν τὸ προσφέρειν ὁ Ἄβελ, ὅτι καλὸν τὸ τιμᾷν τὸν Θεὸν καὶ εὐχαριστεῖν ἐν ἅπασι;
 [03724]  Καὶ γὰρ καὶ ὑμῖν καὶ τοῖς γενησομένοις ἅπασι χρησίμην ὀρῶ τὴν τούτων διήγησιν οὖσαν·
 [03738]  Τὸ δὲ πάντων ἐλεεινότερον, μήτηρ μία καὶ ἀδελφὴ τῶν ἔνδον κρινομένων τινὸς, πρὸς αὐτὰ τῶν δικαζόντων ἐκάθηντο τὰ πρόθυρα, κυλινδούμεναι περὶ τὸ ἔδαφος, καὶ κοινὸν οὖσαι θέατρον τοῖς περιεστῶσιν ἅπασι, συγκαλυπτόμεναι τὰς ὄψεις, καὶ τοσοῦτον αἰσχυνόμεναι μόνον, ὅσον ἐπέτρεπεν ἡ τῆς συμφορᾶς ἀνάγκη·
 [03750]  Ἐγὼ δὲ παρακαθήμενος καὶ ταῦτα βλέπων, ὅτι γυναῖκες καὶ παρθένοι θαλαμευόμεναι νῦν κοινὸν ἐγένοντο θέατρον ἅπασι, καὶ αἱ ἐπὶ στρωμνῆς ἁπαλῆς κατακλινόμεναι, τὸ ἔδαφος ἀντὶ στρωμνῆς ἔχουσι, καὶ αἱ τοσαύτης ἀπολαύουσαι θεραπείας θεραπαινίδων, εὐνούχων, τῆς ἄλλης ἁπάσης φαντασίας, νῦν ἁπάντων ἐκείνων ἔρημοι πρὸς τοὺς ἁπάντων σύρονται πόδας, ἕκαστον παρακαλοῦσαι συνεισενεγκεῖν τι τῶν εἰς αὐτὸν ἡκόντων τοῖς κρινομένοις, καὶ κοινὸν παρὰ πάντων ἐλέου τινὰ ἔρανον γενέσθαι, ἐφθεγξάμην ἐκεῖνο τὸ τοῦ Σολομῶντος, Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.
 [03851]  Πρὸς δὲ τούτοις ἅπασι, καὶ νόσοι καὶ περιστάσεις πραγμάτων ἡμᾶς παιδεύουσι·
 [04432]  Ἐπειδὴ γὰρ τὸν ὀμνύοντα ἀποθανόντα ἀνάγκη τῇ γῇ κρύπτεσθαι, ἡ οἰκία καταλυθεῖσα καὶ χῶμα γενομένη τοῖς παριοῦσιν ἅπασι καὶ βλέπουσι παραινέσεται διὰ τῆς ὄψεως, μὴ τὰ αὐτὰ τολμᾷν, ἵνα μὴ τὰ αὐτὰ πάθωσι, καὶ κατήγορος ἔσται τῆς τοῦ τετελευτηκότος ἁμαρτίας διηνεκής.
 [04500]  Οὐ γὰρ ὑμᾶς παρ' ἐκείνου διδάσκεσθαι ἔδει, ἀλλ' ὑμᾶς τοῖς ἀπίστοις ἅπασι γίνεσθαι διδασκάλους.
 [05069]  οἱ δὲ τὰ τῆς πόλεως πράττοντες πράγματα, ἱπποτρόφοι καὶ ἀγωνοθέται, καὶ τὰ ἄλλα λειτουργήσαντες, οὗτοι τὸ δεσμωτήριον οἰκοῦσι νῦν καὶ περὶ τῶν ἐσχάτων δεδοίκασι, καὶ τῶν ἅπασι τετολμημένων αὐτοὶ τὰς εὐθύνας ὑπέχουσι, καὶ φόβῳ συζῶσι διηνεκεῖ, καὶ πάντων ἀθλιώτερον ἐκεῖνοι διάκεινται νῦν, οὐ διὰ τὸ μέγεθος τῶν κινδύνων, ἀλλὰ διὰ τὸ τρυφῇ τὸν ἔμπροσθεν χρόνον συνεζηκέναι.
 [05307]  οὐχὶ τοὺς ἁμαρτάνοντας αὐτοὺς ἐποίησε διηνεκῶς καίεσθαι μέχρι τῆς παρούσης ἡμέρας, ἀλλ' ἐκείνους μὲν ἅπαξ ἐμπρησθέντας ἀπέκρυψε, τὸ δὲ πρόσωπον τῆς γῆς κατακαύσας, εἰς τὸ μέσον ἅπασι προὔθηκε τοῖς μετὰ ταῦτα βουλομένοις ὁρᾷν, καὶ νῦν φωνῆς ἁπάσης λαμπρότερον πάσαις ταῖς μετὰ ταῦτα παραινεῖ γενεαῖς ἡ τῆς γῆς ὄψις, μονονουχὶ βοῶσα καὶ λέγουσα·
 [06100]  καὶ παρακαλῶ σε μιμήσασθαί σου τὸν ∆εσπότην, ὃς καθ' ἡμέραν παρ' ἡμῶν ὑβριζόμενος, οὐ διαλιμπάνει τὰ παρ' ἑαυτοῦ χορηγῶν ἅπασι·
000-00-00 Serial Number=0910714746
Ad viduam juniorem Ante [Go Back]  
 [00036]  Καθάπερ γὰρ πόλις ἀτείχιστος εἰς μέσον ἅπασι τοῖς βουλομένοις ἁρπάζειν πρόκειται, οὕτω καὶ κόρη χηρείᾳ συζῶσα πολλοὺς ἔχει πανταχόθεν τοὺς ἐπιβουλεύοντας, οὐ τοὺς τῶν χρημάτων αὐτῆς ἐφιεμένους μόνον, ἀλλὰ καὶ τοὺς τὴν σωφροσύνην αὐτῆς διαφθεῖραι σπεύδοντας.
000-00-00 Serial Number=0949599564
Adversus Judaeos Ante [Go Back]  
 [00853]  ∆ιὰ τοῦτο καὶ εἰσιὼν ὁ πατὴρ, οὐ πρότερον ἐπὶ τὸν θρόνον ἀναβαίνει τοῦτον, ἕως ἂν ἅπασιν ὑμῖν εἰρήνην ἐπεύξηται, καὶ ἀναστὰς οὐ πρότερον ἄρχεται τῆς πρὸς ὑμᾶς διδασκαλίας, ἕως ἂν ἅπασι δῷ τὴν εἰρήνην.
 [01777]  Ὁ δὲ βασιλεὺς ἰδὼν τὴν ἐπιχείρησιν αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποτεμὼν καὶ τὸ τῆς παρακοῆς σύμβολον ἐνθεὶς αὐτῶν τῷ σώματι, πανταχοῦ περιῆγε καθάπερ τινὰς δραπέτας καὶ μαστιγίας, διὰ τῆς τοῦ σώματος πηρώσεως ἅπασι καταδήλους ποιῶν, καὶ τοὺς πανταχοῦ σωφρονίζων, μηκέτι τοῖς αὐτοῖς ἐπιχειρεῖν πράγμασιν.
 [02610]  Νυνὶ δὲ ἀφεθεὶς πολὺν χρόνον ζῆσαι ἐν ἐκείνῳ τῷ τρόμῳ, διδάσκαλος τοῖς ἀπαντῶσιν ἐγίνετο πᾶσι, διὰ τῆς ὄψεως καὶ τοῦ σάλου τῆς σαρκὸς παραινῶν ἅπασι μή ποτε τοιαῦτα τολμᾷν, ἵνα μὴ τοιαῦτα πάθωσιν, αὐτός τε βελτίων ἐγίνετο πάλιν.
000-00-00 Serial Number=0673460245
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00655]  Ἐννόησον οὖν τὸν ἐν τοῖς ἄλλοις ἅπασι πρὸς ἄκρον ἥκοντα τῆς ἀρετῆς, πῶς εἰκὸς καὶ τοῦτο μετὰ πολλῆς φυλάξεσθαι τῆς ὑπερβολῆς τὸ καλόν.
 [01010]  Ὁ δεῖνα, φησὶ, ταπεινὸς καὶ ἐκ ταπεινῶν τὴν ἀπὸ τῶν λόγων κτησάμενος δύναμιν, ἦρξε μεγίστας ἀρχὰς, πλοῦτον ἐκτήσατο πολὺν, γυναῖκα ἔλαβεν εὔπορον, οἰκίαν ᾠκοδόμησε λαμπρὰν, φοβερός ἐστιν ἅπασι καὶ ἐπίδοξος.
000-00-00 Serial Number=0667832792
Caritatem secundum deum rem esse deo digna Ante [Go Back]  
 [00072]  Ἐν ἅπασι τὴν ἔχθραν καταλύων, καὶ τὴν ἀγάπην φυτεύων.
000-00-00 Serial Number=0124351382
Catecheses ad illuminandos Ante [Go Back]  
 [00641]  [4.17] Εἰ γὰρ ἄνθρωποι τὰς βιωτικὰς λειτουργίας ἀναδεχόμενοι καὶ ἐπὶ τῆς ἐσθῆτος πολλάκις ἣν περίκεινται τὸν τύπον τῶν βασιλικῶν εἰκόνων ἐπιφερόμενοι καὶ διὰ τοῦτο ἀξιόπιστοι τοῖς ἄλλοις ἅπασι φαινόμενοι, οὐδὲν ἀνάσχοιντο ἄν ποτε πρᾶξαι τοιοῦτον ὃ τῆς ἐσθῆτος ἐκείνης τῆς τοὺς τύπους ἐχούσης τοὺς βασιλικοὺς ἀνάξιον ἂν γένοιτο, ἀλλὰ κἂν αὐτοί ποτε ἐπιχειρήσωσι, πολλοὺς ἔχουσι τοὺς διακωλύοντας, κἂν ἕτεροί τινες αὐτοὺς κακῶς διαθεῖναι βούλοιντο, ἱκανὴν ἔχουσιν ἀσφάλειαν τοῦ μηδὲν ἀηδὲς παθεῖν τῆς ἐσθῆτος τὴν περιβολήν, πολλῷ δὴ μᾶλλον οἱ οὐκ ἐπὶ ἱματίου ἀλλ' ἐπὶ ψυχῆς αὐτὸν τὸν Χριστὸν ἔχοντες ἐνοικοῦντα καὶ τὸν τούτου Πατέρα καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν, πολλὴν ἂν εἶεν δίκαιοι τὴν ἀσφάλειαν ἐπιδείκνυσθαι καὶ πᾶσιν ἑαυτοὺς καταδήλους ποιεῖν διὰ τῆς ἀκριβοῦς πολιτείας καὶ τῆς τοῦ βίου ἐπιμελείας ὅτι τὴν εἰκόνα τὴν βασιλικὴν ἐπιφέρουσιν.
 [00642]  [4.18] Ὥσπερ γὰρ ἐκεῖνοι ἐπὶ τῆς ἐσθῆτος κατὰ τοῦ στήθους τὰς μορφὰς δεικνύντες τὰς βασιλικὰς πᾶσι φανεροὶ καθεστήκασιν, οὕτω καὶ ἡμεῖς εἰ βουληθείημεν, οἱ ἅπαξ τὸν Χριστὸν ἐνδυσάμενοι καὶ ἔνοικον αὐτὸν ἔχειν καταξιωθέντες, δυνησόμεθα διὰ τῆς τοῦ βίου ἀκριβείας καὶ σιγῶντες ἅπασι δεικνύναι τοῦ ἐνοικοῦντος ἐν ἡμῖν τὴν δύναμιν.
 [01235]  ὅτι δὲ καὶ κινδύνοις πολλάκις περιέβαλεν ἀφορήτοις τοὺς πολλὴν περὶ αὐτὸν τὴν ἐπιθυμίαν ἔχοντας αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διδάσκαλος ἅπασι καθέστηκε.
000-00-00 Serial Number=0623386919
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00180]  πολλὴ παρρησία πρὸς τὸν βασιλέα νῦν ὑμῖν ἅπασι·
000-00-00 Serial Number=0958006382
Commentarius in Job Ante [Go Back]  
 [02041]  ὁ τοίνυν ἐν τοῖς ἄλλοις ἅπασι τὴν δικαιοσύνην, τὴν εὐταξίαν διατηρῶν ἐπὶ σοῦ διαταράξαι εἶχεν;
 [02425]  «δῆλον τοῦτο», φησίν, «καὶ ὡμολογημένον καὶ ἅπασι σαφές, ὅτι τὸν πονηρὸν παρὰ τῷ θεῷ πάντως ἐξετασθῆναι δεῖ.
 [03847]  τῶν γὰρ οἰκείων καὶ τῶν ἰδίων ἔθος ἅπασι φείδεσθαι.
000-00-00 Serial Number=0146469772
De Anna i Ante [Go Back]  
 [00837]  ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, παῤῥησία, καὶ τὸ ἐλευθεροστομεῖν, καὶ τὸ μετὰ ἀδείας ἅπασι διαλέγεσθαι περὶ τῶν ἐνταῦθα ἀκουσμάτων ἁπάντων.
 [00951]  ἐπὶ τῶν ἀνθρώπων ἀπὸ τῶν δεσποτῶν οἱ δοῦλοι καλοῦνται, καὶ οὕτως ἔθος ἅπασι λέγειν, Ὁ δεῖνα ἐπίτροπος τοῦ δεῖνος, ὁ δεῖνα οἰκονόμος τοῦ δεῖνος, στρατηγοῦ καὶ ὑπάρχου·
 [01148]  ∆ιὰ τοῦτο καὶ πρὸς αὐτὸν ἐν ἅπασι κατέφευγε, καὶ λαβοῦσα τὴν χάριν, ἐπὶ τῷ δεδωκότι μᾶλλον ἔχαιρε, καὶ εὐχαριστοῦσα ἔλεγεν·
 [01241]  Ἐὰν γὰρ νήφωμεν, καὶ πλέον ἕξομεν, ἔν τε τοῖς κατὰ Θεὸν πράγμασιν, ἔν τε τοῖς παροῦσιν ἅπασι.
000-00-00 Serial Number=0941614270
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00238]  Ὅταν γὰρ ὁ κρατῶν κατὰ τὸ δοκοῦν αὐστηρότερον εἶναι τῆς φιλοσοφίας μέρος καὶ παρρησίας καὶ ἐγκρατείας ἕνεκεν οὕτως αἰσχρὸς καὶ ἄτοπος καὶ περιττὸς ἀποφαίνηται καὶ γὰρ καὶ τὸ ἀνθρώπων ἀπογεύεσθαι ἔλεγεν ἀδιάφορον εἶναι τίς ἡμῖν πρὸς τοὺς ἄλλους λόγος ἔσται λοιπὸν τοῦ κατὰ τὴν κορυφὴν τοῦ ἐπιτηδεύματος ὑπὲρ τοὺς ἄλλους λάμψαντος οὕτω καταγελάστου καὶ μειρακιώδους καὶ ἀνοήτου δειχθέντος ἅπασι;
000-00-00 Serial Number=0662076771
De Chananaea Ante [Go Back]  
 [00484]  ∆ιὰ τοῦτο ἀνεβαλόμην τὴν δόσιν, ἵνα ἅπασι δείξω τὴν πίστιν.
000-00-00 Serial Number=0620501280
De Christi divinitate Ante [Go Back]  
 [00027]  Πειθώμεθα τοίνυν οἷς ἂν ποιῇ καὶ λέγῃ, τοῖς τε ἄλλοις ἅπασι, καὶ τούτῳ τῷ σήμερον ἀναγνωσθέντι ἡμῖν σημείῳ.
 [00136]  Καὶ πρὸς τούτοις δὲ ἅπασι κἀκεῖνο ἐδείκνυτο, ὅτι ὑφ' ἓν ἅπαντα γίνεται, ὅταν ὁ Χριστὸς προστάττῃ, καὶ ἀπαλλαγὴ νόσου, καὶ ὑγιείας ἐπάνοδος.
000-00-00 Serial Number=0073291719
De Christi precibus Ante [Go Back]  
 [00023]  Ταῦτα οὖν ἀκούοντες ἅπαντες, καὶ τὴν κόλασιν τὴν ἐκεῖθεν δεδοικότες, ὅπερ ἂν ἔχωμεν ἀγαθὸν εἰς τοὺς ἀδελφοὺς ἐκφέρωμεν, καὶ εἰς τὸ μέσον ἅπασι καταβάλλωμεν, ἀλλὰ μὴ ἀποκρύπτωμεν.
 [00175]  Ἐλθὼν καὶ εὑρὼν ἀνάπηρα πολλὰ μέλη, καὶ ἐνδεῶς ἔχοντα πάντα, ἀπήρτισε, καὶ εἰς τὴν προσήκουσαν εὐκοσμίαν ἐπανήγαγε, διὰ τῶν πραγμάτων αὐτῶν ἅπασι ποιῶν φανερὸν ὅτι καὶ τοὺς ἀρχαίους αὐτὸς τέθεικε νόμους, καὶ τὴν φύσιν τὴν ἡμετέραν ἐδημιούργησε.
 [00192]  Ὢ μακαρίων ὀφθαλμῶν ἐκείνων, οἳ θέατρον ἐγένοντο τοῖς παροῦσιν ἅπασι, καὶ πάντας πρὸς ἑαυτοὺς ἐπεσπάσαντο, καὶ φωνὴν διὰ τοῦ κάλλους ἀφῆκαν, διδάσκοντες τοὺς παρόντας ἅπαντας τὴν τοῦ Χριστοῦ δύναμιν.
000-00-00 Serial Number=0668228507
De Davide et Saule Ante [Go Back]  
 [00082]  ὅταν δὲ μένῃ τιμῶν, μᾶλλον δὲ θεραπεύων μειζόνως, καὶ εἴκων ἐν ἅπασι, ποίαν ἂν ἔχοι πρόφασιν ἡ βασκανία λοιπόν;
 [00109]  Ὁ δὲ ἅγιος ἐκεῖνος καὶ μετὰ ταῦτα πάντα ἔμενε τὰ ἐκείνου θεραπεύων, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτοῦ κινδυνεύων, καὶ παραταττόμενος ἐν τοῖς πολέμοις ἅπασι, καὶ τὸν ἑαυτοῦ διασώζων σφαγέα τοῖς οἰκείοις κινδύνοις, καὶ οὔτε ἐν ῥήμασιν, οὔτε ἐν πράγμασιν ἐλύπησε τὸν ἄγριον θῆρα ἐκεῖνον, ἀλλὰ πρὸς πάντα εἶκε καὶ ὑπήκουε, καὶ τὸ ὁρισθὲν αὐτῷ τῆς νίκης ἔπαθλον οὐ λαβὼν, ἀλλ' ἀποστερηθεὶς τὸν μισθὸν τῶν κινδύνων ἐκείνων, οὐδὲ λόγῳ ποτὲ ἐνεκάλεσεν, οὐ τοῖς στρατιώταις, οὐ τῷ βασιλεῖ·
 [00733]  ἀλλ' εἰ μὲν οἷόν τε, τοὺς ἀπαντῶντας, οἷοί τινες ἂν ὦσι, καὶ ἐν ταῖς προσρήσεσι, καὶ ἐν τοῖς ἄλλοις ἅπασι πρότεροι θεραπεύωμεν.
000-00-00 Serial Number=0210993826
De Lazaro Ante [Go Back]  
 [01882]  προέλαβε καθάπερ [48.1028.20] κήρυξ ὁ σεισμὸς, προαναγγέλλων ἅπασι τὴν ὀργὴν τοῦ Θεοῦ, ἵνα τῷ φόβῳ βελτίους γενόμενοι, ἀποκρουσώμεθα τὴν διὰ τῶν πραγμάτων τιμωρίαν.
000-00-00 Serial Number=0037470818
De cruce et latrone i Ante [Go Back]  
 [00204]  Ἀθρόον ἅπασι φανήσεται, καὶ οὐ δεήσεται οὐδεὶς ἐρωτῆσαι, εἴτε ἐνταῦθα, εἴτε ἐκεῖ ὁ Χριστός.
000-00-00 Serial Number=0881220996
De diabolo tentatore Ante [Go Back]  
 [00159]  Ἔδωκε φωνὴν κοινὴν ἅπασι·
 [00273]  Καὶ ὅτι τοὺς δαιμονιζομένους ἐκείνους ταῦτα ἂν ἐποίησαν, ἃ καὶ τοὺς χοίρους, εἰ μὴ καὶ ἐν αὐτῇ τῇ μανίᾳ πολλῆς ἀπήλαυον οἱ δαιμονῶντες τῆς τοῦ Θεοῦ προνοίας, δῆλον ἅπασι.
 [00305]  οὐ τιμᾷ δὲ πάντας, ἵνα μάθῃς, ὅτι ἔστιν ἕτερος καιρὸς ἀποδιδοὺς ἅπασι τὰς ἀμοιβάς.
 [00890]  Καθάπερ γὰρ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ μακάριος καὶ γενναῖος ἐκεῖνος, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν.
 [00971]  [49.273274] Ἀλλ' ὅμως ἐκεῖνος ἅπαντα ταῦτα ὑπήνεγκε, καὶ ἐν ἅπασι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐγένετο δόλος.
000-00-00 Serial Number=0317927003
De incomprehensibili dei natura Ante [Go Back]  
 [00052]  Ἐν τούτῳ γὰρ πλεονεκτοῦμεν αὐτῶν, ὡς τοῖς γε ἄλλοις ἅπασι τοῖς σωματικοῖς ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς νικώμεθα.
 [00302]  ἀλλ' ὥσπερ τινὲς γενναῖοι σκύλακες λύκους ὁρῶντες ἐπεισιόντας καὶ τὴν ποίμνην ἅπασαν διαφθείροντας, οὕτως ἐπιπηδήσαντες ἐκείνοις οὐ πρότερον ἀπέστησαν σοβοῦντες αὐτοὺς πάντοθεν καὶ ἀπελαύνοντες, ἕως παρεσκεύασαν παρὰ τῶν ἀποστόλων πανταχοῦ τῆς οἰκουμένης πεμφθῆναι δόγματα ἀποτειχίζοντα κἀκείνοις καὶ τοῖς μετ' ἐκείνους ἅπασι τὴν τοιαύτην κατὰ τῶν πιστῶν ἔφοδον.
 [00472]  Ὅτι δὲ τὸ μὴ περιεργάζεσθαι τὰς ἐπαγγελίας αὐτοῦ δοξάζειν αὐτόν ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος περὶ τοῦ Ἀβραὰμ καὶ τῆς ὑπακοῆς τῆς ἐκείνου καὶ τῆς ἐν ἅπασι πίστεως·
 [01039]  Καὶ γὰρ αὐτὸ τοῦτο τὸ παρακελεύεσθαι τὸν διάκονον ἅπασι καὶ λέγειν·
000-00-00 Serial Number=0291439354
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00032]  [1.5] Ἀλλὰ Νῶε δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ, καὶ μόνος ἐν ἅπασι τοιοῦτος ἦν;
 [00033]  Ἀλλὰ καὶ Παῦλος μόνος ἐν ἅπασι τοιοῦτος.
 [00259]  Ἐπεὶ οὖν ἅπασι πρόκειται τὰ αὐτά, πάντες σπουδάσωμεν ἄξιοι γενέσθαι τῶν ἐπηγγελμένων ἀγαθῶν·
 [00937]  ἅπασι γὰρ παρακελεύεται τὸν σταυρὸν αἴρειν καὶ ἀκολουθεῖν·
 [00959]  ἀλλ' ἵνα παιδεύσωμεν τοὺς ἀκροατὰς εἰς δέον ἅπασι κεχρῆσθαι, καθάπερ καὶ ἔμπροσθεν εἶπον.
000-00-00 Serial Number=0957511187
De mansuetudine sermo Ante [Go Back]  
 [00016]  Ὅταν γὰρ ἴδωσιν αὐτὸν ἐπιεικείᾳ χαίροντα, καὶ πράως ἅπασι προσφερόμενον, περὶ πολλοῦ ποιοῦνται καὶ θαυμάζουσι, πατέρα μᾶλλον ἢ δεσπότην τὸν κεκτημένον νομίζοντες.
000-00-00 Serial Number=0886969030
De paenitentia [1] Ante [Go Back]  
 [00160]  Ἐπειδὴ γὰρ αὐτὸν κοινὸν ἐχθρὸν καὶ πολέμιον κατέστησεν ἅπασι καὶ τῆς ἀγέλης ἐξέβαλε καὶ τοῦ σώματος ἀπέκοψεν, ὅρα πόσῃ κέχρηται σπουδῇ, ὥστε κολλῆσαι καὶ συνάψαι πάλιν αὐτόν.
000-00-00 Serial Number=0253075480
De proditione Judae Ante [Go Back]  
 [00634]  Ἵν', ὅταν ἐπερωτήσῃ σε ὁ υἱός σου, Τί ἐστι τοῦτο, εἴπῃς, ὅτι τοῦτο τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς φλιαῖς τῶν θυρῶν, καὶ διέφυγον τὸν θάνατον ὃν ὁ ὀλοθρεύων ἐπήγαγε τοῖς κατὰ τὴν Αἴγυπτον ἅπασι·
000-00-00 Serial Number=0878816187
De profectu evangelii Ante [Go Back]  
 [00075]  Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς ἅπασι·
000-00-00 Serial Number=0266913891
De prophetiarum obscuritate Ante [Go Back]  
 [00908]  ὅτι δὲ, κἂν ἀληθῆ λέγῃ, φορτικώτερον ἑαυτῷ ποιεῖ τὸ δικαστήριον, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς, καὶ σκανδάλων αἴτιος γινόμενος, ἃ κρύπτειν δέον, ἐκκαλύπτων ἅπασι, καὶ κηρύττων τὰ ἁμαρτήματα [56.191] τοῦ πλησίον, παντί που δῆλόν ἐστιν.
000-00-00 Serial Number=0994161308
De sacerdotio Ante [Go Back]  
 [00622]  ἀνδρὸς δὲ ἐπιφανοῦς καὶ πολλοῖς γνωρίμου πλημμέλεια κοινὴν ἅπασι φέρει τὴν βλάβην, τοὺς μὲν ἀναπεπτωκότας πρὸς τοὺς ὑπὲρ τῶν ἀγαθῶν ἱδρῶτας ὑπτιωτέρους ποιοῦσα, τοὺς δὲ προσέχειν ἑαυτοῖς βουλομένους ἐρεθίζουσα πρὸς ἀπόνοιαν.
 [01184]  καὶ γὰρ ὅταν αὐτὸς ἀνεπίληπτος ἅπασι γένηται, τότε δυνήσεται μεθ' ὅσης βούλεται ἐξουσίας καὶ κολάζειν καὶ ἀνιέναι τοὺς ὑπ' αὐτῷ ταττομένους ἅπαντας·
 [01246]  Μεγίστην δὲ ἐν ἅπασι τούτοις ἀσφάλειαν τὴν ἐν τῷ λέγειν κέκτηται παρρησίαν καὶ τὴν τοῦ πλήθους περὶ αὐτὸν σπουδὴν καὶ τὸ φιλεῖσθαι παρὰ τῶν ἀρχομένων ἁπάντων.
000-00-00 Serial Number=0075297475
De sanctis martyribus [1] Ante [Go Back]  
 [00180]  Νῦν δέ εἰσί τινες οὕτως ἀθλίως διακείμενοι, οἳ τὰς μὲν οἰκίας τὰς ἐνταῦθα καὶ χρυσοῖς ὀρόφοις, καὶ ψηφῖσι διηνθισμέναις, καὶ γραφῶν ἄνθεσι, καὶ κιόνων λαμπρότητι, καὶ τοῖς ἄλλοις κατακοσμοῦσιν ἅπασι·
000-00-00 Serial Number=0230753720
De virginitate Ante [Go Back]  
 [00481]  Καὶ καθάπερ οἱ νομοθέται τῶν ἀδικούντων τὰς τιμωρίας ἐν γράμμασι θέντες ἀφῆκαν, οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἕνα καὶ δεύτερον τῶν ἡμαρτηκότων κολάσας καὶ ὥσπερ ἐν στήλῃ χαλκῇ καὶ γράμμασι τὰς ἐκείνων καταθέμενος τιμωρίας διὰ τῶν ἐκείνοις συμβάντων ἅπασι διαλέγεται λέγων ὅτι κἂν ἐν τῷ παρόντι καιρῷ τιμωρίαν μὴ δῶσι τὴν αὐτὴν οἱ τὰ αὐτὰ τολμῶντες τοῖς δεδωκόσι κατὰ τὸν μέλλοντα καιρὸν χαλεπωτέραν ὑποστήσονται κόλασιν.
 [01064]  Πῶς βοηθὸς δι' ἧς οἱ υἱοὶ τοῦ Θεοῦ, μᾶλλον δὲ πάντες οἱ τὴν γῆν οἰκοῦντες τότε ἅμα θηρίοις καὶ πετεινοῖς καὶ τοῖς ἄλλοις ἅπασι ζῴοις κατακλυσθέντες ἀπώλοντο;
 [01081]  Οὐ γὰρ μικρὸν αὐτοῦ τῆς ἀρχῆς ὁ Θεὸς ὑπετέμετο μέρος, τὸν φοβερὸν ἅπασι καθάπερ δεσπότην, ὥσπερ οἰκέτην ἀγνώμονα μετὰ τὸ προσκροῦσαι τῷ δεσπότῃ τοῖς ὁμοδούλοις ποιήσας εὐκαταφρόνητον.
 [01332]  φησίν, ἅπασι τοῦτο πρόσεστι τοῖς γάμοις;
000-00-00 Serial Number=0005290747
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00511]  ἂν δὲ ἀπὸ τῆς οἰκίας ἐπὶ τὴν ἀγορὰν ἔλθῃς, καὶ γυμνὸς τῶν ὅπλων τούτων εὑρεθῇς, εὐχείρωτος ἔσῃ τοῖς ἐπηρεάζουσιν ἅπασι.
 [02667]  ὁ μὲν γὰρ καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος, οὗτος δὲ κοινὸς ἅπασι γέλως πρόκειται.
 [02834]  ἂν δὲ τοῦτο μὲν μὴ ἐπιτρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα ἐλαττώματα ἔχουσαν στέργειν, οὕτως ἀσφάλισον σεαυτὸν, ὡς μέλλων ἅπασι φέρειν αὐτῆς τὴν πονηρίαν.
 [03650]  Καὶ ἀληθῶς δυνατώτερος ἦν, τὴν ἄνωθεν συμμαχίαν ἔχων ἐν ἅπασι, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς φρουρούμενος.
 [04642]  Καθάπερ γὰρ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ μακάριος καὶ γενναῖος ἐκεῖνος ἀνὴρ, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται, πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν.
 [09152]  Ἀλλὰ Νῶε δίκαιος τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ, καὶ μόνος ἐν ἅπασι τοιοῦτος ἦν;
 [09153]  Καὶ γὰρ καὶ Παῦλος μόνος ἐν ἅπασι τοιοῦτος.
000-00-00 Serial Number=0646462381
Epistula ad Cyriacum Ante [Go Back]  
 [00530]  Πῶς σφοδρὸς ὢν τοῖς ἀδικοῦσι τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστι προσηνὴς καὶ ἥμερος ἦν καὶ αὐτοῦ τοῦ μέλιτος ἡδίων τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς οἰκέταις τοῖς αὑτοῦ, οἳ τοῦ ἔρωτος, ὃν ἤρων, ἐκείνου μέγα ἐκφέροντες δεῖγμα ἔλεγον·
000-00-00 Serial Number=0766099334
Epistulae Ante [Go Back]  
 [00447]  Ἱκανὴν τοίνυν ἔχουσαι ταύτην τὴν παράκλησιν, φέρετε γενναίως καὶ εὐχαρίστως τὰ συμπίπτοντα, δοξάζουσαι τὸν Θεὸν ἐφ' ἅπασι τοῖς συμβαίνουσιν.
 [01220]  Οὐ γὰρ ἔλαθεν ἡμᾶς τῆς φιλανθρωπίας σου τὸ μέγεθος, καὶ ὅτι καινὸς ἅπασι γέγονας λιμὴν, ὀρφανοῖς παριστάμενος, χήρας παντὶ τρόπῳ παραμυθούμενος, ἀνέχων αὐτῶν τὴν πενίαν, διορθούμενος τὴν πτωχείαν, οὐδὲ αἴσθησιν ἀφιεὶς λαμβάνειν τῆς στενοχωρίας ταύτης, ἀλλ' ἀντὶ πάντων αὐτοῖς γινόμενος, καὶ δῆμον ὁλόκληρον διατρέφων σίτῳ, καὶ οἴνῳ, καὶ ἐλαίῳ, καὶ τοῖς ἄλλοις ἅπασιν.
 [01222]  καὶ γὰρ ἐν ἅπασι τούτοις βρύεις καὶ κομᾷς, μέγιστα σεαυτῷ ἀποτιθέμενος βραβεῖα ἐν τῷ μέλλοντι αἰῶνι.
 [01405]  Ἱκανὴν τοίνυν ἔχουσαι ταύτην τὴν παράκλησιν, φέρετε γενναίως καὶ εὐχαρίστως τὰ συμπίπτοντα, δοξάζουσαι τὸν Θεὸν ἐφ' ἅπασι τοῖς συμβαίνουσιν.
 [02178]  Οὐ γὰρ ἔλαθεν ἡμᾶς τῆς φιλανθρωπίας σου τὸ μέγεθος, καὶ ὅτι καινὸς ἅπασι γέγονας λιμὴν, ὀρφανοῖς παριστάμενος, χήρας παντὶ τρόπῳ παραμυθούμενος, ἀνέχων αὐτῶν τὴν πενίαν, διορθούμενος τὴν πτωχείαν, οὐδὲ αἴσθησιν ἀφιεὶς λαμβάνειν τῆς στενοχωρίας ταύτης, ἀλλ' ἀντὶ πάντων αὐτοῖς γινόμενος, καὶ δῆμον ὁλόκληρον διατρέφων σίτῳ, καὶ οἴνῳ, καὶ ἐλαίῳ, καὶ τοῖς ἄλλοις ἅπασιν.
 [02180]  καὶ γὰρ ἐν ἅπασι τούτοις βρύεις καὶ κομᾷς, μέγιστα σεαυτῷ ἀποτιθέμενος βραβεῖα ἐν τῷ μέλλοντι αἰῶνι.
 [03058]  Μένε δὴ τοῦτο ἐπᾴδων τοῖς γινομένοις ἅπασι.
 [03559]  Ἀλλ' ὥσπερ ἐνταῦθα ἀνδρεία γέγονας, καὶ σιδήρου στεῤῥοτέρα, ἄφατον παρὰ τοῦ φιλανθρώπου Θεοῦ διὰ τῆς γνώμης ταύτης προαποθεμένη σοι τὸν μισθὸν, οὕτω παρακαλοῦμεν, καί σου δεόμεθα καὶ ἐν τοῖς ἄλλοις ἅπασι τὴν αὐτὴν ἐπιδείξασθαι φιλοσοφίαν, καὶ εἰδέναι ὅτι μία ἐστὶ συμφορὰ, ἁμαρτία μόνον, τὰ δὲ ἄλλα πάντα μῦθος, δυναστεῖαι, καὶ δόξαι, καὶ τιμαὶ, αἱ παρὰ ἀνθρώπων.
000-00-00 Serial Number=0465232909
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00875]  Οἶσθα αὐτοῦ καὶ τὰς ἄλλας ἀρετάς, ἵνα μὴ πάντα καταλέγων μακρὸν ποιήσω τὸν λόγον, τὴν ἐπιείκειαν, τὴν πρᾳότητα, τὴν σωφροσύνην, τὴν ἀκρίβειαν, πῶς σφοδρὸς ὢν τοῖς ἀδικοῦσι τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστι προσηνὴς καὶ ἥμερος ἦν καὶ αὐτοῦ τοῦ μέλιτος ἡδίων τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς οἰκέταις τοῖς αὐτοῦ, οἳ τοῦ ἔρωτος ὃν ἤρων ἐκείνου μέγα ἐκφέροντες δεῖγμα ἔλεγον·
000-00-00 Serial Number=0631198883
Expositiones in Psalmos Ante [Go Back]  
 [00611]  Τά τε γὰρ περὶ Ἰουδαίων εἰρημένα τοῖς προφήταις ἅπαντα τέλος ἔλαβεν, ὧν καὶ ἡ ἔκβασις ἅπασι.
 [04033]  Οἱ μὲν γὰρ ἐν τοῖς βιωτικοῖς πεποιθότες, οὐδὲν ἄμεινον τοῦ στρουθίου διάκεινται, ὃ τῇ ἐρημίᾳ θαῤῥοῦν, εὐχείρωτον ἅπασι γίνεται.
 [05796]  Οἱ μὲν γὰρ ἐν τοῖς βιωτικοῖς πεποιθότες, οὐδὲν ἄμεινον τοῦ στρουθίου διάκεινται, ὃ τῇ ἐρημίᾳ θαῤῥοῦν, εὐχείρωτον ἅπασι γίνεται.
000-00-00 Serial Number=0030700862
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03923]  Τινὲς δὲ οὕτως ἡρμήνευσαν, ὅτι Ἐπαγγειλάμενός μοι, ὡς τεῖχος ποιεῖν χαλκοῦν, καὶ ὡς στῦλον σιδηροῦν ἅπασι τοῖς βασιλεῦσι προέτρεψας, καὶ τούτοις κηρύξαι ἐλπίσας τοῖς λόγοις, καὶ τρόπον τινὰ ἀπατηθεὶς, οὐκ ἂν ἐδυ [64.929] σάμην ἀνεδυσάμην τὸ προφητεῦσαι καὶ τὰ πάνδεινα ὑπομένων διατελῶ.
000-00-00 Serial Number=0077495217
Fragmenta in Job Ante [Go Back]  
 [00044]  Εἶπε τὸ κοινὸν τῆς φύσεως, ἵνα δείξῃ τὸ ἰδιάζον τῆς προαιρέσεως, ὅτι τῆς αὐτῆς φύσεως ἅπασι κοινωνήσας, ὑπὲρ φύσιν, καὶ μεῖζον ἢ κατ' ἄνθρωπον, ἐπολιτεύσατο.
 [00105]  Τοῦτο γὰρ τὸ ἐξαίρετον καὶ διαπρεπέστατον, τοῖς ἄλλοις ἅπασι συγκείμενον τοῖς τῆς δικαιοσύνης κατορθώμασιν, ἡ πολιτικὴ καὶ δικαστικὴ ἕξις, ἑκάστῳ πρόσφορον ἐπιφέρουσα, διὸ καὶ τῆς δίκης ἐστὶν ἐπώνυμος.
 [01146]  Ὥσπερ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ γενναῖος, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται, πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν.
 [01286]  ἀλλ' ὅμως ἐκεῖνος ἅπαντα ταῦτα ὑπήνεγκε, καὶ ἐν ἅπασι τοῖς συμβεβηκόσιν αὐτῷ, οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ·
000-00-00 Serial Number=0388711274
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00077]  καὶ γὰρ ἀρκοῦσαν εἶχεν ἐν ἅπασι παραμυθίαν τῶν ἀγαπωμένων τὴν σωτηρίαν, τὴν μνήμην.
 [00088]  Ἐντεῦθεν ἀκήρυκτος πρὸς αὐτοὺς ἦν ἅπασι πόλεμος·
000-00-00 Serial Number=0537765741
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00033]  Καὶ τί δεῖ λέγειν γυναῖκας, ἢ ἄρχοντας, ὅπου καὶ αὐτὴ ἡ τὸ διάδημα περικειμένη καὶ τὴν πορφυρίδα περιβεβλημένη, παρὰ τὴν ὁδὸν ἅπασαν οὐδὲ μικρὸν τῶν λειψάνων ἀποσχέσθαι ἠνέσχετο, ἀλλ' ὥσπερ θεραπαινὶς παρηκολούθει τοῖς ἁγίοις, τῆς θήκης ἁπτομένη καὶ τῆς ὀθόνης τῆς ἐπικειμένης, καὶ πάντα τὸν ἀνθρώπινον καταπατοῦσα τῦφον, καὶ ἐν μέσῳ θεάτρῳ τοσούτῳ φαινομένη δήμῳ, ἣν οὐδὲ εὐνούχοις ἅπασι τοῖς ἐν ταῖς βασιλικαῖς στρεφομένοις αὐλαῖς θέμις ἰδεῖν;
000-00-00 Serial Number=0529994428
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00049]  καὶ πρὸς τούτοις ἅπασι τὸ παρὰ ἀδελφοῦ ταῦτα παθεῖν, καὶ παρὰ ἀδελφοῦ παρανόμως καὶ ἀδίκως.
000-00-00 Serial Number=0172632098
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00037]  Καὶ τοῦτο σήμερον ἑωράκατε, τοὺς πάντων ἀνθρώπων βαρβαρικωτέρους μετὰ τῶν τῆς Ἐκκλησίας προβάτων ἑστῶτας, καὶ κοινὴν οὖσαν τὴν νομὴν καὶ τὸν σηκὸν ἕνα, καὶ μίαν ἅπασι τράπεζαν προκειμένην.
000-00-00 Serial Number=0574247897
In Acta apostolorum Ante [Go Back]  
 [06110]  Οἷς ἔχεις πεῖσον, φιλανθρωπίᾳ, προστασίᾳ, ἡμερότητι, κολακείᾳ, τοῖς ἄλλοις ἅπασι.
000-00-00 Serial Number=0818314075
In Eutropium Ante [Go Back]  
 [00095]  Ἀλλ' ἰδοὺ διὰ τῶν ἔργων ἔμαθεν, ὅπερ ἐποίησε, καὶ τὸν νόμον ἔλυσε πρῶτος αὐτὸς, δι' ὧν ἐποίησε, καὶ γέγονε τῆς οἰκουμένης θέατρον, καὶ σιγῶν ἐντεῦθεν ἀφίησι φωνὴν ἅπασι παραινῶν, Μὴ ποιεῖτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα.
000-00-00 Serial Number=0426874816
In Genesim sermones Ante [Go Back]  
 [00361]  καὶ οὐκ ἀπεπήδησεν ὁ Ἀδὰμ, καθάπερ δεδοικὼς, ἀλλ' ὥσπερ δούλοις ὑποτεταγμένοις τὰ ὀνόματα ἐπέθηκεν ἅπασι.
000-00-00 Serial Number=0516414762
In Isaiam Ante [Go Back]  
 [00047]  Ἔθος γὰρ αὐτοῖς ἅπασι τοῖς παρὰ τοῦ Θεοῦ διαπορθμεύουσι τὰ λεγόμενα, τοῦτο πρὸ τῶν ἄλλων κατασκευάζειν, ὡς οὐδὲν οἴκοθεν φθέγγονται, ἀλλ' ὅτι θεῖοι χρησμοί τινές εἰσι τὰ λεγόμενα καὶ γράμματα ἐκ τῶν οὐρανῶν καταβάντα.
 [00685]  δήλη γὰρ ἦν καὶ σαφὴς καὶ γνώριμος ἅπασι.
 [01350]  Ἔθος γὰρ τῷ Θεῷ τοῦτο, τὰς τιμωρίας ὁρίζειν ἐφ' ἑνὸς καὶ δευτέρου καὶ δι' ἐκείνων νομοθετεῖν τοῖς λοιποῖς ἅπασι τὰ καταληψόμενα αὐτοὺς δεινά.
 [02187]  ὃ δὴ νῦν ἐπὶ τῶν ἔργων ἐξέβη καὶ τοῦ ἡλίου φανερώτερον ἅπασι δείκνυται·
000-00-00 Serial Number=0689628422
In Joannem Ante [Go Back]  
 [00105]  Καὶ γὰρ ὁ ἔμπορος θέλει πλουτεῖν, ἀλλ' οὐ μέχρι τῆς διανοίας τὸ θέλειν ἵστησιν, ἀλλὰ καὶ πλοῖον κατασκευάζεται, καὶ συνάγει ναύτας, καὶ παρακαλεῖ κυβερνήτην, καὶ τοῖς ἄλλοις ἅπασι κατασκευάζει τὸ πλοῖον, καὶ χρυσίον δανείζεται, καὶ περᾷ πέλαγος, καὶ εἰς ξένην ἄπεισι γῆν, καὶ κινδύνους ὑπομένει πολλοὺς, καὶ τὰ ἄλλα πάντα ἅπερ ἴσασιν οἱ τὴν θάλατταν πλέοντες.
 [00195]  ὅμως δὲ ἐν ἅπασι παίδων αἰσχρότερον κατεγελάσθησαν.
 [00196]  Τάς τε γὰρ γυναῖκας κοινὰς ἅπασι ποιοῦντες, καὶ τὸν βίον αὐτὸν ἀνατρέποντες, καὶ τὸ σεμνὸν διαφθείροντες τοῦ γάμου, καὶ ἕτερα τοιαῦτα καταγέλαστα νομοθετοῦντες, οὕτω πάντα τὸν βίον αὐτῶν ἀνάλωσαν.
 [00241]  Ἐπίστευσε γὰρ αὐτὰ ἀληθῆ τε εἶναι καὶ χρήσιμα τοῖς ἀκουσομένοις ἅπασι·
 [01187]  Οὐδὲ γὰρ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες πρὸς ταύτην ἦλθον τὴν γνῶσιν, καὶ κοινὸν ἅπασι προὔκειτο τοῦτο τὸ φῶς.
 [01318]  καὶ εἴ τι τῶν ἀτόπων ἦν ταῖς τῶν ἀνοητοτέρων ὑφορμοῦν διανοίαις, τοῦτο ἐκ μέσου μετὰ ἀκριβείας ἄρας, οὕτως ἅπασι μετ' εὐκολίας λοιπὸν καὶ ἀκωλύτως τὸν τῆς διδασκαλίας ἐφεξῆς ἐνίησι λόγον.
 [01429]  Οὐδὲ γὰρ κωλύει καὶ τήμερον τῶν αὐτῶν ἅψασθαι ῥημάτων, ἐπειδὴ πρώην ὑπὸ τῆς τῶν δογμάτων ἐξηγήσεως ἐκωλύθημεν ἅπασι τοῖς ἀναγνωσθεῖσιν ἐπεξελθεῖν.
 [01563]  ὁ δὲ ἅπερ ἂν λάβῃ φυλάττων, καὶ οὕτω τὰ λοιπὰ προσλαμβάνων, ταχέως ἀντὶ μαθητοῦ διδάσκαλος ἔσται, καὶ οὐχ ἑαυτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι χρήσιμος.
 [01598]  Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος ταῦτα ἀκριβῶς ζητῶν, οὐκ ἀπέστη ἕως οὗ τὴν αἰτίαν εὗρε, καὶ τοῖς ἄλλοις ταύτην ἐδήλωσεν ἅπασι.
 [02424]  Ἥ τε οὖν ἰατρεία κοινὴ, τά τε φάρμακα ἅπασι πρόκειται·
 [04041]  Ὁ μὲν γὰρ λόγος ἅπασι διαλέγεται, καὶ κοινὸν πρόκειται φάρμακον τοῖς δεομένοις·
 [05514]  Πολὺ τῆς συγκαταβάσεως τὸ κέρδος ἐν ἅπασι δείκνυται πράγμασιν.
000-00-00 Serial Number=0281986952
In Kalendas Ante [Go Back]  
 [00214]  οὐ πάντων βίος ὁ πονηρότατος εἶναι δοκεῖ, Ἀλλ' ἔξεστι τῷ βουλομένῳ κἀκεῖθεν κερδᾶναι, ὅταν τῶν δεδεμένων φείδηται, ὅταν τοὺς ἀδίκως ἐμβεβλημένους θεραπεύῃ, ὅταν μὴ πραγματεύηται ἀπ' ἀλλοτρίας συμφορᾶς, ὅταν κοινὸς προκέηται λιμὴν τοῖς δεομένοις ἅπασι.
000-00-00 Serial Number=0856412828
In Psalmos 101-107 Ante [Go Back]  
 [00856]  ∆ῆλόν ἐστι καὶ σαφὲς, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἔθνεσιν ἅπασι πραγματεύεται.
 [01476]  τὴν δὲ ἐξ ἐθνῶν Ἐκκλησίαν ἐν ἅπασι τῆς οἰκουμέ νης τοῖς τμήμασιν, ἑῴοις τε καὶ ἑσπερίοις, νοτίοις τε καὶ ἀρκτῴοις, ἐκάλεσε καὶ συνήθροισε, καὶ τοιούτους συλλό γους πανταχοῦ γῆς καὶ θαλάττης ἐστὶν ἰδεῖν.
000-00-00 Serial Number=0016130805
In Psalmum 118 Ante [Go Back]  
 [00160]  ∆ιδάσκει δὲ καὶ ἕτερον ὁ λό γος οὐ γὰρ ἅπασι τὰ θεῖα λόγια προσφέρειν παρεγγυᾷ·
 [00471]  ∆ιὰ μέντοι τοῦ, Εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἐδήλωσε τὸν μέλλοντα βίον, ἐν ᾧ καθαρὰ καὶ ἀκραιφνὴς δοθήσεται ἅπασι τῶν θείων νόμων ἡ φυλακὴ, καὶ τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρ δίαν ἀνθρώπου οὐκ ἀνέβη.
000-00-00 Serial Number=0075490057
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00227]  ἀλλὰ ὥσπερ νῦν ἡ αὐτὴ τράπεζα, τὸ αὐτὸ ποτήριον, ἡ αὐτὴ τροφὴ ἅπασι πρόκειται τοῖς ἐνταῦθα εἰσιοῦσιν·
 [00228]  οὕτω καὶ τότε τὸ αὐτὸ μάννα, ἡ αὐτὴ πηγὴ ἅπασι προὔκειτο.
000-00-00 Serial Number=0719372749
In duodecim apostolos Ante [Go Back]  
 [00006]  Ἡ γὰρ μία χάρις τοῖς ἅπασι συνῆλθε καὶ συνέτρεχε, καὶ τὴν ἑκάστου νίκην δοκιμωτέραν ἐδείκνυε.
000-00-00 Serial Number=0009343326
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00460]  οὐ γὰρ ἁπλῶς ἔπεισιν ἅπασι, καὶ τοῖς ἀναισθήτως διακειμένοις·
 [03601]  Ἁγνότητα δὲ ἐνταῦθα ἢ σωφροσύνην πάλιν, ἢ τὴν ἐν ἅπασι καθαρότητα, ἢ τὸ ἀδωροδόκητον, ἢ καὶ τὸ δωρεὰν τὸ εὐαγγέλιον κηρύττειν.
 [03782]  Τί δὲ ὁ ἥλιος, τὸ φαιδρὸν τοῦτο ἄστρον καὶ τηλαυγὲς, καὶ τὰς ὄψεις ἡμῶν εὐφραῖνον, οὐχὶ κοινὸς ἅπασι καὶ οὗτος πρόκειται, καὶ πάντες ἀπολαύουσιν ἐξ ἴσης αὐτοῦ, καὶ πλούσιοι καὶ πένητες;
 [05182]  καὶ ὅτε τὸν Ματθίαν ὁ Πέτρος, τοῖς παροῦσιν ἅπασι τότε, καὶ ἀνδράσι καὶ γυναιξίν.
 [05378]  Ἐν μὲν γὰρ τοῖς σαρκικοῖς αὐτάρκειαν αὐτοῖς αἰτεῖ, ἐν δὲ τοῖς πνευματικοῖς καὶ περισσείαν, οὐκ ἐν ἐλεημοσύνῃ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι·
000-00-00 Serial Number=0412075639
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01161]  Οὐ μόνον δὲ ἐν τῷ περὶ γνώσεως λόγῳ, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι καὶ ἀνθρώπους καὶ τὰ ἄλλα πάντα κτίσματα ἐν πολλῇ χρείᾳ αὐτοῦ κατέστησεν, ἵνα μεγίστην ἀφορμὴν ἔχῃ καὶ ταύτην ὑποταγῆς καὶ οἰκειώσεως, ἵνα μὴ ἀποπηδήσαντα ἀπόληται.
 [02005]  Οὕτως ἡ συνήθεια τυραννικόν! Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἔξωθεν αὐτὴν μαθεῖν, λέγεται Πλάτων, καίτοι γε ἀκριβῶς εἰδὼς ὅτι πλάνη τις ἦν τὰ περὶ θεῶν, καὶ ταῖς ἑορ [61.64] ταῖς καὶ τοῖς ἄλλοις ἅπασι συγκαταβῆναι, ἅτε οὐ κατισχύων συνηθείᾳ πολεμῆσαι, καὶ ἔργῳ παρὰ τοῦ διδασκάλου τοῦτο μαθών.
 [09999]  ἀλλὰ τότε μὲν ἐν ἅπασι μία ψυχὴ ἦν καὶ καρδία μία·
 [09999]  Καὶ γὰρ ὁ Ἀβραὰμ τοῖς ξένοις καὶ τοῖς δεομένοις ἅπασι τὸν πλοῦτον ἐκέκτητο.
 [09999]  Οὐκ ἐν τοῖς πνευματικοῖς δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ἴδοι τις ἄν.
 [09999]  Ἢ ὅτι ὁ τάφος ἅπασι δῆλος καὶ τότε καὶ νῦν·
000-00-00 Serial Number=0573446572
In epistulam ad Ephesios Ante [Go Back]  
 [04115]  διὰ γὰρ τοῦτο καὶ θυμιάμασι καὶ μύροις καὶ εὐωδίαις τὸν τόπον καταῤῥαίνουσιν οἱ περὶ ταῦτα δεινοὶ, οἴνοις τε εὐώδεσι καὶ τοῖς ἄλλοις ἅπασι τοὺς καλαθίσκους, ἐν οἷς ἂν μέλλουσιν ἄρτι τῶν σμηνῶν ἐξιοῦσαι ἐνιζάνειν, ὥστε μὴ τὴν ἀηδῆ ὀσμὴν λυπήσασαν αὐτὰς ἀποστῆσαι πάλιν·
000-00-00 Serial Number=0418130159
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00102]  ἐπειδὴ δὲ ὡς μέλλοντες τιμωρεῖσθαι, εἰ ἀποσταῖεν τοῦ νόμου, στασιάζουσι πρὸς ἡμᾶς, διὰ τοῦτο πράγματος μέμνηται, δι' οὗ πᾶσαν ἐκβάλλει τοῦ νόμου τὴν χρείαν, λέγω δὴ τὴν ἐκ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως εὐεργεσίαν ἐγγινομένην ἅπασι.
000-00-00 Serial Number=0585190237
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01589]  μονονουχὶ λέγων, Ὁ οὕτω μέγας, ὁ ὢν ἀπαύγασμα τῆς δόξης, ὁ ὢν χαρακτὴρ τῆς ὑποστάσεως, ὁ τοὺς αἰῶνας πεποιηκὼς, ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος, οὗτος ἠθέλησε καὶ ἐσπούδασεν ἀδελφὸς ἡμῶν ἐν ἅπασι γενέσθαι, καὶ διὰ τοῦτο ἀγγέλους ἀφῆκε καὶ τὰς ἄνω δυνάμεις, καὶ πρὸς ἡμᾶς κατῆλθε, καὶ ἡμῶν ἐπελάβετο.
 [06973]  καὶ ὡς οὐκ ἔχων υἱὸν, οὕτως αὐτὸν ἀνήνεγκεν, ὡς οὐκ ἐνδεδυμένος τὴν φύσιν, οὕτως αὐτὸν ἀνήνεγκε Τὰ χρήματα κοινὰ ἐκέκτητο τοῖς παριοῦσιν ἅπασι, καὶ οὐδὲν τὸ πρᾶγμα ἡγεῖτο·
 [08360]  Ὅτι γὰρ οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, καὶ ταύτης ἕνεκεν τῆς αἰτίας καλλωπίζῃ, ἐξ ὧν αὐτὴ ποιεῖς τοῦτο δῆλον ἅπασι καθιστᾷς.
 [08871]  καὶ ἡμῖν οὕτω ποιήσετε κοῦφον τὸν πόνον, ἐν ἅπασι συλλαμβανόμενοι ἡμῖν καὶ χεῖρα ὀρέγοντες καὶ μερισταὶ γινόμενοι καὶ κοινωνοὶ, καὶ τῆς ἀλλή [63.213] λων σωτηρίας, καὶ τῆς ἰδίας ἕκαστος.
 [09374]  τουτέστιν, Οὕτω γὰρ ἔστιν εὐαρέστως λατρεύειν τῷ Θεῷ, εὐχαριστοῦντα ἐν ἅπασι.
000-00-00 Serial Number=0918177485
In epistulam ad Romanos Ante [Go Back]  
 [00603]  Ὅπερ γὰρ ἐπὶ ἡλίου καὶ σελήνης καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων ἐποίησεν, οὐ τοῖς μὲν πλουτοῦσι καὶ σοφοῖς πλείονος μεταδιδοὺς τῆς ἀπὸ τούτων χορηγίας, ἐλάττονος δὲ τοῖς πένησιν, ἀλλ' ἴσην ἅπασι τὴν ἀπόλαυσιν προτιθεὶς, τοῦτο καὶ ἐπὶ τοῦ κηρύγματος εἰργάσατο, καὶ πολλῷ πλέον, ὅσῳ καὶ ἀναγκαιότερον τοῦτο ἐκείνων.
 [01903]  φεύγειν δὲ μὴ τὴν ἐν χρήμασι πλεονεξίαν μόνον, ἀλλὰ καὶ τὴν ἐν ἐπιθυμίᾳ πονηρᾷ καὶ τὴν ἐν ἱματίοις καὶ τὴν ἐν τραπέζῃ καὶ τὴν ἐν τοῖς ἄλλοις ἅπασι.
 [04085]  καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασι μακροτέρους ἐποίησε τοὺς διαύλους, κἂν μὴ πειθώμεθα, καὶ γέενναν ἠπείλησε, δεικνὺς ὅτι οὐ τῆς φιλοτιμίας τῶν ἀγωνιζομένων τὰ ζητούμενα, ὥσπερ ἡ παρθενία καὶ ἡ ἀκτημοσύνη, ἀλλὰ πάντως αὐτὰ ἀνυσθῆναι δεῖ.
 [04948]  Τίνα οὖν ἂν εἴποιμεν μᾶλλον ζῇν, τὸν ἀναισθήτως κείμενον, καὶ προκείμενον ἅπασι γέλωτα·
 [06753]  σὺ δὲ ἅπασι σαυτὸν προὔθηκας, καὶ δραπέταις καὶ λῃσταῖς καὶ βαλαντιοτόμοις.
 [08099]  Οὐδὲ γὰρ χρήμασι μόνον βούλεται τοῖς δεομένοις ἡμᾶς βοηθεῖν, ἀλλὰ καὶ ῥήμασι καὶ πράγμασι καὶ σώματι, καὶ τοῖς ἄλλοις ἅπασι.
000-00-00 Serial Number=0604213297
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00080]  Σκόπει πῶς ἐπιτείνεται τὰ δεινὰ, ἵνα καὶ ἡ ὑπομονὴ τῶν ἀποστόλων λαμπροτέρα γένηται, καὶ ἡ ἄφατος τοῦ Θεοῦ δύναμις κατάδηλος ἅπασι καταστῇ.
000-00-00 Serial Number=0928613186
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00433]  Ἵνα οὖν ἀπηρτισμένην ἔχωμεν τὴν ὠφέλειαν, ἑκατέρωθεν ἑαυτοὺς ἀσφαλιζώμεθα, ἔν τε τοῖς ἄλλοις ἅπασι καρποὺς ἐπιδεικνύμενοι γενναίους, καὶ μετὰ τῶν ἄλλων τὴν ἐλεημοσύνην, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, μετὰ πολλῆς μὲν τῆς προθυμίας, μετὰ πολλῆς δὲ αὐτὴν ἐπιτελοῦντες τῆς δαψιλείας.
 [00769]  ἐπειδὴ γὰρ τοὺς ἐκ τῆς οἰκουμένης ἁπάσης κατὰ διαφόρους καιροὺς εὐδοκιμηκότας ἐπὶ κοινήν τε καὶ πνευματικὴν εὐωχίαν ἐκάλεσε, τοὺς ἤδη φθάσαντας καὶ προαπελθόντας κελεύει τοὺς μετὰ ταῦτα ἀπιέναι μέλλοντας ἀναμένειν, ἵν' οὕτω κοινῇ παραγενομένων ἁπάντων, καὶ ἡ τιμὴ καὶ ἡ ἡδονὴ μία ἅπασι γένηται.
000-00-00 Serial Number=0495391548
In illud In faciem ei restiti Ante [Go Back]  
 [00305]  ∆ιὰ τοῦτο τοῖς μὲν ἄλλοις ἅπασι γράφων, τὸ ὄνομα αὐτοῦ προστίθησιν ἐν τῷ προοιμίῳ τῶν ἐπιστολῶν, Ἑβραίοις δὲ ἐπιστέλλων, οὐδὲν τοιοῦτον ἐποίησεν, ἀλλ' ἁπλῶς, οὐκ εἰπὼν τίς ἦν, ἢ πρὸς τίνας, ὥσπερ ἔθος εἶχε ποιεῖν, οὕτω πως ἤρξατο·
 [00412]  Ἀλλ' εἰ μὲν αὐτὸς ταύτην εἰσηγήσατο τὴν γνώμην, καὶ πα ρελθὼν εἶπε, Παύσασθε τοῖς Ἰουδαϊκοῖς ἔθεσι χρώ μενοι, ὡς ἐναντία ἑαυτῷ δημηγορῶν, καὶ τοῖς ὑπ' αὐτοῦ γεγενημένοις ἅπασι κατὰ τὸν ἔμπροσθεν χρό [51.385] νον, ἐσκανδάλισεν ἂν τοὺς μαθητάς.
000-00-00 Serial Number=0112622380
In illud Ne timueritis Ante [Go Back]  
 [00705]  τότε καὶ ὀρφανοὺς ἀποδύεις, καὶ χήρας γυμνοῖς, καὶ κοινὸς περιέρχῃ πολέμιος ἅπασι, μάταιόν τινα ἀνελίττων πόνον, καὶ δρόμον οὐδὲν ἔχοντα πέρας χρηστόν.
000-00-00 Serial Number=0495732129
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00420]  Ἀλλὰ καὶ τούτοις ἅπασι χαίρειν εἰπὼν, ἐν οὐρανῷ πολιτεύεται, καὶ πρὸς τὴν μέλλουσαν ἐπείγεται ζωήν.
 [00430]  Καὶ πρὸ τούτου δὲ πάλιν ὁ μέγας Ἠλίας, τῆς μηλωτῆς μηδὲν κεκτημένος πλέον, τὸν ἀσεβῆ καὶ παράνομον [51.203] Ἀχαὰβ ἐκεῖνον μόνος ἤλεγξε μετὰ πολλῆς ἀνδρείας, Οὐδὲν γὰρ οὕτως ἐλευθεροστομεῖν παρασκευάζει, καὶ θαῤῥεῖν ἐν ἅπασι πείθει τοῖς δεινοῖς, καὶ ἀναλώτους ἐργάζεται καὶ ἰσχυροὺς, ὡς τὸ μηδὲν κεκτῆσθαι, μηδὲ περιβολήν τινα πραγμάτων ἔχειν.
 [00440]  Καὶ γὰρ Ἑβραίοις καὶ Θεσσαλονικεῦσι γράφων καὶ Γαλάταις, πολλὴν ἅπασι μαρτυρεῖ πειρασμῶν ἐπαγωγὴν, καὶ δείκνυσι δι' ὧν ἐπέστελλεν, ὅτι καὶ ἠλαύνοντο καὶ τῆς πατρίδος ἐξέπιπτον, καὶ τὰς οὐσίας ἀπώλλυον, καὶ μέχρις αὐτοῦ τοῦ αἵματος ἐκινδύνευον·
000-00-00 Serial Number=0079496145
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00135]  Ἂν δὲ ἀπὸ τῆς οἰκίας ἐπὶ τὴν ἀγορὰν ἔλθῃς, γυμνὸς τῶν ὅπλων τούτων εὑρεθεὶς, εὐχείρωτος ἔσῃ τοῖς ἐπηρεάζουσιν ἅπασι.
000-00-00 Serial Number=0816424310
In illud Vidi dominum Ante [Go Back]  
 [00561]  Ὥσπερ γὰρ ὁ τὰς ὄψεις ἀπολέσας ἅπασι πρόκειται πρὸς τὸ κακῶς παθεῖν, οὕτως ὁ ὑπερήφανος, ὁ μὴ εἰδὼς τὸν Κύριον ἀρχὴ γάρ, φησίν, ὑπερηφανίας, τὸ μὴ εἰδέναι τὸν Κύριον, καὶ ἀνθρώποις εὐάλωτός ἐστιν, τοῦ φωτὸς ἐκπεσὼν ἐκείνου.
000-00-00 Serial Number=0078479171
In illud Vidua eligatur Ante [Go Back]  
 [00158]  Καὶ καθάπερ οἱ τοὺς στρατιώτας καταλέγοντες σώματος ζητοῦσιν εὐεξίαν, οὕτω καὶ οὗτος εἰς τὸ τοῦ Χριστοῦ στρατόπεδον αὐτὴν καταλέγων, ψυχῆς εὐεξίαν ἐζήτησε καὶ εὐτονίαν καὶ τὴν ἐν ἅπασι τοῖς ἀγαθοῖς ἔργοις σπουδὴν, οὕτω λέγων·
000-00-00 Serial Number=0061296523
In martyres Aegyptios Ante [Go Back]  
 [00069]  Πῶς οὖν οὐκ ἄτοπον ἐν μὲν τοῖς βιωτικοῖς ἅπασι τοὺς πόνους προκεῖσθαι πρὸ τῆς ἡδονῆς, καὶ τοὺς κινδύνους πρὸς τῆς ἀσφαλείας, καὶ ταῦτα εὐτελοῦς καὶ μικρᾶς τῆς ἀπὸ τῶν πόνων ἐκείνων προσδοκίας μενούσης·
000-00-00 Serial Number=0243398666
In omnes sanctos Ante [Go Back]  
 [00027]  ὅσον γὰρ αὐτοῖς ταῖς τιμαῖς εὐσεβοῦντες τρέχομεν, τοσοῦτον αὐτοῖς ἐν ἅπασι κηδεμόνας εὑρίσκομεν.
000-00-00 Serial Number=0992929637
In principium Actorum Ante [Go Back]  
 [00582]  Μὴ παραδράμῃς ἁπλῶς τὸ διήγημα, ἀλλ' εὐθέως ἐπίστα τῷ προοιμίῳ, καὶ μάθε πόση ἦν ἡ ἀγάπη καὶ ἡ συμφωνία καὶ ἡ ὁμόνοια, καὶ πῶς πανταχοῦ οὗτοι ἐκοινώνουν ἀλλήλοις, καὶ συνδεδεμένοι τῷ δεσμῷ τῆς κατὰ Θεὸν φιλίας, ἅπαντα ἔπραττον, καὶ ἐν τραπέζῃ καὶ ἐν εὐχῇ καὶ ἐν βαδίσει καὶ ἐν τοῖς ἄλλοις ἅπασι μετὰ ἀλλήλων ἐφαίνοντο.
000-00-00 Serial Number=0794324517
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00202]  Ὥστε ἅπασι χρήσιμος ὁ θησαυρὸς, ἐπιτήδειον τὸ καταγώγιον, τοῖς μὲν ἐπταικόσιν, ἵνα ἀπαλλαγῶσι τῶν πειρασμῶν, τοῖς δὲ εὐημεροῦσιν, ἵνα βέβαια αὐτοῖς μείνῃ τὰ καλά·
000-00-00 Serial Number=0427676499
In sanctum Romanum Ante [Go Back]  
 [00117]  τὸ μὲν γὰρ ἀκόλουθον ἦν, καὶ κοινὸν ἅπασι, τὸ δὲ ὑπὲρ τὴν φύσιν, καὶ αὐτοῦ ἴδιον ἐγένετο μόνου.
000-00-00 Serial Number=0852510691
In sanctum Stephanum i Ante [Go Back]  
 [00007]  Ἴδωμεν τοίνυν τὸν ἀθλητὴν, ὅπως ἐν ἅπασι μιμητὴς ἀνεφάνη τοῦ ∆εσπότου·
000-00-00 Serial Number=0290837705
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00067]  ἀλλὰ κοινὴν ἅπασι προθέντες τὴν διδασκαλίαν, τῷ τῶν ἀκροωμένων συνειδότι καταλιμπάνομεν, ὥστε ἕκαστον τὸ κατάλληλον φάρμακον τῷ οἰκείῳ τραύματι ἐκ τῶν λεγομένων ἐπισπάσασθαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»